Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In Acta apostolorum
John ChrysostomHom. Act. 33 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
33.0
Μετὰ δὲ τὸ σιγῆσαι αὐτοὺς, ἀπεκρίθη Ἰάκωβος, λέγων· Ἄνδρες ἀδελφοὶ, ἀκούσατέ µου. Συµεὼν ἐξηγήσατο καθὼς πρῶτον ὁ Θεὸς ἐπεσκέψατο λαβεῖν ἐξ ἐθνῶν λαὸν τῷ ὀνόµατι αὐτοῦ Καὶ τούτῳ συµφωνοῦσιν οἱ λόγοι τῶν προφητῶν.
33.1
Ἐπίσκοπος ἦν τῆς ἐν Ἱεροσολύµοις Ἐκκλησίας οὗτος· διὸ καὶ ὕστερος λέγει· καὶ τὸ, Ἐπὶ στόµατος δύο ἢ τριῶν µαρτύρων σταθήσεται πᾶν ῥῆµα, ἐνταῦθα πληροῦται. Ὅρα δὲ καὶ τούτου τὴν σύνεσιν, ἀπό τε νέων, ἀπό τε παλαιῶν βεβαιουµένου τῶν προφητῶν τὸν λόγον. Οὐ γὰρ εἶχέ τι πρᾶγµα δεῖξαι καθάπερ Πέτρος, καθάπερ Παῦλος. Καὶ καλῶς οἰκονοµεῖται δι' ἐκείνων ταῦτα γενέσθαι τῶν οὐ µελλόντων ἐπιχωριάζειν τοῖς Ἱεροσολύµοις, τοῦτόν τε τὸν διδάσκοντα αὐτοὺς µὴ εἶναιὑπεύθυνον, µηδὲ µὴν ἀπεσχίσθαι τῆς γνώµης. Καὶ τί φησιν; Ἄνδρες ἀδελφοὶ, ἀκούσατέ µου. Συµεὼν ἐξηγήσατο. Τινὲς τοῦτον εἶναί φασι τὸν ὑπὸ τοῦ Λουκᾶ εἰρηµένον· ἄλλοι δὲ ἕτερον ὁµώνυµον τούτῳ. Εἴτε δὲ οὗτος, εἴτε ἐκεῖνός ἐστιν, οὐκ ἀκριβολογεῖσθαι χρὴ, ἀλλὰ µόνον ὡς ἀναγκαῖα δέχεσθαι, ἃ ἐξηγήσατο. Ἄνδρες, φησὶν, ἀδελφοί. Πολλὴ ἡ ἐπιείκεια τοῦ ἀνδρὸς, καὶ τελειοτέρα αὕτη ἡ δηµηγορία, ὅπου γε καὶ τέλος ἐπιτίθησι τοῖς πράγµασι. Καθὼς πρῶτον ὁ Θεὸς ἐπεσκέψατο λαβεῖν ἐξ ἐθνῶν λαὸν τῷ ὀνόµατι αὐτοῦ. Καὶ τούτῳ συµφωνοῦσιν οἱ λόγοι τῶν προφητῶν. Ἐπειδὴ ἐκεῖνος ἀπὸ µὲν τοῦ χρόνου δῆλος ἦν, τὸ δὲ ἀξιόπιστον οὐκ εἶχε διὰ τὸ µὴ παλαιὸς εἶναι, ἐπάγει καὶ παλαιὰν προφητείαν, λέγων· Καθὼς γέγραπται· Μετὰ ταῦτα ἀναστρέψω, καὶ ἀνοικοδοµήσω τὴν σκηνὴν∆ αυῒδ τὴν πεπτωκυῖαν, καὶ τὰ κατεσκαµµένα αὐτῆς ἀνοικοδοµήσω, καὶ ἀνορθώσω αὐτὴν, ὅπως ἐκζητήσωσιν οἱ κατάλοιποι τῶν ἀνθρώπων τὸν Κύριον, καὶ πάντα τὰ ἔθνη, ἐφ' οὓς ἐπικέκληται τὸ ὄνοµά µου ἐπ' αὐτοὺς, λέγει Κύριος ὁ ποιῶν ταῦτα πάντα. Τί οὖν; ἠγέρθη τὰ Ἱεροσόλυµα, ἀλλ' οὐχὶ κατεσκάφη µᾶλλον; Ἀλλ' οὐ περὶ τούτων αὐτῷ εἴρηται ταῦτα. Καὶ ποίαν, φησὶ, λέγει ἔγερσιν; Τὴν µετὰ Βαβυλῶνα. Γνωστὰ ἀπ' αἰῶνός ἐστι τῷ Θεῷ πάντα τὰ ἔργα αὐτοῦ. Εἶτα τὸ ἀξιόπιστον τοῦ λόγου, ὅτι οὐδὲν καινὸν, ἀλλ' ἐξ ἀρχῆς ταῦτα προτετύπωτο. Καὶ τὸ ἀξίωµα πάλιν.∆ ιὸ ἐγὼ κρίνω µὴ παρενοχλεῖν τοῖς ἀπὸ τῶν ἐθνῶν ἀποστρέφουσιν ἐπὶ τὸν Θεὸν, ἀλλ' ἐπιστεῖλαι αὐτοῖς τοῦ ἀπέχεσθαι ἀπὸ τῶν ἀλισγηµάτων τῶνεἰδώλων καὶ τῆς πορνείας καὶ τοῦ πνικτοῦ καὶ τοῦ αἵµατος. Μωϋσῆς γὰρ ἐκ γενεῶν ἀρχαίων κατὰ πόλιν τοὺς κηρύσσοντας αὐτὸν ἔχει ἐν ταῖς συναγωγαῖς κατὰ πᾶν σάββατον ἀναγινωσκόµενος. Ἐπειδὴ οὐκ ἦσαν ἀκηκοότες τοῦ νόµου, εἰκότως ταῦτα ἐπιτάττει ἀπὸ τοῦ νόµου, ἵνα µὴ δόξῃ ἀκυροῦν αὐτόν. Καὶ ὅρα πῶς οὐκ ἀφίησιν αὐτοὺς