In Acta apostolorum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
41.0
Εἰσελθὼν δὲ εἰς τὴν συναγωγὴν, ἐπαῤῥησιάζετο ἐπὶ µῆνας τρεῖς, διαλεγόµενος καὶ πείθων τὰ περὶ τῆς βασιλείαςτοῦ Θεοῦ.
41.1
Ὅρα πανταχοῦ ἑαυτὸν εἰσωθοῦντα εἰς τὰς συναγωγὰς, καὶ οὕτως ἐξιόντα· πανταχοῦ γὰρ παρ' αὐτῶν ἐβούλετο λαβεῖν ἀφορµὴν, ὅπερ ἔφην. Τά τε γὰρ ἔθνη παρεζήλου λοιπὸν, καὶ προθύµως ἀπεδέχοντο αὐτὸν, οἵ τε Ἰουδαῖοι, τῶν ἐθνῶν δεχοµένων, µετενόουν. Ἐβούλετο ἀποστῆσαι τοὺς µαθητὰς ἐκεῖθεν καὶ παρ' αὐτῶν λαβεῖν τὴν ἀρχὴν, ὥστε µὴ συνάγεσθαι· καὶ οὐχ ἁπλῶς τοῦτο ἐποίει.∆ ιὰ τοῦτο διελέγετο αὐτοῖς συνεχῶς, ὅτι ἔπειθε. Μὴ οὖν ἐπειδὴ παῤῥησίαν ἤκουσας, τραχύτητα νοµίσῃς· περὶ χρηστῶν πραγµάτων διελέγετο, περὶ βασιλείας· τίς οὐκ ἂν ἤκουσεν; Ὡς δέ τινες ἐσκληρύνοντο καὶ ἠπείθουν, κακολογοῦντες τὴν ὁδὸν ἐνώπιον τοῦ πλήθους, ἀποστὰς ἀπ' αὐτῶν, ἀφώρισε τοὺς µαθητὰς, καθ' ἡµέραν διαλεγόµενος ἐν τῇ σχολῇ Τυράννου τινός. Τοῦτο δὲ ἐγένετο ἐπὶ ἔτη δύο, ὥστε πάντας τοὺς κατοικοῦντας τὴν Ἀσίαν ἀκοῦσαι τὸν λόγον τοῦ Κυρίου Ἰησοῦ, Ἰουδαίους τε καὶ Ἕλληνας. Ὁδὸν τὸ κήρυγµα εἰκότως ἐκάλουν. Ὄντως γὰρ αὕτη ἡ ὁδὸς ἦν ἡ ἀπάγουσα εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ἐν τῇ σχολῇ, φησὶ, Τυράννου τινὸς διελέγετο. Καὶ τοῦτο ἐγένετο ἐπὶ ἔτη δύο, ὥστε πάντας ἀκοῦσαι τὸν λόγον Ἰουδαίους τε καὶ Ἕλληνας. Ὁρᾷς πόσον ἤνυσεν ἡ ἐπιστασία; Καὶ Ἰουδαῖοι καὶ Ἕλληνες ἤκουον.∆ υνάµεις τε οὐ τὰς τυχού σας ἐποίει ὁ Θεὸς διὰ τῶν χειρῶν Παύλου, ὥστε καὶ ἐπὶ τοὺς ἀσθενοῦντας ἐπιφέρεσθαι ἀπὸ τοῦ χρωτὸς αὐτοῦ σουδάριαἢ σιµικίνθια, παὶ ἀπαλλάσσεσθαι ἀπ' αὐτῶν τὰς νόσους, τά τε πνεύµατα τὰ πονηρὰ ἐξέρχεσθαι ἀπ' αὐτῶν. Οὐχὶ φοροῦντες ἥπτοντο µόνον, ἀλλὰ καὶ λαµβάνοντες ἐπετίθεσαν.∆ ιὰ τοῦτο οὐκ εἴα ὁ Χριστὸς ἀπελθεῖν αὐτὸν εἰς τὴν Ἀσίαν, τηρῶν τοῦτον τὸν καιρὸν, ὡς ἔγωγε οἶµαι. Ἐπεχείρησαν δέ τινες ἀπὸ τῶν περιερχοµένων Ἰουδαίων ἐξορκιστῶν, ὀνοµάζειν ἐπὶ τοὺς ἔχοντας τὰ πνεύµατα τὰ πονηρὰ τὸ ὄνοµα τοῦ ΚυρίουἸησοῦ, λέγοντες· Ὁρκίζοµεν ὑµᾶς τὸν Ἰησοῦν, ὃν Παῦλος κηρύσσει. Οὕτω πάντα ἐποίουν πραγµατείας ἕνεκεν. Ὅρα· πιστεῦσαι µὲν οὐκ ἤθελον, διὰ δὲ τοῦ ὀνόµατος ἤθελον ἐκβάλλειν τοὺς δαίµονας. Βαβαί! τὸ ὄνοµα τοῦ Παύλου πόσον ἦν! Ἦσαν δέ τινες υἱοὶ Σκευᾶ Ἰουδαίου ἀρχιερέως ἑπτὰ οἱ τοῦτο ποιοῦντες. Ἀποκριθὲν δὲ τὸ πνεῦµα τὸ πονηρὸν, εἶπεν αὐτοῖς· Τὸν Ἰησοῦν γινώσκω, καὶ τὸν Παῦλον ἐπίσταµαι, ὑµεῖς δὲ τίνες ἐστέ; Καὶ ἐφαλλόµενος ἐπ' αὐτοὺς ὁ ἄνθρωπος, ἐν ᾧ ἦν τὸ πνεῦµα τὸ πονηρὸν, καὶ κατακυριεῦσαν αὐτῶν, ἴσχυσε κατ' αὐτῶν, ὥστε γυµνοὺςκαὶ τετραυµατισµένους ἐκφυγεῖν ἐκ τοῦ οἴκου ἐκείνου. Τοῦτο δὲ ἐγένετο γνωστὸν πᾶσιν Ἰουδαίοις τε καὶ Ἕλλησι τοῖς κατοικοῦσι τὴν Ἔφεσον. Οὐκοῦν λανθανόντως ἐποίουν, εἶτα ἐκποµπεύεται αὐτῶν ἡ ἀσθένεια. Καὶ ἐπέπεσε φόβος ἐπὶ πάντας αὐτοὺς, καὶ ἐµεγαλύνετο τὸ ὄνοµα τοῦ Κυρίου Ἰησοῦ, πολλοί τε τῶν πεπιστευκότων ἤρ χοντο ἐξοµολογούµενοικαὶ ἀναγγέλλοντες τὰς πράξεις αὐτῶν. Ἐπειδὴ γὰρ τοσαύτην