Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In Acta apostolorum
John ChrysostomHom. Act. 37 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
37.0
∆ ιοδεύσαντες δὲ τὴν Ἀµφίπολιν καὶ Ἀπολλωνίαν, ἦλθον εἰς Θεσσαλονίκην, ὅπου ἦν ἡ συναγωγὴ τῶν Ἰουδαίων. Κατὰ δὲ τὸ εἰωθὸς τῷ Παύλῳ, εἰσῆλθε πρὸς αὐτοὺς, καὶ ἐπὶ σάββατα τρία δι ελέγετο αὐτοῖς ἀπὸ τῶνΓραφῶν, διανοίγων καὶ πα ρατιθέµενος, ὅτι τὸν Χριστὸν ἔδει παθεῖν, καὶ ἀναστῆναι ἐκ νεκρῶν, καὶ ὅτι Οὗτόςἐστι Χριστὸς Ἰησοῦς, ὃν ἐγὼ καταγγέλλω ὑµῖν.
37.1
Πάλιν τὰς µὲν µικρὰς παρατρέχουσι πόλεις, ἐπὶ δὲ τὰς µείζους ἐπείγονται, ἐκεῖθεν καθάπερ ἔκ τινος πηγῆς µέλλοντος τοῦ λόγου διαῤῥέειν εἰς τὰς πλησίον. Κατὰ δὲ τὸ εἰωθὸς τῷ Παύλῳ, εἰσῆλθεν εἰς τὴν συναγωγὴν τῶν Ἰουδαίων. Καίτοι εἰπὼν, ὅτι Στρεφόµεθα εἰς τὰ ἔθνη, οὐκ ἠφίει τούτους· πολὺν γὰρ πρὸς αὐτοὺς εἶχε πόθον. Ἄκουε γὰρ αὐτοῦ λέγοντος· Ἀδελφοὶ, ἡ µὲν εὐδοκία τῆς ἐµῆς καρδίας, καὶ ἡ δέησις ἡ πρὸς τὸν Θεὸν, ὑπὲρ τοῦ Ἰσραήλ ἐστιν εἰς σωτηρίαν· καὶ, Εὐχόµην ἀνάθεµα εἶναι ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν µου. Ἐποίει δὲ τοῦτο διὰ τὴν ἐπαγγελίαν τοῦ Θεοῦ καὶ τὴν δόξαν, καὶ ἵνα µὴ σκάνδαλον ᾖ τοῦτο τοῖς Ἕλλησι. Καὶ ἐπὶ σάββατα τρία διελέγετο αὐτοῖς ἀπὸ τῶν Γραφῶν, διανοίγων καὶ παρατιθέµενος, ὅτι τὸν Χριστὸν ἔδει παθεῖν καὶ ἀναστῆναι ἐκ νεκρῶν, καὶ ὅτιΟὗτός ἐστιν Ἰησοῦς ὁ Χριστὸς, ὃν ἐγὼ καταγγέλλω ὑµῖν. Ὁρᾷς, ὅτι πρὸ πάντων τὸ πάθος κηρύττει· οὕτως οὐκ ᾐσχύνοντο, ἀλλ' ᾔδεσαν τοῦτο σωτήριον ὄν. Καί τινες ἐξ αὐτῶν ἐπείσθησαν, καὶ προσεκληρώθησαν τῷ Παύλῳ καὶ τῷ Σίλᾳ, τῶν τε σεβοµένων Ἑλλήνων πλῆθος πολὺ, γυναικῶν τε τῶν πρώτωνοὐκ ὀλίγαι. Τὸ κεφάλαιον εἶπε τῆς διαλέξεως· οὕτως ἀπέριττός ἐστιν, οὐ πανταχοῦ τὰς δηµηγορίας αὐτοῦ λέγων. Ζηλώσαντες δὲ οἱ ἀπειθοῦντες Ἰουδαῖοι, καὶ προσλαβόµενοι τῶν ἀγοραίων τινὰς ἄνδρας πονηροὺς καὶ ὀχλοποιήσαντες, ἐθορύβουν τὴν πόλιν· ἐπιστάντες τε τῇ οἰκίᾳ Ἰάσονος, ἐζήτουν αὐτοὺς ἀγαγεῖν εἰς τὸν δῆµον· µὴ εὑρόντες δὲ αὐτοὺς, ἔσυραν τὸν Ἰάσονα καί τινας ἀδελφοὺς