Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In Acta apostolorum
John ChrysostomHom. Act. 3 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
3.0
Τότε ὑπέστρεψαν οἱ ἀπόστολοι εἰς Ἱερουσαλὴµ ἀπὸ ὄρους τοῦ καλουµένου Ἐλαιῶνος, ὅ ἐστιν ἐγγὺς Ἱερουσαλὴµ, σαββάτου ἔχον ὁδόν.
3.1
Τότε, φησὶν, ὑπέστρεψαν. Τότε, πότε; Ὅτε ἤκουσαν. Οὐ γὰρ ἂν ἄλλως ἠνέσχοντο, εἰ µὴ ἑτέραν αὐτοῖς παρουσίαν ὑπέσχετο.∆ οκεῖ δέ µοι καὶ ἐν σαββάτῳ γεγονέναι ταῦτα. Οὐ γὰρ ἂν οὕτω καὶ τὸ διάστηµα ἐδήλωσεν εἰπὼν, Ἀπὸ ὄρους τοῦ καλουµένου Ἐλαιῶνος, ὅ ἐστιν ἐγγὺς Ἱερουσαλὴµ, σαββάτου ἔχον ὁδὸν, εἰ µὴ ὡρισµένοντι µῆκος ὁδοιπορίας ἐβάδιζον ἐν τῇ ἡµέρᾳ τοῦ σαββάτου. Καὶ ὅτε εἰσῆλθον εἰς τὸ ὑπερῷον ἀνέβησαν, οὗ ἦσαν καταµένοντες. Ἄρα λοιπὸν ἐν Ἱεροσολύµοις ἔµενον µετὰ τὴν ἀνάστασιν. Ὅ τε Πέτρος, φησὶ, καὶ Ἰάκωβος, καὶ Ἰωάννης. Οὐκ ἔτι µετὰ τοῦ ἀδελφοῦ µόνος οὗτος ἀριθµεῖται, ἀλλὰ καὶ Ἀνδρέας µετὰ Πέτρου· Φίλιππος καὶ Θωµᾶς, Βαρθολοµαῖος καὶ Ματθαῖος, Ἰάκωβος ὁ Ἀλφαίου, καὶ Σίµων ὁ Ζηλωτὴς, καὶ Ἰούδας Ἰακώβου. Καλῶς ἐµνηµόνευσε τῶν µαθητῶν. Ἐπειδὴ γὰρ ὁ µὲν προέδωκεν, ὁ δὲ ἠρνήσατο, ὁ δὲ ἠπίστησε, δείκνυσιν, ὅτι πλὴν ἐκείνου πάντες ἦσαν σῶοι. Οὗτοι πάντες ἦσαν προσκαρτεροῦντες ὁµοθυµαδὸν τῇ προσευχῇ καὶ τῇ δεήσει σὺν ταῖς γυναιξί. Καλῶς. Μέγα γὰρ τοῦτο ὅπλον ἐν τοῖς πειρασµοῖς, καὶ τοῦτο ἦσαν προπαιδευθέντες ἱκανῶς ὑπ' αὐτοῦ τοῦ∆ ιδασκάλου. Ἄλλως δὲ, καὶ ὁ παρὼν πειρασµὸς αὐτοὺς εἰς τοῦτο ἦγε.∆ ιὰ τοῦτο ἀναβαίνουσι καὶ εἰς τὸ ὑπερῷον· σφόδρα γὰρ ἐδεδοίκεσαν τοὺς Ἰουδαίους. Σὺν γυναιξὶ, φησίν. Εἶπε γὰρ, ὅτι ἠκολούθησαν αὐτῷ. Καὶ Μαρίᾳ τῇ µητρὶ τοῦ Ἰησοῦ, καὶ σὺν τοῖς ἀδελφοῖς αὐτοῦ. Πῶς οὖν λέγει, ὅτι εἰς τὰ ἴδια αὐτὴν ἔλαβε τότε ὁ µαθητής, Ἀλλὰ συναγαγὼν πάλιν αὐτοὺς ὁ Χριστὸς, οὕτω λοιπὸν πάλιν αὐτοῖς καὶ ἐκείνη συνῆν. Καὶ σὺν τοῖς ἀδελφοῖς αὐτοῦ. Τούτους λέγει, οἳ ἀπιστοῦντες πρότερον ἦσαν αὐτῷ. Καὶ ἐν ταῖς ἡµέραις ταύταις, ἀναστὰς Πέτρος ἐν µέσῳ τῶν µαθητῶν εἶπε. Καὶ ὡς θερµὸς, καὶ ὡς ἐµπιστευθεὶς παρὰ τοῦ Χριστοῦ τὴν ποίµνην, καὶ ὡς τοῦ χοροῦ πρῶτος, ἀεὶ πρότερος ἄρχεται τοῦ λόγου( Ἦν τε ὄχλοςὀνοµάτων, φησὶν, ἐπὶ τὸ αὐτὸ ὡς ἑκατὸν εἴκοσιν)· Ἄνδρες ἀδελφοὶ, ἔδει πληρωθῆναι τὴν Γραφὴν ταύτην, ἢν προεῖπε τὸ Πνεῦµα τὸ ἅγιον. Τί δήποτε οὐ τὸν Χριστὸν ἠξίωσε µόνος, ὥστε αὐτῷ δοῦναι εἰς τὸν τόπον Ἰούδα τινά; διατί δὲ καὶ ἀφ' ἑαυτῶν οὐ ποιοῦνται τὴν ἐκλογήν; Βελτίων λοιπὸν ἦν γεγονὼς ὁ Πέτρος αὐτὸς ἑαυτοῦ. Τοῦτο τοίνυν ἔστιν εἰπεῖν περὶ τούτου. Περὶ δὲ τοῦ µὴ ἁπλῶς, ἀλλ' ἐξ ἀποκαλύψεως αἰτεῖν τὸν τὴν χορείαν ἀναπληρώσοντα, δύο αἰτίας ἐροῦµεν· µίαν µὲν, ὅτι περὶ ἄλλα ἠσχόληντο· δευτέραν δὲ, ὅτι τοῦ παρεῖναι αὐτοῖς τὸν Χριστὸν τεκµήριον µέγιστον τοῦτο. Καθάπερ γὰρ παρὼν ἐξελέγετο, οὕτω καὶ ἀπών. Οὐ µικρὸν δὲ τοῦτο εἰς παραµυθίαν. Ὅρα δὲ αὐτὸν µετὰ κοινῆς πάντα ποιοῦντα γνώµης· οὐδὲν αὐθεντικῶς, οὐδὲ ἀρχικῶς. Καὶ οὐκ εἶπεν οὕτως ἁπλῶς· Ἀντὶ τοῦ Ἰούδα τοῦτον καταλέγοµεν· ἀλλὰ παραµυθούµενος αὐτοὺς ὑπὲρ τοῦ γεγενηµένου, βλέπε, πῶς µεταχειρίζει τὸν λόγον. Οὐ γὰρ µικρὰν ἀπορίαν ἐνεποίησε τὸ γεγονός· καὶ µὴ θαυµάσῃς. Εἰ γὰρ νῦν τοῦτο πολλοὶ περιστρέφουσι, τί τότε εἰκὸς ἦν αὐτοὺς λέγειν; Ἄνδρες, φησὶν, ἀδελφοί. Εἰ ὁ Κύριος ἀδελφοὺς αὐτοὺς ἐκάλεσε, πολλῷ µᾶλλον οὗτος· διὸ καὶ πάντων παρόντων τοῦτο ἀναφωνεῖ. Ἰδοὺ Ἐκκλησίας ἀξίωµα, καὶ ἀγγελικὴ κατάστασις. Οὐδεὶς ἦν ἐκεῖ διεῤῥηγµένος, οὐκ ἄρσεν, οὐ θῆλυ. Τοιαύτας βούλοµαι τὰς Ἐκκλησίας εἶναι καὶ νῦν. Οὐδεὶς βιωτικόν τι ἐφρόντιζεν, οὐδεὶς