Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In Acta apostolorum
John ChrysostomHom. Act. 39 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
39.0
Ἀκούσαντες δὲ ἀνάστασιν νεκρῶν, οἱ µὲν ἐχλεύα ζον, οἱ δὲ εἶπον· Ἀκουσόµεθά σου πάλιν περὶ τούτου. Καὶ οὕτως ὁ Παῦλος ἐξῆλθεν ἐκ µέσου αὐτῶν.
39.1
Τί δήποτε πείσαντος οὕτως αὐτοῦ ὡς καὶ εἰπεῖν Ἀθηναίους, Ἀκουσόµεθά σου πάλιν περὶ τούτου, καὶ κινδύνων οὐκ ὄντων, ἐπείγεται τὰς Ἀθήνας ἀφεῖναιὁ Παῦλος; Ἴσως ᾔδει οὐ µέγα ὀνήσων· ἄλλως τε καὶ ὑπὸ τοῦ Πνεύµατος εἰς Κόρινθον ἤγετο. Τινὲς δὲ ἄνδρες κολληθέντες αὐτῷ, ἐπίστευσαν, ἐν οἷς καὶ∆ ιονύσιος ὁ Ἀρεοπαγίτης, καὶ γυνὴ ὀνόµατι∆ άµαρις, καὶ ἕτεροι σὺν αὐτοῖς. Μετὰ δὲ ταῦτα χωρισθεὶς ὁ Παῦλος ἐκ τῶν Ἀθηνῶν, ἦλθεν εἰς Κόρινθον. Καὶ εὑρών τινα Ἰουδαῖον ὀνόµατι Ἀκύλαν, Ποντικὸν τῷ γένει, προσφάτως ἐληλυθότα ἀπὸ τῆς Ἰταλίας, καὶ Πρίσκιλλαν γυναῖκα αὐτοῦ( διὰ τὸδιατεταχέναι Κλαύδιον χωρίζεσθαι πάντας τοὺς Ἰουδαίους ἐκ τῆς Ῥώµης), προσῆλθεν αὐτοῖς· καὶ διὰ τὸ ὁµότεχνον εἶναι, ἔµεινε παρ' αὐτοῖς, καὶ εἰργάζετο· ἦσαν γὰρ σκηνοποιοὶ τῇ τέχνῃ. Εἰκότως εἰς Κόρινθον, ὡς ἔφην, ὑπὸ τοῦ Πνεύµατος ἤγετο, ἐν ᾗ µένειν ἔδει. Οἱ γὰρ Ἀθηναῖοι, καίτοι ξένης ὄντες ἀκροάσεως ἐρασταὶ, ὅµως οὐ προσεῖχον· οὐ γὰρ τοῦτο ἐσπούδαζον, ἀλλ' ὥστε ἀεί τι ἔχειν εἰπεῖν· ὅπερ αὐτοὺς καὶ ἀποσχέσθαι ἐποίησεν. Εἰ δὲ τοῦτο ἦν αὐτοῖς ἔθος, πῶς ἐγκαλοῦσιν, ὅτι Ξένων δαιµονίων δοκεῖ καταγγελεὺς εἶναι; Ἀλλὰ ταῦτα σφόδρα ἦν ἄπορα. Ἀλλ' ὅµως ἔπεισε τὸν∆ ιονύσιον τὸν Ἀρεοπαγίτην καὶ ἑτέρους τινάς. Οἱ µὲν γὰρ ἐπιµελούµενοι βίου, ταχέως ἐδέξαντο τὸν λόγον, οἱ δὲ λοιποὶ οὐκ ἔτι. Ἱκανῶς οὖν ἔχειν ἔδοξε τῷ Παύλῳ τὸ καταβαλεῖν τέως τὰ σπέρµατα· τὸ γὰρ πλέον αὐτοῦ τῆς ζωῆς ἐνταῦθα προκεχωρήκει. Ἐπὶ µὲν γὰρ Νέρωνος ἐτελειώθη, ἀπὸ δὲ Κλαυδίου ἀνεῤῥιπίζετο λοιπὸν ὁ πρὸς Ἰουδαίους πόλεµος, µακρόθεν µὲν, οὐκ ἀπεικὸς δὲ, ὥστε κἂνοὕτω σωφρονῆσαι, καὶ ἀπὸ Ῥώµης ὡς λυµεῶνες ἐλαύνοντο.∆ ιὰ τοῦτο οἰκονοµεῖται τοῦτον ὡς δέσµιον ἀπαχθῆναι ἐκεῖ, ἵνα µὴ ὡς Ἰουδαῖος ἀπελαύνηται, ἀλλ' ὡς ὑπὸ τῇ τάξει πράττων καὶ φυλάττηται ἐκεῖ. Καὶ ἔµεινε, φησὶ, παρ' αὐτοῖς. Βαβαὶ, ποῖον δικαίωµα τοῦ συνοικῆσαι εὗρεν! Ἐπειδὴ γὰρ ἐνταῦθα µάλιστα ἔδει αὐτὸν µὴ λαβεῖν, καθώς φησιν, Ἵνα ἐν ᾧ καυχῶνται εὑρεθῶσι καθὼςκαὶ ἡµεῖς, οἰκονοµεῖται αὐτὸν µένειν ἐκεῖ.