ἀπὸ τοῦ νόµου ταῦτα ἀκούειν, ἀλλὰ παρ' ἑαυτοῦ, εἰπών· Κρίνω ἐγὼ, τουτέστιν, ἐξ ἐµαυτοῦ, οὐχὶ παρὰ τοῦ νόµου ἀκούσας. Εἶτα λοιπὸν κοινὸν τὸ δόγµα γίνεται. Τότε ἔδοξε τοῖς ἀποστόλοις καὶ πρεσβυτέροις σὺν ὅλῃ τῇ Ἐκκλησίᾳ, ἐκλεξαµένους ἄνδρας ἐξ αὐτῶν πέµψαι εἰς Ἀντιόχειαν σὺν Παύλῳ καὶ Βαρνάβᾳ, Ἰούδαν τὸν ἐπικαλούµενον Βαρσαβᾶν καὶ Σίλαν, ἄνδρας ἡγουµένους ἐν τοῖς ἀδελφοῖς, γράψαντες διὰ χειρὸς αὐτῶν τάδε. Ὅρα αὐτοὺς οὐχ ἁπλῶς ταῦτα νοµοθετοῦντας· ὥστε δὲ ἀξιόπιστον γενέσθαι τὸ δόγµα, πέµπουσι τοὺς παρ' αὐτῶν, καὶ ἵνα ἀνύποπτοι ὦσιν οἱ περὶ Παῦλον λοιπόν. Καὶ ὅρα πῶς φορτικῶς ἐκείνους διαβάλλοντες ἐπιστέλλουσιν. Οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι καὶ οἱ ἀδελφοὶ τοῖς κατὰ Ἀντιόχειαν καὶ Συρίαν καὶ Κιλικίαν ἀδελφοῖς τοῖς ἐξ ἐθνῶν χαίρειν. Ἐπειδὴ ἠκούσαµεν, ὅτι τινὲς ἐξ ἡµῶν ἐτάραξαν ὑµᾶς, λόγοις ἀνασκευάζοντες τὰς ψυχὰς ὑµῶν, λέγοντες περιτέµνειν αὐτοὺς τὰ τέκνα, καὶ τηρεῖν τὸννόµον, οἷς οὐ διεστειλάµεθα. Ἀρκοῦσα αὕτη κατηγορία τῆς ἐκείνων προπετείας, καὶ ἀξία τῆς τῶν ἀποστόλων ἐπιεικείας οὐδὲν µακρότερον εἰρηκότων. Ἔδοξεν ἡµῖν γενοµένοις ὁµοθυµαδὸν, ἐκλεξαµένους ἄνδρας πέµψαι πρὸς ὑµᾶς, σὺν τοῖς ἀγαπητοῖς ἡµῶν Βαρνάβᾳ καὶ Παύλῳ, ἀνδράσι παραδεδωκόσιτὰς ψυχὰς αὐτῶν ὑπὲρ τοῦ ὀνόµατος τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ. Ὥστε δεῖξαι, ὅτι οὐ τυραννικῶς, ὅτι πᾶσι ταῦτα δοκεῖ, ὅτι µετὰ ἐπισκέψεως ταῦτα γράφουσιν. Ἐκλεξάµενοι, εἶπεν, ἄνδρας ἐξ ἡµῶν. Εἶτα ἵνα µὴ δόξῃ διαβολὴ εἶναι Παύλου καὶ Βαρνάβα τὸ ἐκείνους ἀποσταλῆναι, ὅρα τὰ ἐγκώµια αὐτῶν· Ἀνθρώποις, φησὶ, παραδεδωκόσι τὰς ψυχὰς αὐτῶν ὑπὲρ τοῦ ὀνόµατος τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ. Ἀπεστάλκαµεν οὖν Ἰούδαν καὶ Σίλαν, καὶ αὐτοὺς διὰ λόγου ἀπαγγέλλοντας τὰ αὐτά. Ἔδοξε γὰρ τῷ ἁγίῳ Πνεύµατι καὶ ἡµῖν. Ἄρα οὐδὲν ἀνθρώπινον, εἰ Πνεύµατι ταῦτα δοκεῖ. Μηδὲν πλέον ἐπιτίθεσθαι ὑµῖν βάρος. Πάλιν βάρος τὸν νόµον καλεῖ. Εἶτα καὶ ὑπὲρ αὐτῶν τούτων ἀπολογεῖται. Πλὴν τῶν ἐπάναγκες τούτων, ἀπέχεσθαι εἰδωλοθύτων καὶ πνικτοῦ καὶ πορνείας καὶ αἵµατος, ἐξ ὧν διατηροῦντες ἑαυτοὺς, εὖ πράξετε. Ταῦτα ἡ Καινὴ οὐ διετάττετο· οὐδαµοῦ γὰρ περὶ τούτων διελέχθη ὁ Χριστός· ἀλλ' ἀπὸ τοῦ νόµου ταῦτα λαµβάνουσι. Καὶ πνικτοῦ, φησίν. Ἐνταῦθα τὸν φόνον ἀνείργει. Οἱ µὲν οὖν ἀπολυθέντες, ἦλθον εἰς Ἀντιόχειαν, καὶ συναγαγόντες τὸ πλῆθος, ἐπέδωκαν τὴν ἐπιστολήν. Ἀναγνόντες δὲ, ἐχάρησαν ἐπὶ τῇ παρακλήσει. Εἶτα δηλῶν, ὅτι κἀκεῖνοι αὐτοὺς παρεκάλεσαν, ἐπήγαγεν· Ἰούδας τε καὶ Σίλας, καὶ αὐτοὶ προφῆται ὄντες, διὰ λόγου πολλοῦ παρεκάλεσαν τοὺς ἀδελφοὺς, καὶ ἐπεστήριξαν. Ποιήσαντες δὲ χρόνον, ἀπελύθησαν µετ' εἰρήνης ὑπὸ τῶν ἀδελφῶν πρὸς τοὺς ἀποστόλους.