περὶ οἰκείας ἐµερίµνα. Τοσοῦτον ἀγαθὸν οἱ πειρασµοί· τοιοῦτον αἱ θλίψεις καλόν. Ἔδει πληρωθῆναι τὴν Γραφὴν ταύτην, ἣν προεῖπε τὸ Πνεῦµα τὸ ἅγιον. Ἀεὶ παραµυθεῖται αὐτοὺς ἀπὸ τῆς προῤῥήσεως. Οὕτω καὶ ὁ Χριστὸς πανταχοῦ ποιεῖ. Τὸν αὐτὸν δὴ τρόπον καὶ οὗτος δείκνυσιν, ὅτι οὐδὲν ξένον γέγονεν, ἀλλὰ τὸ ἤδη προειρηµένον. Ἔδει, φησὶ, πληρωθῆναι τὴν Γραφὴν ταύτην, ἣν προεῖπε τὸ Πνεῦµα τὸ ἅγιον διὰ στόµατος∆ αυΐδ. Καὶ οὐ λέγει,∆ αυῒδ εἶπεν, ἀλλὰ, Τὸ Πνεῦµα δι' αὐτοῦ. Ὅρα εὐθέως ἐν προοιµίοις τοῦ βιβλίου ὁποίᾳ κέχρηται διδασκαλίᾳ. Ὁρᾷς, ὅτι οὐχ ἁπλῶς εἶπον ἀρχόµενος τῆς συγγραφῆς, ὅτι τοῦ Πνεύµατός ἐστι πολιτεία τὸ βιβλίον τοῦτο; Ἣν προεῖπε, φησὶ, τὸ Πνεῦµα τὸ ἅγιον διὰ στόµατος∆ αυΐδ. Σκόπει, πῶς τὸν προφήτην οἰκειοῦται, καὶ αὐτὸν ἄγει εἰς µέσον, εἰδὼς, ὅτι αὐτοὺς ὠφελεῖ τὸ διὰ∆ αυῒδ εἰρῆσθαι, καὶ µὴ δι' ἄλλου προφήτου. Περὶ Ἰούδα, φησὶ, τοῦ ὁδηγοῦ γενοµένου. Ὅρα καὶ ἐνταῦθα τὸ φι λόσοφον τοῦ ἀνδρός. Οὐχ ὑβρίζει οὐδὲ ἐνάλλεται, λέγων, Τοῦ µιαροῦ καὶ παµµιάρου· ἀλλ' ἁπλῶς τὸ γενόµενον δηλοῖ· οὐδὲ λέγει, Τοῦ προδόντος, ἀλλ' ἐφ' ἑτέρους βιάζεται µεταθεῖναι τὸ ἔγκληµα, ὅσον εἰς αὐτὸν ἧκε. Καὶ οὐδὲ ἐκείνων σφόδρα καθάπτεται Τοῦ γενοµένου γὰρ, φησὶν, ὁδηγοῦ τοῖς συλλαβοῦσι τὸν Ἰησοῦν. Καὶ πρὶν ἢ εἰπεῖν, ποῦ εἶπεν ὁ∆ αυῒδ, λέγει τὰ πεπραγµένα αὐτῷ, ἵνα ἀπὸ τῶν παρόντων καὶ τὰ µέλλοντα πιστώσηται, καὶ δείξῃ ἤδη δεδωκότα δίκην. Ὅτι κατηριθµηµένος ἦν σὺν ἡµῖν, καὶ ἔλαχε τὸν κλῆρον τῆς διακονίας ταύτης. Οὗτος µὲν οὖν ἐκτήσατο χωρίον ἐκ µισθοῦ τῆς ἀδικίας. Ἠθικὸν ποιεῖ τὸν λόγον, καὶ λανθανόντως τὴν αἰτίαν παιδευτικὴν οὖσαν ἀποκαλύπτει. Οὐ λέγει γὰρ, ὅτι οἱ Ἰουδαῖοι, ἀλλ' οὗτος αὐτὸ ἐκτήσατο. Ἐπειδὴ γὰρ αἱ ψυχαὶ τῶν ἀσθενῶν οὐχ οὕτω πρὸς τὰ µέλλοντα ὁρῶσιν, ὡς πρὸς τὰ παρόντα, περὶ τῆς παρούσης δίκης διαλέγεται. Καὶ πρηνὴς γενόµενος ἐλάκησε µέσος. Καλῶς οὐκ ἐν τῷ ἁµαρτήµατι, ἀλλ' ἐν τῇ τιµωρίᾳ τὸν λόγον ἐπῆρε. Καὶ ἐξεχύθη, φησὶ, πάντα τὰ σπλάγχνα αὐτοῦ. Τοῦτο παραµυθίαν ἐκείνοις ἔφερε. Καὶ γνωστὸν ἐγένετο πᾶσι τοῖς κατοικοῦσιν Ἱερουσαλὴµ, ὥστε κληθῆναι τὸ χωρίον ἐκεῖνο τῇ ἰδίᾳ διαλέκτῳ αὐτῶν Ἀκελδαµὰ, τουτέστι, χωρίον αἵµατος.
3.2
Οἱ µὲν οὖν Ἰουδαῖοι ταύτῃ τῇ προσηγορίᾳ ἐκάλεσαν αὐτὸ, οὐ διὰ τοῦτο, ἀλλὰ διὰ τὸν Ἰούδαν· οὗτος δὲ εἰς τοῦτο αὐτὸ µετήγαγε, µάρτυρας τοὺς ἐχθροὺς φέρων. Τῷ τε γὰρ εἰπεῖν, ὅτι ὠνόµασαν, καὶ τῷ ἐπαγαγεῖν, Τῇ ἰδίᾳ διαλέκτῳ αὐτῶν, τοῦτο δηλοῦν βούλεται. Εἶτα µετὰ τὴν ἔκβασιν οἰκείως ἐπεισάγει τὸν προφήτην λέγων· Γέγραπται γὰρ ἐν βίβλῳ Ψαλµῶν· Γενηθήτω ἡ ἔπαυλις αὐτῶν ἔρηµος, καὶ µὴ ἔστω ὁ κατοικῶν ἐν αὐτῇ. Τοῦτο περὶ τοῦ χωρίου καὶ τῆς οἰκίας. Καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λαβέτω ἕτερος· τουτέστι, τὴν ἀρχὴν, τὴν ἱερωσύνην. Ὥστε οὐκ ἐµῇ γνώµῃ τοῦτο τυγχάνει, ἀλλ' ἐκείνου τοῦ ταῦτα προειρηκότος. Ἵνα γὰρ µὴ δόξῃ µεγάλῳ πράγµατι ἐπιχειρεῖν, καὶ τοιούτῳ οἵῳ ὁ Χριστὸς, ἐπήγαγε µάρτυρα τὸν προφήτην.∆ εῖ οὖν, φησὶ, τῶν συνελθόντων ὑµῖν ἀνδρῶν ἐν παντὶ χρόνῳ.∆ ιατί κοινοῦται αὐτοῖς; Ἵνα µὴ περιµάχητον τὸ πρᾶγµα γένηται, καὶ εἰς φιλονεικίαν ἐµπέσωσιν. Εἰ γὰρ αὐτοὶ τοῦτο ἔπαθον, πολλῷ µᾶλλον ἐκεῖνοι. Καὶ ἀεὶ τοῦτο παραιτεῖται.