Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In Acta apostolorum
John ChrysostomHom. Act. 42 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
42.0
Ὡς δὲ ἐπληρώθη ταῦτα, ἔθετο ὁ Παῦλος ἐν τῷ Πνεύµατι, διελθὼν τὴν Μακεδονίαν καὶ Ἀχαΐαν, πορεύεσθαι εἰς Ἱερουσαλὴµ, εἰπὼν, ὅτι Μετὰ τὸ γενέσθαιµε ἐκεῖ, δεῖ µε καὶ Ῥώµην ἰδεῖν. Ἀποστείλας δὲ εἰς τὴν Μακεδονίαν δύο τῶν διακο νούντων αὐτῷ, Τιµόθεον καὶ Ἔραστον, αὐτὸς ἐπέσχε χρόνον εἰς τὴν Ἀσίαν. Ἐγένετο δὲ κατὰ τὸν καιρὸν ἐκεῖνον τάραχος οὐκ ὀλίγος περὶ τῆς ὁδοῦ.
42.1
Ἱκανῶς ἐνδιατρίψας τῇ πόλει βούλεται µεταστῆναι πάλιν.∆ ιὸ καὶ πέµπει τὸν Τιµόθεον καὶ τὸν Ἔραστον εἰς Μακεδονίαν, αὐτὸς δὲ µένει εἰς Ἔφεσον. Πῶς δὲ ἐξ ἀρχῆς ἑλόµενος εἰς Συρίαν ἀπελθεῖν, πάλιν εἰς Μακεδονίαν ὑποστρέφει;∆ εικνὺς, ὅτι πάντα οὐκ οἰκείᾳ δυνάµει ἔπραττεν. Ἤδη προφητεύει λέγων,∆ εῖ µε καὶ Ῥώµην ἰδεῖν. Τοῦτο δὲ εἶπεν, ἴσως παραµυθούµενος αὐτοὺς, ὡς οὐκ ἀποµένων, ἀλλ' ὡς πάλιν ἐγγυτέρω γινόµενος αὐτῶν, καὶ διανιστῶν τὰς ψυχὰς τῶν µαθητῶντῇ προφητείᾳ. Ἐντεῦθέν µοι δοκεῖ γράφειν Κορινθίοις ἀπὸ Ἐφέσου, καὶ λέγειν, ὅτι Οὐ θέλω ὑµᾶς ἀγνοεῖν ὑπὲρ τῆς θλίψεως τῆς γενοµένης ἡµῖν ἐν τῇ Ἀσίᾳ. Ἐπειδὴ γὰρ ἐπηγγέλλετο εἰς Κόρινθον ἀπελθεῖν, ἀπολογεῖται ἅτε βραδύνας, καὶ λέγει τὸν πειρασµὸν λοιπὸν, τὰ κατὰ∆ ηµήτριον διηγούµενος. Τοῦτον γὰρ αἰνίττεται, τάραχον οὐκ ὀλίγον εἰπὼν περὶ τῆς ὁδοῦ γεγενῆσθαι. Πάλιν κίνδυνος, πάλιν τάραχος. Ὁρᾷς τὴν εὐδοκίµησιν; Ἐγένετο σηµεῖα διπλᾶ· οἱ δὲ ἀντέλεγον. Οὕτω διὰ πάντων ὑφαίνεται τὰ πράγµατα.