In Acta apostolorum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
34.0
Παῦλος δὲ καὶ Βαρνάβας διέτριβον ἐν Ἀντιοχείᾳ, διδάσκοντες καὶ εὐαγγελιζόµενοι µετὰ καὶ ἑτέρων πολλῶν τὸν λόγον τοῦ Κυρίου Μετὰ δέ τινας ἡµέ ραςεἶπε Παῦλος πρὸς Βαρνάβαν· Ἐπιστρέψαν τες δὴ ἐπισκεψώµεθα τοὺς ἀδελφοὺς κατὰ πᾶσαν πόλιν, ἐν αἷς κατηγγείλαµεν τὸν λόγον τοῦ Κυ ρίου, πῶς ἔχουσιν.
34.1
Ὅρα πάλιν αὐτῶν τὸ ταπεινὸν, πῶς καὶ ἑτέροις µεταδιδόασι τοῦ λόγου. Καὶ ἤδη µὲν τῶν ἀποστόλων τῶν λοιπῶν τὸ ἦθος ἀνέγραψεν ἡµῖν ὁ Λουκᾶς, δεικνὺς ὅτι ὁ µὲν ἁπαλώτερος ἦν καὶ µᾶλλον συγγνωµονικὸς, οὗτοςδὲ ἀκριβέστερος καὶ αὐστηρότερος· διάφορα γάρ ἐστι τὰ χαρίσµατα· ὅτι δὲ καὶ τοῦτο χάρισµα, δῆλον. Ἀλλ' ἐκεῖνο µὲν ἑτέροις ἤθεσιν ἀνθρώπων ἁρµόζει, τοῦτο δὲ ἑτέροις· κἂν µετασκευάσωνται, γέγονεν ἄχρηστον λοιπόν. Καὶ δοκεῖ µὲν εἶναί τις παροξυσµὸς, τὸ δὲ πᾶν οἰκονοµία ἐστίν. Ὥστε γὰρ τοὺς προσήκοντας ἕκαστον τόπους ἀπολαβεῖν, τοῦτο γίνεται. Ἄλλως δὲ καὶ ἔδει πάντας οὐχ ὁµοτίµους εἶναι, ἀλλὰ τὸν µὲν ἄρχειν, τὸν δὲ ἄρχεσθαι· καὶ τοῦτο οἰκονοµικόν. Κύπριοι µὲν γὰρ οὐδὲν τοιοῦτον ἐπεδείξαντο, οἷον οἱ ἐν Ἀντιοχείᾳ καὶ οἱ λοιποί· καὶ ἐκεῖνοι µᾶλλον ἐδέοντο τοῦ ἤθους τοῦ ἁπαλωτέρου, οὗτοι δὲ τούτου. Βαρνάβας δὲ ἐβουλεύσατο συµπαραλαβεῖν καὶ Ἰωάννην τὸν καλούµενον Μάρκον· Παῦλος δὲ ἠξίου τὸν ἀποστάντα ἀπ' αὐτῶν ἀπὸ Παµφυλίας, καὶ µὴ συνελθόντα αὐτοῖς εἰς τὸ ἔργον, µὴ συµπαραλαβεῖν τοῦτον. Ἐγένετο οὖν παροξυσµὸς, ὥστε χωρισθῆναι αὐτοὺς ἀπ' ἀλλήλων, τόν τε Βαρνάβαν παραλαβόντα τὸν Μάρκον, ἐκπλεῦσαι εἰς Κύπρον· Παῦλος δὲ ἐπιλεξάµενος Σίλαν, ἐξῆλθε παραδοθεὶς τῇ χάριτι τοῦ Θεοῦ ὑπὸ τῶν ἀδελφῶν. Οὕτω καὶ ἐν τοῖς προφήταις εὑρίσκοµεν διαφόρους γνώµας καὶ διάφορα ἤθη· οἷον ὁ Ἠλίας αὐστηρὸς, ὁ Μωϋσῆς πρᾶος. Καὶ ἐνταῦθα τοίνυν σφοδρότερός ἐστιν ὁ Παῦλος. Ἀλλ' ὅρα καὶ οὕτω τὸ ἐπιεικὲς αὐτοῦ. Ἠξίου, φησὶ, τὸν ἀποστάντα ἀπ' αὐτῶν ἀπὸ Παµφυλίας µὴ συµπαραλαβεῖν. Καθάπερ γάρ τις στρατηγὸς οὐκ ἂν ἕλοιτο τὸν σκευοφόρον ἔχειν ἀεὶ βάναυσον· οὕτως οὐδὲ ὁ ἀπόστολος. Τοῦτο καὶ τοὺς ἄλλους ἐπαίδευε, καὶ αὐτὸν ἐῤῥύθµιζεν ἐκεῖνον. Οὐκοῦν, φησὶ, κακὸς ὁ Βαρνάβας; Οὐδαµῶς· ἀλλὰ καὶ σφόδρα ἄτοπον τὸ νοµίζειν τοῦτο. Πῶς δὲ οὐκ ἄτοπον ὑπὲρ οὕτω πράγµατος µικροῦ τοῦτον λέγειν γενέσθαι κακόν; Ἀλλ' ὅρα, ὅτι πρῶτον µὲν κακὸν οὐδὲν γέγονεν, εἰ ὁλοκλήροις ἔθνεσιν ἀρκοῦντες, ἀπεσχίσθησαν ἀπ' ἀλλήλων, ἀλλὰ καὶ µέγα ἀγαθόν· ἔπειτα ὅτι εἰ µὴ τοῦτο ἦν, οὐκ ἂν εἵλοντο εὐκόλως ἀφεῖναι ἀλλήλους. Σὺ δέ µοι θαύµασον τοῦτον µηδὲ τοῦτο κρύψαντα. Ἀλλ' εἰ καὶ χωρισθῆναι ἔδει, φησὶ, χωρὶς παροξυσµοῦ. Μάλιστα µὲν οὖν καὶ ἐντεῦθεν δείκνυται τὰ ἀνθρώπινα. Εἰ γὰρ ἐπὶ τοῦ Χριστοῦ τοῦτο ἔδει γενέσθαι, πολλῷ µᾶλλον ἐνταῦθα. Ἄλλως δὲ ὁ παροξυσµὸς οὐκ ἂν εἴη φαῦλος, ὅταν ὑπὲρ τοιούτων ἕκαστος ἀµφισβητῇ, καὶ µετὰ δικαίου λόγου. Εἰ µὲν οὖν τις αὐτῶν τὸ ἑαυτοῦ ζητῶν παρωξύνετο, καὶ τὴν εἰς αὐτὸν τιµὴν, καλῶς· εἰ δὲ παιδεῦσαι καὶ διδάξαι ἑκάτερος βουλόµενος, ὁ µὲν ταύτην, ὁ δὲ ἐκείνην ὥδευον, τοῦτο ποῖον ἔγκληµα; Πολλὰ καὶ ἀνθρωπίνῃ διανοίᾳ ἐποίουν· οὐ γὰρ ἦσαν λίθοι ἢ ξύλα. Καὶ ὅρα Παῦλον κατηγοροῦντα, καὶ τὴν αἰτίαν λέγοντα. Ἠδεῖτο γὰρ τὸν Βαρνάβαν ἀπὸ ταπεινοφροσύνης πολλῆς, ἅτε κεκοινωνηκότα ἐν τοσούτοις αὐτῷ καὶ µετ' αὐτοῦ ὄντα· ἀλλ' οὐχ οὕτως ᾐδεῖτο, ὥστε καὶ παριδεῖν τὸ δέον. Τίς µὲν οὖν ἄµεινον ἐβουλεύσατο, οὐχ ἡµῶν ἀποφήνασθαι· τέως δὲ, ὅτι µεγάλη γέγονεν οἰκονοµία, εἴ γε οὗτοι µὲν ἔµελλον δεύτερον ἐπισκέψεως ἀξιοῦσθαι, ἐκεῖνοι δὲ οὐδὲ ἅπαξ. Οὐχ ἁπλῶς διέτριβον ἐν Ἀντιοχείᾳ, ἀλλ' ἐδίδασκον. Τί ἐδίδασκον; τί δὲ εὐηγγελίζοντο; Τούς τε ἤδη πιστοὺς, τούς τε οὐδέπω. Ἐπειδὴ γὰρ µυρία σκάνδαλα ἦν, ἔδει τῆς αὐτῶν παρουσίας. Τὸ ζητούµενον, οὐχ ὅτι διηνέχθησαν ἐν ταῖς γνώµαις, ἀλλ' ὅτι συγκατέβησαν ἀλλήλοις ἰδεῖν. Οὕτω µεῖζον ἀγαθὸν γέγονε τὸ χωρισθῆναι, καὶ πρόφασιν ἐκ τούτου τὸ πρᾶγµα ἔλαβε. Τί οὖν; ἐχθροὶ ἀνεχώρησαν; Μὴ γένοιτο. Ὁρᾷς γὰρ µετὰ τοῦτο Βαρνάβαν πολλῶν ἐγκωµίων ἀπολαύοντα παρὰ Παύλου ἐν ταῖς Ἐπιστολαῖς. Παροξυσµὸς, φησὶν, ἐγένετο, οὐκ ἔχθρα οὐδὲ φιλονεικία. Τοσοῦτον ἴσχυσεν ὁ παροξυσµὸς, ὥστε χωρίσαι· καὶ εἰκότως. Ὅπερ γὰρ ἕκαστος ὑπέλαβεν εἶναι λυσιτελὲς, τοῦτο µετὰ ταῦτα οὐ προσήκατο διὰ τὴν πρὸς ἐκεῖνον κοινωνίαν.
34.2
Ἐµοὶ δοκεῖ καὶ κατὰ σύνεσιν γεγενῆσθαι τὸν χωρισµὸν, καὶ πρὸς ἀλλήλους εἰπεῖν, ὅτι Ἐπειδὴ ἐγὼ οὐ βούλοµαι σὺ δὲ βούλει, ἵνα µὴ µαχώµεθα, διανειµώµεθα τοὺς τόπους. Ὥστε πάνυ εἴκοντες ἀλλήλοις τοῦτο ἐποίουν. Ἐβούλετο γὰρ στῆναι τὸ Παύλου Βαρνάβας· διὰ τοῦτο καὶ ἀνεχώρησεν· ἐβούλετο καὶ Παῦλος ὁµοίως τὸ ἐκείνου· διὰ τοῦτο καὶ αὐτὸς τὸ ἴσον ποιεῖ καὶ ἀναχωρεῖ. Εἴθε καὶ ἡµεῖς τοιούτους ἐχωριζόµεθα χωρισµοὺς, ὥστε ἐπὶ κήρυγµα ἀπιέναι! Παῦλος δὲ, φησὶν, ἐπιλεξάµενος τὸν Σίλαν, ἐξῆλθε παραδοθεὶς τῇ χάριτιτοῦ Θεοῦ ὑπὸ τῶν ἀδελφῶν. Θαυµαστός ἐστιν οὗτος ὁ ἀνὴρ, καὶ σφόδρα µέγας. Πάνυ δὲ ὠφέλει τὸν Μάρκον ἡ µάχη αὕτη. Τὸ µὲν γὰρ Παύλου φοβερὸν ἐπέστρεψεν αὐτὸν, τὸ δὲ Βαρνάβα χρηστὸν ἐποίει µηκέτι ἀπολειφθῆναι· ὥστε µάχονται µὲν, πρὸς ἓν δὲ τέλος ἀπαντᾷ τὸ κέρδος. Καὶ γὰρ Παῦλον ὁρῶν αἱρούµενον ἀποστῆναι, πάνυ ἂν ἐφοβήθη καὶ κατέγνω ἑαυτοῦ· καὶ πάλιν Βαρνάβαν ὁρῶν οὕτως αὐτοῦ ἀντεχόµενον, πάνυ ἂν αὐτὸν ἐφίλησε· καὶ διωρθοῦτο ὁ µαθητὴς διὰ τῆς µάχης τῶν διδασκάλων· τοσοῦτον ἀπεῖχε τοῦ σκανδαλισθῆναι. Εἰ µὲν γὰρ διὰ τὴν εἰς ἑαυτοὺς τιµὴν τοῦτο ἔπραττον, εἰκότως· εἰ δὲ διὰ τὴν αὐτοῦ σωτηρίαν, καὶ δι' ἓν φιλονεικοῦσιν ὥστε δεῖξαι τὸν τιµήσαντα. αὐτὸν καλῶς βεβουλευµένον, τί ἄτοπον;
34.3
Ὅρα τὴν σύνεσιν τοῦ Παύλου· οὐ πρότερον ἐπ' ἄλλας ἔρχεται πόλεις, πρὶν ἢ τὰς δεξαµένας τὸν λόγον ἐπισκέψασθαι.