In Acta apostolorum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
32.0
∆ ιέτριβον δὲ ἐκεῖ, φησὶ, χρόνον οὐκ ὀλίγον σὺν τοῖς µαθηταῖς. Καί τινες κατελθόντες ἀπὸ τῆς Ἰου δαίας, ἐδίδασκον τοὺς ἀδελφοὺς, ὅτι Ἐὰν µὴ περιτέµνησθε τῷ ἔθει Μωϋσέως, οὐ δύνασθε σω θῆναι.
32.1
Ὅρα πανταχοῦ τῆς εἰς τὰ ἔθνη µεταβάσεως ἀναγκαίαν τὴν ἀρχὴν ἀπ' αὐτῶν εἰσαγοµένην. Πρὸ τούτου ἐγκαλούµενος ἀπελογήσατο, καὶ ἐν τάξει ἀπολογίας τὸ πᾶν εἶπεν· ὅπερ εὐπαράδεκτον τὸν λόγον ἐποίει· ἔπειτα τῶν Ἰουδαίων ἀποστραφέντων, οὕτως ἦλθεν εἰς τὰ ἔθνη. Ἐνταῦθα πάλιν ἄλλην ἀµετρίαν ὁρῶν φεροµένην, οὕτως ἵστησι τὸν νόµον. Ἐπειδὴ γὰρ, ἅτε παρὰ τοῦ Θεοῦ διδαχθέντες, ἀδιαφόρως διελέγοντο πᾶσι, τοῦτο εἰς ζῆλον ἤγαγε τοὺς ἀπὸ Ἰουδαίων. Καὶ οὐκ ἐδίδασκον ἁπλῶς περιτοµὴν, ἀλλ' ὅτι οὐδὲ σωθῆναι δύνασθε. Οὗ τοὐναντίον εὔκαιρον ἦν λέγειν, ὅτι περιτεµνόµενοι σωθῆναι οὐ δύνασθε. Ὁρᾷς συνεχεῖς τοὺς πειρασµοὺς ἔνδοθεν, ἔξωθεν; Καλῶς δὲ οἰκονοµεῖται τοῦτο Παύλου παρόντος, ἵνα ἀντείπῃ. Καὶ οὐκ εἶπεν ὁ Παῦλος· Τί γάρ; οὐκ εἰµὶ ἀξιόπιστος ἀπὸ τοσούτων σηµείων; ἀλλ' ἐπείσθη δι' ἐκείνους. Καὶ ὅρα µανθάνουσι λοιπὸν πάντες τὰ εἰς τὰ ἔθνη γεγενηµένα καὶ Σαµαρεῖται, καὶ ἔχαιρον. Γενοµένης οὖν στάσεως καὶ ζητήσεως οὐκ ὀλίγης τῷ Παύλῳ καὶ τῷ Βαρνάβᾳ πρὸς αὐτοὺς, ἔταξαν ἀναβαίνειν τὸν Παῦλον καὶ Βαρνάβαν, καί τινας ἄλλουςἐξ αὐτῶν πρὸς τοὺς ἀποστόλους καὶ πρεσβυτέρους εἰς Ἱερουσαλὴµ περὶ τοῦ ζητήµατος τούτου. Οἱ µὲν οὖν προπεµφθέντες ὑπὸ τῆς Ἐκκλησίας, διήρχοντο τὴν Φοινίκην καὶ Σαµάρειαν ἐκδιηγούµενοι τὴν ἐπιστροφὴν τῶν ἐθνῶν· καὶ ἐποίουν χαρὰν µεγάλην πᾶσι τοῖς ἀδελφοῖς. Παραγενόµενοι δὲ εἰς Ἰερουσαλὴµ, ἀπεδέχθησαν ὑπὸ τῆς Ἐκκλησίας καὶ τῶν ἀποστόλων καὶ τῶν πρεσβυτέρων, ἀνήγγειλάν τε ὅσα ὁ Θεὸς ἐποίησεµετ' αὐτῶν. Ὅρα πόση οἰκονοµία γίνεται. Ἐξανέστησαν δέ τινες τῶν ἀπὸ τῆς αἱρέσεως τῶν Φαρισαίων πεπιστευκότες, λέγοντες, ὅτι∆ εῖ περιτέµνειν αὐτοὺς, παραγγέλλειν τε τηρεῖν τὸννόµον Μωϋσέως. Συνήχθησαν δὲ οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι ἰδεῖν περὶ τοῦ λόγου τούτου. Πολλῆς δὲ συζητήσεως γενοµένης, ἀναστὰς Πέτρος εἶπε πρὸς αὐτούς· Ἄνδρες ἀδελφοὶ, ὑµεῖς ἐπίστασθε, ὅτι ἀφ' ἡµερῶν ἀρχαίων ὁ Θεὸς ἐν ὑµῖν ἐξελέξατο διὰ τοῦ στόµατός µου ἀκοῦσαι τὰ ἔθνη τὸν λόγον τοῦ εὐαγγελίου, καὶ πιστεῦσαι. Ὅρα τὸν Πέτρον ἄνωθεν κεχωρισµένον τοῦ πράγµατος, καὶ µέχρι τοῦ νῦν ἰουδαΐζοντα. Ὑµεῖς ἐπίστασθε, φησί. Παρῆσαν ἴσως καὶ οἱ ἐγκαλέσαντες αὐτῷ ἐπὶ Κορνηλίου πάλαι, καὶ εἰσελθόντες µετ' αὐτοῦ· διὰ τοῦτο αὐτοὺς παράγει µάρτυρας. Ἀφ' ἡµερῶν ἀρχαίων ἐν ὑµῖν ὁ Θεὸς ἐξελέξατο. Τί ἐστιν, Ἐν ὑµῖν; Ἤτοι ἐν Παλαιστίνῃ, φησὶν, ἢ παρόντων ὑµῶν.∆ ιὰ τοῦ στόµατός µου. Ὅρα πῶς δείκνυσι τὸν Θεὸν δι' αὐτοῦ φθεγγόµενον, καὶ οὐδὲν ἀνθρώπινον. Καὶ ὁ καρδιογνώστης Θεὸς ἐµαρτύρησεν αὐτοῖς. Ἐπὶ τὴν πνευµατικὴν ἀνάγει µαρτυρίαν αὐτούς.∆ οὺς αὐτοῖς τὸ Πνεῦµα τὸ ἅγιον, καθὼς καὶ ἡµῖν. Ὅρα πῶς πανταχοῦ ἐξισοῖ τὰ ἔθνη. Καὶ οὐδὲν διέκρινε µεταξὺ ἡµῶν τε καὶ αὐτῶν, τῇ πίστει καθαρίσας τὰς καρδίας αὐτῶν. Ἀπὸ τῆς πίστεως µόνης, φησὶ, τῶν αὐτῶν ἔτυχον. Κἀκείνων ταῦτα ἐντρεπτικά· µᾶλλον δὲ καὶ ἐκείνους διδάξαι δύναται, ὅτι πίστεως δεῖ µόνης, καὶ οὐκ ἔργων οὐδὲ περιτοµῆς. Οὐ γὰρ δὴ ὑπὲρ τῶν ἐθνῶν ἀπολογούµενοι ταῦτα λέγουσι µόνον, ἀλλὰ κἀκείνους παιδεύοντες ἀποστῆναι τοῦ νόµου. Ἀλλὰ τέως οὔπω λέγουσι τοῦτο. Νῦν οὖν τί πειράζετε τὸν Θεὸν ἐπιθεῖναι ζυγὸν ἐπὶ τὸν τράχηλον τῶν µαθητῶν ὃν οὔτε οἱ πατέρες ἡµῶν, οὔτε ἡµεῖς ἰσχύσαµεν βαστάσαι, Ἀλλὰ διὰτῆς χάριτος τοῦ Κυρίου Ἰησοῦ πιστεύοµεν σωθῆναι, καθ' ὃν τρόπον κἀκεῖνοι. Τί ἐστι, Πειράζετε τὸν Θεόν; Τί ἀπιστεῖτε, φησὶ, τῷ Θεῷ; τί πειράζετε αὐτὸν ὡς οὐκ ἰσχύοντα σῶσαι τῇ πίστει; Ἄρα ἀπιστίας ἐστὶ τὸ τὸν νόµον εἰσφέρειν. Εἶτα δείκνυσι καὶ αὐτοὺς οὐδὲν ὠφελουµένους, καὶ τὸ πᾶν ἐπὶ τὸν νόµον στρέφει, οὐκ ἐπ' αὐτοὺς, καὶ τὴν κατηγορίαν ὑποτέµνεται. Ὃν οὐκ ἰσχύσαµεν ἡµεῖς καὶ οἱ πατέρες ἡµῶν, φησὶ, βαστάσαι· ἀλλὰ διὰ τῆς χάριτος τοῦ Κυρίου Ἰησοῦ πιστεύοµεν σωθῆναι καθ' ὃν τρόπον