∆ ιὰ τοῦτο ἀρχόµενος ἔλεγεν· Ἄνδρες ἀδελφοὶ, δεῖ ἐκλέξασθαι ἐξ ἡµῶν. Τῷ πλήθει τὴν κρίσιν ἐπιτρέπει, τούς τε γινοµένους αἰδεσίµους ποιῶν, καὶ αὐτὸς ἀπαλλαττόµενος ἀπεχθείας τῆς πρὸς τοὺς ἄλλους. Μεγάλα γὰρ ἀεὶ τὰ τοιαῦτα ἐργάζεται κακά. Ὅτι µὲν οὖν δεῖ γενέσθαι, τὸν προφήτην παράγει µάρτυρα· ἐκ τίνων δὲ δεῖ, αὐτὸς ἑρµηνεύει λέγων· Ἐκ τῶν συνελθόντων ἡµῖν ἐν παντὶ χρόνῳ. Εἰ µὲν γὰρ εἶπε, τοὺς ἐπιεικεῖς δεῖ παρεῖναι, τοὺς ἄλλους ἂν ὕβρισε· νῦν δὲ τῷ χρόνῳ τὸ πρᾶγµα ἐπέτρεψεν, οὐχ ἁπλῶς Συνελθόντας εἰπὼν, ἀλλ' Ἐν παντὶ χρόνῳ, ἐν ᾧ εἰσῆλθε καὶ ἐξῆλθεν ἐφ' ἡµᾶς ὁ Κύριος Ἰησοῦς, ἀρξάµενος ἀπὸ τοῦ βαπτίσµατος Ἰωάννου, ἕως τῆς ἡµέρας ἧς ἀνελήφθη ἀφ' ἡµῶν, µάρτυρα τῆς ἀναστάσεως αὐτοῦ σὺν ἡµῖν γενέσθαι ἕνα τούτων. Ἵνα τί γένηται; Ἵνα µὴ ἠκρωτηριασµένος ὁ χορὸς εἴη. Τί οὖν; ἑλέσθαι τὸν Πέτρον αὐτὸν οὐκ ἐνῆν; Καὶ πάνυ γε· ἀλλ' ἵνα µὴ δόξῃ χαρίζεσθαι, τοῦτο οὐ ποιεῖ. Ἄλλως δὲ καὶ Πνεύµατος ἄµοιρος ἦν ἔτι. Καὶ ἔστησαν, φησὶ, δύο, Ἰωσὴφ τὸν καλούµενον Βαρσαβᾶν, ὃς ἐπεκλήθη Ἰοῦστος, καὶ Ματθίαν. Οὐχὶ αὐτὸς αὐτοὺς ἔστησεν, ἀλλὰ πάντες. Τὴν γνώµην δὲ αὐτὸς εἰσηγήσατο, δείξας οὐδὲ αὐτὴν αὐτοῦ οὖσαν, ἀλλ' ἄνωθεν κατὰ προφητείαν· ὥστε ἐξηγητὴς γέγονεν, οὐ διδάσκαλος. Ἰωσὴφ τὸν καλούµενον Βαρσαβᾶν, ὃς ἐπεκλήθη Ἰοῦστος. Ἴσως διὰ τὰς ὁµωνυµίας ἀµφότερα τέθεικεν· ἐπεὶ καὶ ἐν τοῖς ἀποστόλοις πολλαὶ ὁµωνυµίαι ἦσαν· Ἰάκωβος ὁ Ζεβεδαίου, καὶ Ἰάκωβος ὁ τοῦ Ἀλφαίου, Σίµων Πέτρος καὶ Σίµων ὁ Ζηλωτής· Ἰούδας Ἰακώβου, καὶ Ἰούδας ὁἸσκαριώτης. Ἄλλως δὲ καὶ µεταβολῆς βίου, ἴσως δὲ καὶ προαιρέσεως ἦν ἡ ὀνοµασία. Ἔστησαν, φησὶν, Ἰωσὴφ τὸν καλούµενον Βαρσαβᾶν, ὃς ἐπεκλήθη Ἰοῦστος, καὶ Ματθίαν. Καὶ προσευξάµενοι εἶπον· Σὺ, Κύριε, καρδιογνῶστα πάντων, ἀνάδειξον, ὃν ἐξελέξω ἐκ τούτων τῶν δύο ἕνα λαβεῖν τὸν κλῆρον τῆς διακονίας ταύτης καὶ ἀποστολῆς, ἐξ ἧςπαρέβη Ἰούδας πορευθῆναι εἰς τὸν τόπον τὸν ἴδιον. Καλῶς λέγουσιν ἐκείνου τὸ ἁµάρτηµα, δεικνύντες, ὅτι µάρτυρα αἰτοῦσιν, οὐ πλεονάζοντες τὸν ἀριθµὸν, ἀλλ' ἐλαττωθῆναι οὐκ ἐῶντες. Καὶ ἔδωκαν κλήρους αὐτῶν( οὐδέπω γὰρ Πνεῦµα ἦν), καὶ ὁ κλῆρος ἐπὶ Ματθίαν ἔπεσε, καὶ συγκατεψηφίσθη µετὰ τῶν ἕνδεκα ἀποστόλων. Τότε, φησὶν, ὑπέστρεψαν εἰς Ἱερουσαλὴµ ἀπὸ ὄρους τοῦ καλουµένου Ἐλαιῶνος, ὅ ἐστιν ἐγγὺς Ἱερουσαλὴµ, σαββάτου ἔχον ὁδόν. Τοῦτό φησιν, ἵνα δείξῃ, ὅτι µακρὰν οὐ βαδίζουσιν ὁδὸν, ὡς φόβον τινὰ µὴ γενέσθαι τρέµουσιν ἔτι καὶ δεδοικόσιν αὐτοῖς. Καὶ ὅτε εἰσῆλθον, ἀνέβησαν εἰς τὸ ὑπερῷον. Οὐκ ἐτόλµησαν γὰρ φανῆναι ἐπὶ τῆς πόλεως. Καὶ καλῶς εἰς τὸ ὑπερῷον ἀνέβησαν, ὥστε µὴ εἶναι εὔκολον ἐκ τοῦ ἑτοίµου συλληφθῆναι αὐτούς. Καὶ ἦσαν, φησὶ, προσκαρτεροῦντες ὁµοθυµαδὸν τῇ προσευχῇ. Ὁρᾷς, πῶς ἐγρηγορότες ἦσαν τῇ προσευχῇ προσκαρτεροῦντες, καὶ ὁµοθυµαδὸν ὥσπερ ἐκ µιᾶς ψυχῆς προσκαρτεροῦντες;∆ ύο αὐτοῖς µαρτυρεῖ. Ὁ µὲν Ἰωσὴφ ἴσως τετελευτηκὼς ἦν. Οὐ γὰρ ἂν τῶν ἀδελφῶν πιστευσάντων ἐκεῖνος ἠπίστησεν ὁ πρὸ πάντων πιστεύσας· ἀµέλει γοῦν οὐδὲ ἁπλῶς φαίνεται οὐδαµοῦ ὡς ἀνθρώπῳ προέχων, καθάπερ ἡ µήτηρ ἔλεγεν· Ἐγὼ καὶ ὁ πατήρ σου ὀδυνώµενοι ἐζητοῦµέν σε. Ὥστε πρὸ πάντων αὐτὸς ἔγνω τοῦτον. Πρὸς δὲ τοὺς ἀδελφοὺς ἔλεγεν ὁ Χριστός· Οὐ δύναται ὁ κόσµος ὑµᾶς µισεῖν, ἐµὲ δὲ µισεῖ. Καὶ ὅρα τὴν ἐπιείκειαν Ἰακώβου. Αὐτὸς ἔλαβε τὴν ἐπισκοπὴν τὴν ἐν Ἱεροσολύµοις, καὶ ὅµως τότε οὐδὲν διαλέγεται. Ὅρα δὲ καὶ τῶν ἄλλων µαθητῶν τὴν πολλὴν ταπεινοφροσύνην, πῶς αὐτῷ συγχωροῦσι τοῦ θρόνου, καὶ οὐκ ἔτι ἀµφισβητοῦσι πρὸς ἀλλήλους. Ὥσπερ γὰρ ἐν οὐρανῷ ἡ Ἐκκλησία ἐκείνη ἦν, οὐδὲν ἔχουσα βιωτικὸν, οὐ τοίχοις, οὐδὲ µαρµάροις, ἀλλὰ προθυµίᾳ τῶν συνιόντων ἀπολάµπουσα. Ὡς ἑκατὸν εἴκοσιν ἦσαν, φησίν· οἱ ἑβδοµήκοντα ἴσως, οὓς αὐτὸς ἐξελέξατο, ἢ καὶ ἄλλοι τῶν σπουδαιοτέρων, οἷον ὁ Ἰωσὴφ καὶ ὁ Ματθίας· καὶ γυναῖκες ἦσαν πολλαὶ, αἳ ἠκολούθουν αὐτῷ, ἐπιτοαυτὸ πανταχοῦ ἦσαν.