∆ ιήρχετο δὲ τὴν Συρίαν καὶ Κιλικίαν ἐπιστηρίζων τὰς Ἐκκλησίας. Κατήντησε δὲ εἰς∆ έρβην καὶ Λύστραν. Καὶ γὰρ ἀνοίας ἐστὶν εἰκῇ τρέχειν. Τοῦτο καὶ ἡµεῖς ποιῶµεν· τοὺς πρώτους πρῶτον παιδεύωµεν, ἵνα µὴ οὗτοι ἐµπόδιον γίνωνται τοῖς µετὰ ταῦτα. Ἐπισκεψώµεθα, φησὶ, τοὺς ἀδελφοὺς πῶς ἔχουσι. Καὶ τοῦτο ἠγνόει εἰκότως, ἵνα ἐλθὼν τοὺς ἀδελφοὺς ἐπισκέψηται. Ὅρα αὐτὸν ἀεὶ διεγηγερµένον, µεριµνῶντα, οὐκ ἀνεχόµενον καθῆσθαι, καίτοι µυρίους ὑπέµενε κινδύνους. Ὁρᾷς, ὅτι οὐ δειλίας ἦν τὸ εἰς Ἀντιόχειαν ἐλθεῖν; Καθάπερ γὰρ ἰατρὸς ἐπὶ τοὺς κάµνοντας ἀπῄει, καὶ τὴν ἀνάγκην τῆς ἐπισκέψεως ἐδήλωσεν εἰπὼν, Ἐν αἷς κατηγγείλαµεν τὸν λόγον. Ἀπέστη ὁ Βαρνάβας, καὶ οὐκέτι συνῆλθεν. Ἐπιλεξάµενος, φησὶ, τὸν Σίλαν, καὶ παραδοθεὶς τῇ χάριτι τοῦ Θεοῦ. Τί τοῦτό ἐστιν; Ηὔξαντο, φησὶν, ἐδεήθησαν τοῦ Θεοῦ. Ὅρα πανταχοῦ µεγάλα δυναµένην τὴν εὐχὴν τῶν ἀδελφῶν. Καὶ λοιπὸν πεζῇ ὥδευε, καὶ διὰ τῆς ὁδοιπορίας ὠφελῆσαι τοὺς ὁρῶντας βουλόµενος· εἰκότως. Ὅτε µὲν γὰρ ἔσπευδον, ἔπλεον· νῦν δὲ οὐκ ἔτι. Καὶ ἰδοὺ µαθητής τις ἦν ἐκεῖ ὀνόµατι Τιµόθεος, υἱὸς γυναικὸς Ἰουδαίας πιστῆς, πατρὸς δὲ Ἕλληνος· ὃς ἐµαρτυρεῖτο ὑπὸ τῶν ἐν Λύστροις καὶ Ἰκωνίῳ ἀδελφῶν. Τοῦτον ἠθέλησεν ὁ Παῦλος σὺν αὐτῷ ἐξελθεῖν· καὶ λαβὼν περιέτεµεν αὐτὸν διὰ τοὺς Ἰουδαίους τοὺς ὄντας ἐν τοῖς τόποις ἐκείνοις. Ἤδεσαν γὰρ ἅπαντες τὸν πατέρα αὐτοῦ, ὅτι Ἕλλην ὑπῆρχεν. Ἄξιον ἐκπλαγῆναι τοῦ Παύλου τὴν σύνεσιν. Ὁ τοσαῦτα µαχεσάµενος περὶ τῆς περιτοµῆς, ὁ πάντα κινήσας, καὶ µὴ πρότερον ἀποστὰς, ἕως ὅτε κατώρθωσε, τοῦ δόγµατος κυρωθέντος, περιτέµνειτὸν µαθητήν. Οὐ µόνον ἑτέρους οὐ κωλύει, ἀλλὰ καὶ αὐτὸς τοῦτο ἐργάζεται. Οὐδὲν Παύλου συνετώτερον· ὥστε πάντα πρὸς τὸ συµφέρον ἑώρα· οὐδὲν ἁπλῶς ἐποίει προλήψει. Τοῦτον ἠθέλησε, φησὶν, ἐξελθεῖν σὺν αὐτῷ. Τὸ θαυµαστὸν τοῦτο, ὅτι καὶ ἐπήγετο αὐτόν.∆ ιὰ τοὺς Ἰουδαίους, φησὶ, τοὺς ὄντας ἐν τοῖς τόποις ἐκείνοις. Αὕτη ἡ αἰτία τοῦ περιτεµεῖν· οὐ γὰρ ἂν ἠνέσχοντο παρὰ ἀκροβύστου τὸν λόγον ἀκοῦσαι. Καὶ τί; Ὅρα τὸ κατόρθωµα· περιέτεµεν, ἵνα περιτοµὴν καθέλῃ· τὰ δόγµατα γὰρ ἐκήρυττε τὰ τῶν ἀποστόλων. Ὁρᾷς µάχην, καὶ διὰ µάχης οἰκοδοµήν; Οὐ παρ' ἑτέρων πολεµούµενοι, ἀλλὰ καὶ αὐτοὶ ἐναντία ποιοῦντες, οὕτω τὴν Ἐκκλησίαν ᾠκοδόµουν.∆ όγµα εἰσήνεγκαν µὴ περιτέµνειν, καὶ περιτέµνει. Καὶ ἐπερίσσευον, φησὶ, τῷ ἀριθµῷ καθ' ἡµέραν. Εἶδες τὸ κέρδος τῆς περιτοµῆς; Εἶτα λοιπὸν οὐκ ἐνδιατρίβει τούτοις, ἅτε ἐπισκέψασθαι ἐλθών· ἀλλὰ τί; Πόῤῥω πρόεισιν. Ὡς δὲ διεπορεύοντο τὰς πόλεις, παρεδίδουν αὐτοῖς φυλάσσειν τὰ δόγµατα τὰ κεκριµένα ὑπὸ τῶν ἀποστόλων καὶ τῶν πρεσβυτέρων τῶν ἐν Ἱερουσαλήµ. Αἱ µὲν οὖν Ἐκκλησίαι ἐστερεοῦντο τῇ πίστει, καὶ ἐπερίσσευον τῷ ἀριθµῷ καθ' ἡµέραν.∆ ιελθόντες δὲ τὴν Φρυγίαν καὶ τὴν Γαλατικὴν χώραν, κωλυθέντες ὑπὸ τοῦ ἁγίου Πνεύµατος λαλῆσαι τὸν λόγον ἐν τῇ Ἀσίᾳ, τὴν Φρυγίαν καὶ τὴνΓαλατίαν ἀφέντες, εἰς τὴν µεσόγαιον ἔσπευδον. Ἐλθόντες κατὰ τὴν Μυσίαν ἐπείραζον εἰς τὴν Βιθυνίαν πορεύεσθαι, καὶ οὐκ εἴασεν αὐτοὺς τὸ Πνεῦµα.∆ ιὰ τί µὲν οὖν ἐκωλύθησαν, οὐ λέγει· ὅτι δὲ ἐκωλύθησαν, εἶπε, παιδεύων ἡµᾶς πείθεσθαι µόνον καὶ µὴ ζητεῖν τὰς αἰτίας, καὶ δεικνὺς, ὅτι πολλὰ καὶ ἀνθρωπίνως ἐποίουν. Παρελθόντες δὲ τὴν Μυσίαν κατέβησαν εἰς Τρωάδα. Καὶ ὅραµα διὰ τῆς νυκτὸς ὤφθη τῷ Παύλῳ· Ἀνήρ τις ἦν Μακεδὼν ἑστὼς, παρακαλῶν αὐτὸν καὶ λέγων·∆ ιαβὰς εἰς Μακεδονίαν, βοήθησον ἡµῖν.