33.2
Οὐκέτι στάσεις καὶ µάχαι· διὸ καὶ βεβαιώσαντες αὐτοὺς ἀπῆλθον µετ' εἰρήνης· πρὸς γὰρ Παῦλον φιλονεικότερον διέκειντο· καὶ λοιπὸν Παῦλος διδάσκει. Οὕτως οὐδεὶς τῦφος ἦν ἐν τῇ Ἐκκλησίᾳ, ἀλλὰ πολλὴ ἡ εὐταξία. Καὶ ὅρα, µετὰ Πέτρον Παῦλος φθέγγεται, καὶ οὐδεὶς ἐπιστοµίζει· Ἰάκωβος ἀνέχεται, καὶ οὐκ ἀποπηδᾷ· ἐκεῖνος γὰρ ἦν τὴν ἀρχὴν ἐγκεχειρισµένος. Οὐδὲν Ἰωάννης ἐνταῦθα, οὐδὲν οἱ ἄλλοι ἀπόστολοι φθέγγονται, ἀλλὰ σιγῶσι, καὶ οὐκ ἀγανακτοῦσιν· οὕτω καθαρὰ δόξης ἦν αὐτῶν ἡ ψυχή. Ἀλλ' ἴδωµεν ἄνωθεν τὰ εἰρηµένα. Μετὰ δὲ τὸ σιγῆσαι αὐτοὺς, φησὶν, ἀπεκρίθη Ἰάκωβος, λέγων· Συµεὼν ἐξηγήσατο καθὼς πρῶτον ἐπεσκέψατο ὁ Θεός· ἐξ ἀρχῆς σφοδρότερον µὲν ὁ Πέτρος διελέγετο, οὗτος δὲ ἡµερώτερον. Οὕτως ἀεὶ χρὴ τὸν ἐν µεγάλῃ δυναστείᾳ ποιεῖν, τὰ µὲν φορτικὰ ἑτέροις παραχωρεῖν, αὐτὸν δὲ ἀπὸ τῶν ἡµερωτέρων διαλέγεσθαι. Καλῶς εἶπε, Συµεὼν ἐξηγήσατο, ὡς κἀκεῖνον ἑτέρων λέγειν γνώµην. Ὅρα πῶς δείκνυσι παλαιὸν ὂν τοῦτο. Λαβεῖν ἐξ ἐθνῶν λαὸν, φησὶ, τῷ ὀνόµατι αὐτοῦ. Οὐχ ἁπλῶς ἐξελέξατο, ἀλλὰ τῷ ὀνόµατι αὐτοῦ· τουτέστι, τῇ δόξῃ αὐτοῦ. Οὐκ αἰσχύνεται τὸ ὄνοµα αὐτοῦ τῇ προλήψει τῶν ἐθνῶν δόξαν καλῶν. Τοῦτο γὰρ µείζων δόξα. Ἐνταῦθά τι καὶ µέγα αἰνίττεται. Ποῖον τοῦτο; Ὅτι, φησὶ, πρὸ πάντων οὗτοι. Μετὰ ταῦτα ἀναστρέψω, καὶ ἀνοικοδοµήσω, φησὶ, τὴν σκηνὴν∆ αυῒδ τὴν πεπτωκυῖαν. Εἴ τις ἀκριβῶς σκοποίη, νῦν τὴν βασιλείαν ἱσταµένην τοῦ∆ αυῒδ εὕροι. Τοῦ ἐκγόνου γὰρ αὐτοῦ βασιλεύοντος, πανταχοῦ ἕστηκεν αὕτη. Τί γὰρ ὄφελος τῶν οἰκηµάτων καὶ τῆς πόλεως, τῶν ὑπακουόντων οὐκ ὄντων; ποῖον δὲ βλάβος ἐκ τῆς καθαιρέσεως τῆς πόλεως, πάντων καὶ τὰς ψυχὰς βουλοµένων ἐπιδοῦναι; Ὥστε οὐ µόνον ἕστηκεν, ἀλλὰ καὶ λαµπροτέρα πάντων γέγονε· πανταχοῦ γὰρ νῦν τῆς οἰκουµένης ᾄδεται. Ἐκεῖνο ἐξέβη· οὐκοῦν καὶ τοῦτο ἐκβῆναι δεῖ. Εἰπὼν δὲ, Καὶ ἀνοικοδοµήσω, ἐπάγει καὶ τὴν αἰτίαν τοῦ διὰ τί, λέγων· Ὅπως ἐκζητήσωσιν οἱ κατάλοιποι τῶν ἀνθρώπων τὸν Κύριον. Εἰ τοίνυν διὰ τοῦτο ἐξανέστη ἡ πόλις διὰ τὸν ἐξ αὐτῶν, δῆλον ὅτι τῆς οἰκοδοµῆς τῆς πόλεως αἴτιον γέγονε τὸ τὰ ἔθνη κληθῆναι. Τίνες εἰσὶν Οἱ κατάλοιποι; Οἱ ὑπολειπόµενοι τότε. Ἀλλ' ὅρα αὐτὸν καὶ τὴν τάξιν φυλάττοντα, καὶ δευτέρους αὐτοὺς εἰσάγοντα. Λέγει Κύριος, ὁ ποιῶν, φησὶ, ταῦτα πάντα. Οὐ λέγει µόνον, ἀλλὰ καὶ ποιεῖ· ἄρα Θεοῦ ἔργον ἡ κλῆσις τῶν ἐθνῶν. Ἄλλο ἦν τὸ ζητούµενον, ὅπερ σαφέστερον καὶ Πέτρος ἔλεγεν· οὐ δεῖ αὐτοὺς περιτέµνεσθαι. Τί τοίνυν ταῦτα δηµηγορεῖς; Οὐ γὰρ δὴ τοῦτο ἔλεγον, ὅτι οὐ δεῖ αὐτοὺς δέχεσθαι πιστεύοντας, ἀλλ' ὅτι µετὰ νόµου. Καὶ τοῦτο ὁ Πέτρος καλῶς ἐδηµηγόρησεν· ἀλλ' ἐπειδὴ τοῦτο ἐθορύβει µάλιστα πάντων τοὺς ἀκροατὰς, καὶ τοῦτο θεραπεύει πάλιν. Καὶ ὅρα, ὅπερ ἐχρῆν νοµοθετηθῆναι, ὅτι οὐ δεῖ φυλάττειν τὸν νόµον, ὁ Πέτρος εἰσήγαγε· τὸ δὲ ἡµέτερον, καὶ πάλαι παραδεχθὲν, τοῦτο οὗτός φησι, καὶ ἐνδιατρίβει ἐκείνῳ, ὑπὲρ οὗ οὐδὲν γέγραπται, ἵνα αὐτῶν θεραπεύσας τὴν διάνοιαντῷ συγκεχωρηµένῳ, εὐκαίρως εἰσαγάγῃ καὶ τοῦτο.∆ ιὸ ἐγὼ κρίνω µὴ παρενοχλεῖν τοῖς ἀπὸ τῶν ἐθνῶν ἐπιστρέφουσι· τουτέστι, µὴ ἀνατρέπειν. Εἰ γὰρ ὁ Θεὸς ἐκάλεσεν, αὗται δὲ αἱ παρατηρήσεις ἀνατρέπουσι, τῷ Θεῷ πολεµοῦµεν. Καὶ καλῶς εἶπε, Τοῖς ἀπὸ τῶν ἐθνῶν ἐπιστρέφουσι, δηλῶν καὶ τοῦ Θεοῦ τὴν ἄνωθεν περὶ αὐτοὺς οἰκονοµίαν, καὶ τὸ τούτων καταπειθὲς καὶ ἕτοιµον εἰςτὴν κλῆσιν. Τί ἐστι, Κρίνω ἐγώ; Ἀντὶ τοῦ, µετ' ἐξουσίας λέγω τοῦτο εἶναι. Ἀλλ' ἐπιστεῖλαι αὐτοῖς τοῦ ἀπέχεσθαι, φησὶν, ἀπὸ τῶν ἀλισγηµάτων τῶν εἰδώλων καὶ τῆς πορνείας καὶ τοῦ πνικτοῦ καὶ τοῦ αἵµατος. Αὗται γὰρ εἰ καὶ σωµατικαὶ, ἀλλ' ἀναγκαῖαι φυλάττεσθαι, ἐπειδὴ µεγάλα εἰργάζοντο κακά. Καὶ ἵνα µή τις ἀνθυπενέγκῃ,∆ ιὰ τί µὴ καὶ Ἰουδαίοις τὰ αὐτὰ ἐπιστέλλοµεν; ἐπήγαγε λέγων· Μωϋσῆς ἐκ γενεῶν ἀρχαίων κατὰ πόλιν τοὺς κηρύσσοντας ἑαυτὸν ἔχει; τουτέστι, Μωϋσῆς αὐτοῖς διαλέγεται συνεχῶς. Τοῦτο γάρ ἐστι τὸ, Κατὰ πᾶν σάββατον ἀναγινωσκόµενος. Ὅρα πόση ἡ συγκατάβασις. Ἔνθα οὐδὲν ἔβλαπτεν, ἐπέστησεν αὐτοῖς διδάσκαλον, καὶ ἐχαρίσατο χάριν οὐδὲν ἐµποδίζουσαν, ἐπιτρέψας Ἰουδαίοις ἀκούειν αὐτοῦ κατὰ πάντα, καὶἀπάγων τοὺς ἐξ ἐθνῶν· εἶτα δι' ὧν ἔδοξεν αὐτὸν τιµᾷν, καὶ ἐφιστάναι τοῖς ἑαυτοῦ, διὰ τούτων ἀπήγαγε τὰ ἔθνη ἐξ αὐτοῦ.∆ ιὰ τί οὖν µὴ παρ' αὐτοῦ µανθάνουσι;∆ ιὰ τὴν οἰκείαν ἀπείθειαν. Ἐντεῦθεν δείκνυσιν, ὅτι καὶ τούτους οὐδὲν πλέον δεῖ φυλάττειν. Εἰ δὲ οὐκ ἐπιστέλλοµεν, οὐχ ὡς ὀφειλόντων αὐτῶν πλέον τι φυλάττειν, ἀλλ' ὡς ἐχόντων τὸν λέγοντα. Καὶ οὐκ εἶπε, Μὴ σκανδαλίζειν αὐτοὺς µηδὲ καταστρέφειν, ὅπερ Παῦλος λέγει Γαλάταις, ἀλλὰ, Μὴ παρενοχλεῖν· ὅπερ οὐδὲν δείκνυσιν ὃν τὸ κατόρθωµα, ἀλλ' ἢ µόνον ἐνόχλησιν. Οὕτως ἐξέλυσε τὸ πᾶν. Καὶ δοκεῖ µὲν καὶ τὸν νόµον τηρεῖν τῷ ἐξ αὐτοῦ ταῦτα λαβεῖν, ἔλυσε δὲ αὐτὸν τῷ µόνα λαβεῖν. Καίτοι γε πολλάκις αὐτοῖς ὑπὲρ τούτων διελέχθη· ἀλλ' ἵνα δόξῃ καὶ τὸν νόµον τιµᾷν, καὶ ταῦτα οὐχ ὡς ἀπὸ Μωϋσέως λέγων, ἀλλ' ὡς ἀπὸ τῶν ἀποστόλων, καὶ ἵνα πολλὰς ποιήσῃ τὰς ἐντολὰς, τὴν µίαν διεῖλε. Τοῦτο µάλιστα αὐτοὺς ἀνέπαυσεν. Οἰκονοµικῶς δὲ γέγονε καὶ ἡ ἀντιλογία, ἵνα µετὰ τὴν ἀντιλογίαν βεβαιότερον ἦ τὸ δόγµα. Τότε ἔδοξε τοῖς ἀποστόλοις, φησὶν, ἄνδρας ἡγουµένους ἐν τοῖς ἀδελφοῖς πέµψαι. Οὐ τοὺς τυχόντας, ἀλλὰ τοὺς ἡγουµένους πέµπουσιν ἐκλεξάµενοι· Τοῖς κατὰ Ἀντιόχειαν, φησὶ, καὶ Συρίαν καὶ Κιλικίαν, ἔνθα τὸ νόσηµα ἐτέχθη.
