Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In Acta apostolorum
John ChrysostomHom. Act. 40 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
40.0
Ὁ δὲ Παῦλος ἔτι προσµείνας ἡµέρας ἱκανὰς, τοῖς ἀδελφοῖς ἀποταξάµενος, ἐξέπλει εἰς τὴν Συρίαν, καὶ σὺν αὐτῷ Πρίσκιλλα καὶ Ἀκύλας, κειράµενος τὴν κεφαλὴν ἐν Κεγχρεαῖς· εἶχε γὰρ εὐχήν.
40.1
Ὅρα πῶς ὁ νόµος καταλέλυται, ὅρα πῶς τῷ συνειδότι κατείχοντο. Τοῦτο Ἰουδαϊκὸν ἦν τὸ κείρασθαι τὰς κεφαλὰς κατ' εὐχήν. Πλὴν ἔδει καὶ θυσίαν γενέσθαι, ἥτις οὐκ ἐγένετο µετὰ τὸ τυπτηθῆναι τὸν Σωσθένην. Ἔδει ἀπελθεῖν αὐτόν.∆ ιὸ καὶ ἐπείγεται. Καὶ παρακαλούµενος µεῖναι παρ' αὐτοῖς ἐν Ἐφέσῳ, οὐκ ἀνέχεται. Τίνος οὖν ἕνεκεν πάλιν τὴν Ἀντιόχειαν καταλαµβάνει; Ἀναβὰς γὰρ, φησὶ, καὶ ἀσπασάµενος τὴν Ἐκκλησίαν, κατέβη εἰς Ἀντιόχειαν. Ἐπιθυµίαν εἶχε τῆς πόλεως, παθών τι ἀνθρώπινον πρὸς αὐτήν· ἐνταῦθα γὰρ ἐχρηµατίσθησαν οἱ µαθηταὶ καλεῖσθαι Χριστιανοὶ, ἐνταῦθα παρεδόθη τῇ χάριτι τοῦ Θεοῦ, ἐνταῦθα ἤνυσε πράγµατα τὰ κατὰ τὸ δόγµα. Καὶ ὁ µὲν εἰς Συρίαν ἐξέπλει· τούτους δὲ ἀφῆκεν εἰς Ἔφεσον, εἰκότως, ὡς διδάξοντας. Τοσοῦτον αὐτῷ συγγενόµενοι χρόνον, πολλὰ ἔµαθον· καὶ ὅµως τῆς συνηθείας αὐτοὺς οὐκ ἀπήγαγεν οὐδέπω τῆς Ἰουδαϊκῆς. Ἰδοὺ καὶ γυνὴ τὸ ἴσον ἀνδράσι ποιοῦσα καὶ διδάσκουσα.∆ ιὰ τοῦτο ἐκωλύετο εἰς τὴν Ἀσίαν ἐλθεῖν, πρὸς τὰ κατεπείγοντα, οἶµαι, ἐλαυνόµενος. Ὅρα γοῦν ἐνταῦθα καὶ παρακαλούµενον αὐτὸν µεῖναι, καὶ οὐκ ἀνεχόµενον, ἐπειδὴ ἠπείγετο ἀπελθεῖν. Οὐ µὴν ἁπλῶς αὐτοὺς εἴασεν, ἀλλὰ µετὰ ὑποσχέσεως· καὶ ὅπως, ἄκουε· Κατήντησε δὲ, φησὶν, εἰς Ἔφεσον, καὶ ἐκείνους κατέλιπεν αὐτοῦ· αὐτὸς δὲ εἰσελθὼν εἰς τὴν συναγωγὴν, διελέχθη τοῖς Ἰουδαίοις. Ἐρωτώντων δὲ αὐτῶν ἐπὶ πλείονα χρόνον µεῖναι παρ' αὐτοῖς, οὐκ ἐπένευσεν, ἀλλ' ἀπετάξατο αὐτοῖς, εἰπών·∆ εῖ µε πάντως τὴν ἑορτὴν τὴν ἐρχοµένην ποιῆσαι εἰς Ἱεροσόλυµα· πάλιν δὲ ἀνακάµψω πρὸς ὑµᾶς τοῦ Θεοῦ θέλοντος. Καὶ ἀνήχθη ἀπὸ τῆς Ἐφέσου, καὶ κατελ θὼν εἰς Καισάρειαν, ἀναβὰς, καὶ ἀσπασάµενος τὴν Ἐκκλησίαν, κατέβη εἰς Ἀντιόχειαν· καὶ ποιήσας χρόνον τινὰ, ἐξῆλθε διερχόµενος καθεξῆς τὴν Γαλατικὴν χώραν καὶ Φρυγίαν, ἐπιστηρίζων πάντας τοὺς µαθητάς. Καὶ ὅρα, ἐκείνους τοὺς τόπους κατελάµβανεν, οἷς ἐπέβη πρὸ τούτου. Ἰουδαῖος δέ τις Ἀπολλὼς ὀνόµατι, Ἀλεξανδρεὺς τῷ γένει, ἀνὴρ λόγιος, κατήντησεν εἰς Ἔφεσον, δυνατὸς ὢν ἐν ταῖς Γραφαῖς. Ἰδοὺ καὶ λόγιοι ἠπείγοντο κηρύττειν, καὶ ἀποδηµοῦσι λοιπὸν οἱ µαθηταί. Ὁρᾷς