∆ ηµήτριος γάρ τις ὀνόµατι, ἀργυροκόπος, ποιῶν ναοὺς ἀργυροῦς Ἀρτέµιδος, παρείχετο τοῖς τεχνίταις ἐργασίαν οὐκ ὀλίγην. Οὓς καὶ συναθροίσας, καὶ ἐπισυναγαγὼν τοὺς περὶ τὰ τοιαῦτα ἐργάτας, εἶπεν· Ἄνδρες, ἐπίστασθε, ὅτι ἐκ ταύτης τῆς ἐργασίας ἡ εὐπορία ἡµῶν ἐστι· καὶ θεωρεῖτε καὶ ἀκούετε, ὅτι οὐ µόνον Ἐφέσου, ἀλλὰ καὶ σχεδὸν πάσης τῆς Ἀσίας ὁ Παῦλος οὗτος πείσας µετέστησεν ὄχλον ἱκανὸν, λέγων, ὅτι Οὐκ εἰσὶθεοὶ οἱ διὰ χειρῶν ἀνθρώπων γινόµενοι. Οὐ µόνον δὲ τοῦτο κινδυνεύει ἡµῖν τὸ µέρος εἰς ἀπελεγµὸν ἐλθεῖν, ἀλλὰ καὶ τὸ τῆς µεγάλης θεᾶς ἱερὸν Ἀρτέµιδος εἰς οὐδὲν λογισθῆναι, µέλλειν δὲκαὶ καθαιρεῖσθαι τὴν µεγαλειότητα αὐτῆς, ἣν ὅλη ἡ Ἀσία καὶ ἡ οἰκουµένη σέβεται. Ποιῶν, φησὶ, ναοὺς ἀργυροῦς Ἀρτέµιδος. Καὶ πῶς ἔνι ναοὺς ἀργυροῦς γενέσθαι; Ἴσως ὡς κιβώρια µικρά· πολλὴ γὰρ ταύτης ἦν ἡ τιµὴ ἐν Ἐφέσῳ, ὅπου καὶ τὸ ἱερὸν αὐτῶν ἐµπρησθὲν οὕτως ἐλύπησεν αὐτοὺς, ὡς τὸν ἐµπρήσαντα κελεύειν µηδὲ ὀνόµατι λέγεσθαι. Ὅρα πανταχοῦ τὴν εἰδωλολατρείαν ἀπὸ χρηµάτων γινοµένην. Κἀκεῖνοι διὰ χρήµατα, καὶ οὗτος διὰ χρήµατα· οὐχ ὡς τῆς εὐσεβείας κινδυνευούσης αὐτοῖς, ἀλλ' ὡς τοῦ πορισµοῦ τὴν ὑπόθεσιν οὐκ ἔχοντος. Καὶ σκόπει κακίαν ἀνδρός· Εὔπορος ἦν αὐτὸς, καὶ αὐτῷ µὲν οὐ τοσαύτη ἔµελλε βλάβη γενέσθαι ἐκ τούτου· ἐκείνοις δὲ ἦν πολλὴ, ἅτε πένησιν οὖσι καὶ ἀπὸ τῆς καθ' ἡµέραν ἐργασίας τρεφοµένοις. Καὶ ὅµως οὗτοι µὲν οὐδὲν λέγουσιν, αὐτὸς δέ· κοινωνοὺς δὲ ὄντας αὐτοὺς τῆς τέχνης, κοινωνοὺς λαµβάνει καὶ τοῦ θορύβου. Εἶτα καὶ τὸν κίνδυνον ηὔξησεν, ἐπαγαγὼν, ὅτι Κινδυνεύει ἡµῖν τοῦτο τὸ µέρος εἰς ἀπελεγµὸν ἐλθεῖν. Τοῦτο γὰρ σχεδὸν διὰ τούτου δηλοῖ, ὅτι ἀπὸ τῆς τέχνης ταύτης κινδυνεύοµεν εἰς λιµὸν ἐµπεσεῖν. Καίτοι τὰ εἰρηµένα ἱκανὰ εἰς εὐσέβειαν αὐτοὺς ἀγαγεῖν· ἀλλὰ ταλαίπωροί τινες ὄντες καὶ ψυχροὶ, ἐπισυνίστανται µᾶλλον, καὶ οὐκ ἐννοοῦσιν, ὅτι Εἰ ὁ ἄνθρωπος οὗτος τοσαῦτα ἰσχύει ὡς µεταστῆσαι πάντας, καὶ κινδυνεύει τὰ τῶν θεῶν, ἡλίκος ὁ τούτου Θεός! καὶ ὅτι Πολλῷ µᾶλλον ἐκεῖνα ἡµῖν δώσει, ὑπὲρ ὧν φοβούµεθα. Ἤδη