ἐπὶ τοὺς πολιτάρχας, βοῶντες, ὅτι Οἱ τὴν οἰκουµένην ἀναστατώσαντες, οὗτοι καὶἐνθάδε πάρεισιν, οὓς ὑποδέδεκται Ἰάσων· καὶ οὗτοι πάντες ἀπέναντι τῶν δογµάτων Καίσαρος πράσσουσι, βασιλέα ἕτερον λέγοντες εἶναι Ἰησοῦν. Ὢ τῆς κατηγορίας! πάλιν εἰς καθοσίωσιν διέβαλλον αὐτοὺς, λέγοντες εἶναι, φησὶν, ἕτερον βασιλέα Ἰησοῦν. Ἐτάραξαν δὲ τὸν ὄχλον, καὶ τοὺς πολιτάρχας ἀκούοντας ταῦτα· καὶ λαβόντες τὸ ἱκανὸν παρὰ τοῦ Ἰάσονος καὶ τῶν λοιπῶν, ἀπέλυσαν αὐτούς. Θαυµαστὸς ὁ ἀνὴρ, εἰς κίνδυνον ἑαυτὸν ἐκδοὺς καὶ ἐκπέµψας αὐτούς. Οἱ δὲ ἀδελφοὶ εὐθέως διὰ τῆς νυκτὸς ἐξέπεµψαν τόν τε Παῦλον καὶ τὸν Σίλαν εἰς Βέροιαν· οἵτινες παραγενόµενοι, εἰς τὴν συναγωγὴν ἀπῄεσαν τῶν Ἰουδαίων. Οὗτοι δὲ ἦσαν εὐγενέστεροι τῶν ἐν Θεσσαλονίκῃ, οἵτινες ἐδέξαντο τὸν λόγον µετὰ πάσης προθυµίας, τὸ καθ' ἡµέραν ἀνακρίνοντες τὰς Γραφὰς, εἰ ἔχοιταῦτα οὕτως. Εὐγενέστεροι, φησί· τουτέστιν, ἐπιεικέστεροι. Καὶ ὅρα, οὐχ ἁπλῶς, ἀλλὰ µετὰ ἀκριβείας ἀνηρεύνων τὰς Γραφὰς( τοῦτο γάρ ἐστι τὸ, Ἀνέκρινον), βουλόµενοι ἀπ' αὐτῶν πληροφορίαν µᾶλλον περὶτοῦ πάθους λαβεῖν· ἤδη γὰρ ἦσαν πιστεύσαντες. Πολλοὶ µὲν οὖν ἐξ αὐτῶν ἐπίστευσαν, καὶ τῶν Ἑλληνίδων γυναικῶν τῶν εὐσχηµόνων καὶ ἀνδρῶν οὐκ ὀλίγοι. Ὡς δὲ ἔγνωσαν οἱ ἀπὸ τῆς Θεσσαλονίκης Ἰουδαῖοι, ὅτι καὶ ἐν τῇ Βεροίᾳ κατηγγέλθη ὑπὸ τοῦ Παύλου ὁ λόγος τοῦ Θεοῦ, ἦλθον κἀκεῖ σαλεύοντες τοὺς ὄχλους. Εὐθέως δὲ τότε τὸν Παῦλον ἐξαπέστειλαν οἱ ἀδελφοὶ πορεύεσθαι ὡς ἐπὶ τὴν θάλασσαν· ὑπέµενον δὲ ὅ τε Σίλας καὶ ὁ Τιµόθεος ἐκεῖ. Ὅρα αὐτὸν καὶ ὑποχωροῦντα καὶ ἐνιστάµενον, καὶ πολλὰ ἀνθρωπίνως ποιοῦντα. Οἱ δὲ καθιστῶντες τὸν Παῦλον, ἤγαγον αὐτὸν ἕως Ἀθηνῶν, καὶ λαβόντες ἐντολὴν πρὸς τὸν Σίλαν καὶ Τιµόθεον, ἵνα ὡς τάχιστα ἔλθωσι πρὸς αὐτὸν, ἐξῄεσαν. Ἴδωµεν δὲ ἄνωθεν τὰ εἰρηµένα. Ἐπὶ σάββατα τρία, φησὶ, διελέχθη αὐτοῖς, διανοίγων ἀπὸ τῶν Γραφῶν. Καλῶς, ὅτε ἤργουν. Τοῦτο γὰρ καὶ ὁ Χριστὸς ἐποίει, ἄνω καὶ κάτω ἀπὸ τῶν Γραφῶν διαλεγόµενος, καὶ οὐ πανταχοῦ ἀπὸ τῶν σηµείων. Ἐπειδὴ γὰρ πρὸς τοῦτον ἐναντίως εἶχον, καὶ ὡς πλάνον καὶ γόητα διέβαλλον, διὰ τοῦτο καὶ αὐτὸς ἀπὸ τῶν Γραφῶν διαλέγεται. Ὁ µὲν γὰρ ἀπὸ τῶν σηµείων ἐπιχειρῶν µόνων πείθειν, εἰκότως ὑποπτεύεται· ὁ δὲ ἀπὸ τῶν Γραφῶν, πείθων, οὐκ ἔχει ταύτην τὴν ὑπόνοιαν. Καὶ πολλαχοῦ εὑρίσκοµεν ἀπὸ διδασκαλίας αὐτὸν πείσαντα· καὶ ἐν Ἀντιοχείᾳ δὲ πᾶσα διδάσκοντι αὐτῷ συνήχθη ἡ πόλις· οὕτω µέγα τι καὶ τοῦτό ἐστι, καὶ οὐ µικρὸν σηµεῖον, ἀλλὰ καὶ σφόδρα ἐστὶ µέγα τοῦτο. Καὶ ἵνα µὴ νοµίσωσιν, ὅτι αὐτοὶ ἴσχυσαν τὸ πᾶν, συγχωρεῖ αὐτοὺς ὁ Θεὸς ἐλαύνεσθαι.∆ ύο γὰρ ἐκ τούτου συνέβαινεν· οὔτε µέγα ἐφρόνουν ὡς αὐτοὶ καθελόντες, οὔτε πάλιν ἐφοβοῦντο ὡς ὑπεύθυνοι· οὕτως οἰκονοµίας ἦν καὶ τὸ καλεῖσθαι. Τῶν τε σεβοµένων Ἑλλήνων, φησὶ, πολὺ πλῆθος, καὶ τῶν Ἑλληνίδων γυναικῶν τῶν εὐσχηµόνων ἐπίστευσαν καὶ ἀνδρῶν οὐκ ὀλίγοι. Ἐκεῖνοι δὲ τοὐναντίον. Πῶς δὲ λέγων, Ἵνα ἡµεῖς εἰς τὰ ἔθνη, αὐτοὶ δὲ εἰς τὴν περιτοµὴν, διελέγετο τοῖς Ἰουδαίοις; Ἐκ περιουσίας τοῦτο ποιῶν. Ἐπεὶ εἰ Ἰουδαίοις διαλέγεσθαι ἐχρῆν, πῶς ἔλεγε πάλιν· Ὁ γὰρ ἐνεργήσας ἐκείνῳ εἰς τὴν περιτοµὴν, ἐνήργησε καὶ ἐµοὶ εἰς τὰ ἔθνη; Ὥσπερ ἐκεῖνοι καὶ ἔθνεσιν ὡµίλησαν, καίτοι γε εἰς τὴν περιτοµὴν ἀφωρισµένοι· οὕτω καὶ οὗτος. Τὸ µὲν οὖν πλέον ἐν αὐτοῖς· πλὴν οὐδὲ ἐκείνων ἠµέλησεν, ἵνα µὴ δόξωσι διεσχίσθαι.
37.2
Καὶ πῶς, φησὶ, προηγουµένως εἰς τὰς συναγωγὰς εἰσῄει; Ἀλλ' Ἕλληνας ἔπειθε διὰ τῶν Ἰουδαίων, ἐξὧν Ἰουδαίοις διελέγετο. Ἤδει δὲ, ὅτι τοῦτο µάλιστα ἔθνεσιν ἦν πρὸς πίστιν προσαγωγόν.∆ ιὰ τοῦτο ἔλεγεν, Ἐφ' ὅσον εἰµὶ ἐγὼ ἐθνῶν ἀπόστολος. Καὶ αἱ ἐπιστολαὶ δὲ αὐτοῦ πρὸς Ἰουδαίους πᾶσαί εἰσιν ἀποµαχόµεναι. Ὅτι τὸν Χριστὸν, φησὶν, ἔδει παθεῖν. Εἰ παθεῖν ἔδει, πάντως καὶ ἀναστῆναι· πολλῷ γὰρ ἐκείνου θαυµασιώτερον τοῦτο. Εἰ γὰρ τὸν οὐδὲν ἠδικηκότα εἰς θάνατον ἐξέδωκε, πολλῷ µᾶλλον ἀνέστησεν αὐτόν. Προσλαβόµενοι δέ τινας τῶν ἀγοραίων οἱ ἀπειθοῦντες Ἰουδαῖοι, ἐθορύβουν τὴν πόλιν, φησίν. Ὥστε πλείους ἦσαν οἱ Ἕλληνες. Καὶ προσλαµβάνουσί τινας, ἐπειδὴ οὐκ ἐνόµισαν ἑαυτοὺς ἀρκεῖν πρὸς τὴν στάσιν οἱ Ἰουδαῖοι, καὶ ἐπειδὴ οὐκ εἶχον αἰτίαν εὔλογον. Θορύβῳ ἀεὶ τὰ τοιαῦτα