ἐπίδοσιν τοῦ κηρύγµατος; Οὗτος ἦν κατηχηµένος τὴν ὁδὸν τοῦ Κυρίου, καὶ ζέων τῷ Πνεύµατι ἐλάλει, καὶ ἐδίδασκεν ἀκριβῶς τὰ περὶ τοῦ Κυρίου, ἐπιστάµενος µόνον τὸβάπτισµα Ἰωάννου. Οὗτός τε ἤρξατο παῤῥησιάζεσθαι ἐν τῇ συναγωγῇ. Ἀκούσαντες δὲ αὐτοῦ Ἀκύλας καὶ Πρίσκιλλα, προσελάβοντο αὐτὸν, καὶ ἀκριβέστερον αὐτῷ ἐξέθεντο τὴν τοῦ Θεοῦ ὁδόν. Εἰ τὸ βάπτισµα Ἰωάννου µόνον ἠπίστατο οὗτος, πῶς τῷ Πνεύµατι ἔζει; τὸ γὰρ Πνεῦµα οὐχ οὕτως ἐδίδοτο. Εἰ δὲ καὶ οἱ µετὰ τοῦτον ἐδεήθησαν τοῦ βαπτίσµατος τοῦ Χριστοῦ· πολλῷ µᾶλλον οὗτος ἐδεήθη ἄν. Τί οὖν ἔστιν εἰπεῖν; οὐδὲ γὰρ ἁπλῶς ἐφεξῆς ἔθηκεν ἀµφότερα ὁ συγγραφεύς. Ἐµοὶ δοκεῖ εἷς οὗτος εἶναι τῶν ἑκατὸν εἴκοσι τῶν µετὰ τῶν ἀποστόλων βαπτισθέντων· ἢ εἰ µὴ τοῦτο, ὅπερ ἐπὶ τοῦ Κορνηλίου γέγονε, γεγένηται καὶ ἐπὶ τούτου. Ἀλλ' οὐ βαπτίζεται, ἀλλ' ὅτε ἀκριβέστερον αὐτῷ ἐξέθεντο. Τοῦτο δὲ εἶναί µοι ἀληθὲς φαίνεται, ὅτι καὶ βαπτισθῆναι αὐτὸν ἔδει· ἐπεὶ οἱ δώδεκα οἱ ἄλλοι οὐδὲν ᾔδεσαν ἀκριβὲς, οὐδὲ τὰ περὶ τοῦ Ἰησοῦ. Εἰκὸς δὲ αὐτὸν καὶ βαπτισθῆναι. Πλὴν εἰ καὶ αὐτοὶ οἱ Ἰωάννου µετὰ τὸ βάπτισµα πάλιν ἐβαπτίζοντο, ἔδει καὶ τοὺς µαθητὰς τοῦτο ποιῆσαι. Βουλοµένου δὲ αὐτοῦ διελθεῖν εἰς τὴν Ἀχαΐαν, προτρεψάµενοι οἱ ἀδελφοὶ ἔγραψαν τοῖς µαθηταῖς ἀποδέξασθαι αὐτόν. Ὃς παραγενόµενος συνεβάλετο πολὺ τοῖς πεπιστευκόσι διὰ τῆς χάριτος. Εὐτόνως γὰρ τοῖς Ἰουδαίοις διακατηλέγχετο δηµοσίᾳ, ἐπιδεικνὺς διὰ τῶν Γραφῶν εἶναι τὸν Χριστὸν Ἰησοῦν. Ἐγένετο δὲ ἐν τῷ τὸν Ἀπολλὼ εἶναι ἐν Κορίνθῳ, Παῦλον διελθόντα τὰ ἀνωτερικὰ µέρη, ἐλθεῖν εἰς Ἔφεσον. Καὶ εὑρών τινας µαθητὰς, εἶπε πρὸς αὐτούς· Εἰ Πνεῦµα ἅγιον ἐλάβετε πιστεύσαντες; Οἱ δὲ εἶπαν πρὸς αὐτόν· Ἀλλ' οὐδὲ εἰ Πνεῦµα ἅγιόν ἐστιν, ἠκούσαµεν. Εἶπέ τε πρὸς αὐτούς· Εἰς τί οὖν ἐβαπτίσθητε; Οἱ δὲ εἶπον· Εἰς τὸ Ἰωάννου βάπτισµα. Εἶπε δὲ Παῦλος· Ἰωάννης µὲν ἐβάπτισε βάπτισµα µετανοίας, τῷ λαῷ λέγων, εἰς τὸν ἐρχόµενον µετ' αὐτὸν ἵνα πιστεύσωσι· τουτέστιν, εἰς τὸν Χριστὸν Ἰησοῦν. Ἀκούσαντες δὲ ἐβαπτίσθησαν εἰς τὸ ὄνοµα τοῦ Κυρίου Ἰησοῦ. Καὶ ἐπιθέντος αὐτοῖς τοῦ Παύλου τὰς χεῖρας, ἦλθε τὸ Πνεῦµα τὸ ἅγιον ἐπ' αὐτούς· ἐλάλουν τε γλώσσαις καὶ προεφήτευον. Ἦσαν δὲ οἱ πάντες ἄνδρες ὡσεὶ δεκαδύο. Πολλῷ οὗτοι ἐκείνου διεστήκασιν, οἱ µηδὲ εἰ Πνεῦµα ἅγιόν ἐστιν εἰδότες. Οὗτοι οὖν, οἳ καὶ ἀκριβέστερον αὐτῷ ἐξέθεντο τὴν ὁδὸν τοῦ Κυρίου, καὶ προπέµπουσι, καὶ γράµµατα ἐπιδιδόασιν. Ἐβούλετο µὲν οὖν καὶ αὐτὸς ἀπελθεῖν εἰς Ἀχαΐαν· πρὸ δὲ τοῦ προτρέψαι, καὶ γράµµατα δοῦναι αὐτῷ τοὺς ἀδελφοὺς, οὐκ ἀναχωρεῖ. Ὃς παραγενόµενος συνεβάλετο, φησὶ, τοῖς πεπιστευκόσιν· εὐτόνως γὰρ διακατηλέγχετο δηµοσίᾳ ἐπιδεικνύων διὰ τῶν Γραφῶν εἶναι τὸν Χριστὸν Ἰησοῦν. Ἐντεῦθεν πῶς ἦν δυνατὸς ἐν ταῖς Γραφαῖς Ἀπολλὼς δείκνυσι. Τοὺς µὲν γὰρ Ἰουδαίους σφόδρα ἐπεστόµιζε( τοῦτο γάρ ἐστι τὸ,∆ ιακατηλέγχετο), τοὺς δὲ πιστεύοντας θαῤῥεῖν µᾶλλον ἐποίει, καὶ ἵστασθαι πρὸς τὴν πίστιν. Ἐγένετο δὲ, φησὶ, Παῦλον διελθόντα τὰ ἀνωτερικὰ µέρη ἐλθεῖν εἰς Ἔφεσον. Ταῦτα δὴ τὰ κατὰ Καισάρειαν καὶ τὰ λοιπά. Καὶ εὑρών τινας µαθητὰς, εἶπε πρὸς αὐτούς· Εἰ Πνεῦµα ἅγιον ἐλάβετε πιστεύσαντες; Ὅτι οὐδὲ εἰς Χριστὸν ἐπίστευον οὗτοι, δῆλον ἐκ τοῦ εἰπεῖν· Εἰς τὸν ἐρχόµενον µετ' αὐτὸν, ἵνα πιστεύσωσι. Καὶ οὐκ εἶπεν, Οὐδέν ἐστι τὸ βάπτισµα Ἰωάννου· ἀλλ' ὅτι ἀτελές. Καὶ οὐδὲ τοῦτο προσέθηκεν ἁπλῶς, ἀλλ' ἵνα διδάξῃ καὶ πείσῃ αὐτοὺς εἰς τὸ ὄνοµα τοῦ Ἰησοῦ βαπτισθῆναι· ὃ καὶ ποιοῦσι, καὶ τὸ Πνεῦµα λαµβάνουσι τῇ ἐπιθέσει τῶν χειρῶν Παύλου. Ἐπιθέντος γὰρ, φησὶν, αὐτοῖς τοῦ Παύλου τὰς χεῖρας, ἦλθε τὸ Πνεῦµα τὸ ἅγιον ἐπ' αὐτούς. Ὥστε οἷς ἐπετίθει τὰς χεῖρας, τὸ Πνεῦµα ἐλάµβανον. Εἰκὸς τοίνυν ἦν Πνεῦµα µὲν αὐτοὺς ἔχειν, µὴ φαίνεσθαι δέ· ἀλλ' ἐκ τῆς ἐνεργείας καὶ ἀφ' ὧν γλώσσαις ἐλάλουν, τοῦτο ἐνέφαινον.
40.2
Ἀλλ' ἴδωµεν ἄνωθεν τὰ ἀνεγνωσµένα. Ὁ δὲ Παῦλος ἐξέπλει εἰς τὴν Συρίαν, φησὶ, καὶ σὺν αὐτῷ Πρίσκιλλα καὶ Ἀκύλας, οὓς καὶ καταντήσας εἰς Ἔφεσον κατέλιπεν αὐτοῦ. Ἢ ὅτι οὐκ ἐβούλετο περιάγειν αὐτοὺς, καὶ διὰ τοῦτο κατέλιπεν· ἢ µᾶλλον ἵνα διδάσκαλοι µένωσι τοῖς ἐν Ἐφέσῳ. Αὐτοὶ δὲ µετὰ ταῦτα τὴν Κόρινθον ᾤκησαν, οἷς καὶ µεγάλα µαρτυρεῖ, καὶ Ῥωµαίοις ἐπιστέλλων προσαγορεύει αὐτούς. Ὅθεν µοι δοκεῖ µετὰ ταῦτα αὐτοὺς εἰς Ῥώµην ἀπελθεῖν, ἅτε ἐµφιλοχωροῦντας τοῖς τόποις ἐκείνοις, ὅθεν ἐξέπεσον ἐπὶ Νέρωνος. Καὶ καταβὰς, φησὶν, εἰς Καισάρειαν, ἀναβὰς καὶ ἀσπασάµενος τὴν Ἐκκλησίαν, κατέβη εἰς Ἀντιόχειαν, καὶ ποιήσας χρόνον τινὰ, ἐξῆλθε, διερχόµενος τὴν Γαλατικὴν καθεξῆς χώραν καὶ Φρυγίαν. Ἐµοὶ δοκοῦσι καὶ οἱ πιστοὶ ἔτι ἐκεῖ συνάγεσθαι· οὐ γὰρ εὐθέως αὐτοὺς ἀπέσπων. Ὅρα δὲ πῶς αὐτοὺς ἐπείγεται. Καὶ ταύτας τὰς χώρας πάλιν διέρχεται, ὥστε τῇ παρουσίᾳ βεβαιῶσαι τοὺς µαθητάς. Ἰουδαῖος δέ τις, φησὶν, Ἀπολλὼς ὀνόµατι, κατήντησεν εἰς Ἔφεσον, δυνατὸς ὢν ἐν ταῖς Γραφαῖς.∆ ιεγηγερµένος ἦν ὁ ἄνθρωπος· διὸ καὶ ἀποδηµίας στέλλεται ὑπὲρ τούτου αὐτοῦ. Ὃς παραγενόµενος, φησὶν, εἰς Ἀχαΐαν, εὐτόνως διακατηλέγχετο τοῖς Ἰουδαίοις δηµοσίᾳ. Περὶ τούτου γράφων ἔλεγε· Περὶ δὲ Ἀπολλὼ τοῦ ἀδελφοῦ. Τῷ µὲν οὖν δηµοσίᾳ ἐλέγχειν, ἡ παῤῥησία ἐδείκνυτο· τῷ δὲ εὐτόνως, ἡ δύναµις ἐδηλοῦτο· τῷ δὲ ἐκ τῶν θείων Γραφῶν ἐπιδεικνύειν, ἡ ἐµπειρία. Οὔτε γὰρ ἡ παῤῥησία τι συντελεῖ καθ' ἑαυτὴν, οὐκ οὔσης δυνάµεως, οὔτε ἡ δύναµις, οὐκ οὔσης παῤῥησίας. Ἄρα οὐκ εἰκῆ Ἀκύλαν κατέλιπεν εἰς Ἔφεσον, ἀλλὰδιὰ τὸν Ἀπολλὼ τάχα τὸ Πνεῦµα τοῦτο ᾠκονόµησεν, ὥστε ἰσχυρότερον ἐπιβῆναι τῇ Κορίνθῳ. Καὶ τί δήποτε τούτῳ µὲν οὐδὲν ἐποίησαν, Παύλῳ δὲ ἐπιτίθενται; Ἤδεσαν, ὅτι ἐκεῖνος ὁ κορυφαῖος ἦν· ἢ καὶ ὅτι πολὺ τὸ ὄνοµα τοῦ ἀνδρὸς ἦν· Προλαβόµενοι δὲ, φησὶν, αὐτὸν Ἀκύλας καὶ Πρίσκιλλα, ἀκριβέστερον αὐτῷ ἐξέθεντο τὴν τοῦ Θεοῦ ὁδόν. Ὅρα πῶς πάντα πίστει ἐγίνετο, καὶ οὐδαµοῦ φθόνος, οὐδαµοῦ βασκανία· Ἀκύλας διδάσκει, µᾶλλον δὲ καὶ οὗτος διδάσκεται. Καὶ γὰρ χρόνον αὐτῷ συγγενόµενοι οὕτως ἐδιδάχθησαν, ὡς καὶ ἄλλους ἱκανοὺς εἶναι διδάσκειν. Βουλοµένου δὲ αὐτοῦ διελθεῖν, φησὶν, εἰς τὴν Ἀχαΐαν, ἔγραψαν τοῖς µαθηταῖς ἀποδέξασθαι αὐτόν. Τίνος ἕνεκεν γράµµατα πέµπουσιν, ἑρµηνεύει· Ἵνα, φησὶν, αὐτὸν ἀποδέξωνται. Καὶ πόθεν δῆλον ἐκείνους ἐν Ἐφέσῳ ὄντας τὸ βάπτισµα ἔχειν Ἰωάννου; Ὅτι ἐρωτώµενοι, Εἰς τί ἐβαπτίσθητε; Εἰς τὸ Ἰωάννου, λέγουσι, βάπτισµα. Ἴσως ἐπεδήµησαντοῖς Ἱεροσολύµοις τότε, καὶ ἀπῆλθον, καὶ ἐβαπτίσαντο· ἀλλὰ καὶ βαπτισθέντες, τὸν Ἰησοῦν οὐκ ἠπίσταντο. Καὶ οὐ λέγει αὐτοῖς· Πιστεύετε εἰς τὸν Ἰησοῦν; ἀλλὰ τί; Εἰ Πνεῦµα ἅγιον ἐλάβετε; ᾔδει γὰρ, ὅτι οὐκ εἶχον. Καὶ βούλεται αὐτοὺς εἰπεῖν, ἵνα µαθόντες ὧν ἀπεστέρηνται, αἰτήσωσι. Καὶ ἐπιθέντος αὐτοῖς, φησὶ, τὰς χεῖρας τοῦ Παύλου, ἦλθε τὸ Πνεῦµα τὸ ἅγιον ἐπ' αὐτοὺς, καὶ ἐλάλουν γλώσσαις, καὶ προεφήτευον. Ἀπ' αὐτοῦ τοῦ βαπτίσµατος προφητεύουσι. Τοῦτο δὲ τὸ Ἰωάννου βάπτισµα οὐκ εἶχε· διὸ καὶ ἀτελὲς ἦν. Ἵνα δὲ τῶν τοιούτων ἀξιωθῶσι, προπαρεσκεύαζε µᾶλλον αὐτούς. Ὥστε τοῦτο ἐβούλετο Ἰωάννης βαπτίζων, πιστεῦσαι εἰς τὸν ἐρχόµενον µετ' αὐτόν. Ἐντεῦθεν δείκνυται δόγµα µέγα, ὅτι τελείως καθαίρονται τῶν ἁµαρτηµάτων οἱ βαπτιζόµενοι. Εἰ µὴ γὰρ ἐκαθαίροντο, οὐκ ἂν τὸ Πνεῦµα ἐδέχοντο οὗτοι, οὐκ ἂν χαρισµάτων εὐθὺς ἠξιοῦντο. Καὶ ὅρα, ὅτι διπλοῦν τὸ χάρισµα ἦν, καὶ γλῶσσαι καὶ προφητεῖαι. Καλῶς δὲ εἶπε βάπτισµα µετανοίας τὸ Ἰωάννου, καὶ οὐκ ἀφέσεως, ἀνάγων αὐτοὺς καὶ πείθων, ὅτι τούτου ἔρηµον ἦν ἐκεῖνο· τοῦ γὰρ ὕστερον δοθέντος ἔργον ἡ ἄφεσις γέγονε. Καὶ πῶς οἱ λαβόντες τὸ Πνεῦµα οὐκ ἐδίδασκον, ἀλλ' Ἀπολλὼς µήπω τὸ Πνεῦµα λαβών; Ὅτι οὐκ ἦσαν οὕτω ζέοντες, οὐδὲ κατηχηµένοι· ἐκεῖνος δὲ καὶ κατηχηµένος ἦν, καὶ σφόδρα ζέων. Ἐµοὶ δὲ δοκεῖ, ὅτι καὶ πολλὴ ἦν ἡ παῤῥησία τοῦ ἀνδρός. Ἀλλ' εἰ καὶ ἀκριβῶς ἐλάλει τὰ περὶ τοῦ Ἰησοῦ, ὅµως ἐδεῖτο ἔτι ἀκριβεστέρας διδασκαλίας. Οὕτω καίτοι οὐκ εἰδὼς πάντα, ἀπὸ τῆς προθυµίας ἐπεσπάσατο τὸ Πνεῦµα τὸ ἅγιον, καθάπερ οἱ περὶ Κορνήλιον. Τάχα πολλοὶ ποθοῦσιν, εἰ καὶ νῦν ἦν, τὸ τοῦ Ἰωάννου βάπτισµα. Ἀλλὰ πολλοὶ ἂν ἠµέλησαν βίου ἐναρέτου, ἢ καὶ ἐνοµίσθη ἂν ἕκαστος διὰ τοῦτο, καὶ οὐ διὰ βασιλείαν οὐρανῶν, ἐφίεσθαι τῆς ἀρετῆς. Ἄλλως δὲ πολλοὶ ἂν ἐγένοντο ψευδοπροφῆται, καὶ οὐκ ἂν λοιπὸν οἱ δόκιµοι σφόδρα ἐφάνησαν, οὐδ' ἂν ἐµακαρίσθησαν οἱ τὴν πίστιν ἁπλῶς παραδεξάµενοι. Ὥσπερ οὖν Οἱ µὴ ἰδόντες καὶ πιστεύσαντες µακάριοι, οὕτως οἱ χωρὶς σηµείων πιστεύοντες. Εἰπὲ δή µοι, οὐκ ὀνειδίζων Ἰουδαίοις ἔλεγεν ὁ Χριστός· Ἐὰν µὴ σηµεῖα ἴδητε, οὐ µὴ πιστεύσητε; Οὐκοῦν οὐδὲν παρεβλάβηµεν, εἰ θέλοιµεν προσέχειν ἑαυτοῖς. Τὸ κεφάλαιον ἔχοµεν τῶν ἀγαθῶν διὰ τοῦ βαπτίσµατος· ἄφεσιν ἁµαρτηµάτων ἐλάβοµεν, ἁγιασµὸν, Πνεύµατος µετάληψιν, υἱοθεσίαν, ζωὴν αἰώνιον. Τί βούλεσθε πλέον; σηµεῖα; Ἀλλὰ καταργεῖται. Πίστιν ἔχεις, ἐλπίδα, ἀγάπην, τὰ µένοντα· ταῦτα ζήτει, ταῦτα σηµείων µείζω. Οὐδὲν ἀγάπης ἴσον· Μείζων πάντων ἡ ἀγάπη, φησί. Νῦν δὲ ἡ ἀγάπη κινδυνεύει· ὄνοµα γὰρ αὐτῆς ὑπολέλειπται µόνον, τὸ δὲ ἔργον οὐδαµοῦ, ἀλλὰ διῃρήµεθα ἀπ' ἀλλήλων.
40.3
Τί οὖν ἄν τις ἐργάσαιτο ὥστε συνάψαι; τὸ µὲν γὰρ ἐγκαλέσαι εὔκολον, ἀλλὰ τοῦτο ἥµισύ ἐστιν. Οὐκοῦν δεικνύναι δεῖ πῶς ἂν ἐργασθείη φιλία· τοῦτο γάρ ἐστι τὸ σπουδαζόµενον, πῶς τὰ µέλη τὰ διεσπασµένα συναγάγωµεν. Οὐ γὰρ τοῦτό ἐστι τὸ ζητούµενον ἁπλῶς, εἰ µίαν Ἐκκλησίαν ἔχοµεν, ἢ ἓν δόγµα· ἀλλὰ τὸ δεινὸν τοῦτό ἐστιν, ὅτι ἐν τοῖς ἄλλοις κοινωνοῦντες ἀλλήλοις, ἐν τοῖς ἀναγκαίοις οὐ κοινωνοῦµεν, καὶ µετὰ πάντων εἰρηνεύοντες, ἐνἀλλήλοις στασιάζοµεν. Μὴ γὰρ, εἰ µὴ µάχας καθ' ἑκάστην ποιοῦµεν, σκόπει, ἀλλ' ὅτι οὐδὲ ἀγάπην γνησίαν ἔχοµεν καὶ ἀκλινῆ. Ἐπιδέσµων χρεία καὶ ἐλαίου. Ἐννοήσωµεν, ὅτι γνώρισµά ἐστιν ἡ ἀγάπη τῶν µαθητῶν τοῦ Χριστοῦ, ὅτι ταύτης χωρὶς οὐδὲν ἰσχύει τὰ ἄλλα· ὅτι ἄπονόν ἐστι πρᾶγµα, ἐὰν θέλωµεν. Ναὶ, φησὶν, οἴδαµεν ταῦτα, ἀλλὰ πῶς, ἵνα κατορθωθῇ; Τί, ἵνα γένηται; πῶς, ἵνα φιλῶµεν ἀλλήλους; Πρότερον τὰ ἀναιρετικὰ τῆς ἀγάπης ἐξέλωµεν, καὶ τότε στήσοµεν ταύτην. Μηδεὶς ἔστω