∆ ιελέγετο δὲ ἐν τῇ συναγωγῇ κατὰ πᾶν σάββατον, ἔπειθέ τε Ἰουδαίους καὶ Ἕλληνας. Ὡς δὲ κατῆλθονἀπὸ τῆς Μακεδονίας ὅ τε Σίλας καὶ ὁ Τιµόθεος, συνείχετο τῷ Πνεύµατι ὁ Παῦλος διαµαρτυρόµενος τοῖς Ἰουδαίοις τὸν Χριστὸν Ἰησοῦν. Τουτέστιν, ἐπηρέαζον αὐτῷ, ἐφίσταντο αὐτῷ. Ἀλλ' οἱ µὲν οὕτω· τί δὲ ὁ Παῦλος; Ἀφίσταται αὐτῶν, καὶ µετὰ πολλοῦ τοῦ φόβου. Οὐκ ἔτι γὰρ ὑµῖν, φησὶν, ἦν ἀναγκαῖον λαληθῆναι τὸν λόγον· ἀλλὰ καὶ αἰνίττεται αὐτούς. Ἀντιτασσοµένων δὲ αὐτῶν καὶ βλασφηµούντων, ἐκτιναξάµενος τὰ ἱµάτια, εἶπε πρὸς αὐτούς· Τὸ αἷµα ὑµῶν ἐπὶ τὴν κεφαλὴν ὑµῶν. Καθαρὸς ἐγὼ, ἀπὸ τοῦ νῦν εἰς τὰ ἔθνη πορεύσοµαι. Καὶ µεταβὰς ἐκεῖθεν ἦλθεν εἰς οἰκίαν τινὸς ὀνόµατι Ἰούστου σεβοµένου τὸν Θεὸν, οὗ ἡ οἰκία ἦν συνοµοροῦσα τῇ συναγωγῇ. Κρίσπος δὲ ὁ ἀρχισυνάγωγος ἐπίστευσε τῷ Κυρίῳ σὺν ὅλῳ τῷ οἴκῳ αὐτοῦ· καὶ πολλοὶ τῶν Κορινθίων ἀκούοντες, ἐπίστευον καὶ ἐβαπτίζοντο. Ὅρα πῶς πάλιν εἰπὼν, Ἀπὸ τοῦ νῦν, οὐδὲ οὕτως αὐτῶν ἀµελεῖ· ὥστε τοῦ διεγεῖραι ἕνεκεν εἶπε τοῦτο. Καὶ λοιπὸν ἦλθε πρὸς Ἰοῦστον, οὗ ἦν ἡ οἰκία ὁµοροῦσα τῇ συναγωγῇ. Ἐγειτνίαζεν ὥστε καὶ ζῆλον ἔχειν ἀπὸ τῆς γειτνιάσεως, εἴπερ ἤθελον. Κρίσπος δὲ, φησὶν, ὁ ἀρχισυνάγωγος ἐπίστευσε τῷ Κυρίῳ σὺν ὅλῳ τῷ οἴκῳ αὐτοῦ. Καὶ τοῦτο µάλιστα ἱκανὸν πρὸς τὸ ἐπαγαγέσθαι. Εἶπε δὲ ὁ Κύριος δι' ὁράµατος ἐν νυκτὶ τῷ Παύλῳ· Μὴ φοβοῦ, ἀλλὰ λάλει, καὶ µὴ σιωπήσῃς, διότι ἐγώ εἰµι µετὰ σοῦ, καὶ οὐδεὶς ἐπιθήσεταί σοι τοῦ κακῶσαί σε, διότι λαὸς ἔστι µοι πολὺς ἐν τῇ πόλει ταύτῃ. Ὅρα διὰ πόσων αὐτὸν πείθει, καὶ πῶς ὃ µάλιστα αὐτὸν ᾕρει, τοῦτο ὕστερον αὐτῷ λέγει· Ὅτι λαὸς ἔστι µοι πολὺς ἐν τῇ πόλει ταύτῃ. Πῶς οὖν συνεπέθεντο αὐτῷ, εἴποι τις ἄν; Καὶ µὴν οὐδὲν ἴσχυσαν, ἀλλ' ἤγαγον αὐτὸν µόνον πρὸς τὸν ἀνθύπατον. Ἐκάθισέ τε ἐνιαυτὸν καὶ µῆνας ἓξ, διδάσκων ἐν αὐτοῖς τὸν λόγον τοῦ Θεοῦ. Γαλλίωνος δὲ ἀνθυπατεύοντος τῆς Ἀχαΐας, κατεπέστησαν ὁµοθυµαδὸν οἱ Ἰουδαῖοι τῷ Παύλῳ, καὶ ἤγαγον αὐτὸν ἐπὶ τὸ βῆµα, λέγοντες, ὅτι Παρὰ τὸννόµον οὗτος ἀναπείθει τοὺς ἀνθρώπους σέβεσθαι τὸν Θεόν. Ὁρᾷς διὰ τί ἐκεῖνοι ἀεὶ δηµοσίᾳ ἔπλεκον κατηγορήµατα; Ὅρα γοῦν ἐνταῦθα εἰπόντων τούτων, ὅτι παρὰ τὸν νόµον ἀναπείθει τοὺς ἀνθρώπους σέβεσθαι τὸν Θεὸν, οὐδὲν τούτων ἐµέλησε τῷ ἀνθυπάτῳ, ἀλλ' ὑπὲρ Παύλου µᾶλλον ἀπολογεῖται. Καὶ ἄκουε πῶς ἀποκρίνεται· Εἰ µὲν ἦν τῶν τῆς πόλεως ἁπτόµενον ἀδίκηµά τι ἢ ῥᾳδιούργηµα πονηρὸν, ὦ Ἰουδαῖοι, κατὰ λόγον ἂν ἠνεσχόµην ὑµῶν. Ἐπιεικής τις ἄνθρωπος οὗτος εἶναί µοι δοκεῖ· καὶ δῆλον ἐξ ὧν ἀποκρίνεται συνετῶς. Μέλλοντος δὲ τοῦ Παύλου, φησὶν, ἀνοίγειν τὸ στόµα, εἶπεν ὁ Γαλλίων πρὸς τοὺς Ἰουδαίους· εἰ µὲν ἦν ἀδίκηµά τι ἢ ῥᾳδιούργηµα πονηρὸν, ὦ Ἰουδαῖοι, κατὰ λόγον ἂν ἠνεσχόµην ὑµῶν· εἰ δὲ ζήτηµά ἐστι περὶ λόγου καὶ ὀνοµάτων καὶ νόµου τοῦ καθ' ὑµᾶς, ὄψεσθε αὐτοί· κριτὴς γὰρ ἐγὼ τούτων οὐ βούλοµαι εἶναι. Καὶ ἀπήλασεν αὐτοὺς ἀπὸ τοῦ βήµατος. Ἐπιλαβόµενοι δὲ πάντες οἱ Ἕλληνες Σωσθένην τὸν ἀρχισυνάγωγον ἔτυπτον ἔµπροσθεν τοῦ βήµατος, καὶ οὐδὲν τούτων τῷ Γαλλίωνι ἔµελε. Καὶ ἐντεῦθεν πάλιν τὸ ἐπιεικὲς τοῦ ἀνδρὸς δείκνυται. Τυπτοµένου γὰρ αὐτοῦ, οὐχ ἡγήσατο ἰδίαν ὕβριν εἶναι· οὕτως ἦσαν ἰταµοὶ οἱ Ἰουδαῖοι.