ἀνύουσι, καὶ προσλήψει ἀνδρῶν πονηρῶν. Μὴ εὑρόντες δὲ αὐτοὺς, φησὶν, ἔσυραν τὸν Ἰάσονα. Ὢ τῆς τυραννίδος! ἀπὸ τῶν οἰκιῶν εἷλκον αὐτοὺς ἁπλῶς. Οὗτοι πάντες ἀπέναντι τῶν τοῦ Καίσαρος δογµάτων πράσσουσι, βασιλέα, φησὶ, λέγοντες ἕτερον εἶναι Ἰησοῦν. Ἐπειδὴ οὐδὲν ἐναντίον ἔλεγον τοῖς δεδογµένοις, οὐδὲ παρεκίνουν τὴν πόλιν, ἐφ' ἕτερον ἔγκληµα αὐτοὺς ἄγουσι, καὶ εἰς καθοσίωσιν διαβάλλουσι. Καὶ τί φοβεῖσθε, εἴ γε τέθνηκεν; Ὅρα τοὺς διωγµοὺς πανταχοῦ τὸ κήρυγµα ἐκτείνοντας. Οὗτοι µὲν οὖν, φησὶν, εὐγενέστεροι ἦσαν τῶν ἐν Θεσσαλονίκῃ· τουτέστιν, οὐδὲν πονηρὸν πράττοντες· ἀλλ' οἱ µὲν ἐπείσθησαν, οὗτοι δὲ καὶ τὸ ἐναντίον ποιοῦσι θορυβοῦντες αὐτούς. Πολλοὶ µὲν οὖν ἐξ αὐτῶν ἐπίστευσαν καὶ τῶν Ἑλληνίδων, φησὶ, γυναικῶν. Πάλιν ἐνταῦθα πιστεύουσιν Ἕλληνες. Σὺ δέ µοι θέα, ὅτι οἰκονοµικῶς ἔφυγον οὐ δειλιῶντες· ἦ γὰρ ἂν ἐπαύσαντο κηρύττοντες, καὶ οὐχὶ µᾶλλον παρώξυναν. Ἀλλ' ἐκ τούτου δύο ἐγένετο· καὶ ἐκείνων ὁ θυµὸς ἐσβέννυτο, καὶ τὸ κήρυγµα ἐπεδίδου. Ἀξίως δὲ τῆς ἀταξίας αὐτῶν εἶπεν· ὅτι ἦλθον κἀκεῖ σαλεύοντες τοὺς ὄχλους, τὴν ἀκάθεκτον µανίαν αὐτῶν αἰνιττόµενος. Εὐθέως δὲ ἐξαπέστειλαν τὸν Παῦλον οἱ ἀδελφοὶ πορεύεσθαι, φησὶν, ὡς ἐπὶ τὴν θάλασσαν. Ἐνταῦθα λοιπὸν τὸν Παῦλον πέµπουσι µόνον· περὶ γὰρ αὐτοῦ ἐδεδοίκεισαν, µή τι πάθῃ, τὸ κεφάλαιον αὐτῶν αὐτὸ ὄν· οὕτως οὐ πανταχοῦ ἡ χάρις ἐνήργει, ἀλλ' εἴα αὐτοὺς καὶ ἀνθρώπινα ποιεῖν, διανιστῶσα αὐτοὺς καὶ διυπνίζουσα, καὶ εἰς µέριµναν ἐµβάλλουσα. Ὅρα γοῦν, ἕως Φιλίππων ἔσωσε µόνον, ἐντεῦθεν δὲ οὐκ ἔτι. Καὶ λαβόντες ἐντολὴν, φησὶ, πρὸς τὸν Σίλαν καὶ τὸν Τιµόθεον, ἵνα ὡς τάχιστα ἔλθωσι πρὸς αὐτὸν, ἐξῄεσαν. Καὶ τοῦτο εἰκότως. Εἰ γὰρ καὶ Παῦλος ἦν, ὅµως ἐδεῖτο ἐκείνων. Ἄρα καλῶς ἠπείγοντο εἰς Μακεδονίαν ὑπὸ τοῦ Θεοῦ· λαµπρὰ γὰρ ἦν καὶ ἡ Ἑλλὰς λοιπόν· ἐπεὶ καὶ ἄλλα περιττὰ ἐποίει. Ὁ Χριστὸς διέταξεν ἐκ τοῦ εὐαγγελίου ζῇν, οὗτος δὲ αὐτὸ οὐκ ἐποίει· ὁ Χριστὸς οὐκ ἀπέστειλεν αὐτὸν βαπτίζειν, οὗτος δὲ ἐβάπτιζεν. Ὅρα πῶς ἀντίῤῥοπος πάντων ἦν Πέτρος εἰς τὴν περιτοµὴν, οὗτος εἰς τὰ ἔθνη, εἰς τὸ πλέον µέρος. Καὶ λαβόντες τὸ ἱκανὸν, φησὶ, παρὰ τοῦ Ἰάσονος, ἀπέλυσαν αὐτούς. Ὅρα πῶς ἱκανὰ δοὺς Ἰάσων ἐξέπεµψε Παῦλον, ὥστε τὴν ψυχὴν αὐτοῦ ἔδωκεν ὑπὲρ αὐτοῦ. Οὗτοι, φησὶν, ἦσαν εὐγενέστεροι τῶν ἐν Θεσσαλονίκῃ· τουτέστι, κατὰ τὴν ἀρετὴν ὄντες τοῦτο καὶ τὴν πρὸς τὸν Θεὸν πίστιν. Οἵτινες ἐδέξαντο τὸν λόγον µετὰ πάσης προθυµίας, φησὶ, τὸ καθ' ἡµέραν ἀνακρίνοντες τὰς Γραφὰς, εἰ ἔχοι ταῦτα οὕτως. Οὐχ ἁπλῶς ῥύµῃ οὐδὲ ζήλῳ. Καίτοι µείζων ἡ πόλις ἦν, ἀγοραῖοι ἄνθρωποι ἦσαν ἐν αὐτῇ· θαυµαστὸν δὲ οὐδὲν καὶ εἰ ἐν µείζονι χείρους εἰσί. Μάλιστα µὲν οὖν εἰς τὴν µείζονα χείρους εἶναι εἰκὸς, ἔνθα πολλαὶ τῶν ταραχῶν αἱ ἀφορµαί. Καθάπερ γὰρ ἐν σώµατι, ὅταν ἡ νόσος χαλεπωτέρα ᾖ, πλείονα ἔχει τὴν ὕλην καὶ τὴν τροφήν· οὕτω δὴ καὶ ἐνταῦθα, ὅπερ ἐν Ἰκονίῳ γέγονε, καὶ νῦν γίνεται. Καὶ ἐξέρχεται ὁ Παῦλος, ἵνα καὶ τῆς ἑτέρων ἀπωλείας δίκην δῶσι.∆ ιὰ τοῦτο καὶ Παῦλος ἔλεγε· Κωλυόντων ἡµᾶς τοῖς ἔθνεσι λαλεῖν. Καὶ διὰ τί µὴ ἐνέµειναν, φησὶν, ἐνταῦθα; διὰ τί µὴ σηµεῖα ἐποίησαν; Εἰ γὰρ ἐκεῖ, ἔνθα ἐλιθάζετο, ἔµενεν ἱκανὸν χρόνον, πολλῷ µᾶλλον ἐνταῦθα.∆ ιὰ τί; Οὐκ ἀεὶ ἐβούλετο τούτους σηµεῖα ποιεῖν Θεός· τοῦ γὰρ σηµεῖα ποιεῖν οὐχ ἧττον σηµεῖον τὸ διωκοµένους περιγενέσθαι χωρὶς σηµείων. Ὥστε καθάπερ νῦν χωρὶς σηµείων κρατεῖ, οὕτω καὶ τότε πολλαχοῦ ἐβούλετο κρατεῖν. Οὐ τοίνυν οὐδὲ οἱ ἀπόστολοι ἐπέτρεχον τοῖς σηµείοις, ὅπερ οὖν καὶ αὐτός φησιν· Ἡµεῖς δὲ κηρύσσοµεν Χριστὸν ἐσταυρωµένον. Τοῖς σηµεῖα ζητοῦσι, τοῖς σοφίαν, ταῦτα διδόαµεν, ἃ µηδὲ µετὰ σηµείων δύναται πεῖσαι, καὶ πείθοµεν. Ὥστε µέγα τοῦτο σηµεῖον ἦν. Ὅρα γοῦν ἐπιταθέντος τοῦ κηρύγµατος, πῶς ταχέως ἐπιτρέχουσι τοῖς σηµείοις. Ἔδει γὰρ λοιπὸν διὰ τοὺς πιστεύσαντας µείζονα εἶναι σηµεῖα τῶν λοιπῶν· διὸ καὶ γίνονται· ἀλλὰ τῷ ὑποχωρεῖν καὶ ἐπιέναι ταῦτα ἐποίουν. Ἐξαπέστειλαν αὐτὸν, φησὶν, ὡς ἐπὶ τὴν θάλασσαν. Τί δήποτε; Ὥστε µὴ γενέσθαι αὐτοῖς εὔκολον τὴν κατάληψιν. Οὕτω γὰρ καθ' ἑαυτοὺς µέγα τι ἔπραξαν ἂν, καὶ µετ' ἐκείνου πολλὰ ἤνυσαν καὶ κατώρθωσαν. Τέως ἐκεῖνον ἐξαρπάσαι ἐβούλοντο.