33.3
Ὅρα µηδὲν φορτικὸν κατ' ἐκείνων λέγοντας, ἀλλ' εἰς ἓν ὁρῶντας µόνον, ὥστε ἀνατρέψαι τὸ γεγενηµένον· τοῦτο γὰρ καὶ τοὺς ἐκεῖ στασιάζοντας ὁµολογῆσαι ἐποίει. Οὐκ εἶπον, ὅτι οἱ ἀπατεῶνες, οἱ λυµεῶνες, καὶ ὅσα τοιαῦτα· καίτοι ἔνθα ἐχρῆν, ποιεῖ αὐτὸ Παῦλος, ὡς ὅταν λέγῃ· Ὢ πλήρης παντὸς δόλου· ἐνταῦθα δὲ κατορθωθέντος, οὐκ ἔτι χρεία ἦν. Καὶ ὅρα, οὐ τιθέασιν, ὅτι τινὲς ἐξ ἡµῶν ἐκέλευσαν ὑµᾶς τὸν νόµον τηρεῖν· ἀλλ', Ἐτάραξαν ὑµᾶς λόγοις ἀνασκευάζοντες. Οὐδὲν κυριώτερον τῆς λέξεως· οὐδεὶς οὕτως εἶπε. Τὰς ἤδη βεβαιωθείσας ψυχὰς, φησὶν, ἀνασκευάζοντες, καθάπερ ἐπὶ οἰκοδοµῆς τὰ ὑπ' ἐκείνων γεγενηµένα τιθέντες. Οἷς, φησὶν, οὐ διεστειλάµεθα. Ἔδοξεν οὖν ἡµῖν γενοµένοις ὁµοθυµαδὸν σὺν τοῖς ἀγαπητοῖς. Εἰ ἀγαπητοὶ, οὐ καταφρονήσουσιν αὐτῶν· εἰ παρέδωκαν τὰς ψυχὰς, καὶ αὐτοὶ ἀξιόπιστοί εἰσιν. Ἀπεστάλκαµεν οὖν, φησὶν, Ἰούδαν καὶ Σίλαν, καὶ αὐτοὺς διὰ λόγου ἀπαγγέλλοντας τὰ αὐτά. Ἔδει γὰρ µὴ τὴν ἐπιστολὴν παρεῖναι µόνον, ἵνα µὴ λέγωσιν, ὅτι συνήρπασαν, ὅτι ἄλλα ἀντ' ἄλλων εἶπαν. Τὸ ἐγκώµιον τὸ περὶ Παῦλον ἐνέφραξεν αὐτῶν τὰ στόµατα.∆ ιὰ γὰρ τοῦτο οὔτε Παῦλος ἔρχεται µόνον οὔτε Βαρνάβας, ἀλλὰ καὶ ἄλλοι ἀπὸ τῆς Ἐκκλησίας, ἵνα µὴ ὕποπτος ᾖ, ἐπειδὴ αὐτὸς ἀντελαµβάνετο τοῦδόγµατος, οὔτε οἱ ἀπὸ Ἱεροσολύµων µόνοι.∆ είκνυσι πῶς ἀξιόπιστοί εἰσιν· οὐκ ἐξισοῦντες ἑαυτοὺς, φησίν· οὐχ οὕτω µαίνονται.∆ ιά τοι τοῦτο καὶ τὸ, Ἀνθρώποις παραδεδωκόσι τὰς ψυχὰς αὐτῶν ὑπὲρ τοῦ ὀνόµατος τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, προσέθηκε· καὶ τίνος ἕνεκεν εἶπεν, Ἔδοξε τῷ ἁγίῳ Πνεύµατι καὶ ἡµῖν, καίτοι ἤρκει εἰπεῖν, Τῷ ἁγίῳ Πνεύµατι; Τὸ µὲν, Τῷ ἁγίῳ Πνεύµατι, ἵνα µὴ νοµίσωσιν ἀνθρώπινον εἶναι· τὸ δὲ, Ἡµῖν, ἵνα διδαχθῶσιν, ὅτι καὶ αὐτοὶ καὶ ἀποδέχονται, καὶ ἐν περιτοµῇ ὄντες. Μηδὲν πλέον, φησὶν, ἐπιτίθεσθαι βάρος ὑµῖν. Ταῦτα λέγουσιν, ἐπειδὴ πρὸς ἀνθρώπους ἀσθενεῖς ἔτι ὁ λόγος ἦν, καὶ πεφοβηµένους αὐτούς· διὰ τοῦτο καὶ τοῦτο πρόσκειται.∆ είκνυσι δὲ οὐχὶ συγκαταβάσεως ὄντα τὸν λόγον, οὐδὲ ἐπειδὴ ἐφείδοντο αὐτῶν οὐδὲ ὡς ἀσθενῶν· ἀλλὰ τοὐναντίον· πολλὴ γὰρ καὶ τῶν διδασκάλων αἰδὼς ἦν· ἐκεῖνο γὰρ περιττὸν βάρος ἦν. Ὅρα βραχεῖαν ἐπιστολὴν οὐδὲν πλέον ἔχουσαν, οὐδὲ κατασκευὰς οὐδὲ συλλογισµοὺς, ἀλλ' ἐπίταγµα· Πνεύµατος γὰρ ἦν νοµοθεσία. Ἄνω καὶ κάτω βάρος καλοῦσι. Καὶ πάλιν συναγαγόντες τὸ πλῆθος, ἐπέδωκαν τὴν ἐπιστολήν. Μετὰ τὴν ἐπιστολὴν καὶ αὐτοὶ παρακαλοῦσι τῷ λόγῳ· ἔδει γὰρ καὶ τοῦτο, ὥστε πάσης ὑποψίας ἀπαλλαγῆναι. Καὶ αὐτοὶ, φησὶ, προφῆται ὄντες, διὰ λόγου πολλοῦ παρεκάλεσαν τοὺς ἀδελφούς. Τὸ ἀξιόπιστον ἐνταῦθα δείκνυσιν. Ἐδύνατο µὲν γὰρ καὶ Παῦλος· ἀλλὰ τούτους ἔδει. Ποιήσαντες δὲ χρόνον, ἀπελύθησαν µετ' εἰρήνης. Οὐκ ἔτι στάσις, οὐκ ἔτι ἀποστροφή. Ἐνταῦθά µοι δοκεῖ τὴν δεξιὰν αὐτοὺς εἰληφέναι, καθὼς αὐτός φησι,∆ εξιὰς ἔδωκαν ἐµοὶ καὶ Βαρνάβᾳ κοινωνίας. Εἶτα λέγει, ὅτι Οὐδέν µοι προσανέθεντο. Τὴν γὰρ αὐτοῦ γνώµην ἐκύρωσαν· ἐπῄνεσαν αὐτὴν καὶ ἐθαύµασαν.∆ είκνυσιν, ὅτι καὶ ἀπὸ ἀνθρωπίνων λογισµῶν τοῦτο δυνατὸν συνιδεῖν, µήτι γε ἀπὸ Πνεύµατος µόνον, ὅτι ἥµαρτον ἁµαρτίαν οὐκ εὔκολον διορθωθῆναι· τὰ γὰρ τοιαῦτα οὐ Πνεύµατος δεῖται.∆ είκνυσιν, ὅτι τὰ ἄλλα οὐκ ἀναγκαῖα, ἀλλὰ περιττὰ, εἴ γε ταῦτα ἀναγκαῖα. Ἐξ ὧν διατηροῦντες ἑαυτοὺς, φησὶν, εὖ πράξετε.∆ είκνυσιν, ὅτι οὐδὲν αὐτοῖς λείπει, ἀλλ' ἀρκεῖ τοῦτο. Ἠδύνατο µὲν γὰρ καὶ χωρὶς γραµµάτων, ἀλλ' ὥστε νόµον εἶναι ἔγγραφον, ἐπιστέλλουσι. Καὶ πάλιν, ὥστε πεισθῆναι τῷ νόµῳ, καὶ ἐκείνοις ἔλεγον, καὶ ἐκεῖνοι τοῦτο ἐποίουν, καὶ µετ' εἰρήνης. Μὴ δὴ σκανδαλιζώµεθα ἐπὶ τοῖς αἱρετικοῖς. Ὅρα γὰρ ἐν προοιµίοις τοῦ κηρύγµατος πόσα σκάνδαλα· οὐ λέγω τὰ παρὰ τῶν ἔξωθεν· ταῦτα γὰρ οὐδὲν ἦν· ἀλλὰ τὰ ἔνδον. Οἷον πρῶτον, ὁ Ἀνανίας, ἔπειτα ὁ γογγυσµὸς, ἔπειτα Σίµων ὁ Μάγος, ἔπειτα οἱ ἐγκαλοῦντες Πέτρῳ διὰ Κορνήλιον, ἔπειτα ὁ λιµὸς, ἔπειτα αὐτὸ τοῦτοτὸ κεφάλαιον τῶν κακῶν. Οὐδὲ γὰρ ἔνι καλοῦ τινος γινοµένου µὴ συνυφεστάναι καὶ πονηρόν. Μὴ δὴ θορυβώµεθα, εἴ τινες σκανδαλίζονται, ἀλλὰ καὶ ὑπὲρ τούτων εὐχαριστῶµεν τῷ Θεῷ, ὅτι εὐδοκιµωτέρους ἡµᾶς ποιεῖ. Οὐ γὰρ δὴ αἱ θλίψεις µόνον, ἀλλὰ καὶ αὐτοὶ οἱ πειρασµοὶ λαµπροτέρους ἡµᾶς ἐργάζονται. Ὁ µὲν γὰρ, µηδενὸς ὄντος τοῦ πλανῶντος, τῆς ἀληθείας ἐχόµενος, οὐκ ἂν εἴη σφοδρὸς ἐραστὴς τῆς ἀληθείας· ὁ δὲ πολλῶν ἀφελκόντων, οὗτος εὐδόκιµος. Τί οὖν; διὰ τοῦτο γίνεται τὰ σκάνδαλα; Οὐ λέγω, ὡς τοῦ Θεοῦ ταῦτα ποιοῦντος· µὴ γένοιτο· ἀλλὰ καὶ ὡς ἀπὸ τῆς ἐκείνων πονηρίας εὐεργετοῦντος ἡµᾶς· ἐπεὶ αὐτὸς οὐδέποτε ἐβούλετο γενέσθαι.∆ ὸς αὐτοῖς, φησὶν, ἵνα ἓν ὦσιν· ἐπειδὴ δὲ γίνεται τὰ σκάνδαλα, οὐδὲν τούτους βλάπτει, ἀλλὰ καὶ ὠφελεῖ. Ὥσπερ οὖν καὶ τοὺς µάρτυρας ἄκοντες ὠφελοῦσιν οἱ ἐπὶ τὸ µαρτύριον ἕλκοντες, οὐ µὴν ὑπὸ τοῦ Θεοῦ ὠθοῦνται πρὸς τοῦτο· οὕτω δὴ καὶ ἐνταῦθα, µὴ ἴδωµεν ὅτι σκανδαλίζονται. Τοῦτο αὐτὸ τεκµήριον τοῦ σπουδαῖον εἶναι τὸ δόγµα, τὸ πολλοὺς ὑποκρίνεσθαι καὶ µιµεῖσθαι· οὐ γὰρ ἂν, εἰ µὴ καλὸν ἦν, ὑπεκρίνοντο. Καὶ τοῦτο ἤδη ποιήσω ὑµῖν φανερόν.