προκατέλαβεν αὐτῶν τὰς ψυχὰς, λέγων, ὅτι Οὐκ εἰσὶ θεοὶ οἱ ὑπὸ χειρῶν ἀνθρώπων γινόµενοι. Ὅρα ὑπὲρ τίνος ἀγανακτοῦσιν Ἕλληνες· ἐπειδὴ εἶπεν, ὅτι Οἱ ὑπὸ ἀνθρώπων γινόµενοι, οὐκ εἰσὶ θεοί. Πανταχοῦ εἰς τὴν τέχνην ὠθεῖ τὸν λόγον. Εἶτα τὸ µάλιστα αὐτοὺς λυπῆσαν ὕστερον τίθησι, λέγων· Οὐ µόνον δὲ τοῦτο τὸ µέρος κινδυνεύει· τουτέστι, Τῶν µὲν ἄλλων οὐδεὶς λόγος, ἀλλ' ὅτι καὶ τὸ τῆς µεγάλης θεᾶς ἱερὸν Ἀρτέµιδος κινδυνεύει καθαιρεῖσθαι. Εἶτα ἵνα µὴ δόξῃ χρηµατισµοῦ ἕνεκεν λέγειν ταῦτα, ὅρα τί προστίθησιν· Ἣν ἡ οἰκουµένη σέβεται. Ὁρᾷς πῶς ἔδειξε µείζω τὴν τοῦ Παύλου δύναµιν, πάντας ἀθλίους καὶ ταλαιπώρους αὐτοὺς ἀποφαίνων, εἴ γε ἄνθρωπος ἐλαυνόµενος καὶ σκηνοποιὸςτοσαῦτα δύναται; Ὅρα παρ' ἐχθρῶν τὰς µαρτυρίας τοῖς ἀποστόλοις γινοµένας. Ἐκεῖ µὲν ἔλεγον, Ἰδοὺ πεπληρώκατε τὴν Ἱερουσαλὴµ τῆς διδαχῆς ὑµῶν· ἐνταῦθα, ὅτι Μέλλει καθαιρεῖσθαι τῆς Ἀρτέµιδος ἡ µεγαλειότης· τότε, Οἱ τὴν οἰκουµένην ἀναστατώσαντες ἤκουον, ὅτι Οὗτοι καὶ ἐνθάδε πάρεισι· νῦν, ὅτι Κινδυνεύει ἡµῖν τοῦτο τὸ µέρος εἰς ἀπελεγµὸν ἐλθεῖν. Οὕτω καὶ Ἰουδαῖοι ἐπὶ τοῦ Χριστοῦ ἔλεγον· Ὁρᾶτε, ὅτι ὁ κόσµος ὀπίσω αὐτοῦ ὑπάγει, καὶ ἐλεύσονται οἱ Ῥωµαῖοι καὶ ἀροῦσιν ἡµῶν τὴν πόλιν. Ἀκούσαντες δὲ ταῦτα ἐπλήσθησαν θυµοῦ. Πότε ὁ θυµὸς γέγονεν; Ὅτε περὶ τῆς Ἀρτέµιδος ἤκουσαν, ὅτε περὶ τοῦ πορισµοῦ. Τοιαῦτα γὰρ τὰ τῶν ἀγοραίων ἤθη, ἀπὸ τοῦ τυχόντος συναρπάζεσθαι καὶ ἐκκαίεσθαι.∆ ιὰ ταῦτα µετ' ἐξετάσεως δεῖ ποιεῖν πάντα. Ὅρα δὲ πῶς καὶ ἦσαν εὐκαταφρόνητοι, ὡς πᾶσι προκεῖσθαι. Ἀκούσαντες δὲ, καὶ γενόµενοι πλήρεις θυµοῦ, φησὶν, ἔκραζον λέγοντες· Μεγάλη ἡ Ἄρτεµις Ἐφεσίων! Καὶ ἐπλήσθη ἡ πόλις ὅλη τῆς συγχύσεως· ὥρµησάν τε ὁµοθυµαδὸν εἰς τὸ θέατρον. Συναρπάσαντες δὲ Γάϊον καὶ Ἀρίσταρχον Μακεδόνας, συνεκδήµους Παύλου, εἵλκυσαν αὐτούς.