∆ ιὰ τί ὅραµα, καὶ µὴ τὸ Πνεῦµα τὸ ἅγιον ἐκέλευσεν; Ἐβούλετο αὐτοὺς καὶ οὕτως ἐφέλκεσθαι· ἐπεὶ καὶ τοῖς ἁγίοις ὄναρ ἐφάνη· καὶ ἐξ ἀρχῆς αὐτὸς ὅραµα εἶδεν, ἄνδρα εἰσελθόντα καὶ ἐπιθέντα αὐτῷ χεῖρας. Εἶτα καὶ διὰ τοῦτο αὐτὸν ἐκεῖ ἕλκει, ἵνα ἐκτείνηται τὸ κήρυγµα. Ἄλλως δὲ καὶ διὰ τοῦτο κωλύεται ἐνδιατρῖψαι ταῖς ἄλλαις πόλεσιν, ἐπείγοντος αὐτὸν τοῦ Χριστοῦ. Οὗτοι µὲν γὰρ ἔµελλον ἀπολαύσεσθαι Ἰωάννου καὶ χρόνον πολὺν, καὶ ἴσως οὐδὲ πάνυ ἐδέοντο· ἐκεῖ δὲ ἀπελθεῖν ἔδει. Καὶ ἀντιπεράσας λοιπὸν ἔξεισιν. Ὡς δὲ τὸ ὅραµα εἶδεν, εὐθέως ἐζητήσαµεν ἐξελθεῖν εἰς Μακεδονίαν, συµβιβάζοντες ὅτι προσκέκληται ἡµᾶς ὁ Κύριος εὐαγγελίσασθαι αὐτούς. Ἀναχθέντες δὲ ἀπὸ Τρωάδος εὐθυδροµήσαµεν εἰς Σαµοθρᾴκην, τῇ τε ἐπιούσῃ εἰς Νεάπολιν, ἐκεῖθέν τε εἰς Φιλίππους, ἥτις ἐστὶ πρώτη τῆς Μακεδονίαςπόλις, κολώνεια. Ἦµεν δὲ ἐν αὐτῇ τῇ πόλει διατρίβοντες ἡµέρας τινάς. Οὕτως αὐτῷ καὶ ὁ Χριστὸς φαίνεται λέγων, ὅτι Καίσαρί σε δεῖ παραστῆναι. Εἶτα λέγει καὶ τοὺς τόπους, ἅτε ἱστορίαν ἐξηγούµενος, καὶ δεικνὺς ποῦ ἐνεχρόνισε· καὶ δείκνυσιν, ὅτι ἐν ταῖς µείζοσι, τὰς δὲ ἄλλας παρῄει. Ἀξίωµά ἐστι πόλεως ἡ κολώνεια. Ἀλλ' ἄνωθεν ἴδωµεν τὰ εἰρηµένα. Ἀνάγκην περιτίθησι τῷ Βαρνάβᾳ τῆς ἀποδηµίας λέγων· Ἐπισκεψώµεθα τὰς πόλεις, ἐν αἷς κατηγγείλαµεν τὸν λόγον. Καίτοι οὐκ ἔδει ἀξιοῦν αὐτὸν µέλλοντα κατηγορεῖν µετὰ ταῦτα.
34.4
Τοῦτο καὶ ἐπὶ τοῦ Θεοῦ γίνεται καὶ τοῦ Μωϋσέως· ὁ µὲν ἀξιοῖ, ὁ δὲ ὀργίζεται. Οἷον ὡς ὅταν λέγῃ· Εἰ ὁ πατὴρ αὐτῆς ἐνέπτυσεν εἰς τὸ πρόσωπον αὐτῆς· καὶ πάλιν, Ἄφες µε, καὶ θυµωθεὶς ἐξαλείψω τὸν λαὸν τοῦτον· καὶ ὁ Σαµουὴλ, ὅταν πενθῇ τὸν Σαούλ· δι' ἑκατέρων γὰρ µεγάλα γίνεται ἀγαθά. Οὕτω δὴ καὶ ἐνταῦθα ὁ µὲν ὀργίζεται, ὁ δὲ οὐκ ἔτι. Τοῦτο καὶ ἐφ' ἡµῶν γίνεται. Καὶ ὁ παροξυσµὸς εἰκότως, ἵνα ἐκεῖνος παιδευθῇ, καὶ µὴ δόξῃ σκηνὴ τὸ πρᾶγµα εἶναι. Οὐ γὰρ ἂν ὁ πανταχοῦ εἴκων, ἐνταῦθα οὐκ εἶξεν, ὁ οὕτω Παῦλον φιλῶν, ὥστε καὶ πρὸ τούτου ζητῆσαι αὐτὸν ἐν Ταρσῷ, καὶ πρὸς τοὺς ἀποστόλουςαὐτὸν ἀπενεγκεῖν, καὶ τὴν ἐλεηµοσύνην κοινὴν ἐργάσασθαι, καὶ τὰ κατὰ τὸ δόγµα κοινῇ καταδέξασθαι. Οὐκ ἂν οὖν διὰ τοιοῦτον πρᾶγµα ὠργίσθη· ἀλλὰ χωρίζονται ἀπ' ἀλλήλων, ὥστε παιδεῦσαι καὶ ἀπαρτίσαι διὰ τοῦ χωρισµοῦ τοὺς δεοµένους τῆς παρ' αὐτῶν διδασκαλίας· ὥσπερ οὖν καὶ ἀλλαχοῦ ποιεῖ λέ γων· Ὑµεῖς δὲ µὴ ἐκκακεῖτε τὸ καλὸν ποιοῦντες. Καὶ ἐπιτιµᾷ µὲν ἑτέροις, κελεύει δὲ τὸ καλὸν ποιεῖν πρὸς πάντας. Τοῦτο καὶ ἐν τῇ συνηθείᾳ ποιοῦµεν. Ἐνταῦθά µοι δοκοῦσι καὶ ἄλλοι συναγανακτῆσαι τῷ Παύλῳ. Καὶ λοιπὸν κατ' ἰδίαν κἀκείνους λαβὼν πάντα ποιεῖ, καὶ παραινεῖ, καὶ νουθετεῖ. Πολλὰ ἡ ὁµόνοια δύναται, πολλὰ ἡ ἀγάπη· κἂν ὑπὲρ µεγάλου ἀξιοῖς, κἂν ἀνάξιος ᾖς, ἀπὸ τῆς προαιρέσεως ἀκουσθήσῃ, µὴ φοβοῦ.