In Acta apostolorum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
35.0
Τῇ δὲ ἡµέρᾳ τῶν σαββάτων ἐξήλθοµεν ἔξω τῆς πό λεως παρὰ ποταµὸν, οὗ ἐνοµίζετο προσευχὴ εἶναι, καὶκαθίσαντες ἐλαλοῦµεν ταῖς συνελ θούσαις γυναιξί. Καί τις γυνὴ, ὀνόµατι Λυδία, πορφυρόπωλις, πόλεως Θυατείρων, σεβοµένη τὸν Θεὸν, ἤκουσεν· ἧς ὁ Κύριος ἤνοιξε τὴν καρδίαν προσέχειν τοῖς λαλουµένας ὑπὸ τοῦ Παύλου.
35.1
Ὅρα πάλιν ἰουδαΐζοντα τὸν Παῦλον, καὶ ἀπὸ τοῦ καιροῦ καὶ ἀπὸ τοῦ τρόπου. Οὗ ἐνοµίζετο, φησὶ, προσευχὴ εἶναι. Οὐ γὰρ δὴ ἔνθα συναγωγὴ ἦν µόνον, ἀλλὰ καὶ ἔξω ηὔχοντο, ὥσπερ τόπον τινὰ ἀφορίζοντες, ἅτε σωµατικώτεροι ὄντες Ἰουδαῖοι. Τῇ ἡµέρᾳ δὲ τῶν σαββάτων, ὅτε καὶ ὄχλον εἰκὸς ἦν συνελθεῖν. Καὶ καθίσαντες ἐλαλοῦµεν ταῖς συνελθούσαις γυναιξί. Καί τις γυνὴ ὀνόµατι Λυδία, πορφυρόπωλις, πόλεως Θυατείρων, σεβοµένη τὸν Θεὸν, ἤκουσεν· ἧς ὁ Κύριος διήνοιξε τὴν καρδίαν προσέχειν τοῖς λαλουµένοις ὑπὸ τοῦ Παύλου. Ὅρα τὸ ἄτυφον πάλιν. Γυνὴ καὶ ταπεινὴ αὕτη, καὶ δῆλον ἀπὸ τῆς τέχνης· ἀλλ' ὅρα τὸ φιλόσοφον αὐτῆς. Πρῶτον µὲν γὰρ αὐτῇ ἐµαρτύρησε τοῦτο, τὸ σέβεσθαι τὸν Θεὸν, ἔπειτα τὸ καλέσαι τοὺς ἀποστόλους αὐτήν. Ὡς δὲ ἐβαπτίσθη αὐτὴ καὶ ὁ οἶκος αὐτῆς, παρεκάλεσε λέγουσα· Κύριοί µου, εἰ κεκρίκατέ µε πιστὴν τῷ Κυρίῳ εἶναι, εἰσελθόντες εἰς τὸν οἶκόν µου µείνατε. Καὶ παρεβιάσατο ἡµᾶς. Ὡς δὲ ἐβαπτίσθη, φησὶν, αὐτὴ καὶ ἡ οἰκία αὐτῆς. Σκόπει πῶς ἅπαντας ἔπεισε· εἶτα βλέπε σύνεσιν, πῶς δυσωπεῖ τοὺς ἀποστόλους, πόσης ταπεινότητος γέµει τὰ ῥήµατα, πόσης σοφίας. Εἰ κεκρίκατέ µε, φησὶ, πιστὴν τῷ Κυρίῳ. Οὐδὲν ἐντρεπτικώτερον. Τίνα οὐκ ἂν ἐµάλαξε ταῦτα τὰ ῥήµατα; Οὐκ ἠξίωσεν, οὐ παρεκάλεσεν ἁπλῶς, οὐκ ἀφῆκε κυρίους εἶναι, ἀλλὰ καὶ ἠνάγκασε σφοδρῶς· τοῦτο γάρ ἐστι τὸ, Παρεβιάσατο ἡµᾶς· τουτέστι, τούτοις τοῖς ῥήµασιν. Ὅρα πῶς εὐθέως καρποφορεῖ, καὶ κέρδος ἡγεῖται µέγα τὴν κλῆσιν. Ὅτι δὲ πιστὴν ἐκρίνατε, δῆλον ἐκ τοῦ ἐγχειρίσαι µοι τοιαῦτα µυστήρια, οὐκ ἂν ἐγχειρίσαντες, εἰ µὴ τοιαύτην ἐκρίνατε. Καὶ οὐκ ἐτόλµησε πρὸ τούτου καλέσαι, ἀλλ' ὅτε ἐβαπτίσθη· δῆλον ἐντεῦθεν ποιοῦσα, ὅτι οὐκ ἂν ἄλλως ἔπεισε.