39.2
Ἴδωµεν δὲ ἄνωθεν τὰ ἀνεγνωσµένα. Ἀκούσαντες δὲ ἀνάστασιν νεκρῶν, οἱ µὲν ἐχλεύαζον, οἱ δὲ εἶπον· Ἀκουσόµεθά σου πάλιν. Πόσα µεγάλα καὶ ὑψηλὰ ἀκούσαντες, οὐδὲ προσεῖχον, ἀλλ' ἐχλεύαζον! Τὴν ἀνάστασιν δὲ ἐχλεύαζον· Ψυχικὸς γὰρ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύµατος. Καὶ οὕτω, φησὶν, ἐξῆλθεν ὁ Παῦλος ἐκ µέσου αὐτῶν. Οὕτω· πῶς; Τοὺς µὲν πείσας, ὑπὸ δὲ τῶν γελώµενος. Χωρισθεὶς δὲ ἀπὸ Ἀθηνῶν, φησὶν, ἦλθεν εἰς Κόρινθον. Καὶ εὑρών τινα Ἰουδαῖον ὀνόµατι Ἀκύλαν, Ποντικὸν τῷ γένει, προσφάτως ἐληλυθότα ἀπὸ τῆς Ἰταλίας, ἔµεινε παρ' αὐτοῖς καὶ εἰργάζετο. Ὅρα, πῶς ὁ νόµος ἄρχεται καταλύεσθαι λοιπόν. Κειράµενος γὰρ, Ἰουδαῖος ὢν, οὗτος ἐν Κεγχρεαῖς µετὰ ταῦτα, εἰς Συρίαν συναπέρχεται Παύλῳ. Ποντικὸς ὢν, οὐκ ἐν Ἱεροσολύµοις οὐδὲ πλησίον ἔσπευδεν ἐλθεῖν, ἀλλὰ µακροτέρω. Παρ' αὐτῷ γοῦν µένει, καὶ οὐκ αἰσχύνεται µένων, ἀλλὰ καὶ δι' αὐτὸ τοῦτο µένει, ὡς ἐπιτήδειον εὑρὼν καταγώγιον· πολλῷ γὰρ αὐτῷ τῶν βασιλείων ἐπιτηδειότερον ἦν. Καὶ µὴ γελάσῃς ἀκούων, ἀγαπητέ. Καθάπερ γὰρ ἀθλητῇ ἡ παλαίστρα τῶν ἁπαλῶν στρωµάτων µᾶλλον χρήσιµον· οὕτω καὶ τῷ πολεµιστῇ τὸ ξίφος τὸ σιδηροῦν, ἀλλ' οὐ τὸ χρυσοῦν. Καὶ εἰργάζετο κηρύττων. Αἰσχυνθῶµεν ἡµεῖς οἱ καὶ χωρὶς τοῦ κηρύττειν ἀργῶς ζῶντες.∆ ι ελέγετο δὲ ἐν τῇ συναγωγῇ, φησὶ, κατὰ πᾶν σάββατον, ἔπειθέ τε Ἰουδαίους τε καὶ Ἕλληνας. Ἀντιτασσοµένων δὲ αὐτῶν καὶ βλασφηµούντων, ἀπέστη. Ταύτῃ προσδοκῶν αὐτοὺς ἕλξειν µᾶλλον, ἀφίσταται.∆ ιὰ τί γὰρ ἀφεὶς ἐκείνην τὴν οἰκίαν, ἦλθε πλησίον τῆς συναγωγῆς; ἆρ' οὐχὶ διὰ τοῦτο; οὐδὲ γὰρ κίνδυνον ἑώρα ἐνταῦθα.∆ ιαµαρτυρόµενος αὐτοῖς, φησίν. Οὐκ ἔτι διδάσκει, ἀλλὰ διαµαρτύρεται. Ἀντιτασσοµένων δὲ αὐτῶν, φησὶ, καὶ βλασφηµούντων, ἐκτιναξάµενος τὰ ἱµάτια εἶπε· Τὸ αἷµα ὑµῶν ἐπὶ τὴν κεφαλὴν ὑµῶν. Τοῦτο ποιεῖ, ὥστε µὴ ῥήµατι µόνον, ἀλλὰ καὶ πράγµατι φοβῆσαι· καὶ σφοδρότερον διαλέγεται, ἅτε καὶ πολλοὺς πεπεικώς. Καθαρός εἰµι, φησὶν, ἐγώ· ἀπὸ τοῦ νῦν εἰς τὰ ἔθνη πορεύσοµαι. Ἄρα καὶ ἡµεῖς ὑπεύθυνοί ἐσµεν τοῦ αἵµατος τῶν ἡµῖν ἐγκεχειρισµένων, ἀµελοῦντες αὐτῶν. Ὥστε καὶ ὅταν λέγῃ, Τὸ λοιπὸν κόπους µοι µηδεὶς παρεχέτω, φοβῶν φησιν· οὐ γὰρ οὕτως αὐτοὺς ἐφόβει ἡ τιµωρία, ὡς ἔδακνε τοῦτο. Καὶ µεταβὰς ἐκεῖθεν, ἦλθεν εἰς οἰκίαν Ἰούστου. Μεταβαίνει βουλόµενος αὐτοὺς πεῖσαι, ὅτι