42.2
Ἁπλῶς πάλιν ἐπίασιν ὡς ἐπὶ Ἰάσονος Ἰουδαῖοι, καὶπανταχοῦ αὐτοῖς πρόκεινται· οὕτως οὐδὲν εἶχον κόµπου γέµον οὐδὲ δόξης. Τοῦ δὲ Παύλου βουλοµένου εἰσελθεῖν εἰς τὸν δῆµον, οὐκ εἴων αὐτὸν οἱ µαθηταί. Τινὲς δὲ τῶν Ἀσιαρχῶν ὄντες αὐτῷ φίλοι, πέµψαντες πρὸς αὐτὸν παρεκάλουν µὴ δοῦναι ἑαυτὸν εἰς τὸ θέατρον. Παρακαλοῦσιν, ὅτι ἄτακτος ἦσαν δῆµος ἀλογίστῳ ῥύµῃ πάντα τολµῶντες. Καὶ ὁ Παῦλος πείθεται· οὐ γὰρ ἦν κενόδοξος, οὐδὲ φιλότιµος. Ἄλλοι µὲν οὖν ἄλλο τι ἔκραζον· ἦν γὰρ ἡ ἐκκλησία συγκεχυµένη. Τοιοῦτον γὰρ τὸ πλῆθος· ἁπλῶς ἕπεται καθάπερ πῦρ εἰς ὕλην ἐµπεσόν. Καὶ οἱ πλείους οὐκ ᾔδεισαν, τίνος ἕνεκεν συνεληλύθεισαν. Ἐκ δὲ τοῦ ὄχλου προεβίβασαν Ἀλέξανδρον, προβαλόντων αὐτὸν τῶν Ἰουδαίων. Προεβάλοντο Ἰουδαῖοι οἰκονοµικῶς, ἵνα µηδὲν ἔχωσιν ὕστερον ἀντιλέγειν. Οὗτος καὶ προβάλλεται, καὶ φθέγγεται, καὶ τί, ἄκουε· Ὁ δὲ Ἀλέξανδρος κατασείσας τῇ χειρὶ, ἤθελεν ἀπολογεῖσθαι τῷ δήµῳ. Ἐπιγνόντες δὲ, ὅτι Ἰουδαῖός ἐστι, φωνὴ ἐγένετο µία ἐκ πάντων, ὡς ἐπὶ ὥρας δύο κραζόντων· Μεγάλη ἡ Ἄρτεµις Ἐφεσίων. Παιδικὴ ὄντως ἡ διάνοια· καθάπερ φοβούµενοι, µὴ σβεσθῇ τὸ σέβας αὐτῶν, συνεχῶς ἐβόων.∆ ύο ἔτη ἐκάθισεν ἐκεῖ, καὶ ὅρα πόσοι ἔτι Ἕλληνες ἦσαν. Καταστείλας δὲ ὁ γραµµατεὺς τὸν ὄχλον, φησίν· Ἄνδρες Ἐφέσιοι, τίς γάρ ἐστιν ἄνθρωπος, ὃς οὐ γινώσκει τὴν Ἐφεσίων πόλιν νεωκόρον οὖσαν τῆς µεγάλης θεᾶς Ἀρτέµιδος καὶ τοῦ∆ ιοπετοῦς; Τούτῳ πρώτῳ τὸν θυµὸν αὐτῶν ἔσβεσε. Καὶ τοῦ διοπετοῦς. Τοῦτο λέγει, ὡς οὐκ ὄντος δήλου τοῦ πράγµατος. Ἱερὸν δὲ ἕτερον οὕτω ἐκαλεῖτο∆ ιοπετές· ἤτοι τὸ εἴδωλον τοίνυν τῆς Ἀρτέµιδος∆ ιοπετὲς ἔλεγον, ὡς ἐκ τοῦ∆ ιὸς τὸ ὄστρακον ἐκεῖνο πεπτωκὸς, καὶ οὐχ ὑπὸ ἀνθρώπου γενόµενον· ἢ ἕτερον ἄγαλµα παρ' αὐτοῖς οὕτως ἐλέγετο. Ἀναντιῤῥήτων οὖν ὄντων τούτων, δέον ἐστὶν ὑµᾶς κατεσταλµένους ὑπάρχειν, καὶ µηδὲν προπετὲς πράσσειν. Ἠγάγετε γὰρ τοὺς ἄνδρας τούτους, οὔτε ἱεροσύλους, οὔτε βλασφηµοῦντας τὴν θεὰν ὑµῶν. Ἄρα τὸ πᾶν ψεῦδος· ταῦτα δὲ πρὸς τὸν δῆµον, ὥστε κἀκείνους ἐπιεικεστέρους γενέσθαι, φησίν. Εἰ µὲν οὖν∆ ηµήτριος καὶ οἱ σὺν αὐτῷ τεχνῖται ἔχουσι πρός τινα λόγον, ἀγοραῖοι ἄγονται, καὶ ἀνθύπατοί εἰσιν· ἐγκαλείτωσαν ἀλλήλοις. Εἰ δέ τι περὶ ἑτέρων ἐπιζητεῖτε, ἐν τῇ ἐννόµῳ ἐκκλησίᾳ ἐπιλυθήσεται. Καὶ γὰρ κινδυνεύοµεν ἐγκαλεῖσθαι στάσεως περὶ τῆς σήµερον, µηδενὸς αἰτίου ὑπάρχοντος, περὶ οὗ[ οὐ] δυνησόµεθα ἀποδοῦναι λόγον τῆς συστροφῆς ταύτης. Καὶ ταῦτα εἰπὼν, ἀπέλυσε τὴν ἐκκλησίαν. Ἔννοµον ἐκκλησίαν, φησὶ, διότι τρεῖς ἐκκλησίαι ἐγίνοντο κατὰ νόµον καθ' ἕκαστον µῆνα· αὕτη δὲ ἦν παράνοµος. Εἶτα καὶ ἐφόβησεν αὐτοὺς εἰπών· Κινδυνεύοµεν ἐγκαλεῖσθαι στάσεως. Ἀλλ' ἴδωµεν ἄνωθεν τὰ εἰρηµένα. Ὡς δὲ ἐπληρώθη ταῦτα, φησὶν, ἔθετο ὁ Παῦλος ἐν τῷ Πνεύµατι, διελθὼν τὴν Μακεδονίαν καὶ Ἀχαΐαν, πορεύεσθαι εἰς Ἱεροσόλυµα. Οὐκ ἔτι ἀνθρωπίνως ἐνταῦθα ποιεῖ, ἀλλὰ Πνεύµατι, ᾧ καὶ προείλετο διελθεῖν. Τοῦτο γάρ ἐστι τὸ, Ἔθετο, καὶ τοιαύτην ὁ λόγος ἔννοιαν ἔχει. Τίνος δὲ ἕνεκεν ἀποστέλλει Τιµόθεον καὶ Ἔραστον, οὐ λέγει· ἐµοὶ δὲ δοκεῖ καὶ περὶ τούτου εἰπεῖν τὸ, Ἐν Πνεύµατι.