∆ ιὰ τί δὲ οὐκ ἐβούλοντο οἱ περὶ Παῦλον, ἀλλ' ἀνένευον ὥστε καὶ βιασθῆναι αὐτούς; Ἤτοι ἐκείνην ἐκκαλούµενοι εἰς µείζονα προθυµίαν· ἢ ἐπειδὴ εἶπεν ὁ Χριστὸς, Εἰς ἣν ἂν πόλιν εἰσέλθητε, τίς ἐστιν ἄξιος ἐρωτήσατε, καὶ ἐκεῖ µείνατε. Ὥστε πάντα δι' οἰκονοµίαν ἐποίουν. Ἐγένετο δὲ πορευοµένων ἡµῶν εἰς προσευχὴν, παιδίσκην τινὰ ἔχουσαν πνεῦµα πύθωνος ἀπαντῆσαι ἡµῖν, ἥτις ἐργασίαν πολλὴν παρεῖχε τοῖς κυρίοιςαὐτῆς µαντευοµένη. Αὕτη κατακολουθήσασα τῷ Παύλῳ καὶ ἡµῖν, ἔκραζε λέγουσα· Οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ Θεοῦ τοῦ Ὑψίστου εἰσὶν, οἵτινες καταγγέλλουσιν ἡµῖν ὁδὸν σωτηρίας. Τί δήποτε καὶ ὁ δαίµων ταῦτα ἐφθέγγετο, καὶ ὁ Παῦλος ἐκώλυσε; Κἀκεῖνος κακούργως ἐποίει, καὶ οὗτος συνετῶς· ἐβούλετο γὰρ µὴ ἀξιόπιστον αὐτὸν ποιεῖν. Εἰ γὰρ προσήκατο αὐτοῦ τὴν µαρτυρίαν ὁ Παῦλος, πολλοὺς ἂν καὶ τῶν πιστῶν ἠπάτησεν, ἅτε ὑπ' ἐκείνου δεχθείς· διὰ τοῦτο ἀνέχεται τὰ καθ' ἑαυτοὺς εἰπεῖν, ἵνα στήσῃ τὰ ὑπὲρ αὐτοῦ, καὶ αὐτὸς συγκαταβάσει κέχρηται πρὸς τὴν ἀπώλειαν. Τὸ µὲν οὖν πρῶτον οὐ προσήκατο Παῦλος, ἀλλὰ διέπτυσεν, οὐ βουλόµενος ἑαυτὸν ἐπιῤῥίπτειν ἁπλῶς τοῖς σηµείοις· ὡς δὲ ἐπέµενε τοῦτο ποιῶν ἐπὶ πολλὰς ἡµέρας, καὶ τὸ ἔργον ἐδείκνυ, Οὗτοι οἱ ἄνθρωποι, λέγων, δοῦλοι τοῦ Θεοῦ τοῦ Ὑψίστου εἰσὶν, οἵτινεςκαταγγέλλουσιν ἡµῖν ὁδὸν σωτηρίας· τότε ἐκέλευσεν αὐτῷ ἐξελθεῖν.∆ ιαπονηθεὶς δὲ ὁ Παῦλος, καὶ ἐπιστρέψας, τῷ πνεύµατι εἶπε· Παραγγέλλω σοι ἐν ὀνόµατι Ἰησοῦ Χριστοῦ, ἐξελθεῖν ἀπ' αὐτῆς. Καὶ ἐξῆλθεν αὐτῇ τῇ ὥρᾳ. Ἰδόντες δὲ οἱ κύριοι αὐτῆς, ὅτι ἐξῆλθεν ἡ ἐλπὶς ἐργασίας αὐτῶν, ἐπιλαβόµενοι τὸν Παῦλον καὶ τὸν Σίλαν, εἵλκυσαν εἰς τὴν ἀγορὰν ἐπὶ τοὺς ἄρχοντας, καὶ προσαγαγόντες αὐτοὺς τοῖς στρατηγοῖς, εἶπον· Οὗτοι οἱ ἄνθρωποι ἐκταράσσουσιν ἡµῶν τὴν πόλιν, Ἰουδαῖοι ὑπάρχοντες, καὶ καταγγέλλουσιν ἔθη, ἃ οὐκ ἔξεστιν ἡµῖν παραδέχεσθαι οὐδὲ ποιεῖνῬωµαίοις οὖσι. Πανταχοῦ τὰ χρήµατα αἴτια τῶν κακῶν. Ὢ τῆς ὠµότητος τῆς Ἑλληνικῆς! ἐβούλοντο δαιµονᾷν τὸ κοράσιον, ὥστε χρηµατίζεσθαι. Ἐπιλαβόµενοι, φησὶ, τὸν Παῦλον καὶ τὸν Σίλαν, ἔλεγον· Οὗτοι οἱ ἄνθρωποι ἐκταράσσουσιν ἡµῶν τὴν πόλιν. Τί ποιήσαντες; διὰ τί οὖν µὴ πρὸ τούτου εἱλκύσατε; Ἰουδαῖοι, φησὶν, ὑπάρχοντες· οὕτω τὸ ὄνοµα διεβέβλητο. Καὶ καταγγέλλουσιν ἔθη, ἃ οὐκ ἔξεστιν ἡµῖν παραδέχεσθαι οὐδὲ ποιεῖν Ῥωµαίοις οὖσιν. Εἰς καθοσίωσιν τὸ πρᾶγµα ἤγαγον. Καὶ συνεπέστη ὁ ὄχλος κατ' αὐτῶν. Ὢ τῆς ἀλογίας! οὐκ ἐξήτασαν, οὐ µετέδωκαν λόγου· καίτοι τοιούτου θαύµατος γενοµένου δέον προσκυνῆσαι, δέον ὡς σωτῆρας καὶ εὐεργέτας ἔχειν. Εἰ γὰρ χρήµατα ἐβούλεσθε, διὰ τί τοιοῦτον πλοῦτον εὑρόντες, µὴ ἐπεδράµετε; Τοῦτο λαµπροτέρους ποιεῖ, τὸ δύνασθαι δαίµονας ἀπελαύνειν, ἢ τὸ αὐτοῖς πείθεσθαι. Ἰδοὺ καὶ σηµεῖα, καὶ ἡ φιλοχρηµατία πλέον ἴσχυσε. Καὶ οἱ στρατηγοὶ, περιῤῥήξαντες τὰ ἱµάτια αὐτῶν, ἐκέλευον ῥαβδίζειν· πολλάς τε ἐπιθέντες αὐτοῖς πληγὰς, ἔβαλον εἰς φυλακὴν, παραγγείλαντες τῷ δεσµοφύλακι ἀσφαλῶς τηρεῖν αὐτούς. Ὁ µὲν οὖν Παῦλος τὸ πᾶν εἰργάσατο, καὶ τὰ θαύµατα καὶ τὴν διδασκαλίαν· τῶν δὲ κινδύνων καὶ ὁ Σίλας κοινωνεῖ. Τί ἐστι,∆ ιαπονηθεὶς δὲ ὁ Παῦλος; Τὴν κακουργίαν, φησὶν, ἰδὼν τοῦ δαίµονος, καθὼς αὐτὸς ἀλλαχοῦ λέγει· Οὐ γὰρ αὐτοῦ τὰ νοήµατα ἀγνοοῦµεν.