µνησίκακος, µηδεὶς ἔστω βάσκανος, µηδεὶς χαιρέκακος· ταῦτά ἐστι τὰ κωλυτικά· τὰ δὲ ποιητικὰ ἕτερα. Οὐκ ἀρκεῖ τὰ κωλύοντα ἀνελεῖν, ἀλλὰ καὶ τὰ ἱστῶντα χρὴ ὑποδεικνύναι. Ὁ µὲν οὖν Σιρὰχ λέγει τὰ ἀναιρετικὰ, καὶ οὐκ ἔτι τὰ συνάπτοντα, ὀνειδισµὸν φάσκων καὶ µυστηρίου ἀποκάλυψιν καὶ πληγὴν δολίαν. Ἀλλ' ἐπ' ἐκείνων µὲν εἰκότως ταῦτα, ἅτε σαρκικῶν ὄντων· ἐφ' ἡµῶν δὲ µὴ γένοιτο· οὐκ ἀπὸ τούτων ὑµᾶς ἐνάγοµεν, ἀλλ' ἀπὸ τῶν ἄλλων. Οὐδὲν ἡµῖν ἐστι χρηστὸν φιλίας χωρίς. Ἔστω µυρία ἀγαθὰ, ἀλλὰ τί τὸ ὄφελος; ἔστω πλοῦτος, ἔστω τρυφὴ φίλων χωρὶς, ἀλλὰ τί τὸ κέρδος; Οὐδὲν κτῆµα τούτου κάλλιον καὶ ἐν τοῖς βιωτικοῖς πράγµασιν, ὥσπερ οὖν τῶν ἐχθραινόντων οὐδὲν χαλεπώτερον. Ἀγάπη καλύπτει πλῆθος ἁµαρτηµάτων· ἡ δὲ ἔχθρα καὶ τὰ οὐκ ὄντα ὑποπτεύει. Οὐκ ἀρκεῖ µὴ εἶναι ἐχθρὸν, ἀλλὰ δεῖ καὶ φιλεῖν. Ἐννόησον, ὅτι ὁ Χριστὸς ἐκέλευσε, καὶ ἀρκεῖ τοῦτο. Καὶ θλῖψις ποιεῖ φιλίας, καὶ συνάγει. Τί οὖν, φησὶ, νῦν, ὅτε θλῖψις οὐκ ἔστιν; εἰπὲ, πῶς, ἵναγενώµεθα φίλοι; Οὐκ ἔχετε φίλους ἄλλους, εἰπέ µοι; πῶς αὐτῶν ἐστε φίλοι; πῶς διαµένετε; Τέως µηδεὶς µηδένα ἐχθρὸν ἐχέτω· οὐκ ἔστι τοῦτο µικρόν· µηδεὶς φθονείτω· οὐκ ἔνι τὸν µὴ φθονοῦντα κατηγορεῖν. Μίαν οἰκοῦµεν οἰκουµένην ἅπαντες, τοῖς αὐτοῖς τρεφόµεθα καρποῖς. Ἀλλὰ ταῦτα µικρά· τοῖς αὐτοῖς µυστηρίοις, τῆς αὐτῆς πνευµατικῆς τροφῆς ἀπολαύοµεν. Ταῦτα δήπου ἐστὶ δικαιώµατα τοῦ φιλεῖν. Πῶς οὖν θερµῶς διακεισόµεθα, φησί; Τί ποιεῖ σωµάτων ἔρωτα; Λαµπρότης σώµατος. Οὐκοῦν καὶ τὰς ψυχὰς καλὰς ἐργασώµεθα, καὶ ἐσόµεθα ἀλλήλοις ἐπέραστοι· οὐ γὰρ δὴ φιλεῖν δεῖ µόνον, ἀλλὰ καὶ φιλεῖσθαι. Πρῶτον τοῦτο κατορθώσωµεν, ὥστε φιλεῖσθαι, καὶ ἐκεῖνο εὔκολον ἔσται. Πῶς οὖν ἔσται ἵνα φιλώµεθα; Γενώµεθα καλοὶ, καὶ τοῦτο ἐργαζώµεθα, ὥστε ἐραστὰς ἔχειν ἀεί. Μηδεὶς σπουδαζέτω µὴ χρήµατα κτᾶσθαι, µὴ ἀνδράποδα, µὴ οἰκίας, ὡς τὸ φιλεῖσθαι, ὡς ὄνοµα χρηστὸν ἔχειν. Κρεῖττον ὄνοµα, ἢ πλοῦτος πολύς. Τὸ µὲν γὰρ µένει, ὁ δὲ ἀπόλλυται· καὶ τὸ µὲν δυνατὸν κτήσασθαι, ἐκεῖνο δὲ ἀδύνατον. Ὁ µὲν γὰρ πονηρὰν δόξαν λαβὼν, δυσκόλως αὐτὴν ἀποθήσεται· ὁ δὲ πένης ταχέως ἀπὸ τοῦ ὀνόµατος ἔσται πλούσιος. Ἔστω τις µυρία τάλαντα ἔχων, ὁ δὲ φίλους ἑκατόν· οὗτος ἐκείνου εὐπορώτερος. Μὴ τοίνυν ἁπλῶς τοῦτο ποιῶµεν, ἀλλ' ἐργαζώµεθα ὡς εὐπορίαν τινά. Καὶ πῶς δυνάµεθα, φησί; Λάρυγξ γλυκὺς πληθύνει φίλους αὐτοῦ, καὶ γλῶσσα εὐχάριστος. Στόµα εὔφηµον κτησώµεθα, καὶ τρόπους καθαρούς. Οὐκ ἔνι λαθεῖν τὸν οὕτω διακείµενον.