37.3
Ὅρα πόσῃ καὶ οἱ λοιποὶ µαθηταὶ περὶ τοὺς κορυφαίους ἐχρῶντο τῇ σπουδῇ· ἀλλ' οὐχ ὥσπερ νῦν κεχωρίσµεθα, διῃρήµεθα µεγάλοι καὶ µικροί· οἱ µὲν ἐπαιρόµεθα, οἱ δὲ φθονοῦµεν· διὰ τοῦτο κἀκεῖνοι φθονοῦσιν, ὅτι ἡµεῖς τετυφώµεθα, οὐκ ἀνεχόµεθα ἰσηγορεῖσθαιµετ' αὐτῶν.∆ ιὰ τοῦτο ἐν τῷ σώµατι ἡ συµφωνία ἐστὶν, ἐπειδὴ οὐκ ἔστι φυσίωσις· οὐκ ἔστι δὲ φυσίωσις, ἐπειδὴ εἰς ἀνάγκην τοῦ χρείαν ἀλλήλων ἔχειν τὰ µέλη καθέστηκε· καὶ ἡ κεφαλὴ τῶν ποδῶν δεῖται, καὶ οἱ πόδες τῆς κεφαλῆς. Καὶ ἡµῖν τοῦτο ἐποίησεν ὁ Θεὸς, καὶ οὐδὲ οὕτως ἀνεχόµεθα· ἔδει µὲν γὰρ καὶ χωρὶς τούτου ἀγάπην εἶναι. Ἢ οὐκ ἀκούετε αὐτῶν τῶν ἔξω διαβαλλόντων ἡµᾶς, ὅταν λέγωσιν· αἱ χρεῖαι φιλίαι; Οἱ λαϊκοὶ δέονται ἡµῶν· ἡµεῖς δὲ πάλιν δι' αὐτούς ἐσµεν. Οὕτω καὶ διδάσκαλος καὶ ἄρχων οὐκ ἂν εἴη, µὴ τῶν διδασκοµένων ὄντων καὶ τῶν ἀρχοµένων, οὐδ' ἂν ἐπιδείξαιτο τὰ αὐτοῦ· οὐ γὰρ ἂν δύναιτο. Καθάπερ ἡ γῆ τοῦ γεωργοῦ, καὶ ὁ γεωργὸς δεῖται τῆς γῆς· οὕτω καὶ ἐνταῦθα. Ποῖον γὰρ ἔχει µισθὸν διδάσκαλος, οὐκ ἔχων ἐπιδεῖξαι τοὺς διδαχθέντας; ποῖον δὲ οἱ διδασκόµενοι, µὴ ἀπολαύσαντες διδασκαλίας ἀρίστης; Ὥστε ὁµοίως ἀλλήλων χρῄζοµεν πάλιν, καὶ ἄρχοντες ἀρχοµένων, καὶ ἡγούµενος ὑπηκόων· ἄρχοντες µὲν γὰρ πολλῶν ἕνεκεν. Οὐδεὶς γὰρ ἀρκεῖ καθ' ἑαυτόν τι πρᾶξαι, ἄν τε χειροτονῆσαι δέῃ, ἄν τε βουλὰς σκέψασθαι καὶ γνώµας, ἀλλὰ τιµιώτεροι γίνονται ἀπὸ τῆς συνόδου καὶτοῦ πλήθους. Οἷον, οἱ πένητες τῶν διδόντων χρῄζουσιν, οἱ διδόντες τῶν λαµβανόντων πάλιν. Ἀλλήλους, φησὶ, κατανοοῦντες εἰς παροξυσµὸν ἀγάπης, καὶ καλῶν ἔργων.∆ ιὰ τοῦτο µείζονα δύναται τὸ κοινὸν τῆς Ἐκκλησίας, καὶ ἅπερ καθ' ἑαυτὸν οὐ δύναταί τις, µετὰ τῶν ἄλλων γινόµενος ἰσχύει.∆ ιὰ τοῦτο µάλιστα ἀναγκαῖαι αἱ εὐχαὶ ἐνταῦθα γίνονται ὑπὲρ τῆς οἰκουµένης, ὑπὲρ τῆς Ἐκκλησίας τῆς ἐπὶ περάτων, ὑπὲρ τῆς εἰρήνης, ὑπὲρ τῶνἐν συµφοραῖς. Καὶ τοῦτο ὁ Παῦλος δηλοῖ λέγων· Ἵνα τὸ εἰς ἡµᾶς χάρισµα ἐν πολλῷ προσώπῳ διὰ πολλῶν εὐχαριστηθῇ ὑπὲρ ἡµῶν· τουτέστιν, ἵνα πολλοῖς χαρίσηται. Καὶ πολλάκις αὐτῶν τὰς εὐχὰς ἐπιζητεῖ. Ὅρα καὶ ἐπὶ τῶν Νινευϊτῶν τί φησιν ὁ Θεός· Ἐγὼ δὲ οὐ φείσοµαι τῆς πόλεως, ἐν ᾖ κατοικοῦσι πλείους ἢ δώδεκα µυριάδες; Ὅπου δύο ἢ τρεῖς εἰσι συνηγµένοι, φησὶν, εἰς τὸ ἐµὸν ὄνοµα, ἐκεῖ εἰµι ἐν µέσῳ αὐτῶν. Εἰ δὲ δύο µέγα ἰσχύουσι, πόσῳ µᾶλλον πλείους; Εἰ δὲ καὶ εἷς ὢν ἰσχύσεις, ἀλλ' οὐχ ὁµοίως.