κἀκεῖνοι. Πόσης δυνάµεως γέµει ταῦτα τὰ ῥήµατα! Ἅπερ ὁ Παῦλος διὰ πολλῶν ἐν τῇ πρὸς Ῥωµαίους εἶπε, ταῦτα καὶ οὗτος. Εἰ γὰρ Ἀβραὰµ, φησὶν, ἐξ ἔργων ἐδικαιώθη, ἔχει καύχηµα, ἀλλ' οὐ πρὸς τὸν Θεόν. Ὁρᾷς, ὅτι τούτων µᾶλλόν ἐστι τοῦτο παιδευτικὸν, ἢ ἀπολογία ὑπὲρ τῶν ἐθνῶν; Ἀλλ' εἰ µὲν χωρὶς προφάσεως ταῦτα ἔλεγεν, ἴσως οὐδαµῶς ὕποπτος ἦν· ἀρχῆς δὲ λαβόµενος ἐντεῦθεν, λοιπὸν ἀδεῶς φθέγγεται. Καὶ ὅρα πανταχοῦ τὰ παρὰ τῶν ἐχθρῶν µετ' αὐτῶν γινόµενα. Εἰ µὴ γὰρ ἐκίνησαν ἐκεῖνοι, οὐκ ἂν ταῦτα ἐλέχθη, οὐδ' ἂν τὰ µετὰ ταῦτα. Ἐντεῦθεν µανθάνουσιν, ὅτι εἰ καὶ µὴ προσάγεσθαι ἤθελον τὰ ἔθνη, οὐ δεῖ αὐτοὺς παρορᾷν. Ἀλλ' ἴδωµεν ἄνωθεν τὰ εἰρηµένα. Ἐν ὑµῖν, φησὶν, ἐξελέξατο, καὶ ἀφ' ἡµερῶν ἀρχαίων. Τοῦτο εἶπε, δεικνὺς ὅτι πάλαι, οὐ νῦν. Οὐ µικρὸν δὲ τὸ καὶ Ἰουδαίων πιστευόντων τοῦτο ἀποστραφῆναι.∆ ύο τούτοις ὃ λέγει πιστοῦται, τῷ καιρῷ καὶ τῷ τόπῳ. Καὶ τὸ, Ἐξελέξατο, καλῶς· ὥσπερ ἐπ' αὐτῶν οὐκ εἶπεν, Ἠθέλησεν, ἀλλ', Ἐξελέξατο. Πόθεν τοῦτο δῆλον; Ἀπὸ τοῦ Πνεύµατος, φησίν. Εἶτα δείκνυσιν οὐχὶ χάριτος ἁπλῶς, ἀλλ' ἀρετῆς µαρτύριον αὐτοῖς τοῦτο γινόµενον, καὶ οὐδὲν ἔλαττον αὐτοῖς παρασχόν. Οὐδὲν γὰρ, φησὶ, διέκρινε µεταξὺ ἡµῶν τε καὶ αὐτῶν. Ἄρα καρδίας δεῖ πανταχοῦ ζητεῖν. Καὶ εὐκαίρως εἶπεν· Ὁ καρδιογνώστης Θεὸς ἐµαρτύρησεν αὐτοῖς· ὡς καὶ ἐκεῖ, Σὺ, Κύριε, καρδιογνῶστα πάντων, ἀνάδειξον. Ὅτι γὰρ τοῦτο βούλεται, ὅρα τί ἐπάγει· ὅτι Οὐδὲν διέκρινε µεταξὺ ἡµῶν τε καὶ αὐτῶν. Ὅτε εἶπεν αὐτῶν τὴν µαρτυρίαν, τότε τὸ µέγα τοῦτο ἐφθέγξατο, ὅπερ Παῦλός φησιν· Οὔτε περιτοµή τι ἰσχύει, οὔτε ἀκροβυστία· καὶ, Ἵνα τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ. Πάντων τούτων τὰ σπέρµατα ἐν τῇ Πέτρου δηµηγορίᾳ κεῖται. Καὶ οὐκ εἶπε, Τῶν ἐκ περιτοµῆς, ἀλλὰ, Μεταξὺ ἡµῶν, τουτέστι, τῶν ἀποστόλων. Εἶτα, ἵνα µὴ δόξῃ ὕβρις εἶναι τὸ Οὐδὲν, ἐπάγει· Πίστει καθαρίσας τὰς καρδίας αὐτῶν. Καὶ ἀναιρεῖ τὴν ὑπόνοιαν διὰ τούτου. Ἐξεκάθαρε πρότερον τὸν λόγον, καὶ τότε δείκνυσιν οὐχὶ πονηρὸν τὸν νόµον, ἀλλ' αὐτοὺς ἀσθενεῖς.