∆ ιὰ τί µὴ εἶπον, ὅτι Τὸν δαίµονα ἐξέβαλον, ὅτι εἰς Θεὸν ἠσέβησαν, ἀλλ' ἐπὶ καθοσίωσιν τρέπονται; Ἧττα αὐτοῖς τοῦτο ἦν. Οὕτω καὶ ἐπὶ τοῦ Χριστοῦ ἔλεγον· Οὐκ ἔχοµεν βασιλέα, εἰ µὴ Καίσαρα. Πᾶς ὁ ἑαυτὸν ποιῶν βασιλέα, ἀντιλέγει τῷ Καίσαρι. Καὶ ἔβαλον αὐτοὺς, φησὶν, εἰς φυλακήν. Πολὺς ὁ θυµός. Ὃς παραγγελίαν τοιαύτην εἰληφὼς, ἔβαλεν αὐτοὺς εἰς τὴν ἐσωτέραν φυλακὴν, καὶ τοὺς πόδας αὐτῶν ἠσφαλίσατο εἰς τὸ ξύλον. Ὅρα, κἀκεῖνος πάλιν εἰς τὴν ἐσωτέραν φυλακὴν αὐτοὺς ἐνέβαλε, καὶ τοῦτο οἰκονοµικῶς. Ἐπειδὴ γὰρ θαῦµα ἔµελλε γίνεσθαι µέγα, ἐπιτήδειος ὁ τόπος πρὸς τὴν ἀκρόασιν ὁ ἔξω τῆς πόλεως κρίνεται, πειρασµῶν ἀπηλλαγµένος καὶ κινδύνων. Ὅρα πῶς οὐκ αἰσχύνεται τὰ ἐπιτηδεύµατα καταλέγειν ὁ τὴν ἱστορίαν γράφων. Ἅτε δὴ καὶ ἀργίας οὔσης, µᾶλλον προσεῖχον τοῖς λεγοµένοις· καὶ οὐδὲ ἡ πόλις αὕτη µεγάλη ἡ τῶν Φιλιππησίων. Ταῦτα δὴ µαθόντες καὶ ἡµεῖς, µηδένα ἐπαισχυνώµεθα. Παρὰ βυρσεῖ µένει Πέτρος, παρὰ πορφυροπώλιδι Παῦλος. Ποῦ ὁ τῦφος; Ἄρα τοῦ Θεοῦ δεόµεθα, ὥστε ἀνοίξαι καρδίαν· ὁ Θεὸς δὲ ἀνοίγει καρδίας τὰς βουλοµένας· ἔστι γὰρ καὶ πεπηρωµένας ἰδεῖν. Ἀλλ' ἴδωµεν ἄνωθεν τὰ εἰρηµένα. Γυνὴ, φησὶ, πορφυρόπωλις, ἧς ὁ Κύριος ἤνοιξε τὴν καρδίαν, προσέχειν τοῖς λαλουµένοις ὑπὸ τοῦ Παύλου. Τὸ µὲν οὖν ἀνοῖξαι, τοῦ Θεοῦ· τὸ δὲ προσέχειν, αὐτῆς· ὥστε καὶ θεῖον καὶ ἀνθρώπινον ἦν. Ὡς δὲ ἐβαπτίσθη, φησὶ, παρεκάλεσε λέγουσα· Εἰ κεκρίκατέ µε. Ὅρα, καὶ βαπτίζεται, καὶ δέχεται τοὺς ἀποστόλους µετὰ τοσαύτης ἱκετηρίας, µετὰ πλείονος ἢ ὁ Ἀβραάµ. Καὶ οὐκ εἶπεν οὐδὲν ἄλλο τεκµήριον, ἀλλ' ἐκεῖνο, ἀφ' οὗ ἐσώθη· οὐκ εἶπεν, εἰ µεγάλην γυναῖκα, εἰ εὐλαβῆ κεκρίκατέ µε· ἀλλὰ τί; Πιστὴν τῷ Κυρίῳ· εἰ τῷ Κυρίῳ, πολλῷ µᾶλλον ὑµῖν, εἰ µὴ ἀµφισβητεῖτε. Καὶ οὐκ εἶπε, Παρ' ἐµοὶ, ἀλλ' Εἰς τὸν οἶκόν µου µείνατε, ὥστε δεῖξαι, ὅτι µετὰ πολλῆς τοῦτο ἐποίει προθυµίας. Ὄντως πιστὴ ἡ γυνή. Εἰπὲ δή µοι, τίς οὗτός ἐστιν ὁ δαίµων; Θεὸς, φησὶ, πύθων· ἀπὸ τοῦ τόπου οὕτω λέγεται. Ὁρᾷς, ὅτικαὶ ὁ Ἀπόλλων δαίµων ἐστί; Καὶ ἐπεὶ ἐβούλετο εἰς πειρασµοὺς αὐτοὺς ἐµβαλεῖν, ὥστε µᾶλλον παροξῦναι, παρώρµησε λέγειν.