∆ ιὰ τί δὲ καὶ εἷς εἶ; διὰ τί οὐκ ἐργάζῃ πολλούς; διὰ τί µὴ γίνῃ δηµιουργὸς ἀγάπης; διὰ τί µὴ κατασκευάζεις φιλίαν; Τὸ µέγιστον τῆς ἀρετῆς ἐγκώµιον οὐκ ἔχεις. Ὥσπερ γὰρ τὸ ἐκ συνθήκης εἶναι κακοὺς, µᾶλλον παροξύνει τὸν Θεόν· οὕτω καὶ τὸ ἐν ὁµονοίᾳ εἶναι ἀγαθοὺς, µᾶλλον εὐφραίνει. Οὐκ ἔσῃ, φησὶ, µετὰ πολλῶν ἐπὶ κακίᾳ. Πάντες ἐξέκλιναν, ἅµα ἠχρειώθησαν, καὶ ἐγένοντο ὡς ᾄδοντες ἐν ταῖς κακίαις αὐτῶν. Κατασκεύασόν σοι φίλους πρὸ τῶν οἰκείων, πρὸ τῶν ἄλλων ἁπάντων. Εἰ ὁ εἰρηνοποιὸς, υἱὸς Θεοῦ· ὁ καὶ φίλους κατασκευάζων, πόσῳ µᾶλλον; εἰ ὁ καταλλάττων µόνον, υἱὸς Θεοῦ καλεῖται· ὁ τοὺς καταλλαττοµένους φίλους ποιῶν, τίνος οὐκ ἔσται ἄξιος; Ταύτην ποιώµεθα τὴν ἐµπορίαν, φίλους ποιῶµεν ἀλλήλοις τοὺς ἐχθροὺς, καὶ τοὺς οὐκ ἐχθροὺς µὲν, οὐ φίλους δὲ, καὶ τούτους συναγάγωµεν, καὶ πρὸπάντων ἡµᾶς αὐτούς. Καθάπερ γὰρ ὁ ἐν τῇ οἰκίᾳ ἔχθραν ἔχων, καὶ πρὸς τὴν γυναῖκα τὴν ἑαυτοῦ διεστηκὼς, οὐκ ἔστιν ἀξιόπιστος ἑτέρους καταλλάττων, ἀλλ' ἀκούσεται· Ἰατρὲ, Θεράπευσον σεαυτόν· οὕτω δὴ καὶ ἐνταῦθα ἀκούσεται. Τίς οὖν ἐστιν ἡµῖν ἡ ἔχθρα; Ἡ τῆς ψυχῆς πρὸς τὸ σῶµα, ἡ τῆς κακίας πρὸς τὴν ἀρετήν. Ταύτην καταλύσωµεν, τοῦτον ἀνέλωµεν τὸν πόλεµον, καὶ τότε µετ' εἰρήνης καὶ τοῖς ἄλλοις διαλεξόµεθα µετὰ πολλῆς τῆς παῤῥησίας, οὐκατηγοροῦντος ἡµῶν τοῦ συνειδότος. Μάχεται θυµὸς ἐπιεικείᾳ, µάχεται χρηµάτων ἔρως ὑπεροψίᾳ χρηµάτων, µάχεται βασκανία χρηστότητι. Τοῦτον λύσωµεν τὸν πόλεµον, τούτους κατενέγκωµεν τοὺς ἐχθροὺς, ταῦτα στήσωµεν τὰ τρόπαια, ἐν τῇ πόλει τῇ ἡµετέρᾳ κατασκευάσωµεν εἰρήνην. Πόλις γὰρ ἡµῖν ἐστι καὶ πολιτεία, καὶ πολῖται καὶ ξένοι πολλοί· ἀλλὰ ξενηλασίαν ποιήσωµεν, ὥστε µὴ τοὺς οἰκείους φθείρεσθαι. Μηδὲν ἀλλότριον µηδὲ νόθον ἐπεισίτω δόγµα, µηδὲν φρόνηµα σαρκικόν. Οὐχ ὁρῶµεν, ὅτι τῶν πολεµίων τις ἐν ταῖς πόλεσιν ἂν ἁλῷ, ὡς κατάσκοπος κρίνεται; Οὐκοῦν ξενηλασίαν ποιώµεθα· µᾶλλον δὲ µὴ ξενηλασίαν µόνον, ἀλλὰ καὶ τοὺς πολεµίους ἀπελαύνωµεν. Ἂν ἴδωµέν τινα, παραδῶµεν