32.2
Ὅρα πῶς εἰς φοβερὸν κατέληξεν. Οὐδὲν ἀπὸ τῶν. προφητῶν αὐτοῖς διαλέγεται, ἀλλ' ἀπὸ τῶν παρόντων πραγµάτων, ὧν αὐτοὶ µάρτυρες ἦσαν. Εἰκότως καὶ αὐτοὶ λοιπὸν ἐπιµαρτυροῦσι, καὶ τὸν λόγον ἰσχυρότερον ποιοῦσι τοῖς ἤδη γενοµένοις. Καὶ ὅρα, ἐν τῇ Ἐκκλησίᾳ συγχωρεῖ πρῶτον ζήτησιν γενέσθαι, καὶ τότε λέγει. Ἐπεὶ οὖν οὐκ εἶπε, Τῶν ἐκ περιτοµῆς, ἀλλὰ, Τῶν ἐθνῶν( τοῦτο γὰρ κατὰ µικρὸν ἐπαγόµενον ἐγίνετο ἰσχυρότερον, ἐκεῖνο δὲ ἦν πειράζοντος, εἰ δύναταικαὶ µετὰ νόµον σῶσαι), ὅρα τί ποιεῖ· δείκνυσιν αὐτοὺς ἐν κινδύνῳ, εἴ γε ὅπερ οὐκ ἴσχυσεν ὁ νόµος, ἴσχυσεν ἡ πίστις· ταύτης δὲ ἐκπιπτούσης, ἀνάγκη αὐτοὺς ἐν ἀπωλείᾳ εἶναι. Καὶ οὐκ εἶπεν, Ἀπιστεῖτε, ὅπερ ἦν φορτικώτερον, καὶ ταῦτα ἐληλεγµένου τοῦ πράγµατος. Ἐν µὲν οὖν τοῖς Ἱεροσολύµοις οὐκ ἦσαν ἐξ ἐθνῶν τινες, ἐν δὲ Ἀντιοχείᾳ εἰκὸς εἶναι.∆ ιὰ τοῦτο καὶ ἀπέρχονται, καὶ διατρίβουσι χρόνον οὐκ ὀλίγον ἐκεῖ. Ἐξανέστησαν δέ τινες τῶν Φαρισαίων, ἔτι νοσοῦντες τὴν φιλαρχίαν, καὶ βουλόµενοι πρὸς αὐτοὺς ἔχειν τοὺς ἐξ ἐθνῶν. Καίτοι καὶ Παῦλος νοµοµαθὴς ἦν, ἀλλ' οὐκ ἔπασχε τοῦτο· ἐπειδὴ δὲ ἐκεῖθεν ἦλθε, καὶ τὸ δόγµα ἀκριβέστερον ἐγένετο. Εἰ γὰρ οἱ ἐν Ἱεροσολύµοις ὄντες οὐδὲν τοιοῦτον ἐπιτάττουσι, πολλῷ µᾶλλον οὗτοι. Ὁρᾷς ὅσοι µὴ φιλαρχοῦσι, χαίρουσιν ἐν τῇ πίστει; Οὐ φιλοτιµίας τοίνυν τὰ διηγήµατα οὐδὲ ἐπιδείξεως ἦν, ἀλλὰ ἀπολογίας τοῦ εἰς τὰ ἔθνη κηρύγµατος· διὸ καὶ οὐδὲν λέγουσι τῶν εἰς τοὺς Ἰουδαίους συµβεβηκότων. Πολλὴ ἡ ἐπιτριβὴ τῶν Φαρισαίων, καὶ µετὰ τὴν πίστιν ἔτι νοµοθετούντων, καὶ οὐ πειθοµένων τοῖς ἀποστόλοις. Ἀλλ' ὅρα ἐκείνους, πῶς ἐπιεικῶς