35.2
Ὦ µιαρὲ καὶ παµµίαρε· εἰ τοίνυν οἶδας, ὅτι ὁδὸν σωτηρίας καταγγέλλουσι, τί µὴ ἐξίστασαι ἑκών; Ἀλλ' ὅπερ Σίµων ἐβούλετο λέγων·∆ ότε µοι, ἵνα ᾧ ἐὰν ἐπιθῶ τὰς χεῖρας, λαµβάνῃ Πνεῦµα ἅγιον· τοῦτο καὶ οὗτος ἐποίει· ἐπειδὴ εἶδεν εὐδοκιµοῦντας, καὶ ὧδε ὑποκρίνεται, ταύτῃ προσεδόκησεν ἑαυτὸν ἀφίεσθαι ἐν τῷ σώµατι, εἰ τὰ αὐτὰ κηρύξειεν. Εἰ δὲ παρὰ ἀνθρώπου Οὐχ ὡραῖος ὁ αἶνος ἐν τῷ στόµατι ἁµαρτωλοῦ, πολλῷ µᾶλλον παρὰ δαίµονος· εἰ παρὰ ἀνθρώπων τὴν µαρτυρίαν οὐ λαµβάνει ὁ Χριστὸς, οὐδὲ παρὰ Ἰωάννου, πολλῷ µᾶλλον παρὰ δαίµονος. Τὸ γὰρ κηρύττειν οὐκ ἀνθρώπων, ἀλλὰ Πνεύµατος ἁγίου. Ἐπεὶ οὖν ἀλαζονικῶς ἐποίουν βοῶντες, τῇ κραυγῇ καταπλήξειν ἐνόµισαν, λέγοντες· Οὗτοι οἱ ἄνθρωποι ἐκταράσσουσιν ἡµῶν τὴν πόλιν. Τί λέγεις; πείθῃ τῷ δαίµονι; διὰ τί οὐχὶ καὶ ἐνταῦθα; Ἐκεῖνος λέγει, ὅτι∆ οῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου· σὺ λέγεις, ὅτι Ἐκταράσσουσιν ἡµῶν τὴν πόλιν· ἐκεῖνος λέγει, ὅτι Καταγγέλλουσιν ἡµῖν ὁδὸν σωτηρίας· σὺ λέγεις, Παραδιδόασιν ἡµῖν ἔθη, ἃ οὐκ ἔξεστι παραδέχεσθαι. Ὅρα οὐδὲ τῷ δαίµονι αὐτοὺς προσέχοντας, ἀλλὰ πρὸς ἓν ὁρῶντας, τὴν φιλαργυρίαν. Εἵλκυσάν τε αὐτοὺς, φησὶν, εἰς τὴν ἀγορὰν ἐπὶ τοὺς ἄρχοντας· καὶ συνεπέστη ὁ ὄχλος κατ' αὐτῶν. Ὅρα αὐτοὺς οὐκ ἀποκρινοµένους οὐδὲ ἀπολογουµένους, ἵνα µείζονος ἄξιοι θαύµατος γένωνται. Ὅταν γὰρ, φησὶν, ἀσθενῶ, τότε δυνατός εἰµι. Ἀρκεῖ σοι ἡ χάρις µου· ἡ γὰρ δύναµίς µου ἐν ἀσθενείᾳ τελειοῦται. Ὥστε καὶ ἀπὸ τῆς ἐπιεικείας θαυµασθῆναι αὐτοὺς ἐχρῆν. Ὅσῳ ἀκριβεστέρα ἡ φυλακὴ γίνεται, τοσούτῳ τὸ θαῦµα λαµπρότερον. Ἴσως τὴν σύστασιν ἐκκόψαι βουλόµενοι τοῦτο ἐποίουν ἐκεῖνοι. Ἐπειδὴ εἶδον τὸν ὄχλον ἐφεστῶτα, ταῖς µὲν πληγαῖς τὸν θυµὸν τέως στῆσαι ἐβούλοντο, τῷ δὲ εἰς δεσµωτήριον ἐµβαλεῖν καὶ παραγγεῖλαι ἀσφαλῶςτηρεῖν, ἀκοῦσαι ἤθελον τοῦ πράγµατος. Καὶ ἠσφαλίσατο, φησὶν, εἰς τὸ ξύλον, ὡς ἂν εἴποι τις, Εἰς τὸν νέρβον. Πόσων δακρύων τὰ νῦν ἄξια; Ἐκεῖνοι µὲν ἔπαθον ὅσα καὶ ἔπαθον, ἡµεῖς δὲ ἐν τρυφῇ, ἡµεῖς δὲ ἐν θεάτροις. Ὅθεν καὶ ἀπολλύµεθα, καὶ καταποντιζόµεθα, ἄνεσιν ζητοῦντες πανταχοῦ, καὶ οὐδὲ µέχρις ὀνειδισµοῦ διὰ τὸν Χριστὸν ἀνεχόµενοι