ἰσχὺν ἔσχον, ὥστε διὰ τῶν δαιµονίων τοιαῦτα ποιεῖν, εἰκότως ταῦτα γίνεται. Ἱκανοί τε τῶν τὰ περίεργα πραξάντων συνενέγκαντες τὰς βίβλους, κατέκαιον ἐνώπιον πάντων, καὶ συνεψήφισαν τὰς τιµὰς αὐτῶν, καὶ εὗρονἀργυρίου µυριάδας πέντε. Οὕτω κατὰ κράτος ὁ λόγος τοῦ Κυρίου ηὔξανε καὶ ἴσχυεν. Ἰδόντες, ὅτι οὐδὲν αὐτῶν ὄφελος λοιπὸν ἦν, κατακαίουσι τὰς βίβλους· ὅτε καὶ αὐτοὶ οἱ δαίµονες ταῦτα ποιοῦσιν. Οὐκ ἄρα τὸ ὄνοµά τι ποιεῖ, ἂν µὴ µετὰ πίστεως λέγηται. Καλῶς ἄρα ἔλεγεν, Ὁ πιστεύων εἰς ἐµὲ, µείζονα ποιήσει, τοῦτο τὸ τῶν σκιῶν αἰνιττόµενος. Ὅρα πῶς τοῖς ὅπλοις καθ' ἑαυτῶν ἐχρήσαντο Καὶ διελέγετο, φησὶν, ἐν τῇ σχολῇ Τυράννου τινὸς ἐπὶ ἔτη δύο. Ἔνθα πιστοὶ ἦσαν, καὶ σφόδρα πιστοί. Οὕτως οὐδὲν µέγα ἐνόµιζον τὸν Ἰησοῦν, ὅτι καὶ τὸν Παῦλον προσετίθεσαν, ὡς αὐτὸν ταύτῃ µέγα τι νοµίζοντες εἶναι. Ἄξιον ἐνταῦθα θαυµάσαι, πῶς ὁ δαίµων οὐ συνέπραξεν ἐκεῖνος τῇ τῶν ἐξορκιστῶν πλάνῃ, ἀλλὰ διήλεγξεν αὐτοὺς, καὶ τὴν σκηνὴν αὐτῶν φανερὰν ἐποίησεν. Ἐµοὶ δοκεῖ σφόδρα θυµωθεὶς, ὥσπερ ἂν εἴ τις περὶ τῶν ἐσχάτων κινδυνεύων, ὑπό τινος οἰκτροῦ καὶ ταλαιπώρου διελέγχοιτο, καὶ πάντα εἰς ἐκεῖνονἀφεῖναι βούλεται τὸν θυµόν. Ἵνα γὰρ µὴ δόξῃ καταφρονεῖσθαι τὸ ὄνοµα τοῦ Ἰησοῦ, πρότερον ὁµολογήσας, τοῦτο ἔλαβεν ἐξουσίαν. Ὅτι γὰρ οὐ τοῦ ὀνόµατος ἦν ἀσθένεια, ἀλλὰ τῆς ἐκείνων ἀπάτης τὸ πᾶν, ἐπὶ Παύλου διὰ τί µὴ ταῦτα γεγένηται; Καὶ ἐφαλλόµενος, φησὶν, ὁ ἄνθρωπος ἐπ' αὐτούς. Ἴσως διέῤῥηξεν αὐτῶν τὰ ἱµάτια, καὶ προσήραξεν αὐτῶν τὰς κεφαλάς· τοῦτο γὰρ ἐδήλωσε τῷ εἰπεῖν, Ἐφαλλόµενος· τουτέστι µετὰ ῥύµης ἐπιπηδήσας, ὥστε ἱκανὸν ἦν τοῦτο ἐργάσασθαι. Τί ἐστιν, Ἀποστὰς ἀπ' αὐτῶν ἀφώρισε τοὺς µαθητάς; Ἐνέκοψεν αὐτῶν, φησὶ, τὴν κακολογίαν. Τοῦτο δὲ ποιεῖ καὶ ἀφίσταται, ἐπεὶ οὐκ ἠβούλετο ἐκκαῦσαι αὐτῶν τὸν φθόνον, οὐδὲ εἰς ἔριν ἐµβαλεῖν πλείονα. Τὸ δὲ, Ἐπαῤῥησιάζετο, λέγει, δηλῶν ὅτι καὶ πρὸς κινδύνους ἦν παρατεταγµένος, καὶ φανερώτερον διελέγετο, οὐ συσκιάζων τὰ δόγµατα. Ἐντεῦθεν µανθάνοµεν, µὴ ὁµόσε χωρεῖν τοῖς κακολογοῦσιν, ἀλλ' ἀφίστασθαι αὐτῶν. Οὐκ ἐκακολόγησε κακῶς ἀκούων καὶ αὐτὸς, ἀλλὰ µᾶλλον διελέγετο καθ' ἡµέραν, καὶ ταύτῃ µάλιστα οἰκειούµενος τοὺς πολλοὺς τῷ κακῶς καίτοι ἀκούσαςµὴ ἀποπηδῆσαι µηδὲ χωρισθῆναι. Καὶ σκόπει, ἐπειδὴ ὁ τῶν ἔξω πειρασµὸς ἐπαύσατο, ἀπὸ τῶν δαιµόνων ἤρξατο. Ὁρᾷς πώρωσιν Ἰουδαϊκήν; Τὰ ἱµάτια αὐτοῦ ἰδόντες ἐνεργοῦντα, οὐ προσεῖχον. Τί τούτου µεῖζον ἂν γένοιτο; Τοῖς δὲ µᾶλλον εἰς τοὐναντίον περιέστη. Εἴ τις Ἑλλήνων ἀπιστεῖ, τὴν σκιὰν ὁρῶν ταῦτα ἐργαζοµένην πιστευέτω. Οὕτω τῷ ἐξ αὐτῶν ἀποστῆναι οἱ µὲν κακολογοῦντες καὶ διαβάλλοντες τὸ δόγµα ἡττῶνται( τοῦτο γὰρ ἐκάλεσεν ὁδόν)· αὐτὸς δὲ ἀφίσταται, ὡς µήτε τοὺς µαθητὰς ἀναχωρῆσαι, µήτε ἐκείνους εἰς θυµὸν ἐγεῖραι, δεικνὺς πανταχοῦ διωθουµένους τὴν σωτηρίαν. Καὶ λοιπὸν ἐνταῦθα οὐδὲ ἀπολογεῖται αὐτοῖς, ἅτε πανταχοῦ τῶν ἐθνῶν πιστευσάντων. Καὶ διαλέγεται, οὐχ ἁπλῶς τὸν τόπον ζητήσας, ἀλλ' ἔνθα σχολὴ ἦν, ὡς ἐπιτηδειότερον διὰ τὸ ἐκεῖ συνάγεσθαι.