3.3
Αὕτη πρόνοια διδασκάλου. Πρῶτος οὗτος διδάσκαλον κατέστησεν. Οὐκ εἶπεν, ὅτι Ἀρκοῦµεν ἡµεῖς· οὕτω πάσης κενοδοξίας ἐκτὸς ἦν, καὶ πρὸς ἓν ἑώρα µόνον, καίτοι οὐδὲ ἰσότυπον ἅπασιν εἶχε τὴν κατάστασιν ἀλλ' εἰκότως ταῦτα ἐγένετο διὰ τὴν ἀρετὴντοῦ ἀνδρός· καὶ ὅτι τότε ἡ ἐπιστασία ἦν, οὐ τιµὴ, ἀλλὰ πρόνοια τῶν ἀρχοµένων. Τοῦτο οὔτε τοὺς αἱρουµένους ἐποίει ἐπαίρεσθαι· ἐπὶ γὰρ κινδύνους ἐκαλοῦντο· οὔτε τοὺς µὴ αἱρεθέντας ὡς ἀτιµασθέντας ἀλγεῖν. Ἀλλ' οὐχὶ νῦν οὕτω γίνεται, ἀλλ' ἅπαν τοὐναντίον. Ὅρα γὰρ, ἑκατὸν εἴκοσιν ἦσαν, καὶ ἕνα αἰτεῖ ἀπὸ παντὸς τοῦ πλήθους· εἰκότως. Πρῶτος τοῦ πράγµατος αὐθεντεῖ, ἅτε αὐτὸς πάντας ἐγχειρισθείς. Πρὸς γὰρ τοῦτον εἶπεν ὁ Χριστός· Καὶ σύ ποτε ἐπιστρέψας, στήριξον τοὺς ἀδελφούς σου. Ὅτι Κατηριθµηµένος ἦν, φησὶ, σὺν ἡµῖν.∆ ιὰ τοῦτο προσήκει ἕτερον προβάλλεσθαι, ὥστε µάρτυρα γενέσθαι εἰς τὸν ἐκείνου τόπον. Καὶ ὅρα, πῶς τὸν διδάσκαλον µιµεῖται, πανταχοῦ ἀπὸ τῶν Γραφῶν διαλεγόµενος, καὶ οὐδὲν περὶ τοῦ Χριστοῦ λέγων οὐδέπω, ὅτι προεῖπε πολλάκις αὐτός. Καὶ οὐ λέγει, ἔνθα τῆς προδοσίας αὐτοῦ µέµνηται· οἷον, Στόµα ἁµαρτωλοῦ, καὶ στόµα δολίου ἐπ' ἐµὲ ἠνοίχθη· ἀλλ' ἔνθα τῆς τιµωρίας αὐτοῦ µόνον τὴν µνήµην ἐποιήσατο· τοῦτο γὰρ αὐτοὺς τέως ὠφέλει. Τοῦτο µάλιστα δείκνυσι πάλιν τοῦ∆ εσπότου τὴν φιλανθρωπίαν. Ὅτι Κατηριθµηµένος ἦν, φησὶ, σὺν ἡµῖν, καὶ ἔλαχε τὸν κλῆρον τῆς διακονίας ταύτης. Κλῆρον αὐτὸν πανταχοῦ καλεῖ, δεικνὺς τῆς τοῦ Θεοῦ χάριτος τὸ πᾶν ὂν, καὶ τῆς ἐκλογῆς, καὶ ἀναµιµνήσκων αὐτοὺς τῶν παλαιῶν, ὅτι ὁ Θεὸςαὐτὸν ἐκληρώσατο, καθάπερ τοὺς Λευΐτας, καὶ ἐνδιατρίβει τοῖς περὶ αὐτοῦ, ὁ τῆς προδοσίας µισθὸς αὐτὸς καὶ τῆς τιµωρίας γέγονε κήρυξ. Ἐκτήσατο γὰρ, φησὶ, χωρίον ἐκ µισθοῦ τῆς ἀδικίας. Ὅρα πῶς Θεοῦ οἰκονοµία τὸ γεγονὸς ἦν. Τῆς ἀδικίας, φησί. Πολλαὶ αἱ ἀδικίαι, ἀλλὰ ταύτης οὐδὲν ἀδικώτερον γέγονέ ποτε, ὥστε ἀδικίας ἦν τὸ πρᾶγµα. Οὐχὶ δὲ µόνον τοῖς παροῦσι γέγονε δῆλον τὸ γενόµενον, ἀλλὰ καὶ πᾶσι τοῖς µετὰ ταῦτα, ὥστε ἄκοντες ὠνόµασαν οὐκ εἰδότες, καθάπερ καὶΚαϊάφας προεφήτευσεν οὐκ εἰδώς. Ὁ Θεὸς αὐτοὺς ἠνάγκασεν οὕτω καλέσαι Ἑβραϊστὶ Ἀκελδαµά. Ἀπὸ τούτου καὶ τὰἸουδαίοις ἐπιέναι µέλλοντα κακὰ δῆλα ἦν· καὶ δείκνυσι τέως τὴν πρόῤῥησιν ἐξελθοῦσαν ἐκ µέρους, τὴν λέγουσαν· Καλὸν ἦν αὐτῷ, εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος. Καὶ περὶ τῶν Ἰουδαίων τὰ αὐτὰ ἁρµόζει λέγειν. Εἰ γὰρὁ γενόµενος ὁδηγὸς, πολλῷ µᾶλλον καὶ οὗτοι. Ἀλλ' οὐδὲν τούτων λέγει τέως, Εἶτα δεικνὺς, ὅτι περὶ αὐτοῦ εἰκότως ἂν λέγοιτο Ἀκελδαµὰ, ἐνάγει τὸν προφήτην λέγοντα, Γενηθήτω ἡ ἔπαυλις αὐτοῦ ἔρηµος. Τί γὰρ ἐρηµότερον τοῦ τάφον γενέσθαι; Ὥστε καὶ εἰκότως ἂν αὐτοῦ κληθείη τὸ χωρίον. Ὁ γὰρ τὸ τίµηµα καταβαλὼν, εἰ καὶ ἕτεροι οἱ ἠγορακότες εἶεν, αὐτὸς ἂν εἴη δίκαιος λογίζεσθαι κύριος ἐρηµώσεως µεγάλης. Αὕτη ἡ ἐρήµωσις προοίµιον τῆς Ἰουδαϊκῆς, εἴ γέ τις ἀκριβῶς ἐξετάσειε. Καὶ γὰρ ἐκεῖνοι ἑαυτοὺς ἀνεῖλον λιµῷ καὶ πολλοὺς ἀπέκτειναν, καὶ τάφος γέγονεν ἡ πόλις, τῶν ξένων, τῶν στρατιωτῶν· ἐκείνους γὰρ οὐδ' ἂν εἴασαν ταφῆναι, οὐδὲ γὰρ ταφῆς κατηξιώθησαν.∆ εῖ οὖν τῶν συνελθόντων ἡµῖν, φησὶν, ἀνδρῶν. Ὅρα, πῶς βούλεται αὐτόπτας αὐτοὺς εἶναι. Καίτοιγε ἔµελλε παρέσεσθαι τὸ Πνεῦµα· ἀλλ' ὅµως πολλὴ σπουδὴ περὶ τούτου ἦν. Τῶν συνελθόντων ἡµῖν ἀνδρῶν, φησὶν, ἐν παντὶ χρόνῳ, ἐν ᾧ εἰσῆλθε καὶ ἐξῆλθεν ἐφ' ἡµᾶς ὁ Κύριος Ἰησοῦς.