λυπηθῆναι, οὐδὲµέχρι λόγου. Τούτοις συνεχῶς ἀναµιµνήσκωµεν ἑαυτοὺς, παρακαλῶ, ὅσα ἔπαθον, ὅσα ὑπέµειναν, πῶς οὐκ ἐθορυβοῦντο, πῶς οὐκ ἐσκανδαλίζοντο. Τὸ τοῦ Θεοῦ ἔργον ἐποίουν, καὶ ταῦτα ἔπασχον. Οὐκ ἔλεγον, Τί τοῦτο κηρύττοµεν, καὶ οὐ προΐσταται ἡµῶν ὁ Θεός; Ἀλλὰ καὶ τοῦτο αὐτοὺς ὠφέλει, καὶ χωρὶς τῆς βοηθείας αὐτῷ τῷ πράγµατι εὐτονωτέρους ἐποίει, ἰσχυροτέρους, ἀκαταπλήκτους. Ἡ θλῖψις, φησὶν, ὑποµονὴν κατεργάζεται. Μὴ δὴ τὸν ὑγρὸν καὶ διακεχυµένον ζητῶµεν βίον. Ὥσπερ γὰρ ἐνταῦθα διπλοῦν τὸ καλὸν, ὅτι τε ἰσχυροὶ γίνονται καὶ ὅτι µεγάλοι οἱ µισθοὶ, οὕτως ἐκεῖ διπλοῦν τὸ κακὸν, ὅτι τε µαλακώτεροι καθίστανταικαὶ ὅτι ἐπ' οὐδενὶ χρηστῷ, ἀλλὰ καὶ ἐπὶ κακῷ. Οὐδὲν γὰρ ἀχρηστότερον ἀνθρώπου γένοιτ' ἂν ἐν ἀνέσει καὶ τρυφῇ τὸν ἅπαντα διατελοῦντος χρόνον. Ἀνὴρ γὰρ, φησὶν, ἀπείραστος, καὶ ἀδόκιµος· ἀδόκιµος, οὐκ ἐν τοῖς ἀγῶσι τού τοις, ἀλλὰ καὶ ἐν τοῖς ἄλλοις ἅπασιν. Ἄχρηστον πρᾶγµα ἡ ἄνεσις, καὶ ἐν αὐτῇ δὲ τῇ τρυφῇ οὐδὲν οὕτως ἀνεπιτήδειον, ὡς τὸ τρυφᾷν προσκορὲς γάρ ἐστιν. Οὔτε σιτίων ἡδονὴ τοσαύτη, οὔτε ἀνέσεως, ἀλλὰ πάντα ἐξίτηλα γίνεται καὶ διαῤῥεῖ. Μὴ δὴ ταύτην ἐπιζητῶµεν. Εἰ γὰρ σκοπεῖν θελήσοµεν τίς ἥδιον διάγει, ὁ πονούµενος καὶ ταλαιπωρούµενος ἢ ὁ τρυφῶν· τοῦτον µᾶλλον εὑρήσοµεν. Πρῶτον µὲν γὰρ τοῦ τοιούτου τὸ σῶµα αὐτὸ ἔκλυτον καὶ πεπλαδηκός· ἔπειτα καὶ αἱ τοῦ σώµατος αἰσθήσεις οὔκ εἰσιν εἰλικρινεῖς οὐδὲ ὑγιεῖς, ἀλλὰ χαῦναι καὶ µαλακαί· τούτων δὲ οὐκ οὐσῶν, οὐδὲ τῆς ὑγιείας ἡδονὴ φαίνεται. Ποῖος ἵππος χρήσιµος, ὁ τρυφῶν ἢ ὁ γυµναζόµενος; ποία ναῦς, ἡ πλέουσα ἢ ἡ ἀργοῦσα· ποῖον ὕδωρ, τὸ τρέχον ἢ τὸ ἑστώς; ποῖος σίδηρος, ὁ κινούµενος ἢ ὁ µὴ ἐργαζόµενος; οὐχ ὁ µὲν ἀπολάµπει, καὶ ἀργύρῳ προσέοικεν, ὁ δὲ κατίωται πανταχοῦ ἄχρηστος ὢν, καὶ τῆς ὕλης ἀπολλύς τι τῆς οἰκείας; Τοιοῦτόν τι γίνεται καὶ ἐπὶ τῆς ἀργούσης ψυχῆς· ἰός τις αὐτῆς καταχεῖται, καὶ τρώγει τήν τε λαµπρότητα καὶ τὰ ἄλλα πάντα. Τίνι οὖν ἄν τις τοῦτον ἀποσµήξειε τὸν ἰόν; Τῇ τῶν θλίψεων ἀκόνῃ· αὗται χρήσιµον ἐργάζονται τὴν ψυχὴν καὶ ἐν πᾶσιν ἐπιτηδείαν. Πῶς γὰρ, εἰπέ µοι, δυνήσεται τὰ πάθη τέµνειν, τῆς ἀκµῆς ἀµβλυνθείσης, καὶ µολύβδου δίκην ἐπανακαµπτοµένης; πῶς τὸν διάβολον τρώσει; Τίνι δὲ οὐκ ἔστιν ἀηδὴς ἄνθρωπος πολυσαρκίαν ἀσκῶν, φώκης δίκην συρόµενος;