∆ ιήρχετο, φησὶ, τὰς πόλεις. Καὶ ἰδοὺ ἦν µαθητὴς ὀνόµατι Τιµόθεος, ὃς ἐµαρτυρεῖτο ὑπὸ τῶν ἐν Λύστροις καὶ Ἰκονίῳ ἀδελφῶν. Μεγάλη ἡ πίστις τοῦ Τιµοθέου, ὅτι ὑπὸ πάντων µαρτυρεῖται. Ὅτε ἀπέστη Βαρνάβας, ἕτερον ἀντίῤῥοπον εὑρίσκει. Περὶ τούτου φησὶ, Μεµνηµένος σου τῶν δακρύων καὶ τῆς ἀνυποκρίτου σου πίστεως, ἥτις ἐνῴκησε πρῶτον ἐν τῇ µάµµῃ σου Λωΐδι, καὶ τῇ µητρί σου Εὐνίκῃ. Καὶ λαβὼν, φησὶ, περιέτεµεν αὐτόν. Τίνος δὲ ἕνεκεν, αὐτὸς ἐπάγει λέγων·∆ ιὰ τοὺς Ἰουδαίους τοὺς ὄντας ἐν τοῖς τόποις ἐκείνοις.∆ ιὰ τοῦτο τοίνυν περιτέµνεται· ἢ καὶ διὰ τὸν πατέρα· Ἕλλην γὰρ ἔµενεν ὤν. Ἄρα οὐκ ἦν ἐµπερίτοµος. Ὅρα ἤδη τὸν νόµον λυόµενον. Τισὶ δὲ δοκεῖ µετὰ τὸ κήρυγµα αὐτὸν τεχθῆναι· ἀλλ' οὐκ ἔστι τάχα τοῦτο. Ἀπὸ βρέφους γὰρ, φησὶ, τὰ ἱερὰ Γράµµατα οἶδας. Ἐκεῖνο τοίνυν ἔστιν εἰπεῖν, ἢ εἰ µὴ τοῦτο, ὅτι ἔµελλεν αὐτὸν ἐπίσκοπον ποιεῖν, καὶ οὐκ ἔδει ἀκρόβυστον εἶναι. Τέως δὲ ἔδει τὰ ἔθνη µηδὲν τοιοῦτον φυλάττειν. Οὐ µικρὸν καὶ τοῦτο ἦν, ὅπου γε µετὰ τοσοῦτον χρόνον καὶ τοῦτο αὐτοὺς ἐσκανδάλιζεν. Ἀρχὴ καταλύσεως ἦν τὸ τὰ ἔθνη µὴ τηρεῖν ταῦτα, καὶ µηδὲν βλάπτεσθαι, µηδὲ ἔλαττον ἔχειν κατὰ τὴν πίστιν· ἑκόντες λοιπὸν ἀφίσταντο. Ἐπεὶ οὖν ἔµελλε κηρύττειν, ἵνα µὴ διπλῇ πλήξῃ τοὺς Ἰουδαίους, περιέτεµε τοῦτον, καίτοι ἐξ ἡµισείας ἦν· ἀπὸ πατρὸς Ἕλληνος γὰρ ἦν, καὶ πιστῆς µητρός· ἀλλ' ὅµως ἐπειδὴ µέγα ἦν ἐκεῖνο τὸ κατόρθωµα τὸ ἐν τοῖς ἔθνεσιν, οὐκ ἐφρόντιζε τούτου· τὸν γὰρ λόγον ἔδει κατασπαρῆναι· διὰ τοῦτο καὶ αὐτὸς αὐτὸν περιέτεµεν. Ὅρα καὶ ἐνταῦθα ἀπὸ ἐναντιώσεως µέγα τι γενόµενον ἀγαθόν. Καὶ ἐπερίσσευον τῷ ἀριθµῷ, φησίν. Ὁρᾷς, ὅτι οὐ µόνον οὐδὲν ἔβλαψε περιτοµὴ, ἀλλὰ καὶ τὰ µέγιστα ὠφέλησεν; Ὡς δὲ τὸ ὅραµα εἶδεν, εὐθέως, φησὶν, ἐζητήσαµεν ἐξελθεῖν εἰς τὴν Μακεδονίαν, συµβιβάζοντες ὅτι προσκέκληται ἡµᾶς ὁ Κύριος. Ὅρα, οὐκέτι δι' ἀγγέλου καθάπερ Φιλίππῳ, καθάπερ Κορνηλίῳ· ἀλλὰ τί;∆ ι' ὁράµατος φαίνεται αὐτῷ λοιπὸν ἀνθρωπινώτερον, οὐκέτι θειότερον. Ἔνθα µὲν γὰρ εὐκολώτερον τὸ πεισθῆναι, ἀνθρωπινώτερον· ἔνθα δὲ πολλὴ ἡ βία, θειότερον. Ὅπου µὲν γὰρ κηρῦξαι ἠπείγετο µόνον, εἰς τοῦτο ὄναρ φαίνεται αὐτῷ· ὅπου δὲ µὴ κηρῦξαι οὐκ ἠνείχετο, εἰς τοῦτο Πνεῦµα ἅγιον ἀποκαλύπτει. Οὕτω καὶ ἐκεῖ τῷ Πέτρῳ· Ἀναστὰς κατάβηθι. Οὐ γὰρ δὴ καὶ τὰ εὔκολα εἰργάζετο τὸ Πνεῦµα, ἀλλ' ἤρκει καὶ ὄναρ αὐτῷ. Καὶ τῷ Ἰωσὴφ δὲ ῥᾳδίως πειθοµένῳ ὄναρ φαίνεται, τοῖς δὲ ἄλλοις ὕπαρ. Οὕτω καὶ Κορνηλίῳ, καὶ αὐτῷ τούτῳ. Καὶ ἰδοὺ, φησὶν, ἀνὴρ Μακεδὼν ἑστὼς, παρακαλῶν καὶ λέγων. Οὐκ εἶπεν, Ἐπιτάττων, ἀλλὰ Παρακαλῶν· τουτέστιν, ὑπὲρ αὐτῶν τῶν δεοµένων τῆς θεραπείας. Τί ἐστι, Συµβιβάζοντες; Στοχαζόµενοι, φησί. Τῷ τε γὰρ Παῦλον ἰδεῖν καὶ µηδένα ἕτερον, καὶ τῷ κωλυθῆναι ὑπὸ τοῦ Πνεύµατος, καὶ τῷ πρὸς τοῖς ὅροις εἶναι, ἀπὸ τούτων ἁπάντων ταῦτα συνῆγον. Ἄλλως δὲ καὶ ὁ πλοῦς τοῦτο ἐνέφαινεν· οὐ γὰρ ἐγένετο χρόνος πολὺς, ὅθεν εἰς αὐτὴν τὴν ῥίζαν τῆς Μακεδονίας παραγίνονται. Ὥστε ὁ παροξυσµὸς συµφερόντως οἰκονοµεῖται γενέσθαι. Οὐκ ἂν γὰρ ἐνήργησε τὸ Πνεῦµα τὸ ἅγιον, οὐκ ἂν τὸν λόγον Μακεδονία ἐδέξατο. Ἡ δὲ τοσαύτη προκοπὴ σηµεῖον τοῦ µὴ εἶναί τι ἀνθρώπινον τὸ γεγονός. Καίτοι οὐκ ἔφη, ὅτι Βαρνάβας παρωξύνθη· ἀλλὰ, Μεταξὺ αὐτῶν παροξυσµὸς ἐγένετο. Εἰ οὗτος οὐ παρωξύνθη, οὐδὲ ἐκεῖνος.