∆ είκνυσιν αὐτοὺς συνωκηκότας αὐτῷ οὐχ ἁπλῶς ὡς µαθητὰς παρόντας. Ἄρα καὶ ἐξ ἀρχῆς τότε πολλοὶ παρηκολούθουν αὐτῷ. Ὅρα γοῦν, πῶς τοῦτο δηλοῖ, ὅταν λέγῃ· Ἦν εἷς ἐκ τῶν δύο τῶν ἀκουσάντων παρὰ Ἰωάννου, καὶ ἀκολουθησάντων τῷ Ἰησοῦ. Ἐν παντὶ χρόνῳ, φησὶν, ἐν ᾧ εἰσῆλθε καὶ ἐξῆλθεν ἐφ' ἡµᾶς ὁ Κύριος Ἰησοῦς, ἀρξάµενος ἀπὸ τοῦ βαπτίσµατος Ἰωάννου. Καλῶς. Τὰ γὰρ πρὸ τούτου οὐδεὶς ᾔδει µαθὼν, ἀλλὰ Πνεύµατι ἐµάνθανον. Ἕως τῆς ἡµέρας, φησὶν, ἧς ἀνελήφθη ἀφ' ἡµῶν, µάρτυρα τῆς ἀναστάσεως αὐτοῦ σὺν ἡµῖν γενέσθαι ἕνα τούτων. Οὐκ εἶπε, Τῶν ἄλλων µάρτυρα, ἀλλὰ, Τῆς ἀναστάσεως µόνης µάρτυρα. Καὶ γὰρ ἀξιοπιστότερος ἦν ὁ δυνάµενος εἰπεῖν, ὅτι Ἐκεῖνος ὁ φαγὼν, καὶ πιὼν, καὶ σταυρωθεὶς, αὐτὸς ἀνέστη. Ὥστε οὔτε τῶν πρὸ τούτου χρόνων, οὔτε τῶν µετὰ ταῦτα ἔδει µάρτυρα εἶναι καὶ τῶν σηµείων. Τὸ γὰρ ζητούµενον τοῦτο ἦν, ἡ ἀνάστασις· ἐπεὶ ἐκεῖνα δῆλα ἦν καὶ ὡµολογηµένα, αὕτη δὲ λάθρα γέγονε, καὶ τούτοις µόνοις ἦν δήλη. Καὶ οὐ λέγουσιν, ὅτι Ἄγγελοι εἶπον ἡµῖν ἀλλ' ὅτι Ἑωράκαµεν ἡµεῖς. Πόθεν δῆλον; Ἐξ ὧν θαυµατουργοῦµεν.∆ ιὰ τοῦτο µάλιστα τότε αὐτοὺς ἀξιοπίστους ἔδει εἶναι. Καὶ ἔστησαν, φησὶ, δύο.∆ ιατί µὴ πολλούς; Ἵνα µὴ µείζων ἡ ἀθυµία γένηται, µηδὲ εἰς πολλοὺς τὸ πρᾶγµα περιστῇ. Οὐχ ἁπλῶς δὲ προστίθησιν ἐκεῖνον, ἀλλὰ δεικνὺς, ὅτι πολλάκις ὁ παρὰ ἀνθρώποις τίµιος, παρὰ τῷ Θεῷ ἐλάττων ἐστί. Καὶ κοινῇ δὲ πάντες εὔχονται λέγοντες· Σὺ, Κύριε, καρδιογνῶστα πάντων, ἀνάδειξον. Σὺ, φησὶ, µὴ ἡµεῖς. Εὐκαίρως καρδιογνώστην καλοῦσιν, ἀπὸ γὰρ τούτου αἱρεῖσθαι ἐχρῆν, οὐχὶ τῶν ἔξωθεν. Οὕτως ἐθάῤῥουν, ὅτι πάντως ἕνα δεῖ γενέσθαι. Καὶ οὐκ εἶπον, Ἔκλεξαι, ἀλλὰ, Ἀνάδειξον τὸν ἐκλεγέντα, φησὶν, Ὃν ἐξελέξω· εἰδότες πάντα προωρίσθαι τῷ Θεῷ. Ἐκ τούτων τῶν δύο ἕνα λαχεῖν τὸν κλῆρον τῆς διακονίας ταύτης καὶ ἀποστολῆς. Ἦν γὰρ καὶ ἄλλη διακονία. Καὶ ἔδωκαν αὐτοῖς κλήρους. Οὔπω γὰρ ἑαυτοὺς ἀξίους ἡγοῦντο ἀφ' ἑαυτῶν ἐκλέξασθαι· διὸ καὶ αἰτοῦσι διά τινος σηµείου µαθεῖν.
3.4
Ἄλλως δὲ, εἰ ἔνθα οὔτε εὐχὴ, οὔτε ἀξιόλογοι ἄνδρες, κλῆρος τοσοῦτον ἴσχυσε, διὰ τὸ ἐξ ὀρθῆς γενέσθαι γνώµης ἐπὶ τοῦ Ἰωνᾶ· πολλῷ µᾶλλον ἐνταῦθα ἐπλήρωσε τὸν χορὸν, ἀπήρτισε τὴν τάξιν. Καὶ ὁ ἕτερος οὐκ ἤλγησεν· οὐ γὰρ ἂν ἀπέκρυψαν τὰ οἰκεῖα ἐλαττώµατα οἱ ἀπόστολοι· οἵ γε περὶ αὐτῶν τῶν κορυφαίων εἰπεῖν οὐκ ἀπέσχοντο, ὅτι ἠγανάκτησαν ἀλλαχοῦ· καὶ οὐχ ἅπαξ, ἀλλὰ καὶ δὶς καὶ πολλάκις. Τούτους οὖν καὶ ἡµεῖς µιµησώµεθα. Οὐκ ἔτι µοι πρὸς πάντας ὁ λόγος, ἀλλὰ πρὸς τοὺς ἀρχῆς ἐφιεµένους. Εἰ πιστεύεις, ὅτι Θεοῦ ἐστιν ἐκλογὴ, µὴ ἀγανάκτει· ἐκείνῳ γὰρ ἀγανακτεῖς, καὶ πρὸς ἐκεῖνον παροξύνῃ· ἐκεῖνός ἐστιν ὁ ἐκλεξάµενος. Εἰ δὲ αὐτὸς µὲν ἐξελέξατο, σὺ δὲ τολµᾷς τούτῳ ἀγανακτεῖν, ταὐτὸν ποιεῖς οἷον ὁ Κάϊν.∆ έον γὰρ ἀποδέξασθαι, ὁ δὲ ὅτι προετιµήθη ἡ θυσία τοῦ ἀδελφοῦ, ἐλυπήθη· ἠγανάκτησε, δέον κατανυγῆναι. Ἐγὼ δὲ οὐ τοῦτο λέγω, ἀλλ' ὅτι συµφερόντως οἶδεν οἰκονοµεῖν ὁ Θεός. Πολλάκις γὰρ τὸ µὲν ἦθος ἐπιεικέστερος σὺ, οὐκ ἐπιτήδειος δέ. Πάλιν ἔστι σοὶ µὲν βίος ἄληπτος καὶ ἦθος ἐλευθέριον, ἐν δὲ Ἐκκλησίᾳ οὐ τούτων δεῖ µόνον. Ἄλλως δὲ καὶ ἄλλος πρὸς ἄλλο ἁρµόδιός ἐστιν. Οὐχ ὁρᾷς, ὅσον ὑπὲρ τούτων πεποίηται λόγον ἡ θεία Γραφή; Ἀλλ' εἴπω, τίνος ἕνεκεν περιµάχητον τὸ πρᾶγµα γέγονεν· ὅτι οὐχ ὡς ἐπὶ ἀρχὴν, καὶ προστασίαν ἀδελφῶν ἐρχόµεθα, ἀλλ' ὡς ἐπὶ τιµὴν καὶ ἀνάπαυσιν. Εἰ γὰρ ᾔδεις, ὅτι πάντων ὀφείλει εἶναι ὁ ἐπίσκοπος, τὰ πάντων βάρη βαστάζων· ὅτι τοῖς µὲν ἄλλοις ὀργιζοµένοις συγγνώµη, αὐτῷ δὲ οὐδαµοῦ· ὅτι τοῖς ἄλλοις ἁµαρτάνουσι παραίτησις πολλὴ, αὐτῷ δὲ οὐκ ἔτι, οὐκ ἂν ἔσπευσας ἐπὶ τὴν ἀρχὴν, οὐκ ἂν ἔδραµες. Καὶ γὰρ οὗτος τοῖς ἁπάντων ὑπόκειται στόµασι, ταῖς ἁπάντων κρίσεσι, καὶ σοφῶν, καὶ ἀσόφων· φροντίσι καθ' ἑκάστην κόπτεται τὴν ἡµέραν, καθ' ἑκάστην νύκτα· πολλοὺς ἔχει τοὺς µισοῦντας, πολλοὺς ἔχει τοὺς διαφθονουµένους. Μὴ γάρ µοι περὶ ἐκείνων εἴπῃς τῶν πάντα χαριζοµένων, τῶν καθεύδειν βουλοµένων, τῶν ὡς ἐπὶ ἀνάπαυσιν εἰς τὸ πρᾶγµα ἐρχοµένων. Οὐ περὶ τούτων ὁ λόγος, ἀλλὰ περὶ ἐκείνων τῶν ἀγρυπνούντων ὑπὲρ τῶν ψυχῶν ὑµῶν, τῶν τῆς οἰκείας σωτηρίας τὴν τῶν ἀρχοµένων προτιθέντων. Εἰπέ µοι, εἰ δέκα τις παῖδας ἔχων ὑποχειρίους συνοικοῦντας αὐτῷ διαπαντὸς, ἀδιαλείπτως αὐτῶν ἀναγκάζεται φροντίζειν, τοσούτους ἔχων οὗτοςοὐχ ὑποχειρίους, οὐ συνοικοῦντας, ἀλλ' ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ τὴν ὑπακοὴν ἔχοντας, τίς οὐκ ὀφείλει γενέσθαι; Ἀλλὰ τιµᾶται, φησίν. Ποίᾳ τιµῇ; Πένητες τριωβολιµαῖοι βλασφηµοῦσιν αὐτὸν ἐπὶ τῆς ἀγορᾶς. Τί οὖν αὐτοὺς οὐκ ἐπιστοµίζει; Πάνυ γε. Οὐ γὰρ ἐπισκόπου λέγεις ἔργον. Πάλιν, ἂν µὴ πᾶσι παρέχῃ, καὶ τοῖς ἐν ἀργίᾳ, καὶ τοῖς ἐργαζοµένοις, µυρία πανταχόθεν ἐγκλήµατα· οὐδεὶς δέδοικε κατηγορῆσαι καὶ διαβαλεῖν· ἐπὶ µὲν γὰρ τῶν ἀρχόντων ὁ φόβος ἔπεστιν, ἐπὶ δὲ τούτων οὐχί. Ὁ γὰρ φόβος τοῦ Θεοῦ παρ' αὐτοῖς οὐδὲν ἰσχύει. Τί ἄν τις εἴποι τὴν περὶ τὸν λόγον καὶ τὴν διδασκαλίαν φροντίδα; τὴν δυσκολίαν τὴν ἐν ταῖς χειροτονίαις; Τάχα ἢ σφόδρα ἀσθενὴς ἐγὼ τυγχάνω καὶ ταλαίπωρος καὶ οὐδαµινὸς, ἢ τὸ πρᾶγµα οὕτως ἔχει. Οὐδὲν πλοίου κλυδωνιζοµένου διενήνοχεν ἡ τοῦ ἱερέως ψυχή· πανταχόθεν στίζεται, παρὰ φίλων, παρ' ἐχθρῶν, παρ' οἰκείων, παρ' ἀλλοτρίων. Οὐχὶ τῆς οἰκουµένης ὁ βασιλεύων κρατεῖ· οὗτος δὲ πόλεως µόνης; Ἀλλὰ τοσοῦτον µείζους εἰσὶν αἱ φροντίδες τούτου, ὅσον ὕδατος ἁπλῶς ὑπὸ πνεύµατος κινουµένου ποταµίου, καὶ πελάγους οἰδοῦντος, καὶ µαινοµένουτὸ διάφορον. Τί δήποτε; Ὅτι ἐκεῖ µὲν πολλοὶ οἱ συναντιλαµβανόµενοι( πάντα γὰρ νόµῳ καὶ διατάξει γίνεται)· ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον, οὐδὲ ἀπ' ἐξουσίας ἔστιν ἐπιτάξαι· ἀλλ' ἂν µὲν σφοδρῶς κινηθῇ, ἀκούει ὠµός· ἂν δὲ µὴ σφοδρῶς, ψυχρός.∆ εῖ δὲ ταῦτα τὰ ἐναντία συνελθεῖν, ὥστε µήτε καταφρονεῖσθαι, µήτε µισεῖσθαι. Ἄλλως δὲ καὶ τὰ πράγµατα προκατείληπται. Πόσους ἀναγκάζεται σκανδαλίζειν, καὶ ἑκὼν καὶ ἄκων! πόσους πλήττειν, καὶ ἑκὼν καὶ ἄκων! Οὐκ ἄλλως λέγω, ἀλλ' ὡς ἔχω καὶ διάκειµαι. Οὐκ οἶµαι εἶναι πολλοὺς ἐν τοῖς ἱερεῦσι τοὺς σωζοµένους, ἀλλὰ πολλῷ πλείους τοὺς ἀπολλυµένους· τὸ δὲ αἴτιον, ὅτι µεγάλης τὸ πρᾶγµα δεῖται ψυχῆς. Πολλὰς γὰρ ἀνάγκας ἔχει τὰς ἐξαγούσας τοῦ οἰκείου ἤθους, καὶ µυρίων αὐτῷ πανταχόθεν ὀφθαλµῶν δεῖ. Οὐχ ὁρᾷς, ὅσα δεῖ τὸν ἐπίσκοπον ἔχειν;∆ ιδακτικὸν εἶναι, ἀνεξίκακον, ἀντεχόµενον τοῦ κατὰ τὴν διδαχὴν πιστοῦ λόγου. Πόσης τοῦτο δυσκολίας; Καὶ τῶν τοῖς ἄλλοις ἁµαρτανοµένων αὐτὸς ἔχει τὰς αἰτίας. Οὐ λέγω τῶν ἄλλων οὐδέν· ἂν εἷς µόνον ἀπέλθῃ ἀµύητος, οὐχὶ πᾶσαν αὐτοῦ κατέστρεψε τὴν σωτηρίαν; Ψυχῆς γὰρ ἀπώλεια µιᾶς τοσαύτην ἔχει ζηµίαν, ὅσην οὐδεὶς παραστῆσαι δύναται λόγος. Εἰ γὰρ ἡ σωτηρία αὐτῆς τοσούτου ἀξία, ὥστε τὸν Υἱὸν τοῦ Θεοῦ ἄνθρωπον γενέσθαι, καὶ τοσαῦτα παθεῖν· ἡ ἀπώλεια ἐννόησον ὅσην οἴσει τὴν τιµωρίαν. Εἰ δι' ὃν ἀπόλλυταί τις, ἐν τῷ παρόντι βίῳ ἄξιος ἀποθανεῖν, πολλῷ µᾶλλον ἐκεῖ. Μὴ γάρ µοι εἴπῃς, ὅτι ὁ πρεσβύτερος ἥµαρτε, µηδὲ ὅτι ὁ διάκονος· πάντων τούτων ἐπὶ τὴν κεφαλὴν τῶν χειροτονησάντων αἱ αἰτίαι φέρονται. Πάλιν ἕτερον εἴπω. Συµβαίνει τινὰ κλῆρον διαδέξασθαι ἀνδρῶν µοχθηρῶν· τί χρὴ βουλεύσασθαι ἀπορεῖ ἐπὶ ἁµαρτήµασι προλαβοῦσι.∆ ύο γὰρ οἱ κρηµνοὶ, καὶ δεῖ µήτε ἀφεῖναι ἐκεῖνον, καὶ τοὺς ἄλλους µὴ σκανδαλίσαι. Ἐκκόψαι τοίνυν δεῖ πρῶτον; Ἀλλ' οὐκ ἔστι παροῦσα πρόφασις. Ἀλλ' ἀφεῖναι; Ναὶ, φησί· τοῦ γὰρ χειροτονήσαντος ἡ αἰτία. Τί οὖν; οὐ δεῖ χειροτονῆσαι, οὐδὲ ἐφ' ἕτερον βαθµὸν ἀγαγεῖν; Ἀλλὰ τοῦτο πᾶσιν ἔσται δῆλον, ὅτι µοχθηρός τίς ἐστι. Πάλιν οὖν ἑτέρως ἐσκανδάλισεν. Ἀλλ' ἀγαγεῖν ἐπὶ µείζονα βαθµόν; Τοῦτο πολλῷ χαλεπώτερον.