∆ ιὸ µηκέτι στέγοντες, εὐδοκήσαµεν καταλειφθῆναι ἐν Ἀθήναις µόνοι. Καὶ ὅρα, δύο τῶν διακονούντων αὐτῷ ἀπέστειλε, τήν τε παρουσίαν ἀπαγγεῖλαι καὶ προθυµοτέρους ποιῆσαι. Μάλιστα πάντων τῇ Ἀσίᾳ ἐνδιατρίβει· εἰκότως· ἐκεῖ γὰρ ἦν ἡ πολλὴ φατρία τῶν φιλοσόφων. Καὶ ἐλθὼν, πάλιν αὐτοῖς διελέγετο· καὶ γὰρ πολλὴ ἦν ἐκεῖ ἡ δεισιδαιµονία.∆ ηµήτριος γάρ τις, φησὶν, ἀργυροκόπος, συναθροίσας τοὺς περὶ τὰ τοιαῦτα ἐργάτας, εἶπεν· Ἄνδρες, ἐπίστασθε καὶ θεωρεῖτε καὶ ἀκούετε· οὕτω κατάδηλον ἦν τὸ γινόµενον· Ὅτι οὗτος, φησὶν, ὁ Παῦλος πείσας µετέστησεν ἱκανὸν ὄχλον. Ὥστε οὐ βιαίως, εἰ ἔπεισεν· οὕτω δεῖ πείθειν πόλιν. Εἶτα ἐπάγει ὅπερ αὐτῶν καθήπτετο, ὅτι Οὐκ εἰσὶ θεοὶ οἱ διὰ χειρῶν γινόµενοι. Τί ἐστι τοῦτο; Ἀνατρέπει, φησὶ, τὴν τέχνην τὴν ἡµετέραν. Καὶ ἵνα µὴ ἐννοήσωσι, καὶ εἴπωσιν, ὅτι µόνος ἄνθρωπος τοιαῦτα ἰσχύει, καὶ εἰ τοσοῦτον ἰσχύει, αὐτῷ δεῖ πείθεσθαι, ἐπήγαγεν· Ἣν ὅλη ἡ Ἀσία καὶ ἡ οἰκουµένη σέβεται. Τὴν φωνὴν αὐτῶν ᾤοντο ἐπιτειχίζειν τῷ Πνεύµατι τῷ θείῳ, ὄντες παῖδες Ἕλληνες. Ἐκ ταύτης τῆς ἐργασίας, φησὶν, ἡ εὐπορία ἡµῶν ἐστι. Καὶ εἰ ἀπὸ ταύτης τῆς ἐργασίας εὐπορία ὑµῖν περιγίνεται, πῶς ἔπεισεν ἄνθρωπος εὐτελής; πῶς τοσαύτης ἐκράτησε συνηθείας; τί ποιῶν ἢ τί λέγων; Οὐκ ἔστι Παύλου, οὐκ ἔστιν ἀνδρός. Καὶ τοῦτο ἀρκεῖ τὸ εἰπεῖν, ὅτι Οὐκ εἰσὶ θεοί. Εἰ µὲν οὖν οὕτως εὐφώρατον τὸ τῆς ἀσεβείας, πάλαι καταγνωσθῆναι ἔδει· εἰ δὲ ἰσχυρὸν, οὐχ οὕτως ἀναιρεθῆναι ταχέως. Οὐ µόνον δὲ, φησὶ, τοῦτο κινδυνεύει ἡµῖν τὸ µέρος. Ὡς δή τί ποτε µεῖζον λέγων, τοῦτο ἐπήγαγεν. Ἀκούσαντες δὲ καὶ γενόµενοι πλήρεις θυµοῦ ἔκραζον· Μεγάλη ἡ Ἄρτεµις Ἐφεσίων. Κατὰ πόλιν γὰρ αὐτοῖς ἦσαν θεοί. Καὶ οὕτω διέκειντο, ὡς διὰ τῆς φωνῆς ἀνακτώµενοι τὸ σέβας αὐτῆς, καὶ τὰ γεγενηµένα ἀναλύοντες.