πρὸς τὰ ἔθνη ἠπείγετο. Κρίσπος δὲ ὁ ἀρχισυνάγωγος, φησὶν, ἐπίστευσε τῷ Κυρίῳ σὺν ὅλῳ τῷ οἴκῳ αὐτοῦ. Ὅρα τοὺς πιστοὺς τότε µετὰ τῆς οἰκίας τοῦτο ποιοῦντας ὁλοκλήρου. Τούτου δὲ γενοµένου, εὐθέως καὶ ἕτεροι πολλοὶ πιστεύσαντες ἐβαπτίσθησαν. Τοῦτον Κρίσπον λέγει τὸν ἀρχισυνάγωγον, περὶ οὗ φησι γράφων· Οὐδένα ἄλλον ἐβάπτισα, εἰ µὴ Κρίσπον καὶ Γάϊον. Οἶµαι δὲ τοῦτον καὶ Σωσθένην λέγεσθαι, ὃς τοσοῦτον ἀνὴρ πιστὸς ἦν, ὥστε καὶ τύπτεσθαι καὶ παρεῖναι ἀεὶ τῷ Παύλῳ. Εἶπε δὲ, φησὶ, ὁ Κύριος δι' ὁράµατος τῷ Παύλῳ· Μὴ φοβοῦ, ἀλλὰ λάλει.∆ ιὰ τοῦτο πολὺν χρόνον µένει ἐκεῖ· ἔπειθε µὲν γὰρ αὐτὸν καὶ τὸ πλῆθος, ἡ δὲ οἰκείωσις τοῦ Χριστοῦ πλέον. Μείζων γὰρ ὁ κίνδυνος ἐγένετο λοιπὸν καὶ τῶν πλειόνων πιστευόντων καὶ τοῦ ἀρχισυναγώγου. Μὴ φοβοῦ, φησί. Τοῦτο ἱκανὸν αὐτὸν διαναστῆσαι, ὅτι ἠλέγχθη φοβούµενος ἢ οὐκ ἠλέγχθη µὲν, ἀλλ' ὥστε µηδὲ τοῦτο παθεῖν, παραθαῤῥύνεται. Οὐ γὰρ ἀεὶ αὐτοὺς πάσχειν εἴα κακῶς, ὥστε µὴ ἀσθενεστέρους γενέσθαι. Οὐδὲν γὰρ οὕτως ἐλύπει τὸν Παῦλον, ὡς οἱ ἀπειθοῦντες, ὡς οἱ ἀντιτασσόµενοι. Τοῦτο καὶ τῶν κινδύνων αὐτῷ χαλεπώτερον ἦν. Καὶ µὴ σιωπήσῃς, φησὶ, διότι λαὸς πολὺς ἔστι µοι ἐν τῇ πόλει ταύτῃ. Τάχα διὰ τοῦτο αὐτῷ καὶ φαίνεται ὁ Χριστός. Γαλλίωνος δὲ, φησὶν, ἀνθυπατεύοντος τῆς Ἀχαΐας, κατεπέστησαν ὁµοθυµαδὸν οἱ Ἰουδαῖοι τῷ Παύλῳ. Ὅρα, µετὰ τὸν ἐνιαυτὸν καὶ τοὺς ἓξ µῆνας ἐπιτίθενται, ὅτε οὐκ ἔτι ἴσχυον νόµοις χρῆσθαι ἰδίοις. Τοῦτο µάλιστα ἐπῆρε Κορινθίους, τὸ µάλιστα πεισθῆναι, ὅτι οὐδὲ καθίησιν ἑαυτὸν ὁ ἄρχων. Οὐ γὰρ ἦν ἴσον ἐξ ἀντιλογίας νικῆσαι, καὶ µαθεῖν ἐκείνους, ὅτι οὐδὲν µέλει αὐτῷ τὰ τοῦ πράγµατος. Καὶ σκόπει ἐκεῖνος πῶς ἦν συνετός. Οὐ γὰρ εἶπεν εὐθέως ἀποκρινόµενος· Οὐ µέλει µοι· ἀλλὰ τί; Εἰ µὲν ἦν τι ἀδίκηµα ἢ ῥᾳδιούργηµα πονηρὸν, ὦ Ἰουδαῖοι, κατὰ λόγον ἂν ἠνεσχόµην ὑµῶν· εἰ δὲ ζήτηµά ἐστι περὶ λόγου καὶ ὀνοµάτων, καὶ νόµου τοῦ καθ' ὑµᾶς, ὄψεσθε αὐτοί· κριτὴς γὰρ ἐγὼ τούτων οὐ βούλοµαι εἶναι. Ἀπετείχισεν αὐτοῖς τὸ δικαστήριον. Λαµπρὰ γέγονεν ἡ νίκη. Ἐπιλαβόµενοι δὲ Σωσθένην τὸν ἀρχισυνάγωγον, ἔτυπτον ἔµπροσθεν τοῦ βήµατος, καὶ οὐδὲν τούτων τῷ Γαλλίωνι ἔµελεν. Ὢ τῆς αἰσχύνης, ἣν ᾐσχύνθησαν. Καὶ οὐδὲν τούτων, φησὶ, τῷ Γαλλίωνι ἔµελε· καίτοι εἰς τὴν ἑαυτοῦ ὕβριν τὸ πᾶν ἦν· ἀλλ' ὡς δῆθεν ἐξουσίαν λαβόντες