3.5
Ὥστε εἴ τις ὡς ἐπὶ προστασίαν ἔτρεχε τὴν ἀρχιερωσύνην, οὐδεὶς ἂν αὐτὴν ἐδέξατο ταχέως. Νῦν δὲ, ὥσπερ τὰς ἔξωθεν ἀρχὰς, οὕτω καὶ ταύτην διώκοµεν. Ἵνα γὰρ δοξασθῶµεν, ἵνα τιµηθῶµεν παρὰ ἀνθρώποις, ἀπολλύµεθα παρὰ τῷ Θεῷ. Τί τὸ κέρδος τῆς τιµῆς; πῶς ἐλήλεγκται οὐδὲν οὖσα; Ὅταν ἐπιθυµήσῃς ἱερωσύνης, ἀντίστησον τὴν γέενναν, ἀντίστησον τὰς εὐθύνας τὰς ἐκεῖ, ἀντίστησον τὸν ἀπράγµονα βίον, ἀντίστησον τῆς κολάσεωςτὸ µέτρον· ὅτι κἂν ἁµάρτῃς κατὰ σαυτὸν, οὐδὲν πείσῃ τοιοῦτον· ἂν δὲ ἱερεὺς ὢν, ἀπόλωλας. Ἐννόησον, ὅσα ὑπέµεινεν, ὅσα ἐφιλοσόφησεν ὁ Μωϋσῆς, ὅσα ἐπεδείξατο ἀγαθά· καὶ ἵνα ἓν ἁµάρτῃ ἁµάρτηµα µόνον, ἐκολάζετο πικρῶς· εἰκότως. Μετὰ γὰρ τῆς τῶν ἄλλων ζηµίας τοῦτο γέγονεν· ὥστε πικρότερον ἐκολάζετο, οὐ τῷ φανερὸν γενέσθαι, ἀλλὰ καὶ τῷ ἱερέως εἶναι τὸ ἁµάρτηµα οὐ τὴν αὐτὴν γὰρ τιµωρίαν διδόαµεν τῶν τε φανερῶν, καὶτῶν λάθρα ἁµαρτανοµένων. Ἡ µὲν γὰρ ἁµαρτία ἡ αὐτὴ, ἡ δὲ ζηµία οὐχ ἡ αὐτὴ, µᾶλλον δὲ οὐδὲ ἡ ἁµαρτία· οὐ γάρ ἐστι τὸ αὐτὸ, λανθάνοντα καὶ κρυπτόµενον ἁµαρτάνειν, καὶ φανερῶς. Τὸν δὲ ἐπίσκοπον οὐκ ἔνι λάθρα ἁµαρτάνειν. Ἀγαπητὸν γὰρ µὴ ἁµαρτάνοντα ἀπαλλαγῆναι ἐγκληµάτων, µή τί γε ἁµαρτάνοντα. Κἂν ὀργισθῇ, κἂν γελάσῃ, κἂν ἀνέσεως ὄναρ ἐπιθυµήσῃ, πολλοὶ οἱ σκώπτοντες, πολλοὶ οἱ σκανδαλιζόµενοι, πολλοὶ οἱ νοµοθετοῦντες, πολλοὶ οἱτῶν προτέρων µεµνηµένοι, καὶ τὸν παρόντα κακίζοντες· καὶ ταῦτα ποιοῦσιν, οὐκ ἐκείνους ἐγκωµιάσαι βουλόµενοι· ἀλλὰ τοῦτον δακεῖν, τῶν συνεπισκόπων, τῶν πρεσβυτέρων µεµνηµένοι. Γλυκὺς ὁ πόλεµος ἀπείροις, φησί. Τοῦτο καὶ νῦν ἁρµόζει λέγειν· µᾶλλον δὲ καὶ λέγοµεν πρὸ τοῦ καταστῆναι εἰς τὸν ἀγῶνα· µετὰ δὲ τὸ ἐµβῆναι, οὐδὲ δῆλοι γινόµεθα τοῖς πολλοῖς. Οὐ γάρ ἐστιν ἡµῖν νῦν πόλεµος πρὸς τοὺς καταδυναστεύοντας τῶν πενήτων, οὐδὲ τοῦ ποιµνίου προπολεµεῖν ἀνεχόµεθα· ἀλλὰ κατὰ τοὺς ποιµένας ἐκείνους τοὺς ἐν τῷ Ἰε ζεκιὴλ, σφάττοµεν καὶ κατεσθίοµεν. Τίς ἡµῶν ἐπιδείκνυται τοσαύτην φροντίδα περὶ τὰ ποίµνια τοῦ Χριστοῦ, ὅσην περὶ τὰ ποίµνια τοῦ Λάβαν ὁ Ἰακώβ; τίς δύναται ἀπαριθµήσασθαι παγετὸν νυκτός; Μὴ γάρ µοι τὰς παννυχίδας εἴπῃς, καὶ τὴν τοσαύτην θεραπείαν. Πᾶν µὲν οὖν τοὐναντίον. Ὕπαρχοι καὶ τοπάρχαι οὐκ ἀπολαύουσι τοσαύτης τιµῆς, ὅσης ὁ τῆς Ἐκκλησίας ἄρχων. Ἂν ἐν βασιλείοις εἰσίῃ, τίς πρῶτος; ἂν παρὰ γυναιξὶν, ἂν παρὰ ταῖς οἰκίαις τῶν µεγάλων, οὐδεὶς ἕτερος αὐτοῦ προτετίµηται. Ἀπόλωλε πάντα καὶ διέφθαρται. Ταῦτα οὐχ ὑµᾶς καταισχῦναι βουλόµενος λέγω, ἀλλ' ὑµῶν ἐπισχεῖν τὴν ἐπιθυµίαν. Ποίῳ γὰρ συνειδότι ἂν γένῃ σπουδάσας ἢ διὰ σαυτοῦ, ἢ δι' ἑτέρου; ποίοις ὀφθαλµοῖς ἀντιβλέψεις ἐκείνῳ τῷ συνεργήσαντι; τί ἕξεις ἀπολογήσασθαι; Ὁ µὲν γὰρ ἄκων καὶ βιασθεὶς, καὶ οὐκ ἐθέλων, ἔχοι ἄν τινα ἀπολογίαν, εἰ καὶ τὰ µάλιστα καὶ οὗτος ἀπεστέρηται συγγνώµης· πλὴν ἀλλὰ παρὰ τοῦτο ἔχει τινὰ ἀπολογίαν. Ἐννόησον τί Σίµων ἔπαθε; Τί γὰρ, εἰ µὴ ἀργύριον δίδως, ἀλλ' ἀντὶ ἀργυρίου κολακεύεις, καὶ κατασκευάζεις πολλὰ, καὶ µηχανᾷ; Τὸ ἀργύριόν σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν. Πρὸς ἐκεῖνον εἶπε, καὶ τούτοις ἐρεῖ· ἡ σπουδὴ ὑµῶν µεθ' ὑµῶν ἔστω εἰς ἀπώλειαν, ὅτι ἐνοµίσατε περιδροµῇ ἀνθρωπίνῃ τὴν δωρεὰν τοῦ Θεοῦ κτᾶσθαι. Ἀλλ' οὐδείς ἐστι τοιοῦτος; Μηδὲ γένοιτο. Οὐδὲ γὰρ βούλοµαι οὐδὲν πρὸς ὑµᾶς εἶναι τῶν λεγοµένων· νυνὶ δὲ ἐκ τῆς ἀκολουθίας εἰς τούτους ἐνεπέσοµεν τοὺς λόγους. Οὐδὲ γὰρ ὅταν κατὰ πλεονεξίας λέγωµεν, πρὸς ὑµᾶς λέγοµεν, ἀλλ' οὐδὲ πρὸς ἕνα. Γένοιτο εἰκῆ τὰ φάρµακα παρ' ἡµῶν κατασκευάζεσθαι. Αἱ τῶν ἰατρῶν εὐχαὶ τοιαῦταί εἰσιν, οὐκ ἄλλα αἰτοῦσαι, ἢ ὥστε µετὰ τὸν πολὺν πόνον ἁπλῶς ῥιφῆναι τὰ φάρµακα. Ταῦτα καὶ ἡµεῖς εὐχόµεθα, ἁπλῶς εἰς ἀέρα λέγεσθαι τὰ ῥήµατα τὰ ἡµέτερα, ὥστε ῥήµατα µόνον εἶναι. Πάντα ὑποστῆναι ἕτοιµος ἐγὼ, ὥστε µὴ εἰς χρείαν καταστῆναι τοῦ ταῦτα λέγειν. Εἰ δὲ βούλεσθε, καὶ σιγήσοµεν· µόνον ἔστω ἀκίνδυνος ἡ σιγή. Οὐ γὰρ οἶµαι οὐδένα, κἂν σφόδρα κενόδοξος ᾖ, µὴ καλούσης χρείας θελῆσαι ἂν ἁπλῶς ἐπιδείκνυσθαι. Παραχωρήσοµεν τῆς διδασκαλίας ὑµῖν· αὕτη γὰρ µείζων ἡ διδασκαλία ἡ διὰ πραγµάτων· ἐπεὶ καὶ τῶν ἰατρῶν οἱ ἄριστοι, καίτοιγε τῆς νόσουτῶν καµνόντων φερούσης αὐτοῖς µισθοὺς, βούλοιντο ἂν ὑγιαίνειν τοὺς αὐτῶν φίλους. Καὶ ἡµεῖς βουλόµεθα ἅπαντας ὑγιαίνειν. Οὐ γὰρ ἵνα ἡµεῖς δόκιµοι ὦµεν βουλόµεθα, ὑµεῖς δὲ ἀδόκιµοι ἦτε. Ἐβουλόµην εἰ οἷόν τε ὄψει αὐτῇ τὴν ἀγάπην, ἢν περὶ ὑµᾶς ἔχω, ἐπιδείξασθαι· οὐδεὶς γάρ µοι λοιπὸν οὐδὲν ἂν ἐνεκάλεσεν, εἰ καὶ σφόδρα τραχὺς ἦν ὁ λόγος. Τὰ γὰρ παρὰ φίλων λεγόµενα, κἂν ὕβρις ᾖ, φορητά. Ἀξιοπιστότερα γὰρ τραύµατα φίλου, ἢ ἑκούσια φιλήµατα ἐχθροῦ. Οὐδὲν ἐµοὶ ποθεινότερον ὑµῶν, οὐδὲ τοῦτο τὸ φῶς. Μυριάκις γὰρ ἂν εὐξαίµην αὐτὸς πηρωθῆναι, εἰ γε ἐνῆν διὰ τούτου τὰς ὑµετέρας ἐπιστρέψαι ψυχάς· οὕτως αὐτοῦ τοῦ φωτὸς γλυκίων ἐµοὶ ἡ σωτηρία ἡ ὑµετέρα. Τί γὰρ ὄφελός µοι τῶν ἀκτίνων τῶν ἡλιακῶν, ὅταν ἡ δι' ὑµᾶς ἀθυµία πολὺ κατασκεδάζῃ τῶν ὀφθαλµῶν τὸ σκότος; Τὸ γὰρ φῶς τότε καλὸν, ὅταν ἐν εὐφροσύνῃ φαίνηται· ἐπεὶ τῇ λυπουµένῃ ψυχῇ καὶ παρενοχλεῖν δοκεῖ. Ὅτι δὲ οὐ ψεύδοµαι, µὴ γένοιτο µέν ποτε πεῖραν λαβεῖν. Πλὴν εἴποτε συµβαίη τινὰ ὑµῶν ἁµαρτάνειν, καθεύδοντί µοι παράστητε· ἀπολοίµην, εἰ µὴ τοῖς παραλύτοις ἔοικα, εἰ µὴ τοῖς ἐξεστηκόσι, καὶ κατὰ τὸν προφητικὸν λόγον, Καὶ τὸ φῶς τῶν ὀφθαλµῶν µου, καὶ αὐτὸ οὐκ ἔστι µετ' ἐµοῦ. Τίς γὰρ ὑµῖν ἐλπὶς, ὑµῶν µὴ προκοπτόντων; τίς δὲ ἀθυµία, ὑµῶν εὐδοκιµούντων; Πτεροῦσθαι δοκῶ, ὅταν τι περὶ ὑµῶν ἀκούσω χρηστόν. Πληρώσατέ µου τὴν χαράν. Τοσοῦτον µόνον εἰσήνεγκα εἰς τὴν εὐχὴν, ὅτι ἐπιθυµῶ ὑµῶν τὴν προκοπήν. Ὃ δὲ διαµιλλῶµαι πρὸς πάντας τοῦτό ἐστιν, ὅτι φιλῶ, ὅτι συµπέπλεγµαι, ὅτι πάντα µοι ὑµεῖς ἐστε, καὶ πατὴρ, καὶ µήτηρ, καὶ ἀδελφοὶ, καὶ παιδία. Μὴ δὴ νοµίσητέ τι τῶν παρ' ἡµῶν λεγοµένων πρὸς ἀπέχθειαν λέγεσθαι, ἀλλὰ πρὸς διόρθωσιν. Ἀδελφὸς γὰρ, φησὶν, ὑπὸ ἀδελφοῦ βοηθούµενος, ὡς πόλις ὀχυρά. Μὴ δὴ ἀπαξιώσητε· οὐδὲ γὰρ ἐγὼ τὸν παρ' ὑµῶν ἀτιµάζω λόγον, ἀλλὰ βουλοίµην ἂν διορθοῦσθαι παρ' ὑµῶν, βουλοίµην ἂν µανθάνειν. Πάντες γὰρ ἡµεῖς ἀδελφοί ἐσµεν, εἷς δὲ ἡµῶν ἐστιν ὁ καθηγητής. Ἔστι δὲ καὶ ἐν ἀδελφοῖς ἕνα ἐπιτάττειν, καὶ τοὺς ἄλλους πείθεσθαι. Μὴ δὴ ἀπαξιώσητε, ἀλλὰ πάντα ποιῶµεν εἰς δόξαν τοῦ Θεοῦ· ὅτι αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Intertext edge

Open linked passage

Note