34.5
Ταῦτα εἰδότες, µὴ ἁπλῶς δὴ αὐτὰ ἐκλέγωµεν, ἀλλὰ µανθάνωµεν καὶ παιδευώµεθα· οὐ γὰρ εἰκῇ γέγραπται. Μέγα κακὸν ἀγνοεῖν Γραφάς· ἀφ' ὧν ὠφελεῖσθαι δεῖ, ἀπὸ τούτων βλαπτόµεθα. Οὕτω καὶ φάρµακα πολλάκις φύσιν ἔχοντα θεραπευτικὴν, οὐκ εἰδότων τῶν χρωµένων καλῶς χρῆσθαι αὐτοῖς, διαφθείρει καὶ ἀπόλλυσι· καὶ ὅπλα δυνάµενα φυλάξαι, ἂν µηδεὶς αὐτὰ εἰδῇ περιθέσθαι, ὑπ' αὐτῶν διαφθείρεται. Τὸ δὲ αἴτιον, ὅτι πάντα µᾶλλον ζητοῦµεν, ἢ τὸ τῆς ψυχῆς ὄφελος, καὶ τὰ ἀλλότρια µᾶλλον σκοποῦµεν, ἢ τὸ ἡµέτερον συµφέρον. Καὶ οἰκίας µὲν σύστασιν πολλάκις ζητοῦµεν, καὶ οὐκ ἂν ἀνασχοίµεθα παλαιουµένην αὐτὴν ἰδεῖν οὐδὲ καταπίπτουσαν οὐδὲ ὑπὸ χειµώνων ἐπηρεαζοµένην· περὶ δὲ τῆς ψυχῆς οὐδεµία φροντὶς, ἀλλὰ κἂν τοὺς θεµελίους αὐτῆς ἴδωµεν σηποµένους, κἂν τὴν οἰκοδοµὴν καὶ τὸν ὄροφον, οὐδεὶς ἡµῖν ὁ λόγος ἐστί. Πάλιν ἄλογα ἂν ἔχωµεν, τὸ συµφέρον αὐτῶν ζητοῦµεν, καὶ ἱπποφορβοὺς καὶ ἱππιατροὺς, καὶ πάντα κάλων κινοῦµεν· καὶ οἰκίας ἐπιµελούµεθα, καὶ τοῖς ἐµπεπιστευµένοις παραινοῦµεν, ὥστε µὴ ἁπλῶς µηδὲ ὡς ἔτυχεν ἐλαύνειν, µηδὲ βάρος ἐπιτιθέναι, µηδὲ ἀωρὶ τῶννυκτῶν ἐξάγειν, µηδὲ τὰς τροφὰς ἀπεµπολεῖν, καὶ πολλοὶ νόµοι περὶ τοῦ συµφέροντος τῶν ἀλόγων κεῖνται παρ' ἡµῖν· τῆς δὲ ψυχῆς λόγος οὐδείς. Πάλιν τί λέγω περὶ ἀλόγων τῶν χρησίµων ἡµῖν; Εἰσὶ πολλοὶ οἳ στρουθοὺς ἔχουσιν οὐδὲν ἔχοντας χρήσιµον, ἀλλ' ἢ ἁπλῶς τέρποντας, καὶ πολλοὶ καὶ περὶ ἐκείνων νόµοι, καὶ οὐδὲν ἠµεληµένον οὐδὲἄτακτόν ἐστι, καὶ πάντων µᾶλλον ἐπιµελούµεθα, ἢ ἡµῶν αὐτῶν. Οὕτω πάντων ἐσµὲν ἀτιµότεροι. Κἂν µέν τις ἡµᾶς ὑβρίζων εἴπῃ, κύων, ἀλγοῦµεν· ἡµεῖς δὲ ἡµᾶς αὐτοὺς ὑβρίζοντες οὐ λόγῳ, ἀλλ' ἔργῳ, καὶ µηδὲ τοσαύτης µεταδιδόντες ἐπιµελείας τῇ ψυχῇ ὅσης τοῖς κυσὶν, οὐδὲν ἡγούµεθα πάσχειν δεινόν. Ὁρᾶτε ὅσου σκότους τὰ πάντα ἐµπέπλησται; Πόσοι φροντίζουσι τῶν κυνῶν, ὥστε µὴ πλέον τοῦ δέοντος ἐµπλησθῆναι, ὥστε ὀξεῖς εἶναι καὶ θηρατικοὺς ὑπὸ τοῦ λιµοῦ καὶ τῆς πείνης ὠθουµένους· ἑαυτῶν δὲ οὐκ ἐπιµελοῦνται οὐδὲ ἐπιτάττουσιν ὥστε µὴ τρυφᾷν· καὶ τὰ µὲν ἄλογα φιλοσοφεῖν διδάσκουσιν, αὐτοὶ δὲ εἰς τὴν τῶν ἀλόγων θηριωδίαν ἀνέχονται καταγόµενοι. Αἴνιγµα τὸ πρᾶγµά ἐστι. Καὶ ποῦ τὰ ἄλογα φιλόσοφα, φησίν; Ἢ οὐ δοκεῖ σοι φιλοσοφίας εἶναι µεγάλης, ὅταν κύων δακνόµενος ὑπὸ τοῦ λιµοῦ, µετὰ τὸ λαβεῖν καὶ θηρεῦσαι, παρούσης ἀπέχηται τῆς τροφῆς, καὶτράπεζαν ὁρῶν παρακειµένην, καὶ τοῦ λιµοῦ κατεπείγοντος ἀναµένοι τὸν δεσπότην; Αἰσχύνθητε ἑαυτούς· παιδεύσατε τὰς ὑµετέρας γαστέρας οὕτως εἶναι φιλοσόφους. Οὐκ ἔστιν ὑµῖν ἀπολογία. Ἀλόγῳ φύσει δυνηθεὶς ἐνθεῖναι οὔτε φθεγγοµένῃ οὔτε λογισµὸν ἐχούσῃ τοσαύτην φιλοσοφίαν, πολλῷ µᾶλλον δυνήσῃ σαυτῷ. Ὅτι γὰρ ἐπιµελείας