41.2
Βαβαί! πόση τῶν πιστευσάντων ἡ δύναµις, ὅτι καὶ ἑτέροις τοῦ τὰ αὐτὰ ποιεῖν γίνεται! πόση δὲ πώρωσις τῶν καὶ µετὰ τὴν ἀπόδειξιντῆς δυνάµεως ἔτι µενόντων τῇ ἀπιστίᾳ! Ὥσπερ οὖν Σίµων ἐµπορίας ἕνεκεν ἐζήτει τοῦ Πνεύµατος τὴν χάριν, οὕτω καὶ οὗτοι τοῦ αὐτοῦτούτου ἕνεκεν τοῦτο ἐποίουν. Πόση πώρωσις! Καὶ τί δήποτε ὁ Παῦλος οὐκ ἐπιτιµᾷ; Ὅτι ἔδοξεν ἂν βασκανίας εἶναι τὸ πρᾶγµα· διὰ τοῦτο οἰκονοµεῖται οὕτω. Τοῦτο καὶ ἐπὶ τοῦ Χριστοῦ γέγονεν· ἀλλὰ τότε µὲν οὐ κωλύεται( ἀρχὴ γὰρ τῶν πραγµάτων ἦν)· ἐπεὶ καὶ Ἰούδας κλέπτων οὐκ ἐκωλύετο· Ἀνανίας δὲ καὶ Σάπφειρα καὶ ἀνῃρέθησαν· καὶ πολλοὶ Ἰουδαῖοι µὲν καὶ ἀνθιστάµενοι οὐδὲν ἔπασχον, Ἐλύµας δὲ ἐτυφλώθη. Οὐ γὰρ ἦλθον, φησὶν, ἵνα κρίνω τὸν κόσµον, ἀλλ' ἵνα σωθῇ ὁ κόσµος. Ὅρα µιαρίαν! Ἰουδαῖοι µένοντες ἔτι, ἀπὸ τοῦ ὀνόµατος χρηµατίζειν ἤθελον· ὥστε πάντα πρὸς δόξαν ἐποίουν καὶ πορισµόν. Θέα πανταχοῦ οὐχ οὕτω τοὺς ἀνθρώπους ἐπιστρεφοµένους ἀπὸ τῶν χρηστῶν, ὡς ἀπὸ τῶν φοβερῶν. Ἐπὶ Σαπφείρας φόβος ἐπέπεσεν ἐπὶ τὴν Ἐκκλησίαν, καὶ οὐκ ἐτόλµων κολλᾶσθαι αὐτοῖς· ἐνταῦθα σουδάρια καὶ σιµικίνθια ἐλάµβανον καὶ ἰῶντο, καὶ µετὰ τοῦτο τότε ἦλθον ἐξοµολογούµενοι τὰς ἁµαρτίας αὐτῶν. Ἀπὸ τοῦ ἐφάλλεσθαι δείκνυται τῶν δαιµόνων ἡ δύναµις µεγάλη τις οὖσα, ὅταν πρὸς ἀπίστους ἔχῃ. Καὶ διὰ τί µὴ εἶπε, τίς ἐστιν ὁ Ἰησοῦς, τὸ πνεῦµα τὸ πονηρὸν, ἀλλ' εἶπε µᾶλλον τὰ ἀνόνητα ῥήµατα; Ἐφοβεῖτο, µὴ καὶ αὐτὸς δίκην δῷ· ᾔδει γὰρ, ὅτι τὸ συγχωρηθῆναι αὐτῷ ἐκείνους ἀµύνασθαι τοὺς καταπαίζοντας αὐτοῦ τοῦτο τὸ ὄνοµα πεποίηκε.∆ ιὰ τί δὲ καὶ οἱ ἄθλιοι µὴ εἶπον αὐτῷ, Πιστεύοµεν; Ἐδεδοίκεσαν Παῦλον· καίτοι πόσῳ µᾶλλον λαµπρότεροι ἂν ἦσαν τοῦτο εἰπόντες, εἴ γε ᾠκειώσαντο αὐτοῦ τὴν δεσποτείαν; Ἄλλως τε καὶ τὸ ἐν Φιλίπποις γενόµενον καὶ τούτους ἐσωφρόνισε. Σὺ δέ µοι σκόπει τοῦ συγγραφέως ἐνταῦθα τὸ ἀνεπαχθὲς, καὶ πῶς ἱστορίαν µόνον γράφει, καὶ οὐ διαβάλλει. Τοῦτο τοὺς ἀποστόλους ἐποίει θαυµαστούς. Ἀλλὰ τίνος ἦσαν υἱοὶ, τὸ ὄνοµα λέγει καὶ τὸν ἀριθµόν· διδοὺς τοῖς τότε τεκµήριον ἀξιόπιστον ὧν ἔγραφε. Τίνος δὲ ἕνεκεν καὶ περιήρχοντο; Ἐµπορίας χάριν· οὐ γὰρ δὴ τὸν λόγον καταγγέλλοντες· πῶς γάρ; Καλῶς δὲ ἔτρεχον λοιπὸν, κηρύττοντες δι' ὧν ἔπασχον. Ὅθεν τοῦτο δηλῶν, Καὶ ἐγένετο, φησὶ, γνωστὸν πᾶσιν Ἰουδαίοις τε καὶ Ἕλλησι τοῖς κατοικοῦσι τὴν Ἔφεσον. Τοῦτο οὐχὶ καὶ τοὺς σκληρυνοµένους ἐπιστρέψαι ὤφειλεν, εἰπέ µοι; Ἀλλ' οὐκ ἐπέστρεψε. Καὶ µὴ θαυµάσῃς· τὴν γὰρ κακίαν οὐδὲν πείθει. Φέρε δὲ καὶ αὐτὸ τὸ τῶν ἐξορκιστῶν ἴδωµεν ὅσης ἐστὶ κακίας. Τίνος δὲ ἕνεκεν ἐπὶ τοῦ Χριστοῦ τοῦτο µὴ γέγονεν, ἑτέρου καιροῦ, καὶ οὐ τοῦ παρόντος ζητῆσαι· πλὴν ὅτι καλῶς τοῦτο ἐνταῦθα γέγονε καὶ χρησίµως. Ἐµοὶ δὲ δοκεῖ χλευάζοντας αὐτοὺς τοῦτο ποιεῖν· ὅθεν τιµωροῦνται, ὥστε καὶ ἀπὸ τούτου µηδένα τολµᾷν µηδὲ ὡς ἔτυχε τὸ ὄνοµα ὀνοµάζειν λοιπόν. Τοῦτο πολλοὺς τῶν πιστευσάντων εἰς ἐξοµολόγησιν ἤγαγε· τοῦτο καὶ φόβον αὐτοῖς ἐνέβαλε, καὶ τοῦ πάντα εἰδέναι τὸν Θεὸν µέγιστον τοῦτο τεκµήριον γέγονε. Πρὶν ἢ ὑπὸ τῶν δαιµόνων ἐλεγχθῆναι, ἑαυτῶν κατηγόρουν, φοβούµενοι µὴ τὰ αὐτὰ πάθωσιν· εἰκότως. Ὅταν γὰρ οἱ βοηθοῦντες δαίµονες κατήγοροι αὐτῶν ὦσι, καὶ οὐ σύµµαχοι, ποία λοιπὸν ἐλπὶς, ἢ διὰ τῶν ἔργων ἐξοµολόγησις; Ὅρα δὲ οἷα µετὰ µικρὸν γίνεται κακὰ, τοιούτων σηµείων γενοµένων. Τοιαύτη γὰρ ἡ ἀνθρωπίνη φύσις· ταχέως ἐπιλανθάνεται ὧν εὐεργετεῖται. Ἢ οὐ µέµνησθε, ὅτι καὶ ἐπὶ τῶν καθ' ἡµᾶς γενοµένων τὸ αὐτὸ τοῦτο γέγονεν; Εἰπὲ γάρ µοι, οὐ πέρυσιν ἐτίναξεν ὁ Θεὸς τὴν πόλιν πᾶσαν; Τί δαί; οὐχὶ πάντες ἐπὶ τὸ φώτισµα ἔδραµον; οὐχὶ πόρνοι καὶ µαλακοὶ καὶ διεφθαρµένοι, οἰκήµατα ἀφέντες καὶ τοὺς τόπους ἐν οἷς διέτριβον, µετετέθησαν, καὶ γεγόνασιν εὐλαβεῖς; Ἐπειδὴ δὲ τρεῖς ἡµέραι παρῆλθον, πάλιν ἐπὶ τὴν οἰκείαν ἐπανῆλθον κακίαν. Πόθεν δὲ τοῦτο γίνεται; Ἀπὸ τῆς πολλῆς νωθείας. Καὶ τί θαυµαστὸν, εἰ τῶν πραγµάτων παρελθόντων, ὅπου γε τῶν εἰκόνων διηνεκῶς µενουσῶν τὸ αὐτὸ γίνεται; Τὰ ἐν Σοδόµοις, εἰπέ µοι, οὐχὶ διηνεκῆ τυγχάνει; Τί οὖν; οἱ προσοικοῦντες ἀπὸ τούτων γεγόνασι βελτίους; Οὐδαµῶς. Τί δαὶ ὁ τοῦ Νῶε υἱός; οὐχὶ τοιοῦτος ἦν; οὐχὶ ἐν ὄψεσι βλέπων ἐρηµίαν τοσαύτην κακὸς ἦν; Μὴ δὴ θαυµάζωµεν πῶς οὐκ ἐπίστευσαν τούτων γενοµένων, ὅπου γε αὐτὴ ἡ πίστις πολλάκις εἰς τοὐναντίον αὐτοῖς περιτρέπεται, εἰς κακίαν· οἷον ὡς ὅταν δαιµονῶντα λέγωσι τὸν Υἱὸν τοῦ Θεοῦ. Ἢ οὐχ ὁρᾶτε καὶ νῦν ταῦτα γινόµενα, καὶ ὀφιώδεις ἀνθρώπους ὄντας πολλοὺς, ἀπίστους τε καὶ ἀγνώµονας, οἳ καὶ κατὰ τὰς ἔχεις, ὅταν ἀπολαύσωσιν εὐεργεσίας, καὶ θαλφθῶσιν ὑπό τινων, τότε λυποῦσι τοὺς εὐεργέτας; Ταῦτα ἡµῖν εἴρηται, ἵνα µή τις θαυµάζῃ πῶς τοιούτων σηµείων γενοµένων οὐ πάντες ἐπέστρεψαν.