35.3
Οὐ περὶ τῶν φύσει ὄντων τοῦτο λέγω, ἀλλὰ περὶ τῶν ἐκ τῆς τρυφῆς τοιαῦτα κατασκευασάντων τὰ σώµατα, περὶ τῶν λεπτῶν κατὰ φύσιν. Ἀνέτειλεν ὁ ἥλιος, λαµπρὰς ἀφῆκε πανταχοῦ τὰς ἀκτῖνας, ἤγειρεν ἕκαστον ἐπὶ τὰ ἔργα· ὁ γεωργὸς τὴν δίκελλαν λαβὼν ἔξεισιν, ὁ χαλκοτύπος τὴν σφῦραν, καὶ τὸ κατάλληλον ἕκαστος τῶν δηµιουργῶν, καὶ εὑρήσεις ἕκαστον τὰ οἰκεῖαὄργανα µεταχειριζόµενον· ἡ γυνὴ ἠλακάτην ἢ τὰ ὑφάσµατα· αὐτὸς δὲ καθάπερ ὁ χοῖρος εὐθέως ἀπὸ πρωῒ ἐπὶ βοσκὴν ἔξεισι τῆς γαστρὸς, ζητῶν πῶς τράπεζαν πολυτελῆ κατασκευάσει. Καίτοι τῶν ἀλόγων ἐστὶ µόνον ἀπὸ πρωῒ τρέφεσθαι, ἐπειδὴ πρὸς οὐδέν ἐστι χρήσιµα, ἀλλὰ πρὸς τὸ σφάζεσθαι. Τὰ δὲ νωτοφόρα αὐτῶν καὶ ἐργασίαν ἀναδεχόµενα καὶ αὐτὰ ἀπὸ νυκτῶν ἐπὶ τὸ ἔργον ἔξεισιν. Οὗτος δὲ ἀπὸ τῆς εὐνῆς ἀναστὰς, τοῦ ἡλίου τὴν ἀγορὰν ἐµπλήσαντος, καὶ πάντων κορεσθέντων τῆς οἰκείας ἐργασίας, ἀνίσταται διατεινόµενος, καθάπερ ὄντως ὗς πιαινόµενος, τὸ κάλλιστον τῆς ἡµέρας ἐν σκότει καταναλώσας. Εἶτα κάθηται πολὺν ἐπὶ τῆς εὐνῆς καιρὸν, πολλάκις οὐδὲ ἀνενεγκεῖν δυνάµενος ἀπὸ τῆς ἑσπερινῆς µέθης, καταναλώσας τὸν πλείονα καιρὸν ἐν τούτοις. Εἶτα καλλωπίζει ἑαυτὸν, καὶ πρόεισιν ἀσχηµοσύνης θέατρον, οὐδὲν ἔχων ἀνθρώπου, ἀλλὰ πάντα θηρίου ἀνθρωποµόρφου· οἱ ὀφθαλµοὶ δίυγροι, οἴνου τὸ στόµα ἀπόζον, ἡ ταλαίπωρος ψυχὴ καθάπερ ἐπὶ κλίνης βεβληµένη ὑπὸ τῆς ἀµέτρως ἐγχεοµένης ἑωλοκρασίας, τὸ µέγεθοςτῶν σαρκῶν περιφέρουσα καθάπερ ἐλέφας. Εἶτα ἐλθὼν κάθηται ἐν τόποις, καὶ λέγει τοιαῦτα καὶ ποιεῖ, ὡς βέλτιον εἶναι ἔτι καθεύδειν αὐτὸν ἢ ἐγρηγορέναι. Ἂν δεινὰ ἐπαγγελθῇ, παντὸς κορασίου µαλακώτερος γίνεται· ἂν χρηστὰ, παντὸς παιδίου χαυνότερος· χάσµης αὐτῷ ἡ ὄψις γέµει. Πᾶσι πρόκειται τοῖς βουλοµένοις κακῶς ποιεῖν, εἰ καὶ µὴ τοῖς ἀνθρώποις, ἀλλὰ τοῖς πάθεσι· καὶ θυµὸς τὸν τοιοῦτον ἐγείρει ῥᾳδίως, καὶ ἐπιθυµία, καὶ βασκανία, καὶ πάντα. Πάντες κολακεύουσι, πάντες θεραπεύουσι, µαλακωτέραν ἤ ἐστιν ἐργαζόµενοι τὴν ψυχήν· καὶ καθ' ἑκάστην ἡµέραν πρόεισι, πολύ τι τῆς νόσου