33.4
Τὰ µύρα τὰ εὐώδη ταῦτα ἔχει τοὺς νοθεύοντας αὐτὰ, οἷον φύλλον ἄµωµον. Ἐπειδὴ γὰρ σπάνιά ἐστι καὶ ἀναγκαῖα, πολλὰ καὶ νόθα γίνεται. Οὐδεὶς οὖν ἂν ἕλοιτο ἄλλο τι τῶν εὐτελῶν νοθεῦσαι. Ὁ βίος ὁ καθαρὸς πολλοὺς ἔχει τοὺς νοθεύοντας· οὐδεὶς δὲ ἂν ἕλοιτο ὑποκρίνεσθαι τὸν ἐν φαυλότητι, ἀλλὰ τὸν ἐν µοναδικῷ βίῳ. Τί οὖν ἂν εἴποιµεν πρὸς τοὺς Ἕλληνας; Ἔρχεται Ἕλλην καὶ λέγει, ὅτι Βούλοµαι γενέσθαι Χριστιανὸς, ἀλλ' οὐκ οἶδα τίνι προσθῶµαι· µάχη παρ' ὑµῖν πολλὴ καὶ στάσις, πολὺς θόρυβος· ποῖον ἕλωµαι δόγµα; τί αἱρήσοµαι; Ἕκαστος λέγει, ὅτι Ἐγὼ ἀληθεύω. Τίνι πεισθῶ, µηδὲν ὅλως εἰδὼς ἐν ταῖς Γραφαῖς; Κἀκεῖνοι τὸ αὐτὸ προβάλλονται. Πάνυ γε τοῦτο ὑπὲρ ἡµῶν. Εἰ µὲν γὰρ λογισµοῖς ἐλέγοµεν πείθεσθαι, εἰκότως ἐθορύβου· εἰ δὲ ταῖς Γραφαῖς λέγοµεν πιστεύειν, αὗται δὲ ἁπλαῖ καὶ ἀληθεῖς, εὔκολόν σοι τὸ κρινόµενον. Εἴ τις ἐκείναις συµφωνεῖ, οὗτος Χριστιανός· εἴ τις µάχεται, οὗτος πόῤῥω τοῦ κανόνος τούτου. Τί οὖν, ἂν ἐκεῖνος ἐλθὼν εἴπῃ, τοῦτο ἔχειν τὴν Γραφὴν, σὺ δὲ ἕτερον λέγῃς, καὶ ἄλλως παρεξηγῆσθε τὰς Γραφὰς, τὰς διανοίας αὐτῶν ἕλκοντες; Σὺ οὖν, εἰπέ µοι, νοῦν οὐκ ἔχεις οὐδὲ κρίσιν; Καὶ πῶς ἂν δυναίµην, φησὶ, µηδὲ εἰδὼς κρίνειν τὰ ὑµέτερα; µαθητὴς βούλοµαι γενέσθαι, σὺ δέ µε ἤδη διδάσκαλον ποιεῖς. Ἂν ταῦτα λέγῃ, τί, φησὶν, ἀποκρινώµεθα; πῶς αὐτὸν πείσοµεν; Ἐρωτήσωµεν, εἰ µὴ σκῆψις ταῦτα καὶ πρόφασις· ἐρωτήσωµεν, εἰ κατέγνω τῶν Ἑλλήνων. Πάντως τι ἐρεῖ· οὐ γὰρ δὴ µὴ καταγνοὺς, ἐπὶ τὰ ἡµέτερα ἥξει. Ἐρωτήσωµεν τὰς αἰτίας, δι' ἃς κατέγνω· οὐ γὰρ δὴ ἁπλῶς κατέγνω. Εὔδηλον ὅτι ἐρεῖ διὰ τὸ κτίσµατα εἶναι καὶ µὴ εἶναι ἄκτιστον Θεόν. Καλῶς. Ἂν οὖν τοῦτο µὲν εὕρῃ παρὰ ταῖς ἄλλαις αἱρέσεσι, τὸ δὲ ἐναντίον παρ' ἡµῖν, ποίου λόγου χρεία; Πάντες ὁµολογοῦµεν, ὅτι ὁ Χριστὸς Θεός. Ἀλλ' ἴδωµεν τίνες µάχονται, καὶ τίνες οὐ µάχονται. Ἡµεῖς λέγοντες Θεὸν, ἄξια Θεοῦ καὶ φθεγγόµεθα, ὅτι ἐξουσίαν ἔχει, ὅτι οὐκ ἔστι δοῦλος, ὅτι ἐλεύθερος, ὅτι ἀφ' ἑαυτοῦ πάντα ποιεῖ· ἐκεῖνος δὲ τοὐναντίον. Πάλιν ἐρωτῶ, εἰ ἰατρὸς µέλλοις µανθάνειν, ἆρα ἁπλῶς καὶ ὡς ἔτυχεν, εἰπέ µοι, τὰ λεγόµενα καταδέχῃ; καίτοι πολλὰ παρ' ἐκείνοις δόγµατα. Εἰ µὲν οὖν ἁπλῶς, ἅπερ ἂν ἀκούσῃς, καταδέχῃ, οὐκ ἔστι τοῦτο ἀνδρός· εἰ δὲ κρίσιν ἔχεις καὶ νοῦν, πάντως εἴσῃ τὸ καλόν. Υἱὸν λέγοµεν ἡµεῖς, ἐπαληθεύοµεν ὃ λέγοµεν· ἐκεῖνοι δὲ λέγουσι µὲν, οὐχ ὁµολογοῦσι δέ. Ἵνα δὲ καὶ σαφέστερον εἴπω, ἐκεῖνοι ἔχουσί τινας ἀφ' ὧν καλοῦνται, αὐτοῦ τοῦ αἱρεσιάρχου δηλονότι τὸ ὄνοµα, καὶ ἑκάστη αἵρεσις ὁµοίως· παρ' ἡµῖν ἀνὴρ µὲν οὐδεὶς ἔδωκεν ἡµῖν ὄνοµα, ἡ δὲ πίστις αὐτή. Ἀλλὰ σκῆψις τοῦτο καὶ πρόφασις.