41.3
Ἰδοὺ γὰρ ἐπὶ τῶν καιρῶν τῶν ἡµετέρων τὰ κατὰ τὸν µακάριον Βαβύλαν γέγονε, τὰ κατὰ τὰ Ἱεροσόλυµα, τὰ κατὰ τὴν καθαίρεσιντῶν ἱερῶν, καὶ οὐ πάντες ἐπέστρεψαν. Τί δεῖ τὰ παλαιὰ λέγειν; Πέρυσιν εἶπον ὑµῖν οἷον γέγονε, καὶ οὐδεὶς προσέσχεν, ἀλλὰ πάλιν κατὰ µικρὸν ὑπεῤῥύησαν καὶ κατέπεσον. Ἕστηκε διηνεκῶς ὁ οὐρανὸς βοῶν, ὅτι δεσπότην ἔχει, καὶ τεχνίτου τινός ἐστι τόδε τὸ πᾶν( τὸν κόσµον λέγω), καὶ λέγουσί τινες, ὅτι οὐχί. Τὰ κατὰ Θεόδωρον ἐκεῖνον γεγενηµένα πέρυσι, τίνα οὐκ ἐξέπληξε; Καὶ ὅµως οὐδὲν πλέον γέγονεν, ἀλλὰ πρὸς καιρὸν γενόµενοι εὐλαβεῖς, πάλιν ἐπανῆλθον ὅθεν γεγόνασιν εὐλαβεῖς. Τοῦτο καὶ ἐπὶ τῶν Ἑβραίων τότε συνέβη· διὸ καὶ ἔλεγεν ὁ προφήτης· Ὅταν ἀπέκτεινεν αὐτοὺς, τότε ἐξεζήτουν αὐτὸν, καὶ ἐπέστρεφον καὶ ὤρθριζον πρὸς τὸν Θεόν. Καὶ τί δεῖ λέγειν τὰ καθολικά; πόσοι νόσοις περιέπεσον; πόσοι ἐπηγγείλαντο ἀναστάντες πολλὴν τὴν µεταβολὴν ἐργάσασθαι, καὶ πάλιν οἱ αὐτοὶ γεγόνασι; Τοῦτο µάλιστα δείκνυσιν ἡµῖν τὴν προαίρεσιν, καὶ τὴν ἐλευθερίαν τῆς ἡµετέρας φύσεως, ἡ ἀθρόα µεταβολή. Εἰ γὰρ φυσικὰ ἦν τὰ κακὰ, οὐδ' ἂν αὕτη γέγονε· τῶν γὰρ κατὰ φύσιν καὶ ἀνάγκην οὐ δυνάµεθα µεθίστασθαι. Καὶ µὴν µεθιστάµεθα, φησί. Οὐ βλέποµεν γάρ τινας φύσει µὲν ἔχοντας βλέπειν, ὑπὸ τοῦ φόβου δὲ τυφλουµένους; Ἐπειδὴ καὶ τοῦτο φύσεώς ἐστι συστέλλεσθαι, ὅταν φύσις ἑτέρα προσέλθῃ· ὥστε κατὰ φύσιν ἡµῖν ἐστι τὸ πεφοβηµένοις µὴ βλέπειν, κατὰ φύσιν δὲ καὶ τὸ, µείζονος παραγενοµένου φόβου, τὸν ἕτερον ὑπεξίστασθαι. Τί οὖν, ἂν καὶ ἡ σωφροσύνη, φησὶ, κατὰ µὲν φύσιν ᾖ, ὁ δὲ φόβος κρατήσας ταύτην ἐκβάλῃ; Τί οὖν, ἂν δείξω τινὰς µηδὲ τότε σωφρονιζοµένους, ἀλλὰ καὶ ἐν τούτοις τοῖς φόβοις ὄντας ἰταµούς, οὐ φυσικὸν τοῦτό ἐστιν. Εἴπω τὰ παλαιά; ἀλλὰ τὰ νέα; Πόσοι δὴ ἐν αὐτοῖς ἐκείνοις τοῖς φόβοις ἐναπέµειναν γελῶντες, χλευάζοντες, καὶ οὐδὲν ἔπαθον τοιοῦτον; Εἰπέ µοι, ὁ Φαραὼ οὐκ εὐθέως µεθίστατο, καὶ ἐπὶ τὴν προτέραν κακίαν ἀνέτρεχε; Ἐνταῦθα δὲ, ἐπὶ τῶν τὰ δαιµόνια ἐχόντων, καίτοι οὐκ ἀγνοούντων αὐτῶν, προσετίθεσαν ἁπλῶς οἱ λέγοντες. Τὸν Ἰησοῦν ὁρκίζοµεν ὑµᾶς, ὃν Παῦλος κηρύσσει· δι' ὧν γὰρ ἀπολογοῦνται, δείκνυται, ὅτι ἴσασι. Τὸν Ἰησοῦν δὲ λέγουσιν ἐκεῖνοι ἁπλῶς, δέον εἰπεῖν τὸν τῆς οἰκουµένης Σωτῆρα, τὸν ἀναστάντα· ἀλλ' οὐκ ἤθελον ὁµολογῆσαι τὴν δόξαν αὐτοῦ.∆ ιὸ καὶ ἐλέγχει αὐτοὺς ὁ δαίµων ἐπιπηδήσας αὐτοῖς, καὶ εἰπών· Τὸν Ἰησοῦν γινώσκω, καὶ τὸν Παῦλον ἐπίσταµαι. Ὡσεὶ ἔλεγεν· Ὑµεῖς οὐ πιστεύετε, ἀλλ' ἀποκεχρηµένοι τῷ ὀνόµατι ταῦτά φατε. Οὐκοῦν ἔρηµος ὁ ναὸς, εὐκαταγώνιστον τὸ σκεῦος· ὥστε οὐκ ἐστὲ κήρυκες, ἀλλ' ἐµοὶ, φησὶν, ἐστέ. Πολὺς ὁ θυµὸς τοῦ δαίµονος. Ἠδύναντο ταῦτα αὐτοὺς ἐργάσασθαι οἱ ἀπόστολοι, ἀλλ' οὐκ ἐποίουν τέως. Οἱ γὰρ τῶν ἐργαζοµένων αὐτοὺς ταῦτα κρατοῦντες, πολλῷ µᾶλλον αὐτῶν. Ὅρα πῶς δείκνυται αὐτῶν ἡ ἐπιείκεια, ὅτι οἱ µὲν ἐλαυνόµενοι τοιαῦτα ποιοῦσιν, οἱ δὲ θεραπευόµενοι δαίµονες τἀναντία. Τὸν Ἰησοῦν, φησὶ, γινώσκω. Οὐκοῦν αἰσχύνθητε οἱ ἀγνοοῦντες ὑµεῖς. Καὶ τὸν Παῦλον ἐπίσταµαι. Καλῶς καὶ τοῦτο· ᾔδει γὰρ Θεοῦ ὄντα κήρυκα. Εἶτα ἐφάλλεται ἐπ' αὐτοὺς, καὶ διαῤῥήγνυσι τὰ ἱµάτια· δι' ὧν ἐποίει αὐτοῖς, τοῦτο µονονουχὶ λέγων· Μὴ νοµίσητε, ὅτι καταφρονῶν ἐκείνων ταῦτα ποιῶ. Πολὺς ὁ φόβος τοῦ δαίµονος. Καὶ διὰ τί χωρὶς τῶν ῥηµάτων τούτων οὐ διέῤῥηξεν αὐτῶν τὰ ἱµάτια; οὕτω γὰρ ἂν καὶ τὸν θυµὸν ἐπλήρωσε, καὶ τὴν πλάνην ἔστησεν. Ἐφοβεῖτο, ὅπερ ἔφην, τὴν ἀπρόσιτον δύναµιν, καὶ οὐκ ἂν τοσοῦτον ἴσχυσεν, εἰ µὴ τοῦτο εἶπεν. Ὅρα δὲ πανταχοῦ τοὺς δαίµονας εὐγνωµονεστέρους τῶν Ἰουδαίων, καὶ οὐ τολµῶντας ἀντειπεῖν, οὐδὲ κατηγορῆσαι τῶνἀποστόλων, οὐδὲ τοῦ Χριστοῦ. Ἐκεῖ λέγουσιν, Οἴδαµέν σε τίς εἶ· καὶ, Τί ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡµᾶς; καὶ πάλιν, Οἶδά σε τίς εἶ, ὁ Υἱὸς τοῦ Θεοῦ· ἐνταῦθα δὲ, Οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου εἰσί· καὶ πάλιν, Τὸν µὲν Ἰησοῦν γινώσκω, καὶ τὸν Παῦλον ἐπίσταµαι. Πάνυ γὰρ ἐδεδοίκεσαν καὶ ἔτρεµον τοὺς ἁγίους ἐκείνους. Τάχα τις ὑµῶν ἀκούων, ποθεῖ ἐπὶ ταύτης γενέσθαι τῆς ἐξουσίας, ὥστε µὴ δύνασθαι δαίµονας ἀντιβλέπειν αὐτῷ, καὶ µακαρίζειτοὺς ἁγίους ἐκείνους διὰ τοῦτο, ὅτι τοσαύτην εἶχον ἰσχύν. Ἀλλ' ἀκουέτω τοῦ Χριστοῦ λέγοντος· Μὴ χαίρετε, ὅτι τὰ δαιµόνια ὑµῖν ὑποτάσσεται· ἐπειδὴ ᾔδει πάντας ἀνθρώπους µάλιστα τούτῳ χαίροντας διὰ κενοδοξίαν. Εἰ γὰρ τὸ τῷ Θεῷ δοκοῦν ζητεῖς καὶ τὸ κοινῇ συµφέρον, ἑτέρα µείζων ἐστὶν ὁδός. Οὐκ ἔστιν οὕτω µέγα δαίµονος ἀπαλλάξαι, ὡς ἁµαρτίας ἐξελέσθαι.∆ αίµων οὐ κωλύει βασιλείας οὐρανῶν ἐπιτυχεῖν, ἀλλὰ καὶ συµπράττει, ἄκων µὲν, συµπράττει δὲ, σωφρονέστερον τὸν ἔχοντα ποιῶν· ἁµαρτία δὲ ἐκβάλλει.
41.4
Ἀλλ' ἴσως ἐρεῖ τις· Μὴ γένοιτό µοι τοιούτου τυχεῖν σωφρονισµοῦ. Οὐδὲ ἐγὼ βούλοµαι, ἀλλ' ἑτέρου, ἀπὸ τοῦ πόθου τοῦ Χριστοῦ πάντα ποιεῖν. Εἰ δὲ, ὃ µὴ γένοιτο, συµβαίη καὶ ὑπὲρ τούτου παρακαλεῖν. Εἰ τοίνυν οὗτος µὲν οὐκ ἐκβάλλει, ἐκείνη δὲ ἐκβάλλει, τὸ ἐκείνης ἀπαλλάξαι µείζονος εὐεργεσίας. Οὐκοῦν ταύτης σπουδάζωµεν ἀπαλλάττειν τοὺς πλησίον καὶ πρὸ τῶν πλησίον ἡµᾶς αὐτούς. Ἴδωµεν, µὴ δαίµονα ἔχωµεν· ἐξετάσωµεν ἑαυτοὺς ἀκριβῶς.∆ αίµονος χαλεπώτερον ἁµαρτία· ἐκεῖνος µὲν γὰρ ταπεινοὺς ποιεῖ. Ἢ οὐχ ὁρᾶτε τοὺς δαιµονῶντας, ὅταν ἀνενέγκωσιν ἀπὸ τῆς νόσου, πῶς εἰσι κατηφεῖς, πῶς σκυθρωποί; πῶς αἰσχύνης τὰ πρόσωπα αὐτῶν γέµει; πῶς οὐδὲ ἀντιβλέψαι τολµῶσιν; Ὅρα τὴν ἀτοπίαν· ἐκεῖνοι µὲν ὑπὲρ ὧν πάσχουσιν αἰσχύνονται, ἡµεῖς δὲ ὑπὲρ ὧν πράττοµεν οὐκ αἰσχυνόµεθα· ἐκεῖνοι ἀδικούµενοι αἰδοῦνται, ἡµεῖς ἀδικοῦντες οὐκ αἰδούµεθα· καίτοι τὰ ἐκείνων οὐκ αἰσχύνης ἄξια, ἀλλ' ἐλέου καὶ φιλανθρωπίας καὶ συγγνώµης, καὶ πολλοῦ τοῦ θαύµατος καὶ µυρίων τῶν ἐπαίνων, ὅταν καὶτοιούτῳ προσπαλαίοντες δαίµονι, πάντα εὐχαρίστως φέρωσι· τὰ δὲ ἡµέτερα γέλωτος ὄντως, αἰσχύνης, κατηγορίας, κολάσεως, τιµωρίας, τῶν ἐσχάτων κακῶν καὶ γεέννης, ἀλλ' οὐδεµιᾶς ἄξια συγγνώµης. Ὁρᾷς, ὅτι χαλεπώτερον δαίµονος ἁµαρτία; Καὶ ἐκεῖνοι µὲν ἐξ ὧν πάσχουσι κακῶς, κερδαίνουσι κέρδος διπλοῦν· ἓν µὲν τὸ σωφρονίζεσθαι καὶ φιλοσοφώτεροι εἶναι, δεύτερον δὲ τὸ τὴν κόλασιν ἐνταῦθα τῶν οἰκείων ἁµαρτηµάτων δόντες, καθαροὶ πρὸς τὸν∆ εσπότην ἀπελθεῖν. Καὶ γὰρ ὑπὲρ τούτου διελέχθηµεν πολλάκις, καὶ ἐδείξαµεν, ὅτι τοὺς ἐνταῦθα κολαζοµένους, ἂν εὐγνωµόνως φέρωσι, πολλὰ τῶν ἁµαρτηµάτωνἀποτίθεσθαι εἰκός. Ἀπὸ δὲ τῶν ἁµαρτηµάτων διπλᾶ τὰ δεινὰ, ἓν µὲν ὅτι προσκρούοµεν, ἕτερον δὲ ὅτι χείρους γινόµεθα. Προσέχετε ᾧ λέγω. Οὐ τοῦτο µόνον ἀδικούµεθα ἀπὸ τῆς ἁµαρτίας, ὅτι ἁµαρτάνοµεν, ἀλλὰ καὶ ἕτερον, ὅτι ἕξιν δέχεται ἡ ψυχὴ, οἷον ὡς ἐπὶ σώµατος· σαφέστερον γὰρ ἔσται ἐπὶ ὑποδείγµατος λεγόµενον. Καθάπερ γὰρ ὁ πυρέξας οὐ τοῦτο µόνον ἠδίκηται, ὅτι νοσεῖ, ἀλλ' ὅτι µετὰ τὴν νόσον ἀσθενέστερος γίνεται λοιπὸν, κἂν εἰς ὑγείαν ἐπανέλθοι ἀπὸνόσου µακρᾶς· οὕτω δὴ καὶ ἐπὶ τῆς ἁµαρτίας, κἂν ὑγιαίνωµεν, ἔτι πολλῆς δεόµεθα τῆς ἰσχύος. Ἴδε γάρ µοι ὑβρίσαντά τινα, καὶ µὴ τιµωρηθέντα· οὐ διὰ τοῦτο µόνον δακρύειν, ὅτι οὐ τῆς ὕβρεως δίκην δίδωσιν, ἀλλὰ καὶ δι' ἕτερον πενθεῖν ἄξιον. Ποῖον δὴ τοῦτο; Ὅτι ἀναισχυντοτέρα γέγονε λοιπὸν ἡ ψυχή. Ἑκάστου γὰρ τῶν ἁµαρτηµάτων, καὶ τῆς ἁµαρτίας ἐργασθείσης καὶ παυσαµένης, ἐναποτίθεταί τις ἡµῶν ἰὸς τῇ ψυχῇ. Οὐκ ἀκούεις λεγόντων τινῶν, ὅταν ἐκ νόσου ὑγιάνωσιν, ὅτι Οὐκ ἔτι τολµῶ ὕδωρ πιεῖν; καίτοι γε ὑγίανεν· ἀλλ' ἡ νόσος καὶ τοῦτο ἠδίκησε. Κἀκεῖνοι µὲν κακῶς πάσχοντες, εὐχαριστοῦσιν· ἡµεῖς δὲ εὖ πράττοντες, βλασφηµοῦµεν τὸν Θεὸν, καὶ ἀποδυσπετοῦµεν· πλείονας γὰρ εὕροις ἂν ἐν ὑγείᾳ καὶ πλούτῳ τοῦτο ποιοῦντας, ἢ ἐν πενίᾳ καὶ ἀῤῥωστίᾳ. Ἐφέστηκε γὰρ ὁ δαίµων ὡς δήµιος ὄντως σφοδρὸς ἀπειλῶν πολλὰ, καθάπερ τις παιδαγωγὸς τὸν ἱµάντα ἀνατείνων, καὶ οὐδαµόθεν ἀναχυθῆναι ἀφιείς. Εἰ δέ τινες µηδ' οὕτω νήφοιεν, ἀλλ' οὖν ἐκεῖνοι διδύασι δίκην. Οὐ µικρὸν δὲ καὶ τοῦτο· καθάπερ γὰρ οἱ µωροὶ, καθάπερ οἱ µαινόµενοι, καθάπερ οἱ παῖδες οὐκ ἀπαιτοῦνται εὐθύνας, οὕτως οὐδὲ οὗτοι· τῶν γὰρ οὐκ ἐν γνώσει πραττοµένων οὐδεὶς οὕτως ὠµὸς, ὥστε ἀπαιτῆσαι δίκην ποτέ. Ἄρα πολλῷ τῶν δαιµονώντων χεῖρον διακείµεθα οἱ ἁµαρτάνοντες. Ἀλλ' ὅτι οὐκ ἀφρίζοµεν, οὐδὲ διαστρέφοµεν τὰς κόρας, οὐδὲ τὰς χεῖρας; Εἴθε ἐν τῷ σώµατι τοῦτο ἐπράττοµεν, καὶ µὴ ἐν τῇ ψυχῇ. Βούλει σοι δείξω ψυχὴν ἀφρίζουσαν ἀκάθαρτον, καὶ διαστροφὴν ὀµµάτων διανοίας; Ἐννόησον τοὺς ὀργιζοµένους καὶ µεθύοντας ὑπὸ τοῦ θυµοῦ, πόσου ἀφροῦ οὐκ ἀκαθαρτότερα ἐκβάλλουσι ῥήµατα; Ὄντως ὥσπερ δυσώδη σίελον ἀποβλύζουσι. Καὶ καθάπερ ἐκεῖνοι οὐδένα ἴσασι τῶν παρόντων, οὕτως οὐδὲ οὗτοι. Σκοτισθείσης γὰρ αὐτοῖς τῆς διανοίας καὶ διαστραφέντων τῶν ὀφθαλµῶν, οὐ φίλον, οὐκ ἐχθρὸν, οὐκ αἰδέσιµον, οὐκ εὐκαταφρόνητον, ἀλλὰ πάνταςἁπλῶς ὁρῶσιν. Οὐχ ὁρᾷς αὐτοὺς καὶ τρέµοντας καθάπερ ἐκείνους; Ἀλλ' οὐ πίπτουσι χαµαί; Ἀλλὰ ἡ ψυχὴ αὐτῶν χαµαὶ κεῖται καὶ πίπτει σπαίρουσα· εἰ γὰρ ὀρθὴ εἱστήκει, οὐκ ἂν ἔπαθεν ἐκεῖνα ἅπερ ἔπαθεν. Ἢ οὐ δοκεῖ σοι καταβεβληµένης εἶναι ψυχῆς, καὶ τὴν οἰκείαν νῆψιν ἀπολωλεκυίας, καὶ ἃ ποιοῦσι καὶ λέγουσι µεθύοντες τῷ θυµῷ; Ἔστι τι καὶ ἕτερον µανίας εἶδος τούτου χαλεπώτερον. Ποῖον δὴ τοῦτο; Ὅταν µηδὲ ἀφεῖναι τὴν ὀργὴν ἀνέχωνται, ἀλλὰ τρέφωσι παρ' ἑαυτοῖς οἰκειακὸν καθάπερ τινὰ δήµιον τὴν µνησικακίαν. Αὐτοὺς γὰρ πρώτους ἀπόλλυσι τὸ µνησικακεῖν ἐντεῦθεν ἤδη, ἵνα τὰ µέλλοντα παρῶ. Πόσην γὰρ οἴει βάσανον εἶναι ἀνθρώπῳ πεπληγµένῳ τὴν ψυχὴν, καθ' ἑκάστην ἡµέραν σκοποῦντι ὅπως ἀµύνηται τὸν ἐχθρόν; Πρότερον ἑαυτὸν κολάζει ὁ τοιοῦτος, καὶ τιµωρεῖται οἰδαίνων, πρὸς ἑαυτὸν µαχόµενος, ἐµπυριζόµενος. Ἀνάγκη γὰρ διαπαντὸς καίεσθαι παρὰ σοὶ τὸ πῦρ· καὶ τὸν πυρετὸν ἐπὶ τοσοῦτον ἐκτείνων, οὐκ ἀφίης παρακµάσαι, καὶ νοµίζεις ἐκείνῳ διδόναι τι κακὸν, αὐτὸς δὲ σεαυτὸν τήκεις, διαπαντὸς τὴνφλόγα ἀκµάζουσαν φέρων, καὶ διαναπαύσασθαι τὴν ψυχὴν οὐκ ἐῶν, ἀλλ' ἐκθηριούµενος ἀεὶ, καὶ ἐν ταραχῇ καὶ ἐν χειµῶνι τὸν λογισµὸν ἔχων.