αὐτοὶ τύπτουσιν, ἔργον ἀκρίτου θυµοῦ διὰ τὴν αἰσχύνην ποιοῦντες. Καὶ διὰ τί µὴ ἐκεῖνος ἀντετύπτησε, καίτοι καὶ αὐτὸς ἐξουσίαν εἶχεν; Ἀλλ' ἐπαιδεύοντο φιλοσοφεῖν. Οὐκ ἀντιτύπτει δὲ, ὥστε καὶ τὸν δικαστὴν µαθεῖν, τίς ἦν ὁ ἐπιεικέστερος. Οὐ µικρὰ τοῦτο ὤνησε τοὺς παρόντας· ἐδίδαξε γὰρ ἥ τε τούτων ἐπιείκεια καὶ ἡ ἐκείνων θρασύτης, ὅτι τὰ τοιαῦτα δικαστικῆς ψήφου δεῖται. Ἀλλ' οὗτοι πάντα ἀτάκτως ποιοῦσι. Καὶ οὐκ εἶπεν, Οὐ δεῖ, ἵνα µὴ πάλιν κόπτωσιν αὐτόν· ἀλλ', Οὐ θέλω. Κριτὴς γὰρ, φησὶν, ἐγὼ τούτων εἶναι οὐ βούλοµαι· οὕτως ἐπιεικὴς ἦν ὁ ἀνήρ. Τοῦτο καὶ Πιλᾶτος ἔλεγεν ἐπὶ τοῦ Χριστοῦ· Λάβετε αὐτὸν ὑµεῖς, καὶ κατὰ τὸν νόµον ὑµῶν κρίνατε. Ὁ µὲν κατὰ τὸν νόµον ἠξίου κρίνειν αὐτοὺς, οἱ δὲ, ὥσπερ οἱ µεθύοντες καὶ οἱ µαινόµενοι, οὕτω διέκειντο.∆ ιὰ τοῦτο ἐχωρίζετο τῶν Ἀθηνῶν, Ἐπειδὴ λαὸς ἦν ἐκεῖ πολύς. Ἐτύπτετο, καὶ οὐδὲν ἔλεγε.
39.3
Τοῦτον καὶ ἡµεῖς µιµώµεθα· ἀντιτυπτήσωµεν τοὺς τύπτοντας τῇ ἐπιεικείᾳ, τῇ σιγῇ, τῇ µακροθυµίᾳ. Χαλεπώτερα ταῦτα τὰ τραύµατα, µείζων ἡ πληγὴ καὶ φορτικωτέρα· οὐ γὰρ τὸ πλήττεσθαι τὸ σῶµα, ἀλλὰ τὸ τὴν διάνοιαν, χαλεπόν. Πολλοὺς πλήττοµεν, ἀλλὰ ἐπειδὴ ἐν τάξει φιλίας, καὶ ἥδονται· ἂν δὲ τὸν τυχόντα πλήξῃς ὑβριστικῶς, ἐπειδὴ τῆς καρδίας ἥψω, σφόδρα ἐλύπησας· οὕτω µᾶλλον τὴν καρδίαν αὐτῶν πλήττοµεν. Ὅτι δὲ µειζόνως ἐπιείκεια πλήττει θρασύτητος, φέρε ἀποδείξωµεν ὡς δυνατὸν τῷ λόγῳ. Ἡ µὲν γὰρ σαφὴς ἀπόδειξις διὰ τῶν ἔργων καὶ τῆς πείρας ἐστίν· εἰ δὲ δοκεῖ, καὶ τῷ λόγῳ τὴν ἐξέτασιν ποιησώµεθα, καίτοι πολλάκις ἤδη ἐποιησάµεθα. Ἐν γὰρ ταῖς ὕβρεσιν οὐδὲν οὕτως ἡµᾶς λυπεῖ, ὡς ἡ παρὰ τῶν ὁρώντων ψῆφος· οὐ γὰρ ἴσον δηµοσίᾳ τε ὑβρίζεσθαι καὶ ἰδίᾳ, ἀλλ' ἐκείνας µὲν καὶ φέροµεν εὐκόλως τὰς ὕβρεις, ὅταν ἐπ' ἐρηµίας, ὅταν µηδενὸς ὄντος τοῦ µαρτυροῦντοςτοῦτο πάθωµεν, µηδὲ τοῦ συνειδότος. Οὕτως οὐχ ἡ τῆς ὕβρεως φύσις ἐστὶν ἡ δάκνουσα, ἀλλὰ τὸ ἐπὶ πάντων τοῦτο παθεῖν· ὡς εἴ γέ τις τιµῶν ἐπὶ πάντων, ὑβρίζοι κατ' ἰδίαν, καὶ χάριν εἰσόµεθα. Οὐκοῦν οὐκ ἐν τῇ τῆς ὕβρεως φύσει τὸ λυπηρόν ἐστιν, ἀλλ' ἐν τῇ ψήφῳ τῶν ὁρώντων, ὥστε µὴ δόξαι εὐκαταφρόνητον εἶναι. Τί οὖν, ἂν αὕτη ὑπὲρ ἡµῶν ᾖ; οὐχὶ µᾶλλον ὁ ὑβρίζων ὕβρισται, ὅταν ὑπὲρ ἡµῶν τὰς ψήφους φέρωσιν; Εἰπέ µοι, τίνος καταφρονοῦσιν οἱ παρόντες; τοῦ ὑβρίζοντος, ἢ τοῦ ὑβρισθέντος καὶ σιγῶντος; Ὁ µὲν γὰρ θυµὸς ὑποβάλλει, ὅτι τοῦ ὑβριζοµένου· νῦν δὲ, ὅτε καθαροὶ τοῦ πάθους ἐσµὲν, ἴδωµεν, ἵνα µὴ τότε συναρπασθῶµεν. Τίνος οὖν καταγινώσκοµεν ἅπαντες; Εὔδηλον ὅτι τοῦ ὑβρίζοντος· κἂν µὲν ἐλάττων ᾖ, καὶ µαίνεσθαι αὐτὸν φήσοµεν, ἂν δὲ ὁµότιµος, ἀνοηταίνειν, ἂν δὲ µείζων, οὐδ' οὕτως ἀποδεξόµεθα. Τίς γὰρ, εἰπέ µοι, ἀποδοχῆς ἄξιος; ὁ ταραττόµενος, ὁ χειµαζόµενος, ὁ ἐκθηριούµενος, ὁ πρὸς τὴν κοινὴν φύσιν οὕτω διακείµενος, ἢ ὁ ἐν γαλήνῃ καὶ λιµένι καὶ φιλοσοφίᾳ πολλῇ; οὐχ ὁ µὲν ἀγγέλῳ προσέοικεν, ὁ δὲ οὐδὲ ἀνθρώπῳ; Ὁ µὲν γὰρ οὐδὲ τὰ οἰκεῖα δύναται βαστάσαι κακὰ, ἐκεῖνος δὲ καὶ τὰ ἀλλότρια· οὗτος οὐδὲ ἑαυτὸν ἐνεγκεῖν ἐδυνήθη, ἐκεῖνος δὲ καὶ ἕτερον· ὁ µὲν ἐν ναυαγίῳ ἐστὶν, οὗτος δὲ ἐν ἀσφαλείᾳ πλεῖ, ἐξ οὐρίων αὐτῷ τῆς νηὸς φεροµένης· οὐ γὰρ εἴασε τὸ τοῦ θυµοῦ πνεῦµα τοῖς ἱστίοις ἐµπεσὸν ἀνατρέψαι τῆς διανοίας τὸ σκάφος· ἀλλὰ λεπτή τις αὔρα καὶ ἡδεῖα προσπνεύσασα, τῆς ἀνεξικακίας ἡ πνοὴ, µετὰ πολλῆς αὐτῷ τῆς ἡσυχίας ἐπὶ τὸν τῆς φιλοσοφίας ἄγει λιµένα. Καὶ καθάπερ ἐν πλοίῳ ναυαγοῦντι οἱ ναῦται οὐκ ἴσασιν ἃ ῥίπτουσιν, ἄν τε τῶν οἰκείων ἄν τε τῶν ἀλλοτρίων λάβωσι παρακαταθήκας, ἀλλὰ πάντωνὁµοίως ἐκβολὴν ποιοῦνται τῶν ἐγκειµένων, τῶν τε τιµίων τῶν τε οὐ τοιούτων· ἐπειδὰν δὲ ὁ χειµὼν παύσηται, τότε ἀναλογιζόµενοι ὅσα ἐξέβαλον, δακρύουσι καὶ τῆς γαλήνης οὐκ αἰσθάνονται διὰ τὴν ζηµίαν τῆς ἐκβολῆς· οὕτω δὴ καὶ ἐνταῦθα, ὅταν ὁ θυµὸς πνεύσῃ, καὶ ὁ χειµὼν αἴρηται, οὐκ ἴσασιν ἐν τάξει ἐκβάλλειν τὰ δέοντα· ὅταν δὲ παύσηται ὁ θυµὸς, τότε ἀναλογιζόµενοι ποῖα ἐξέβαλον, ἐννοοῦσι τὴν ζηµίαν καὶ οὐκ αἰσθάνονται τῆς ἀναπαύσεως, τῶν ῥηµάτων µεµνηµένοι, δι' ὧν κατῄσχυναν ἑαυτοὺς καὶ τὰ µέγιστα ἐζηµιώθησαν, οὐ περὶ χρήµατα, ἀλλὰ περὶ δόξαν ἐπιεικείας καὶ πραότητος. Ὄντως σκότος ἐστὶν ὁ θυµός. Εἶπεν ἄφρων, φησὶν, ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι Θεός. Τάχα καὶ περὶ τοῦ θυµουµένου τοῦτο εἰπεῖν εὔκαιρον, ὅτι εἶπεν ὁ θυµούµενος· Οὐκ ἔστι Θεός. Κατὰ γὰρ τὸ πλῆθος, φησὶ, τῆς ὀργῆς αὐτοῦ οὐκ ἐκζητήσει. Ὃς γὰρ ἂν ἐπεισέλθῃ λογισµὸς εὐσεβὴς, πάντας διωθεῖται καὶ διακρούεται, πάντας ῥίπτει πλαγίους. Εἰ µὴ σὺ µᾶλλον ἀλγεῖς τοῦ ὑβρισθέντος, ὕβριζε, κἂν µηδεὶς ὁ ἐγκαλῶν· εἰ µὴ τὸ τοῦ συνειδότος δικαστήριον ἰδίᾳ σε λαβὸν µαστίζει