ἀνθρωπίνης ἐστὶ, καὶ οὐ φύσεως, ἐχρῆν ἅπαντας τοῦτο τοὺς κύνας ἔχειν. Γένεσθε οὖν κατὰ τοὺς κύνας. Ὑµεῖς µε ἀναγκάζετε ἐκεῖθεν τὰ παραδείγµατα φέρειν· ἔδει µὲν γὰρ ἀπὸ τῶν οὐρανίων· ἐπειδὴ δὲ, ἂν εἴπω τι τοιοῦτον, λέγετε ὅτι ἐκεῖνα µεγάλα εἰσὶ, διὰ τοῦτο οὐδὲν λέγω τῶν οὐρανίων. Κἂν εἴπω τὸν Παῦλον, λέγετε ὅτι ἐκεῖνος ἀπόστολος ἦν· διὰ τοῦτο οὐδὲ Παῦλον λέγω. Ἂν εἴπω ἄνθρωπον, λέγετε ὅτι ἐκεῖνος ἠδύνατο· διὰ τοῦτο οὐδὲ ἄνθρωπον λέγω, ἀλλὰ θηρίον, καὶ θηρίον οὐ φύσει τοῦτο ἔχον, ἵνα µὴ εἴπητε ὅτι φύσει, καὶ οὐ προαιρέσει τοῦτο κατώρθωσε· καὶ τὸ δὴ θαυµαστὸν, προαιρέσει οὐκ οἰκείᾳ, ἀλλὰ τῇ σῇ ἐπιµελείᾳ. Οὐχ ὅτι κατεκόπη, οὐχ ὅτι διεσπάσθη τῷ δρόµῳ, οὐχ ὅτι τοῖς οἰκείοις αὐτοῦ πόνοις ἔλαβεν, ἐννοεῖ· ἀλλὰ πάντα ταῦτα ῥίψας ἔξω, τὸ τοῦ δεσπότου πρόσταγµα φυλάττει καὶ γαστρὸς ἀνώτερον γίνεται. Ναὶ, φησί· προσδοκᾷ γὰρ ἐπαινεθήσεσθαι, προσδοκᾷ πλείονος ἀπολαύσεσθαι τραπέζης. Εἰπὲ οὖν καὶ σαυτῷ, ὅτι ὁ κύων ἐλπίδι µελλούσης ἡδονῆς, τῆς παρούσης καταφρονεῖ· σὺ δὲ οὐ βούλει ἐλπίδι τῶν µελλόντων ἀγαθῶν τῶν παρόντων καταφρονεῖν· ἀλλ' ἐκεῖνος µὲν οἶδεν ὅτι, ἂν ἀκαίρως καὶ παρὰ τὸ τῷ δεσπότῃ δοκοῦν τῆς τροφῆς ἀπογεύσηται, κἀκείνης ἀποστερηθήσεται, καὶ οὐδὲ τὴν ὡρισµένηνἕξει, πληγὰς λαβὼν ἀντὶ τῆς τροφῆς· σὺ δὲ οὐδὲ τοῦτο δύνασαι ἰδεῖν, καὶ ὅπερ ἀπὸ τῆς συνηθείας ἔµαθεν ἐκεῖνος, τοῦτο σὺ ἀπὸ λόγου οὐ κατορθοῖς. Μιµησώµεθα τοὺς κύνας. Τοῦτο λέγονται καὶ ἱέρακες ποιεῖν καὶ ἀετοί. Ὅπερ ἐπὶ τῶν ἀλόγων καὶ τῶν δορκάδων ἐκεῖνοι, τοῦτο ἐπὶ τῶν ὀρνίθων οὗτοι· καὶ οὗτοι δὲ πάλιν ἀπὸ φιλοσοφίας ἀνθρωπίνης. Ταῦτα ἡµᾶς καταδικάσαι ἔχει, ταῦτα ἡµᾶς ἑλεῖν. Εἴπω καὶ ἕτερον, ἵππους ἀγρίους καὶ ἀνηµέρους λαβόντες, λακτίζοντας καὶ δάκνοντας, ἐν βραχεῖ χρόνῳ οὕτω παιδεύουσιν οἱ ἔµπειροι, ὡς τὸνἐπιβάτην τρυφᾷν τὸν ἐπικαθήµενον τῷ τῆς βαδίσεως εὐτάκτῳ· τῆς δὲ ψυχῆς ἄτακτα βαδιζούσης οὐδεὶς ἐπιµελεῖται, ἀλλὰ καὶ πηδᾷ καὶ λακτίζει καὶ σύρεται χαµαὶ καθάπερ παιδίον, καὶ ἀσχηµονεῖ µυρία, καὶ οὐδεὶςαὐτῇ ψαλίδας περιτίθησιν οὐδὲ ποδόστροφα οὐδὲ χαλινοὺς, οὐδ' ἐπικαθίζει τὸν ἔµπειρον ἐπιβάτην, τὸν Χριστὸν λέγω.∆ ιά τοι τοῦτο πάντα ἄνω καὶ κάτω γέγονεν. Ὅταν γὰρ καὶ γαστρὸς κρατεῖν κύνας παιδεύῃς, καὶ θυµὸν ἐν λέοντι δαµάζῃς, καὶ ἀταξίαν ἐν ἵπποις, καὶ εὐγλωττίαν ἐν ὄρνισι, πῶς οὐκ ἄτοπον ἐνµὲν ἀλόγοις φύσεσι λογικὰ ἐντιθέναι κατορθώµατα, ἐν δὲ λογικαῖς τὰ τῶν ἀλόγων ἐπεισάγειν πάθη; Οὐκ ἔστιν ἡµῖν, οὐκ ἔστι συγγνώµη. Πάντες ἡµῶν κατηγορήσουσιν οἱ κατωρθωκότες, καὶ πιστοὶ καὶ ἄπιστοι· καὶ γὰρ καὶ ἄπιστοι κατώρθωσαν, καὶ θηρία καὶ κύνες, οὐκ ἄνθρωποι µόνον· καὶ ἡµεῖς ἡµῶν αὐτῶνκατηγορήσοµεν, ὅταν µὲν