καὶ οὐ µετὰ αὐθεντείας διαλέγονται· τὰ γὰρ τοιαῦτα ἐπιθυµητὰ, καὶ πέπηγε µᾶλλον. Ὁρᾷς οὐδαµοῦ λόγων ἐπίδειξιν, ἀλλὰ τὴν διὰ τῶν πραγµάτων, τὴν διὰ τοῦ Πνεύµατος; Ἀλλ' ὅµως καὶ τοιαῦτα ἔχοντες τεκµήρια, ἔτι ἐπιεικῶς διαλέγονται. Καὶ ὅρα· οὐκ ἀπέρχονται διαβάλλοντες τοὺς ἐν Ἀντιοχείᾳ, ἀλλ' ἐκεῖθεν πάλιν λαµβάνουσιν ἀφορµήν. Οὕτως ἐµελέτων τὸ φιλαρχεῖν, οἳ καὶ οὐκ εἰδότων τῶν ἀποστόλων ἐµέµφθησαν. Ἀλλ' ὅµως οὐδὲν τούτων οὗτοι προήνεγκαν· ἀλλ' ὅτε ἀπέδειξαν, τότε σφοδρότερον γράφουσι. Μέγα γὰρ ἡ ἐπιείκεια πανταχοῦ καλόν· ἐπιείκεια λέγω, οὐ ψυχρότης· ἐπιείκεια, οὐ κολακεία· πολὺ γὰρ ταῦτα διέστηκεν ἀπ' ἀλλήλων. Οὐδὲν ἐτράχυνε Παῦλον, οὐδὲν Πέτρον. Ὅταν ἔχῃς ἀποδείξεις, τί ὀργίζῃ; ἢ ἵνα καὶ ταύτας ἀκύρους ποιήσῃς; Οὐκ ἔστι τὸν ὀργιζόµενον πεῖσαί ποτε. Καὶ χθὲς περὶ ὀργῆς διελέχθηµεν· οὐδὲν δὲ κωλύει καὶ τήµερον· ἡ γὰρ συνέχεια ἴσως ἐργάσεταί τι. Καὶ γὰρ φάρµακον τὸ δύναµιν ἔχον ἀφανίσαι τραῦµα, ἂν µὴ συνεχῶς ἐπιτεθῇ, τὸ πᾶν ἀπώλεσε. Μὴ δὴ νοµίζετε, κατάγνωσιν ὑµῶν εἶναι, τὸ συνεχῶς περὶ τῶν αὐτῶν διαλέγεσθαι· εἰ γὰρ κατεγνώκειµεν, οὐκ ἂν διελέχθηµεν· νῦν δὲ ἐλπίζοντες µεγάλα ἡµᾶς κερδαίνειν, ταῦτα φθεγγόµεθα. Εἴθε γὰρ συνεχῶς περὶ τῶν αὐτῶν ἐλέγοµεν! εἴθε µηδὲ ἦν ἄλλη τις λόγων ὑπόθεσις ἢ φροντὶς, ἀλλ' ὅπως τῶν παθῶν κρατήσωµεν τῶν ἡµετέρων! Πῶςγὰρ οὐκ ἄτοπον, βασιλεῦσι µὲν ἐν τρυφῇ ζῶσι καὶ τοσαύτῃ τιµῇ µηδένα εἶναι λόγον, µήτε ἐπὶ τραπέζης, µηδὲ ἐν ἄλλῳ µηδενὶ καιρῷ, ἀλλὰ πῶς µόνον τῶνπολεµίων κρατῆσαι δεῖ, καὶ διὰ τοῦτο καθ' ἑκάστην ἡµέραν συλλόγους ποιεῖν, καὶ στρατηγοὺς καὶ στρατιώτας καταλέγειν, καὶ φόρους ἀπαιτεῖν, καὶ τῶνπολιτικῶν πραγµάτων ταύτας δύο αἰτίας ἀναγκαίας εἶναι ἡγεῖσθαι, ὅπως καὶ τῶν πολεµούντων κρατήσωσι, καὶ τοὺς οἰκείους ἐν εἰρήνῃ καταστήσωσιν· ἡµᾶς δὲ µηδὲ ὄναρ θέλειν τὰ τοιαῦτα διαλέγεσθαι, ἀλλ' ὅπως µὲν ἀγρὸν ὠνησώµεθα, καὶ ὅπως ἀνδράποδα, καὶ ὅπως πλείω τὴν οὐσίαν ποιήσωµεν, καθ' ἑκάστην ἡµέραν διαλεγόµενοι οὐ λαµβάνοµεν κόρον· περὶ δὲ τῶν ἐν ἡµῖν πραγµάτων καὶ τῶν ὄντως ἡµῶν οὔτε αὐτοὶ λέγειν βουλόµεθα, οὐδὲ ἑτέρων λεγόντων ἀνεχόµεθα ἀκούειν; Περὶ τίνος οὖν, εἰπέ µοι, διαλέγεσθαι βούλει; περὶ ἀρίστου; Ἀλλὰ ταῦτα µαγείρων τὰ ῥήµατα. Ἀλλὰ περὶ χρηµάτων; Ἀλλὰ ταῦτα καπήλων καὶ ἐµπόρων. Ἀλλὰ περὶ κτισµάτων; Ἀλλὰ ταῦτα τεκτόνων καὶ οἰκοδόµων. Ἀλλὰ περὶ γῆς; Ἀλλὰ ταῦτα γεωργῶν. Ἡµῶν δὲ οὐδὲν ἕτερόν ἐστιν ἔργον, ἀλλ' ἢ πῶς πλοῦτον περιποιησόµεθα τῇ ψυχῇ. Μὴ τοίνυν προσκορὴς ὁ λόγος γινέσθω.∆ ιὰ τί γὰρ µηδεὶς ἐγκαλεῖ τῷ ἰατρῷ περὶ ἰατρικῆς ἀεὶ διαλεγοµένῳ, µηδὲ τοῖς ἄλλοις τοῖς δηµιουργοῖς περὶ τῶν οἰκείων τεχνῶν λέγουσιν; Εἰ µὲν γὰρ οὕτως ἡµῖν ἦν κατωρθωµένα τὰ τῶν παθῶν, ὡς µὴ δεῖσθαι ὑποµνήσεως, εἰκότως ἄν τις ἡµῖν ἐνεκάλεσε φιλοτιµίαν καὶ ἐπίδειξιν· µᾶλλον δὲ οὐδὲ οὕτως. Εἰ γὰρ καὶ κατώρθωτο, καὶ οὕτως ἐχρῆν διαλέγεσθαι, ὥστε µὴ ἀναπεσεῖν· ἐπεὶ καὶ ἰατροὶ οὐχὶ νοσοῦσιν, ἀλλὰ καὶ ὑγιαίνουσι διαλέγονται, καὶ ἔστιν αὐτοῖς βιβλία τοιαύτης πραγµατείας, τοῖς µὲν, ἵνα τῆς νόσου ἀπαλλάττωσι, τοῖςδὲ, ἵνα τὴν ὑγείαν διαφυλάττωσιν. Ὥστε εἰ καὶ ὑγιαίνοµεν, οὐδὲ οὕτως ἀποστῆναι ἐχρῆν, ἀλλὰ πάντα ποιεῖν ὥστε διατηρηθῆναι τὴν ὑγείαν ἡµῖν.
32.3
Ὅταν δὲ καὶ νοσῶµεν, διπλῆ τῶν λόγων ἡ ἀνάγκη· µία µὲν, ἀπαλλαγῆναι τῆς νόσου· δευτέρα δὲ, ἀπαλλαγέντας µὴ περιπεσεῖν πάλιν. Οὐκοῦν θεραπευτικῇ µεθόδῳ διαλεγόµεθα νῦν, οὐχ ὑγιεινῇ πραγµατείᾳ. Πῶς οὖν ἄν τις τὸ κακὸν τοῦτο ἐκκόψειε πάθος; πῶς τὸν σφοδρὸν ὑποστείλειε πυρετόν; Ἴδωµεν πόθεν ἐτέχθη, καὶ τὴν αἰτίαν ἀνέλωµεν. Πόθεν τίκτεσθαι εἴωθεν; Ἐξ ἀλαζονείας καὶ ἀπονοίας πολλῆς. Ταύτην οὖν ἀνέλωµεν τὴν αἰτίαν, καὶ συνανῄρηται καὶ τὸ νόσηµα. Τί δὲ ἡ ἀλαζονεία; πόθεν τίκτεται; τάχα γὰρ πάλιν ἐφ' ἑτέραν ἀρχὴν κινδυνεύοµεν ἀνελθεῖν. Οὐκοῦν ἣν ἂν ὁ λόγος ὑφηγήσηται, ταύτην βαδίζωµεν, ὅπως κάτωθεν καὶ πρόῤῥιζον ἀνασπασθῇ τὸ κακόν. Πόθεν οὖν ἡ ἀλαζονεία; Ἐκ τοῦ µὴ ἐπισκέπτεσθαι τὰ ἡµέτερα, ἀλλ' ὑπὲρ µὲν φύσεως γῆς, καίτοι οὐκ ὄντας γεωργοὺς, πολυπραγµονεῖν, καὶ ὑπὲρ φύσεως φυτῶν, καὶ ὑπὲρφύσεως χρυσοῦ, καίτοι οὐκ ὄντας ἐµπόρους, καὶ ὑπὲρ ἱµατίων, καὶ ὑπὲρ πάντων· ὑπὲρ δὲ ἡµῶν καὶ τῆς ἡµετέρας φύσεως µηδέποτε ἀνέχεσθαι τοῦτο ποιεῖν. Καὶ τίς ἀγνοεῖ, φησὶ, τὴν οἰκείαν φύσιν; Πολλοί· τάχα δὲ πάντες πλὴν ὀλίγων· καὶ εἰ βούλεσθε, ἐντεῦθεν ποιήσω τὸν ἔλεγχον. Εἰπὲ γάρ µοι, τί ποτέ ἐστιν ἄνθρωπος; Εἴ τις ἐρωτηθείη, Τίνι τῶν ἀλόγων διέστηκε, πῶς συγγενής ἐστι τῶν ἐν οὐρανῷ, τί δύναται ἐξ ἀνθρώπου γενέσθαι; µὴ δυνήσεται ἐξ εὐθείας ἀποκριθῆναι; Οὐκ ἔγωγε οἶµαι. Καθάπερ γὰρ ἐπὶ ὕλης τινὸς, οὕτω καὶ ἐπὶ ἀνθρώπου τὸ µὲν ὑποκείµενον ἄνθρωπος· δύναται δὲ γενέσθαι καὶ ἄγγελος καὶ θηρίον. Ἆρα οὐ δοκεῖ ξένος εἶναι ὁ λόγος οὗτος; Καίτοι πολλάκις αὐτὸν ἐν ταῖς Γραφαῖς ἠκούσατε. Περὶ µὲν γάρ τινων ἀνθρώπων ἐλέγετο, ὅτι Ἄγγελος Κυρίου ἐστί· καὶ ἐκ χειλέων, φησὶ, αὐτοῦ, ζητήσουσι κρίσιν· καὶ πάλιν· Ἀποστέλλω τὸν ἄγγελόν µου πρὸ προσώπου σου· περὶ δέ τινων, Ὄφεις, γεννήµατα ἐχιδνῶν. Λοιπὸν δὴ παρὰ τοὺς χρωµένους τὸ πᾶν δύναται γενέσθαι καὶ ἄγγελος, καὶ ἄνθρωπος. Τί λέγω, ἄγγελος; Καὶ Θεοῦ τέκνον· Ἐγὼ γὰρ εἶπα, φησὶ, Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες. Καὶ τὸ δὴ µεῖζον, ὅτι