41.5
Τί ταύτης χαλεπώτερον τῆς µανίας, διαπαντὸς λυπεῖσθαι καὶ οἰδεῖν καὶ φλεγµαίνειν; Τοιαῦται γὰρ αἱ τῶν µνησικάκων ψυχαί· ἔνθα ἂν ἴδωσιν ὃν βούλονται ἀµύνασθαι, εὐθέως ἐπλήγησαν· ἂν φωνῆς ἀκούσωσι, κατέπεσον, τρέµουσιν· ἂν ἐπὶ κλίνης ὦσι, µυρίας ἑαυτοῖς ὑπογράφουσι τιµωρίας, ἀναρτῶντες, βασανίζοντες ἐκεῖνον τὸν ἐχθρόν· πρὸς δὲ τούτοις, ἂν καὶ εὐδοκιµοῦντα ἴδωσι, βαβαὶ τῆς τιµωρίας! Ἄφες αὐτῷ τὸ ἁµάρτηµα, καὶ ἀπάλλαξον σαυτὸν τῆς βασάνου. Τί µένεις διαπαντὸς κολαζόµενος, ἵνα ἐκεῖνον ἅπαξ κολάσῃς καὶ τιµωρήσῃ; τί κατασκευάζεις ἑκτικὸν σαυτῷ νόσηµα; τί βουλόµενον ἀπαλλαγῆναί σου τὸν θυµὸν κατέχεις; Μηδὲ µέχρις ἑσπέρας µενέτω, φησὶν ὁ Παῦλος. Καθάπερ γὰρ τηκεδών τις καὶ σὴς, οὕτω τὴν ῥίζαν τῆς ἡµετέρας διατρώγει διανοίας. Τί θηρίον ἐναποκλείεις εἰς τὰ σπλάγχνα τὰ σά; Βέλτιον ὄφιν ἢ ἔχιν ἐγκεῖσθαι τῇ καρδίᾳ, ἢ θυµὸν καὶ µνησικακίαν· ἐκεῖνα µὲν γὰρ εὐθέως ἂν ἡµᾶς ἀπήλλαξεν, οὗτος δὲ µένει διαπαντὸς, τοὺς ὀδόντας ἐµπηγνὺς, τὸν ἰὸν ἐντιθεὶς, τοὺς χαλεποὺς ἐπιστρατεύων λογισµούς. Ἀλλὰ ταῦτα ποιῶ, φησὶν, ἵνα µὴ καταγελάσῃ, ἵνα µὴ καταφρονήσῃ. Ἄθλιε ἄνθρωπε καὶ ταλαίπωρε, οὐ βούλει καταγελασθῆναι παρὰ τοῦ συνδούλου, ἀλλὰ µισηθῆναι παρὰ τοῦ σοῦ∆ ε σπότου; οὐ βούλει καταφρονηθῆναι παρὰ τοῦ ὁµοδούλου, ἀλλὰ καταφρονεῖς τοῦ∆ εσπότου; καταφρονηθῆναι παρ' αὐτοῦ οὐκ ἀνέχῃ, τὸν δὲ Θεὸν ἀγανακτεῖν οὐκ οἴει, ὅτι αὐτοῦ καταγελᾷς, ὅτι αὐτοῦ καταφρονεῖς, οὐ βουλόµενος αὐτῷ πείθεσθαι; Ὅτι δὲ οὐδὲ καταγελάσεταί σου, δῆλον ἐκεῖθεν. Ἂν µὲν οὖν ἐπεξέλθῃς, πολὺς ὁ γέλως, πολλὴ ἡ καταφρόνησις· µικροψυχίας γὰρ τὸ πρᾶγµα· ἂν δὲ ἀφῇς, πολὺ τὸ θαῦµα· µεγαλοψυχίας γὰρ τοῦτο. Ἀλλ' ἐκεῖνος οὐκ οἶδε, φησίν. Ἴστω ὁ Θεὸς, ἵνα µείζονα ἔχῃς τὸν µισθόν.∆ ανείζετε γὰρ, φησὶ, παρ' ὧν οὐκ ἐλπίζετε ἀπολαβεῖν. Οὕτω καὶ εὐεργετῶµεν τοὺς µηδὲ αἰσθανοµένους, ὅτι εὐεργετοῦνται, ἵνα µὴ ἀντιδιδόντες ἡµῖν τὸν ἔπαινον, ἢ ὅ τι δήποτε, ἐλαττώσωσιν ἡµῖν τὸν µισθόν. Ὅταν γὰρ µηδὲν παρὰ ἀνθρώπων λάβωµεν, τότε µείζονα παρὰ τοῦ Θεοῦ ληψόµεθα. Τί δὲ καταγελαστότερον, τί δὲ ψυχρότερον ψυχῆς ὀργιζοµένης διαπαντὸς, καὶ βουλοµένης ἐπεξελθεῖν; Γυναικώδης αὕτη ἡ προαίρεσις καὶ παιδική. Καθάπερ γὰρ ἐκείνη καὶ πρὸς τὰ ἄψυχα ὀργίζεται, κἂν µὴ πλήξῃ τὸ ἔδαφος, οὐκ ἀφίησι τὴν ὀργήν· οὕτω δὴ καὶ οὗτοι τοὺς λυπήσαντας ἀµύνασθαι βούλονται. Ἄρα αὐτοὶ γέλωτος ἄξιοι· τὸ γὰρ ὑπὸ θυµοῦ κρατεῖσθαι, παιδικῆς διανοίας· τὸ δὲ κρατεῖν, ἀνδρειότητος. Ἄρα οὐχ ἡµεῖς καταγελώµεθα, ὅταν φιλοσοφῶµεν, ἀλλ' ἐκεῖνοι. Οὐκ ἔστι τοῦτο εὐκαταφρονήτων ἀνθρώπων, τὸ µὴ ἡττᾶσθαι πάθει· εὐκαταφρονήτων δέ ἐστι τὸ οὕτω τρέµειν τὸν ἔξωθεν γέλωτα, ὡς διὰ τοῦτον αἱρεῖσθαι καὶ πάθει ὑποπίπτειν οἰκείῳ, καὶ Θεῷ προσκρούειν, καὶἑαυτὸν ἀµύνασθαι. Ταῦτα ὄντως γέλωτος ἄξια. Οὐκοῦν ταῦτα φεύγωµεν· λεγέτω, ὅτι µυρία ἡµᾶς ἐργασάµενος κακὰ, οὐδὲν αὐτὸς