βουλώµεθα, κατορθοῦντες, ὅταν δὲ ῥᾳθυµῶµεν, ὑποσυρόµενοι. Καὶ γὰρ τῶν ἐν σφοδρᾷ κακίᾳ ὄντων πολλοὶ πολλάκις θελήσαντες µετεβάλοντο. Τὸ δὲ αἴτιον, ὅπερ ἔφην, ὅτι περιερχόµεθα τὰ ἑτέρων συµφέροντα ζητοῦντες, οὐ τὰ ἡµέτερα. Ἂν οἰκίαν οἰκοδοµήσῃς λαµπρὰν, τὸ τῆς οἰκίας συµφέρον εἶδες, οὐ τὸ σόν· ἂν ἱµάτιον λάβῃς καλὸν, τὸ τοῦ σώµατος, οὐ τὸ σόν· ἂν ἵππον καλὸν, ὡσαύτως. Οὐδεὶς ὅπως ἔσται ψυχὴ καλὴ σκοπεῖ· καίτοι ταύτης οὔσης καλῆς, οὐδενὸς ἐκείνων δεῖ· οὐκ οὔσης δὲ, οὐδὲν ἐξ ἐκείνων ὄφελος. Καθάπερ γὰρ ἐπὶ νύµφης, κἂν παστάδες ὦσιν ἐκ παραπετασµάτων χρυσῶν κἂν χοροὶ ὦσι γυναικῶν εὐειδεστάτων καὶ καλῶν, κἂν ῥόδα κἂν στέµµατα, κἂνὁ νυµφίος καλὸς ᾖ, κἂν αἱ θεράπαιναι κἂν αἱ φίλαι κἂν πάντες εὐπρεπεῖς ὦσιν, ἐκείνη δὲ ἀµορφίας ᾖ, µεστὴ, ὄφελος οὐδέν· ὥσπερ οὖν οὐδὲ καλῆς οὔσης βλάβος τι γένοιτ' ἂν ἀπὸ τούτων, ἀλλὰ καὶ τοὐναντίον. Ἀπὸ µὲν γὰρ ἐκείνων ἀµόρφου οὔσης, ἀµορφοτέρα ἂν φανείη· ἀπὸ δὲ τούτων ὡραιοτέρα ἂν γένοιτο. Οὕτω δὴ καὶ ψυχὴ, ὅταν ᾖ καλὴ, οὐ µόνον οὐδενὸς δεῖται τούτων, ἀλλὰ καὶ συσκιάζει τὸ κάλλος αὐτῆς. Τὸν γὰρ φιλόσοφον οὐχ οὕτως ἐν πλούτῳ, ὡς ἐν πενίᾳ ὀψόµεθα λάµποντα. Ἐκεῖ µὲν γὰρ τοῖς χρήµασι τοῦτο πολλοὶ λογιοῦνται, καὶ τῷ µὴ ἐνδεᾶ χρηµάτων εἶναι· ὅταν δὲ πενίᾳ συζῇ, καὶ διὰ πάντων λάµπῃ, καὶ µηδὲν αἰσχρὸν ἀναγκάζηται ποιεῖν, οὐκ ἔτι ἄλλος τις διανέµεται πρὸς αὐτὸν τὸν ἐπὶ τῇ φιλοσοφίᾳ στέφανον. Ταύτην οὖν καλλωπίζωµεν, εἴ γε βουλοίµεθα πλουτεῖν. Τί τὸ ὄφελος, ὅταν αἱ µὲν ἡµίονοι λευκαὶ ὦσι καὶ σφριγῶσαι καὶ εὐσωµατοῦσαι, σὺ δὲ ὁ καθήµενος λεπτὸς καὶ ψωραλέος καὶ δυσειδής; τί δαὶ τὸ κέρδος, ὅταν τὰ µὲν στρώµατα ἁπαλὰ καὶ καλὰ ᾖ, καὶ πολλῆς ποικιλίας γέµοντα καὶ τέχνης, ἡ δὲ ψυχὴ ῥάκια περιβεβληµένη ᾖ καὶ γυµνὴ καὶ αἰσχρά; τί τὸ κέρδος, ὅταν ὁ µὲν ἵππος εὔτακτα βαδίζῃ, καὶ χορεύοντι µᾶλλον ἐοικὼς ἢ βαδίζοντι, καὶ µετὰ τῆς χορείας κόσµῳ κεκοσµηµένος ᾖ νυµφικῷ· ὁ δὲ ἐπικαθήµενος τῶν χωλῶν µᾶλλον ἀσκωλιάζῃ, καὶ τῶν µεθυόντων καὶ τῶν µαινοµένων µᾶλλον διεστραµµένος ᾖ καὶ χεῖρας καὶ πόδας; Εἰπὲ δή µοι, εἴ τίς σοι ἵππον ἐδίδου καλὸν, καὶ τὸ σῶµα διέστρεφε, τί τὸ ὄφελος; Νῦν ψυχὴν διεστραµµένην ἔχεις, καὶ οὐδέν σοι µέλει; Φροντίσωµεν ἡµῶν αὐτῶν ποτε, παρακαλῶ. Μὴ δὴ πάντων ἀτιµοτέρους ἡµᾶς αὐτοὺς καταστήσοµεν. Κἂν µὲν ῥήµασί τις ὑβρίζῃ, δακνόµεθα καὶ ἀλγοῦµεν· πράγµασι δὲ ἑαυτοὺς ὑβρίζοντες, οὐκ ἐπιστρεφόµεθα. Ἀνανήψωµεν ὀψὲ γοῦν ποτε, ἵνα δυνηθῶµεν, καὶ τῆς ψυχῆς πολλὴν τὴν ἐπιµέλειαν ποιούµενοι, καὶ τῆς ἀρετῆς ἐπιλαβόµενοι, τῶν αἰωνίων τυχεῖνἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι, δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶναςτῶν αἰώνων. Ἀµήν.