τῷ ἄρχοντι τῷ νῷ, τὸν λογισµὸν ἐκεῖνον, τὸν βεβαρβαρωµένον µὲν, κατεσκευασµένον δὲ ἐσθῆτι πολιτικῇ. Πολλοὶ παρ' ἡµῖν λογισµοὶ τοιοῦτοι, φύσει µὲν ἐχθροὶ, περιβεβληµένοι δὲ δορὰν προβάτων. Καθάπερ οἱ Πέρσαι τὴν τιάραν περιελόντες καὶ τὰς ἀναξυρίδας καὶ τὰ ὑποδήµατα τὰ βαρβαρικὰ, τὴν ἄλλην στολὴν τὴν ἡµῖν ἐπιχώριον ὑπελθόντες, καὶ κειράµενοι ἐν χρῷ, καὶ τῇ συνήθει γλώττῃ διαλεγόµενοι, κρύπτουσι τῷ σχήµατι τὸν πόλεµον· ἂν δὲ βασάνους εὐθέως προσαγάγῃς, τὸ κρυπτόµενον ἔδειξας· οὕτω καὶ ἐνταῦθα, βασάνισον µυριάκις τὸν τοιοῦτον λογισµὸν, καὶ ταχέως ὄψει τὸ βαρβαρικὸν φρόνηµα. Ἵνα δὲ καὶ ἐπὶ ὑποδείγµατος ὑµῖν δείξω τοὺς τοιούτους κατασκόπους, οὓς προκαθίησιν ὁ διάβολος ἰδεῖν τὰ ἐν ἡµῖν, φέρε ἕνα ἀποδύσωµεν, καὶ ἐπὶτοῦ δικαστηρίου ἐξετάσωµεν µετὰ ἀκριβείας· καὶ εἰ βούλεσθε, τῶν ὑπὸ Παύλου φωραθέντων τινὰς παραγάγωµεν. Ἅτινά ἐστι, φησὶ, λόγον µὲν ἔχοντα σοφίας ἐν ἐθελοθρησκείᾳ καὶ ταπεινοφροσύνῃ καὶ ἀφειδείᾳ σώµατος, οὐκ ἐν τιµῇ τινι πρὸς πλησµονὴν τῆς σαρκός. Οἷον, ἐβούλετο Ἰουδαϊσµὸν εἰσαγαγεῖν ὁ διάβολος· εἰ µὲν οὖν αὐτόθεν αὐτὸν εἰσήγαγεν, οὐκ ἂν ἔπεισεν. Ὅρα τοίνυν πῶς αὐτὸν κατεσκεύασε.∆ εῖ τοῦ σώµατος ἀφειδεῖν, φησί. Φιλοσοφία τοῦτό ἐστι, τὸ µὴ προσίεσθαι βρῶµα, ἀλλὰ παρατηρεῖν· ταπεινοφροσύνη τοῦτό ἐστι. Καὶ νῦν δὲ πάλιν ἐπὶ τῶν αἱρετικῶν ἐβούλετο ἡµᾶς εἰς τὴν κτίσιν καταγαγεῖν. Ὅρα γοῦν πῶς κατεσκεύασε τὸν δόλον· Εἰ εἶπεν, ὅτι Κτίσιν προσκύνει, ἑάλω ἄν· ἀλλὰ τί; Ὁ Θεὸς, φησὶ, κτιστός ἐστιν. Ἀλλὰ ἀποδύσωµεν παρὰ τῇ ψήφῳ τῶν δικαζόντων τὸν νοῦν τῶν Γραφῶν τῶν ἀποστολικῶν· ἐκεῖ αὐτὸν ἀγάγωµεν· αὐτοὶ ἐπιγνώσονται καὶ τὸ κήρυγµα καὶ τὴν λαλιάν. Πολλοὶ κέρδη κερδαίνουσιν, ἵνα ἔχωσι διδόναι πένησι, κέρδη ἄδικα· καὶ οὗτος χαλεπὸς ὁ λογισµός. Ἀλλ' ἀποσκευασώµεθα αὐτὸν, ἐλέγξωµεν, ἵνα µὴ ἁλῶµεν, ἀλλὰ πάσας διαφυγόντες τὰς µηχανὰς τοῦ διαβόλου δυνηθῶµεν µετὰ ἀκριβείας τὰ ὑγιῆδόγµατα κατέχοντες, µετὰ ἀσφαλείας καὶ τὸν παρόντα βίον διανύσαι, καὶ τῶν ἐπηγγελµένων ἀγαθῶν τυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶνἸησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Intertext edge

Open linked passage

Note