προσλαµβάνων. Ἂν εἰς πραγµάτων ἐµπέσῃ περίστασιν, τέφρα καὶ κόνις γίνεται, καὶ οὐδὲν αὐτῷ τὰ σηρικὰ ἱµάτια συµβάλλεται. Ταῦτα ἡµῖν οὐχ ἁπλῶς εἴρηται, ἀλλ' ἵνα παιδεύσωµεν µηδένα ἀργῶς ζῇν µηδὲ εἰκῇ. Ἡ γὰρ ἀργία καὶ ἡ τρυφὴ πρὸς ἐργασίαν ἀνεπιτήδειον, πρὸς δόξαν µόνον, πρὸς ἡδονήν. Πῶς πάντες τὸν τοιοῦτον οὐ καταγνώσονται, καὶ οἰκεῖοι καὶ φίλοι καὶ συγγενεῖς; τίς δὲ οὐ δικαίως ἐρεῖ, ἄχθος οὗτος ἀρούρας, εἰκῇ παρῆλθεν εἰς τὸν κόσµον ὁ τοιοῦτος· µᾶλλον δὲ οὐκ εἰκῇ, ἀλλὰ καὶ ἐπὶ κακῷ τῆς ἑαυτοῦ κεφαλῆς, ἐπὶ λύµῃ ἰδίᾳ, ἐπὶ βλάβῃ ἑτέρων; Τί οὖν ἥδιον αὐτῇ, ἴδωµεν· τοῦτο γάρ ἐστι τὸ ζητούµενον, σχολὴ καὶ ἀπραξία. Καὶ τί ἀηδέστερον γένοιτ' ἂν ἀνθρώπου οὐδὲν ἔχοντος ποιεῖν; τί µοχθηρότερον, τί ταλαιπωρότερον; µυρίων οὐ χεῖρον τοῦτο δεσµῶν, χασµᾶσθαι καὶ κεχηνέναι διαπαντὸς ἐπὶ τῆς ἀγορᾶς καθήµενον ὁρῶντα τοὺς παριόντας; Ἡ γὰρ ψυχὴ φύσιν ἔχουσα τοῦ κινεῖσθαι διαπαντὸς, οὐκ ἀνέχεται ἠρεµεῖν. Ἔµπρακτον τὸ ζῶον τοῦτο ἐποίησεν ὁ Θεὸς, καὶ κατὰ φύσιν αὐτῷ ἐστι τὸ ἐργάζεσθαι, παρὰ φύσιν δὲ τὸ ἀργεῖν. Μὴ ἀπὸ τῶν νοσούντων τὰ πράγµατα δοκιµάζωµεν, ἀλλὰ τοῦ πράγµατος πεῖραν λάβωµεν. Οὐδὲν σχολῆς µοχθηρότερον, οὐδὲν ἀργίας·∆ ιὰ τοῦτο εἰς ἀνάγκην ἡµᾶς κατέστησεν ἐργασίας ὁ Θεός. Πάντα γὰρ ἡ ἀργία βλάπτει, καὶ τὰ µέλη τοῦ σώµατος αὐτὰ βλάπτει πως ἡ ἀργία. Καὶ γὰρ καὶ ὀφθαλµὸς εἰ µὴ ἐργάζοιτο τὸ αὐτοῦ, καὶ στόµα, καὶ γαστὴρ καὶ πᾶν, ὅ τι ἂν εἴποι τις τῶν µελῶν, εἰς νόσον ἐµπίπτει τὴν ἐσχάτην· οὐδὲν δὲ οὕτως, ὡς ἡ ψυχή. Ὥσπερ δὲ ἀργία κακὸν, οὕτω καὶ ἐργασία ἡ µὴ προσήκουσα. Καθάπερ γὰρ εἴ τις µὴ ἐσθίει, εἰς τοὺς ὀδόντας βλάπτεται, κἂν ἐσθίῃ τὰ µὴ προσήκοντα, ποιεῖ αὐτοὺς αἱµωδιᾷν· οὕτω δὴ καὶ ἐνταῦθα, ἄν τε µὴ ἐργάζηται, ἄν τε ἐργάζηται τὰ µὴ προσήκοντα, τὴν οἰκείαν ἀπόλλυσιν ἰσχύν. Οὐκοῦν ἀµφότερα φεύγειν σπουδάζωµεν, καὶ ἀργίαν καὶ ἐργασίαν ἀργίας χαλεπωτέραν. Ποία δὲ αὕτη ἐστί; Πλεονεξίαι, θυµὸς, βασκανίαι, τὰ λοιπὰ τῶν παθῶν. Ἐν τούτοις τὴν ἀργίαν µεταδιώκωµεν, ἵνα τῶν ἐπηγγελµένων ἡµῖν ἀγαθῶν τύχωµεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗτῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.