µυρία. Ὅταν οὖν ἀκούσῃς, ὅτι ὁ ὑβριζόµενος οὐδὲν ἐξέβαλε ῥῆµα πικρὸν, οὐχὶ ταύτῃ µᾶλλον ἀλγεῖς; Εἰπέ µοι, πῶς ἄνθρωπον πρᾶον καὶ ταπεινὸν, καὶ ἐπιεικῆ µυρίαις ἔπλυνας λοιδορίαις; Ταῦτα λέγοµεν συνεχῶς, οὐχ ὁρῶµεν δὲ ἐπιδεικνύµενα διὰ τῶν ἔργων. Ἄνθρωπος ὢν ἄνθρωπον ὑβρίζεις; δοῦλος ὢν τὸν ὁµόδουλον; Ἀλλὰ τί τοῦτο θαυµάζω, ὅπου γε καὶ Θεὸν ὑβρίζουσι πολλοί;
39.4
Τοῦτο πρὸς ὑµᾶς ἔστω παραµυθία τοὺς ὑβριζοµένους. Ὑβρίζεσθε; ὑβρίζεται καὶ Θεός. Ὀνειδίζεσθε; ὀνειδίζεται καὶ Θεός.∆ ιαπτύεσθε; καὶ γὰρ καὶ ὁ∆ εσπότης ὁ ἡµέτερος. Ἐν µὲν οὖν τούτοις ἡµῖν κοινωνεῖ, ἐν δὲ τοῖς ἐναντίοις οὐκ ἔτι. Οὐ γὰρ ὕβρισεν ἀδίκως ποτέ· µὴ γένοιτο· οὐδὲ ὠνείδισεν ἁπλῶς, οὐδὲ ἠδίκησεν. Ὥστε ἡµεῖς ἐσµεν οἱ κοινωνοῦντες, οὐχ ὑµεῖς. Τὸ µὲν γὰρ ὑβριζόµενον φέρειν, Θεοῦ· τὸ δὲ ὑβρίζειν ἁπλῶς, δαίµονος. Ἴδετε τὰς δύο µερίδας.∆ αιµόνιον ἔχεις, ἤκουσεν ὁ Χριστός· ἐῤῥαπίσθη ἀπὸ τοῦ δούλου τοῦ ἀρχιερέως. Οἱ ὑβρίζοντες τοίνυν ἀδίκως, µετ' ἐκείνων ἑστήκασιν· εἰκότως. Εἰ γὰρ ὁ Πέτρος καὶ Σατανᾶς ἤκουσε δι' ἓν ῥῆµα, πολλῷ µᾶλλον οὗτοι Ἰουδαῖοι ἀκούσονται, ὅταν τὰ Ἰουδαίων ποιῶσιν, ὥσπερ κἀκεῖνοι διαβόλουτέκνα, ἐπειδὴ τὰ τοῦ διαβόλου εἰργάζοντο. Ὑβρίζεις, τίς ὢν, εἰπέ µοι; Μᾶλλον δὲ διὰ τοῦτο ὑβρίζεις, ἐπειδὴ οὐδὲν εἶ· οὐδεὶς γὰρ ἄνθρωπος ὢν ὑβρίζει. Ὥστε ὃ λέγεται ἐν ταῖς µάχαις, Σὺ τίς εἶ; ἐξ ἐναντίας ἔδει λέγεσθαι· οἷον, Ὕβριζε, λέγειν ἐχρῆν· οὐδὲν γὰρ εἶ· νῦν δὲ λεγόντων ἡµῶν, Ὡς τίς ὑβρίζεις; Ὡς βελτίων σου, διὰ πάντων ἀκούειν ἔστι. Καὶ µὴν τὸ ἐναντίον ἔδει λέγειν· ἀλλ' ἐπειδὴ ἡµεῖς κακῶς ἐρωτῶµεν, διὰ τοῦτο κἀκεῖνοι κακῶς ἀποκρίνονται· ὥστε ἡµεῖς αἴτιοι. Ὡς µεγάλων γὰρ ἀνδρῶν ὄντων τῶν ὑβριζόντων, οὕτω λέγοµεν· Ὡς τίς ὑβρίζεις;∆ ιὰ τοῦτο κἀκεῖνοι οὕτως ἀποκρίνονται. Τοὐναντίον δὲ ἐχρῆν λέγειν· Ὑβρίζεις; ὕβριζε· οὐδεὶς γὰρ εἶ. Πρὸς δὲ τοὺς οὐχ ὑβρίζοντας τοῦτο µᾶλλον ἔδει λέγεσθαι· Ὡς τίς οὐχ ὑβρίζεις; ὑπερέβης τὴν ἀνθρωπίνην φύσιν. Τοῦτο εὐγένεια, τοῦτο ἐλευθερία, µηδὲν ἀνελεύθερον φθέγγεσθαι, κἂν ἄξιος ᾖ τις ἀκούειν. Εἰπὲ δή µοι, πόσοι οὐχὶ ἄξιοί εἰσιν ἀναιρεῖσθαι; Ἀλλ' ὅµως οὐ ποιεῖ τοῦτο δι' ἑαυτοῦ ὁ δικαστὴς, ἀλλ' ἐρωτᾷ· καὶ οὐδὲ τοῦτο δι' ἑαυτοῦ. Εἰ δὲ διαλέγεσθαι ἀνθρώπῳ πονηρῷ οὐκ ἀνεκτὸν δικάζοντα, ἀλλὰ µέσῳ τινὶ κέχρηται, πολλῷ µᾶλλον ἡµᾶς τοὺς ὁµοτίµους