∆ ιὰ τί γὰρ, εἰπέ µοι, ἂν µὲν ἱµάτιον µέλλῃς πρίασθαι, καίτοι γε ὑφαντικῆς ἄπειρος ὢν τέχνης, οὐ λέγεις ταῦτα τὰ ῥήµατα, ὅτι Οὐκ οἶδα ἀγοράσαι, ἐµπαίζουσί µοι· ἀλλὰ πάντα ποιεῖς ὥστε µαθεῖν; Κἂν ἄλλο ὁτιοῦν βουληθῇς ὠνήσασθαι, πάντα ποιεῖς πολυπραγµονῶν· ἐνταῦθα δὲ ταῦτα λέγεις. Ὥστε ἐπὶ τῷ λόγῳ τούτῳ οὐδὲν ὅλως καταδέξῃ. Ἔστω γάρ τις µηδὲν ὅλως δόγµα ἔχων, ἂν κἀκεῖνος λέγῃ ὃ περὶ τῶν Χριστιανῶν σὺ, Τοσοῦτον πλῆθος ἀνθρώπων ἐστὶ, καὶ δόγµατα ἔχουσι διάφορα· ὁ µὲν Ἕλλην ἐστὶν, ὁ δὲ Ἰουδαῖος, ὁ δὲ Χριστιανός· οὐδὲ ἓν δεῖ δόγµα καταδέξασθαι· ἀλλήλοις γὰρ πολεµοῦσιν· ἐγὼ δὲ µαθητής εἰµι, καὶ κριτὴς οὐ βούλοµαι εἶναι, οὐδὲ ἕξω καταγινώσκειν ἑνὸς δόγµατος· οὐκέτι σοι αὕτη λοιπὸν ἡ πρόφασις χώραν ἔχει. Καθάπερ γὰρ ἴσχυσαν τὸ νόθον ἐκβαλεῖν, οὕτως ἰσχύσεις καὶ ἐνταῦθα ἐλθὼν δοκιµάσαι τὸ λυσιτελές. Ὁ µὲν γὰρ µηδενὸς ὅλως δόγµατος καταγνοὺς, εὐκόλως ταῦτα ἐρεῖ· ὁ δὲ καταγνοὺς, κἂν µηδὲν ᾑρηµένος ᾖ, ὁδῷ προβαίνων δυνήσεται συνιδεῖν τὸ δέον. Μὴ δὴ σκηπτώµεθα µηδὲ προφασιζώµεθα· πάντα γὰρ ῥᾴδια. Βούλει σοι δείξω, ὅτι πρόφασίς ἐστι ταῦτα; Τὰ πρακτέα, καὶ τὰ µὴ πρακτέα οἶδας; διὰ τί οὖν τὰ πρακτέα µὴ πράττεις, ἀλλὰ τὰ µὴ πρακτέα; Πρᾶξον ἐκεῖνα, καὶ ὀρθῷ λογισµῷ ζήτησον παρὰ τοῦ Θεοῦ, καὶ αὐτός σοι πάντως ἀποκαλύψει. Οὐκ ἔστι προσωπολήπτης, φησὶν, ὁ Θεός· ἀλλ' ἐν παντὶ ἔθνει ὁ φοβούµενος αὐτὸν, καὶ ἐργαζόµενος δικαιοσύνην, δεκτὸς αὐτῷ ἐστιν. Οὐκ ἔστι τὸν χωρὶς προλήψεως ἀκούοντα µὴ πείθεσθαι. Ὥσπερ γὰρ εἰ κανών τις ἦν, πρὸς ὃν πάντα ἀπευθύνεσθαι ἐχρῆν, οὐ πολλῆς ἔδει σκέψεως, ἀλλὰ τὸν παραµετροῦντα εὔκολον ἦν λαβεῖν· οὕτως καὶ νῦν. Πῶς οὖν οὐ συνορῶσι; Πολλὰ ποιεῖ, καὶ πρόληψις καὶ ἀνθρώπιναι αἰτίαι. Τοῦτο καὶ περὶ ἡµῶν, φησὶ, καὶ ἐκεῖνοι λέγουσι. Πῶς; Μὴ γὰρ ἀπεσχίσµεθα τῆς Ἐκκλησίας; µὴ γὰρ αἱρεσιάρχας ἔχοµεν; µὴ γὰρ ἀπ' ἀνθρώπων καλούµεθα; µὴ γὰρ προηγούµενος ἡµῶν τίς ἐστιν, ὥσπερ τῷ µὲν Μαρκίων, τῷ δὲ Μανιχαῖος, τῷ δὲ Ἄρειος, τῷ δὲ ἄλλος τις αἱρέσεως ἀρχηγός; Εἰ δὲ καὶ ἡµεῖς προσηγορίαν τινὸς ἔχοµεν, ἀλλ' οὐ τοὺς τῆς αἱρέσεως ἄρξαντας, ἀλλὰ τοὺς προστάντας ἡµῶν καὶ κυβερνήσαντας τὴν Ἐκκλησίαν. Οὐκ ἔχοµεν διδασκάλους ἐπὶ τῆς γῆς· µὴ γένοιτο· ἕνα ἔχοµεν τὸν ἐν τοῖς οὐρανοῖς. Κἀκεῖνοι, φησὶ, τὰ αὐτὰ προβάλλονται. Ἀλλ' ἐφέστηκε τὸ ὄνοµα κατηγοροῦν αὐτῶν, καὶ ἐµφράττον τὰ στόµατα. Πολλοὶ γεγόνασιν Ἕλληνες, καὶ οὐδεὶς ταῦτα ἠρώτησε, καὶ παρὰ φιλοσόφοις ἦν ταῦτα, καὶ οὐδεὶς ἐκωλύθη τῶν τὴν ὀρθὴν αἵρεσιν ἐχόντων.∆ ιὰ τί µὴ εἶπον ὅτε ταῦτα ἐκίνουν, ὅτι καὶ οὗτοι κἀκεῖνοι Ἰουδαῖοι· τίνι δεῖ ἡµᾶς πείθεσθαι; Ἀλλ' ἐπείσθησαν ὡς ἔδει. Οὐκοῦν καὶ ἡµεῖς πειθώµεθα τοῖς τοῦ Θεοῦ νόµοις, καὶ πάντα πράττωµεν κατὰ τὸ αὐτῷ δοκοῦν, καὶ κατὰ τὴν αὐτοῦ βούλησιν πολιτευσώµεθα, ὡς ἔτιἐσµὲν ἐν τῷ παρόντι βίῳ, ἵνα µετὰ ἀρετῆς τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡµῶν διανύσαντες, τῶν ἐπηγγελµένων ἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτὸνἐπιτυχεῖν δυνησώµεθα, καὶ σὺν τοῖς εὐαρεστήσασιν αὐτῷ τιµῆς ἀξιωθῶµεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ µονογενοῦς Υἱοῦ αὐτοῦ, καὶ τοῦ παναγίου καὶζωοποιοῦ Πνεύµατος, τῆς µιᾶς καὶ ἀληθοῦς θεότητος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Intertext edge

Open linked passage

Note