42.3
Ὅρα ἄτακτον πλῆθος. Τοῦ δὲ Παύλου, φησὶ, βουλοµένου εἰσελθεῖν εἰς τὸν δῆµον, οὐκ εἴων αὐτὸν οἱ µαθηταί. Ὁ µὲν οὖν Παῦλος ἐβούλετο εἰσελθεῖν δηµηγορῆσαι· τοὺς γὰρ διωγµοὺς ἐλάµβανεν εἰς διδασκαλίαν· ἀλλ' οἱ µαθηταὶ οὐκ εἴων αὐτόν. Σκόπει, πόσῃ περὶ αὐτὸν προνοίᾳ κέχρηνται πανταχοῦ. Καὶ ἐξ ἀρχῆς αὐτὸν ἐξήγαγον, ὥστε µὴ περὶ τὰ καίρια λαβεῖν τὴν πληγήν· καίτοι γε ἤκουσαν, ὅτι δεῖ καὶ Ῥώµην ἰδεῖν· ὅµως κωλύουσιν. Οἰκονοµικῶς δὲ προαγορεύει, ἵνα µὴ τῷ γενοµένῳ θορυβηθῶσιν. Οὕτως οὐδὲ πάσχειν τι αὐτὸν ἐβούλοντο. Καὶ τῶν ἀσιαρχῶν δέ τινες παρεκάλουν αὐτὸν, φησὶ, µὴ εἰσελθεῖν εἰς τὸ θέατρον. Εἰδότες αὐτοῦ τὴν προθυµίαν, παρεκάλουν· οὕτω πάντες αὐτὸν ἐφίλουν οἱ πιστοί. Καὶ τίνος ἕνεκεν, φησὶν, ὁ Ἀλέξανδρος ἐβούλετο ἀπολογεῖσθαι; µὴ γὰρ αὐτὸς ἐνεκλήθη; Ὥστε καιρὸν εὑρεῖν, καὶ τὸ πᾶν καταστρέψαι καὶ ἐκκαῦσαι τοῦ δήµου τὸν θυµόν. Εἶδες θυµὸν ἄτακτον; Καλῶς καὶ ἐπιτιµητικῶς ὁ γραµµατεὺς, Τίς ἔστι, φησὶν, ὃς οὐ γινώσκει τὴν Ἐφεσίων πόλιν; Οὕτως εἰπὼν περὶ οὗ ἐφοβοῦντο· ὡσεὶ ἔλεγεν· Οὐ θεραπεύετε αὐτήν; Καὶ οὐκ εἶπε, Τίς γάρ ἐστιν, ὃς οὐ γινώσκει τὴν Ἄρτεµιν; ἀλλὰ, Τὴν πόλιν τὴν ἡµετέραν· θεραπεύων αὐτούς. Ἀναντιῤῥήτων οὖν τούτων ὄντων, δέον ἐστὶν ὑµᾶς κατεσταλµένους ὑπάρχειν. Ταῦτα δῆθεν ἐγκαλεῖ, µονονουχὶ λέγων· Τί τοίνυν ζητεῖτε ὡς ἀδήλων ὄντων; φανερὸν, ὡς ἡ ὕβρις εἰς τὴν θεὸν διαβαίνει. Πρόσχηµα τὴν εὐσέβειαν ἐβούλοντο ποιεῖν τοῦ χρηµατισµοῦ. Εἶτα ἠρέµα καθάπτεται αὐτῶν, δεικνὺς, ὅτι ἀλογίστως συνῆλθον. Καὶ µηδὲν, φησὶ, προπετὲς πράττειν.∆ εικνὺς, ὅτι προπετῶς ἔπραξαν, τοῦτο εἶπεν. Εἰ µὲν οὖν∆ ηµήτριος καὶ οἱ σὺν αὐτῷ ἔχουσι πρός τινα λόγον, ἀνθύπατοί εἰσι. Καὶ τοῦτο λέγει ἐγκαλῶν, καὶ δεικνὺς ὅτι οὐκ ἔδει ἰδιωτικῶν ἐγκληµάτων ἕνεκεν κοινὴν ἐκκλησίαν ποιεῖσθαι. Καὶ γὰρ κινδυνεύοµεν, φησὶν, ἐγκαλεῖσθαι. Τούτῳ σφόδρα αὐτοὺς διηπόρησεν. Οὐδενὸς