ἔπαθε· λεγέτω, ὅτι καὶ πάλιν ἡµῖν εἰ ἐπικωµάσειεν, οὐδὲν πείσεται. Οὐκ ἂν ἑτέρως ἡµῶν ἐκήρυξε τὴν ἀρετὴν, οὐκ ἂν ἄλλα ἐζήτησε ῥήµατα, εἰ ἐπαινέσαι ἡµᾶς ἐβούλετο, ἀλλ' ἢ ταῦτα, ἃ δοκεῖ κακίζων λέγειν. Εἴθε πάντες περὶ ἐµοῦ ταῦτα ἔλεγον, ὅτι Ψυχρὸς ἄνθρωπος, καὶ ταλαίπωρός ἐστι· πάντες εἰς αὐτὸν ὑβρίζουσιν, αὐτὸς δὲ φέρει· πάντες ἐνάλλονται, αὐτὸς δὲ οὐκ ἀµύνεται. Εἴθε προσετίθεσαν, ὅτι Οὐδὲ ἐὰν θέλῃ δύναται, ἵνα µοι ἔπαινος ἦν ἐκ τοῦ Θεοῦ, καὶ µὴ ἐξ ἀνθρώπων. Λεγέτω, ὅτι παρὰ ψυχρότητα οὐκ ἀµυνόµεθα. Οὐδὲν ἡµᾶς βλάπτει τοῦτο, ὅταν ὁ Θεὸς εἰδῇ, ἀλλ' ἐν µείζονι καθίστησιν ἡµῶν τὸν θησαυρὸν φυλακῇ. Εἰ µέλλοιµεν πρὸς ἐκείνους ὁρᾷν, πάντων ἀποπεσούµεθα. Μὴ τί λέγουσιν, ἀλλὰ τί ἡµῖν πρέπει, ἴδωµεν. Οἱ δὲ, Μὴ γάρ µου καταγελάσῃ, φασὶ, καὶ καυχῶνταί τινες. Ὢ τῆς ἀνοίας! Οὐδείς µε ἀδικήσας κατεγέλασέ µου, φησί· τουτέστιν, Ἐπεξῆλθον. Καὶ µὴν τούτῳ καταγελᾶσθαι ὀφείλεις, ὅτι ἐπεξῆλθες. Πόθεν ταῦτα τὰ ῥήµατα ἐπεισῆλθεν, αἰσχύνη καὶ ὄλεθρος ὄντα, καὶ ἀνατροπὴ τῆς ζωῆς τῆς ἡµετέρας, καὶ τῆς πολιτείας; ἆρα οὐκ ἀπὸ τοῦ ἀπεναντίας τῷ Θεῷ φθέγγεσθαι; Ὃ γὰρ ποιεῖ Θεοῦ ἴσον, τὸ µὴ ἀµύνασθαι, τοῦτο γέλωτα νοµίζεις. Οὐ διὰ ταῦτα γελᾶσθαί ἐσµεν ἄξιοι καὶ παρ' ἡµῶν αὐτῶν, καὶ παρ' Ἑλλήνων, οὕτως ἀντιφθεγγόµενοι τῷ Θεῷ; Βούλοµαί τι διηγήσασθαι γενόµενον ἐπὶ τῶν παλαιῶν, οὐ περὶ ὀργῆς, ἀλλὰ περὶ χρηµάτων· Ἦν τινι χωρίον θησαυρὸν ἔχον ἐγκεκρυµµένον οὐκ εἰδότος τοῦ δεσπότου· τοῦτο ἐκεῖνος τὸ χωρίον ἀπέδοτο. Ὁ πριάµενος διασκάπτων ὥστε φυτεῦσαι καὶ ἐπιµελήσασθαι, εὗρε τὸν θησαυρὸν ἐναποκείµενον. Μαθὼν ὁ ἀποδόµενος τοῦτο, ἐλθὼν ἐβιάζετο τὸν ἠγορακότα ἀπολαβεῖν τὸν θησαυρόν· χωρίον γὰρ ἔλεγε πεπρακέναι, οὐ θησαυρόν. Πάλιν ἐκεῖνος διωθεῖτο αὐτὸν, λέγων, τὸ χωρίον ἠγορακέναι µετὰ τοῦ θησαυροῦ, καὶ οὐδένα λόγον ποιεῖν ὑπὲρ τούτου. Εἰς ἀµφισβήτησιν κατέστησαν ἀµφότεροι, ὁ µὲν λαβεῖν βουλόµενος, ὁ δὲ φιλονεικῶν µὴ δοῦναι. Καὶ ἐπιτυχόντες ἀνθρώπου τινὸς διελέγοντο· εἶτα ἠρώτων αὐτὸν, τίνι δεῖ προσγενέσθαι τὸν θησαυρόν. Ὁ δὲ οὐκ ἀπεφήνατο, ἔφη δὲ καταλῦσαι αὐτῶν τὴν ἀµφισβήτησιν· αὐτὸς γὰρ ἔσεσθαι κύριος. Καὶ λαβὼν τὸν θησαυρὸν ἑκόντων παραχωρησάντων ἐκείνων, µυρία ὕστερον ὑπέστη κακὰ, καὶ ἔργῳ ἐµάνθανεν, ὅτι εἰκότως ἐκεῖνοι τούτου ἀπέστησαν. Τοῦτο καὶ περὶ τῆς ὀργῆς δεῖ γενέσθαι, καὶ ἡµᾶς φιλονεικεῖν µὴ ἀµύνασθαι, καὶ τοὺς λελυπηκότας φιλονεικεῖν δοῦναι δίκην. Ἀλλὰ τάχα ταῦτα καὶ γέλως τις εἶναι δοκεῖ· ὅταν γὰρ ἐπιπλέον ἡ µανία κατάσχῃ, οἱ σωφρονοῦντες γελῶνται, καὶ ἐν πολλοῖς µαινοµένοις ὁ µὴ µαινόµενος δοκεῖ µαίνεσθαι.∆ ιὸ παρακαλῶ ἀνενεγκεῖν, καὶ ἡµῶν αὐτῶν γενέσθαι, ἵνα δυνηθῶµεν τοῦ ὀλεθρίου τούτου πάθους καθαρεύοντες, τῆς τῶν οὐρανῶν βασιλείαςἀξιωθῆναι, χάριτι καὶ οἰκτιρµοῖς τοῦ µονογενοῦς αὐτοῦ Παιδὸς, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶναςτῶν αἰώνων. Ἀµήν.