40.4
Ὅρα πόσα οἱ ἔξωθεν ἐπενόησαν φιλικὰ, συντεκνίαν, γειτονίαν, συγγενείας. Ἀλλὰ τούτων πάντων τὰ παρ' ἡµῖν µείζονα· ἡ τράπεζα αὕτη αἰδεσιµωτέρα. Πολλοὶ δὲ τῶν προσιόντων οὐδὲ ἴσµεν ἀλλήλους. Τὸ πλῆθος τοῦτο ποιεῖ, φησίν. Οὐδαµῶς, ἀλλ' ἡ ἡµετέρα νωθεία. Τρισχίλιοι ἦσαν καὶ πεντακισχίλιοι, καὶ πάντες εἶχον ψυχὴν µίαν· νῦν δὲ ἕκαστος τὸν ἀδελφὸν ἀγνοεῖ, καὶ οὐκ αἰσχύνεται τὸ πλῆθος αἰτιώµενος. Ὁ µέντοι πολλοὺς φίλους ἔχων, ἀνάλωτος ἅπασίν ἐστι, τυράννου παντὸς οὗτος ἰσχυρότερος. Οὐχ οὕτως ἐκεῖνον οἱ δορυφόροι φυλάττουσιν, ὡς τοῦτον οἱ φίλοι· καὶ λαµπρότερος οὗτος ἐκείνου. Ὁ µὲν γὰρ παρὰ τῶν αὐτοῦ δούλων φυλάττεται, ὁ δὲ παρὰ τῶν ὁµοτίµων· καὶ ὁ µὲν παρὰ ἀκόντων καὶ δεδοικότων, οὗτος δὲ παρὰ ἑκόντων, καὶ οὐ δεδοικότων· καὶ ἔστιν ἰδεῖν πρᾶγµα θαυµαστὸν, ἐν πολλοῖς ἕνα, καὶ ἐν ἑνὶ πολλούς. Καὶ καθάπερ ἐπὶ κιθάρας διάφοροι µὲν οἱ φθόγγοι, µία δὲ ἡ συµφωνία, εἷς δὲ ὁ µουσικὸς ὁ τὴν κιθάραν µεταχειρίζων· οὕτως ἐνταῦθα, κιθάρα µὲν ἔστιν αὐτὴ ἡ ἀγάπη, φθόγγοι δὲ ἠχοῦντες τὰ δι' ἀγάπης προφερόµενα ῥήµατα φιλικὰ, µίαν καὶ τὴν αὐτὴν ἅπαντεςἀφιέντες ἁρµονίαν καὶ συµφωνίαν· ὁ δὲ µουσικὸς ἡ τῆς ἀγάπης δύναµις· αὕτη κρούει τὸ µέλος τὸ ἡδύ. Ἐβουλόµην ὑµᾶς ἀγαγεῖν εἰς πόλιν τοιαύτην, εἴ γε δυνατὸν, ἔνθα µία ψυχὴ, ἦν, καὶ εἶδες ἂν ὅπως πάσης κιθάρας καὶ παντὸς αὐλοῦ ἁρµοδιωτέρα ἡἐκεῖ συµφωνία, οὐδὲν ἀπηχὲς ᾄδουσα µέλος. Τοῦτο καὶ ἀγγέλους καὶ τὸν ἀγγέλων∆ εσπότην Θεὸν εὐφραίνει τὸ µέλος· τοῦτο ὅλον τὸ ἐν τῷ οὐρανῷ θέατρον διανίστησι· τοῦτο καὶ δαιµόνων κηλεῖ θυµὸν, παθῶν καταθέλγει ὁρµάς. Τοῦτο τὸ µέλος οὐ µόνον πάθη κηλεῖ, ἀλλ' οὐδὲ διαναστῆναι ἀφίησι, καὶ πολλὴν τὴν σιγὴν ἐργάζεται. Καθάπερ γὰρ ἐν θεά τρῳ χοροῦ µουσικῶν πάντες µετὰ σιγῆς ἐπακούουσι, καὶ οὐδεὶς ἐκεῖ θόρυβος· οὕτω καὶ ἐν τοῖς φίλοις, τῆς ἀγάπης κρουούσης, πάντα ἠρεµεῖ τὰ πάθη καὶ κατακοιµίζεται, καθάπερ θηρία κηλούµενα καὶ θελγόµενα, ὥσπερ οὖνἔνθα ἔχθρα, πάντα τὰ ἐναντία. Ἀλλὰ µηδὲν περὶ ἔχθρας τέως εἴπωµεν· περὶ φιλίας λέγωµεν µόνον. Ἂν εἴπῃς τι προπετὲς, οὐδεὶς ὁ ἐπιλαµβανόµενος, ἀλλὰ πάντες συγγινώσκουσιν· ἂν πράξῃς, οὐδεὶς ὑποπτεύει, ἀλλὰ πολλὴ ἡ συγγνώµη· πάντες οἱ χεῖρα ὀρέγοντες πίπτοντι πρόχειροι· πάντες οἱ βουλόµενοι στῆναι πρόθυµοι. Τεῖχος ὄντως ἀῤῥαγὲς ἡ φιλία, καὶ οὐδὲ τῷ διαβόλῳ ἁλώσιµον, µήτι γε ἀνθρώποις. Οὐκ ἔνι κινδύνῳ περιπεσεῖν τὸν φίλους κεκτηµένον πολλούς· οὐκ ἔνι ὀργῆς ὑπόθεσιν σχεῖν, ἀλλὰ θυµηδίας· ἐν γέλωτι ἀεί ἐστι καὶ τρυφῇ· οὐκ ἔνι