τοῦ γενέσθαι καὶ θεὸς καὶ ἄγγελος καὶ Θεοῦ τέκνον τὴν ἐξουσίαν αὐτὸς ἐγκεχείρισται. Καὶ ἔστιν ἄνθρωπος ἀγγέλου δηµιουργός. Τάχα ὑµᾶς ἐθορύβησε τὸ ῥῆµα; Ἀλλ' ἀκούετε τοῦ Χριστοῦ λέγοντος· Ἐν τῇ ἀναστάσει οὔτε γαµοῦσιν οὔτε γαµίσκονται, ἀλλ' εἰσὶν ὡς ἄγγελοι· καὶ πάλιν, Ὁ δυνάµενος χωρεῖν χωρείτω. Ὅλως δὲ ἡ ἀρετὴ ἀγγέλους ποιεῖ· ταύτης δὲ ἡµεῖς κύριοι· ἄρα ἀγγέλους δυνάµεθα δηµιουργεῖν, κἂν µὴ τῇ φύσει, ἀλλὰ τῇ προαιρέσει. Ταύτης µὲν γὰρ ἀπούσης, οὐδὲν ὄφελος ἄγγελον εἶναι τὴν φύσιν· καὶ δηλοῖ ὁ διάβολος τοῦτο ὢν πρὸ τούτου· ταύτης δὲ παρούσης, οὐδὲν βλάβος ἄνθρωπον εἶναι τὴν φύσιν· καὶ δηλοῖ Ἰωάννης ἄνθρωπος ὢν, καὶ Ἠλίας εἰς τὸν οὐρανὸν ἀνελθὼν, καὶ πάντες οἱ µέλλοντες ἀπιέναι ἐκεῖ. Οὗτοι µὲν γὰρ µετὰ σώµατος οὐκ ἐκωλύθησαν τὸν οὐρανὸν οἰκεῖν· ἐκεῖνοι δὲ ἀσώµατοι ὄντες, οὐκ ἠδυνήθησαν µεῖναι ἐν οὐρανῷ. Μηδεὶς τοίνυν ἀλγείτω µηδὲ ἀγανακτείτω πρὸς τὴν φύσιν ὡς ἐµποδίζουσαν, ἀλλὰ πρὸς τὴν προαίρεσιν. Λέων ἐκεῖνος ἐγένετο ἐξ ἀσωµάτου· Ἰδοὺ γὰρ, φησὶ, Ὁ ἐχθρὸς ἡµῶν ὡς λέων ὠρυόµενος περιέρχεται, ζητῶν τίνα καταπίῃ· ἡµεῖς ἄγγελοι ἀπὸ σωµάτων. Καθάπερ γὰρ εἴ τις ὕλην εὑρὼν πολύτιµον, οὐκ ὢν τεχνίτης, ἂν καταφρονήσῃ ταύτης, µεγάλως ζηµιωθήσεται, οἷον ἢ µαργαρίτας, ἢ κόχλον, ἢ ἕτερόντι τοιοῦτον· οὕτω δὴ καὶ ἡµεῖς ἐὰν ἀγνοήσωµεν τὴν ἡµετέραν φύσιν, σφόδρα αὐτῆς καταφρονήσοµεν· ἂν δὲ γνῶµεν, πολλὴν ἐπιδειξόµεθα σπουδὴν, καὶ τὰ µέγιστα καρπωσόµεθα. Ἀπὸ γὰρ ταύτης ἱµάτιον γίνεται βασιλικὸν, ἀπὸ ταύτης οἰκία γίνεται βασιλικὴ, ἀπὸ ταύτης µέλη γίνεται βασιλικά· πάντα βασιλικά. Μὴ δὴ καταχρησώµεθα εἰς βλάβην τῇ οἰκείᾳ φύσει. Βραχύ τι παρ' ἀγγέλους ἡµᾶς ἠλάττωσε, τῷ θανάτῳ λέγω· ἀλλὰ καὶ τοῦτο ἀπειλήφαµεν τὸ βραχύ. Οὐδὲν οὖν τὸ κωλύον ἡµᾶς ἀγγέλων γενέσθαι ἐγγὺς, ἂν θέλωµεν. Θελήσωµεν τοίνυν, θελήσωµεν, καὶ ἐξασκήσαντες ἑαυτοὺς δόξαν ἀναπέµψωµεν τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύµατι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺςαἰῶνας τῶν αἰώνων. Ἀµήν.