ὑβρίζειν οὐ χρή· οὐ γὰρ οὕτω τῷ ὑβρίσαι πλεονεκτήσοµεν αὐτῶν, ὡς τῷ διδαχθῆναι, ὅτι ὑβρίσαµεν ἑαυτούς. Τοὺς µὲν οὖν πονηροὺς διὰ τοῦτο οὔτε ὑβρίζειν χρὴ, τοὺς δὲ ἀγαθοὺς καὶ δι' ἕτερον, ὅτι οὐκ ἄξιοι· καὶ τρίτον, ὅτι ὑβριστὴν εἶναι οὐ χρή. Νῦν δὲ, ὅρα ὅσα γίνεται· ὑβρίζεται καὶ ἐπηρεάζεται ἄνθρωπος, καὶ ὁ ἐπηρεάζων ἄνθρωπος, καὶ οἱ θεωροῦντες ἄνθρωποι. Τί οὖν; τὰ θηρία δεῖ εἰς µέσον ἐλθεῖν καὶ διαλῦσαι; τοῦτο γὰρ λείπεται. Ὅταν γὰρ οἱ τερπόµενοι τῇ ἀδικίᾳ ἄνθρωποι ὦσι, τοῖς θηρίοις ἡ καταλλαγὴ λείπεται· ὥσπερ οὖν δεσποτῶν µαχοµένων ἐν οἰκίᾳ, λείπεται τοὺς οἰκέτας καταλλάττειν( τοῦτο γὰρ ἡ τοῦ πράγµατος φύσις ἀπαιτεῖ, εἰ καὶ ταύτῃ τάχα µὴ γίνεται)· οὕτω καὶ ἐνταῦθα. Ὑβρίζεις; εἰκότως· οὐδὲ γὰρ ἄνθρωπος εἶ.∆ ιὰ τοῦτο ἔδοξε µέγα τι εἶναι ἡ ὕβρις, καὶ ἔδοξε τοῖς µεγάλοις προσήκειν· τὸ δὲ ἀνδραπόδοις µᾶλλον προσήκει, ὥσπερ τὸ εὐφηµεῖν ἐλευθέροις ἐµπρέπει. Ὥσπερ γὰρ τὸ κακῶς ποιεῖν ἐκείνων, οὕτω τὸ κακῶς πάσχειν τούτων. Οἷόν ἐστι κλέπτρια δούλη τὰ τοῦ δεσπότου λαθραίως ὑφαιροῦσα, τοιοῦτόν τί ἐστι καὶ ἡ ὕβρις· καὶ ὡς ἂν εἴποι τις, καθά περ ὁ κλέπτης σπουδῇ εἰσιὼν πανταχοῦ περιβλέπεται ὑφελέσθαι τι σπουδάζων· οὕτω καὶ οὗτος πάντα περισκοπεῖ. ἐκβάλλειν τι θέλων. Τάχα ἑτέρῳ τινι παραδείγµατι αὐτὸν διαγράψωµεν. Ὥσπερ γὰρ εἴ τις σκεύη ἀκάθαρτα κλέπτων ἐξ οἰκίας, καὶ ἐξάγων πάντων ἔµπροσθεν, οὐχὶ τὰ ὑφαιρεθέντα ᾔσχυνε τοσοῦτον, ὅσον αὐτὸς ἑαυτὸν, ταῦτα ὑφελόµενος καὶ ἐξάγων· οὕτω δὴ καὶ οὗτος, ἐκβαλὼν ἔµπροσθεν πάντων ἀκάθαρτα ῥήµατα, οὐχὶ ἑτέρους ᾔσχυνεν, ἀλλ' ἑαυτὸν διὰ τῶν ῥηµάτων, προαγαγὼν τοιαῦτακαὶ καταῤῥυπάνας αὐτοῦ καὶ τὴν γλῶτταν καὶ τὴν διάνοιαν. Ταυτὸν γὰρ γίνεται, ὅταν πρὸς τοὺς πονηροὺς µαχώµεθα, ὥσπερ ἂν εἴ τις ἄνθρωπος τὸν ἐν σηπεδόνι ὄντα ὑπὲρ τοῦ πλῆξαι µολύνῃ ἑαυτὸν, καθεὶς αὐτοῦτὰς χεῖρας εἰς τὸν βόρβορον. Ταῦτα δὴ, παρακαλῶ, πάντα ἀναλογιζόµενοι, φεύγωµεν τὴν ἐντεῦθεν βλάβην, καὶ εὔφηµον ἔχωµεν γλῶτταν, ἵνα καθαρεύοντες πάσης ὕβρεως, δυνηθῶµεν µετὰ ἀκριβείας τὸν παρόντα βίον διανύσαι, καὶ τῶν ἐπηγγελµένων ἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτὸν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίουἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Intertext edge

Open linked passage

Note