βασκανίας ὑπόθεσιν σχεῖν· οὐκ ἔνι µνησικακίας ἀφορµήν. Ὅρα τὸν τοιοῦτον καὶ τὰ πνευµατικὰ καὶ τὰ σαρκικὰ κατορθοῦντα µετ' εὐκολίας. Τί δὴ οὖν τούτου ἴσον γένοιτ' ἄν; Ὥσπερ πόλις τετειχισµένη πάντοθεν οὗτός ἐστιν, ἐκεῖνος δὲ ὥσπερ πόλις ἀτείχιστος. Μεγάλης σοφίας τὸ δύνασθαι φιλίας εἶναι δηµιουργόν. Ἄνελε τὴν φιλίαν, καὶ πάντα ἀνεῖλες, πάντα συνέχεες. Εἰ δὲ εἰκὼν φιλίας τοσαύτην ἔχει τὴν ἰσχὺν, αὐτὴ ἡ ἀλήθεια πόση τις ἂν εἴη; Κατασκευάσωµεν τοίνυν ὑµῖν φίλους, παρακαλῶ, καὶ ταύτην ἕκαστος ἐχέτω τὴν τέχνην. Ἀλλ' ἰδοὺ, φησὶν, ἐγὼ σπουδάζω, ἐκεῖνος δὲ οὐ σπουδάζει. Πλείων ὁ µισθὸς οὕτως ἔσται σοι. Ναὶ, φησὶν, ἀλλὰ τὸ πρᾶγµα δυσκολώτερον. Πῶς, εἰπέ µοι; Ἰδοὺ διαµαρτύροµαι καὶ λέγω, ὅτι δέκα µόνον ἐὰν συµφράξητε ἑαυτοὺς, καὶ ἔργον τοῦτο θῆτε καθάπερ οἱ ἀπόστολοι τὸ κηρύττειν, καθάπεροἱ προφῆται τὸ διδάσκειν, οὕτω καὶ ἡµεῖς τὸ φίλους ποιεῖν, µισθὸς ἔσται µέγας. Βασιλικὰς εἰκόνας ἡµῖν αὐτοῖς κατασκευάζωµεν· τοῦτο γνώρισµα µαθητῶν. Καὶ πῶς οὐ µεῖζον ἐργαζόµεθα, ἢ εἰ δύναµιν αὐτοῖς ἐνετίθεµεν νεκροὺς ἀνιστᾷν; Τὸ διάδηµα καὶ ἡ ἁλουργὶς δείκνυσι τὸν βασιλέα, καὶ τούτων οὐκ ὄντων, κἂν χρυσᾶ ἔχῃ ἱµάτια, οὔπω ὁ βασιλεὺς δῆλος. Οὕτω δὴ καὶ νῦν, τὸ γνώρισµα σὺ ἐργάζου, καὶ ποιήσεις σεαυτῷ φίλους καὶ ἄλλοις. Οὐδείς ἐστιν ὅστις φιλούµενος θελήσει µισεῖν. Μάθωµεν τὰ χρώµατα, δι' ὧν κεράννυνται, δι' ὧν αὕτη συντίθεται ἡ εἰκών· εὐπροσήγοροι ὦµεν· µὴ περιµένωµεν τοὺς πλησίον. Μὴ εἴπῃς· Ἐὰν ἴδω τινὰ περιµένοντα, χείρων αὐτοῦ γίνοµαι· ἀλλὰ µᾶλλον ὅταν ἴδῃς, πρόλαβε καὶ σβέσον αὐτοῦ τὸ πάθος. Ὁρᾷς κάµνοντα, καὶ ἐπιτείνεις τὴν νόσον; Τοῦτο µάλιστα πρὸ πάντων κατορθώσωµεν, τὸ προηγεῖσθαι τῇ τιµῇ ἀλλήλους· τὸ ἡγεῖσθαι ἀλλήλους ὑπερέχοντας ἑαυτῶν, µὴ νοµίσῃς ἐλαττοῦσθαι. Ἂν ἄρα προηγήσῃ τῇ τιµῇ, σαυτὸν ἐτίµησας πλέον, εἰς τὸ πλέον τιµηθῆναι ἐπισπώµενος. Πανταχοῦ τῶν πρωτείων ἑτέροις παραχωρῶµεν. Μηδὲν τῶν εἰς ἡµᾶς εἰργασµένων δεινῶν µνηµονεύωµεν, ἀλλ' εἴ τι ἀγαθόν. Οὐδὲν οὕτω ποιεῖ φίλον, ὡς γλῶσσα εὐχάριστος, στόµα εὔφηµον, ψυχὴ ἄτυφος, κενοδοξίας ὑπεροψία, τιµῆς καταφρόνησις. Ἂν ταῦτα κατορθώσωµεν, δυνησόµεθα γενέσθαι ἀχείρωτοι ταῖς παγίσι τοῦ διαβόλου, καὶ µετὰ ἀκριβείας τὴν ἀρετὴν διανύσαντες τῶνἐπηγγελµένων ἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτὸν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ, ἅµα τῷ ἁγίῳ Πνεύµατι, δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Intertext edge

Open linked passage

Note