αἰτίου, φησὶν, ὑπάρχοντος, περὶ οὗ δυνησόµεθα λόγον δοῦναι τῆς συστροφῆς ταύτης. Ὅρα πῶς οἱ ἄπιστοι φρονίµως ἀπολογοῦνται, πῶς συνετῶς. Οὕτως ἔσβεσε τὸν θυµόν. Ὥσπερ γὰρ ῥᾳδίως ἐξάπτεται, οὕτω καὶ ῥᾳδίως σβέννυται. Καὶ ταῦτα εἰπὼν, ἀπέλυσε τὴν ἐκκλησίαν, φησίν. Ὁρᾷς τὸν Θεὸν συγχωροῦντα τοὺς πειρασµοὺς, καὶ διεγείροντα καὶ ἀφυπνίζοντα τοὺς µαθητὰς τούτοις καὶ σφοδροτέρους ἐργαζόµενον; Μὴ δὴ καταπίπτωµεν τοῖς πειρασµοῖς· αὐτὸς γὰρ ποιήσει καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑπενεγκεῖν. Οὐδὲν οὕτω φίλους ποιεῖ καὶ συγκροτεῖ, ὡς θλῖψις· οὐδὲν οὕτω συνδεῖ καὶ ἐπισφίγγει τῶν πιστῶν τὰς ψυχάς· οὐδὲν ἡµῖν τοῖς διδασκάλοις οὕτως ἐπιτήδειον πρὸς τὸ τὰ παρ' ἡµῶν λεγόµενα ἀκούεσθαι. Ἐν µὲν γὰρ ἀνέσει τυγχάνων ἀκροατὴς, χαῦνός τέ ἐστι καὶ ῥᾴθυµος, καὶ ἐνοχλεῖσθαι δοκεῖ παρὰ τοῦ λέγοντος· ἐν δὲ θλίψει καὶ στενοχωρίᾳ εἰς πολλὴν ἐπιθυµίαν ἀκροάσεως ἐµπίπτει. Στενοχωρούµενος γὰρ τὴν ψυχὴν, πανταχόθεν ζητεῖ παραµυθίαν τῆς θλίψεως εὑρεῖν· οὐ µικρὰν δὲ φέρει λόγος παραµυθίαν. Τί οὖν, φησὶν, οἱ Ἰουδαῖοι; πῶς θλιβόµενοι ἀπὸ τῆς ὀλιγοψυχίας οὐκ ἤκουον; Ὅτι Ἰουδαῖοι ἦσαν, οἱ ἀεὶ ἀσθενεῖς καὶ ταλαίπωροι· ἄλλως τε καὶ ὅτι καὶ ἐκεῖ πολλὴ ἡ θλῖψις ἦν, ἡµῖν δὲ περὶ συµµέτρου ὁ λόγος. Ὅρα γάρ· προσεδόκησαν ἀπαλλάττεσθαι τῶν κατεχόντων αὐτοὺς κακῶν ἐκεῖνοι, καὶ µυρίοις περιέπεσον µᾶλλον δεινοῖς· τοῦτο δὲ οὐχ ὡς ἔτυχεν ἀπορεῖ ψυχήν. Αἱ θλίψεις ἀποσχίζουσιν ἡµᾶς τῆς συµπαθείας τῆς πρὸς τὸν παρόντα κόσµον· εὐθέως γοῦν τὸν θάνατον αἰτοῦµεν, καὶ οὐκ ἐσµὲν φιλοσώµατοι· ὅπερ µέγιστον φιλοσοφίας µέρος ἐστὶ, µὴ κεχηνέναι µηδὲ προσδεδέσθαι τῇ παρούσῃ ζωῇ. Ἡ θλιβοµένη ψυχὴ οὐ βούλεται περὶ πολλὰ εἶναι, ἀλλ' ἀναπαύσεώς τινος µόνον καὶ ἡσυχίας ἐρᾷ· ἀγαπητὸν αὐτῇ τῶν παρόντων ἀπαλλαγῆναι, κἂν µηδὲν ἕτερον ᾖ. Καθάπερ σῶµα πεπονηκὸς καὶ ταλαιπωρηθὲν οὐκ ἐρᾷν βούλεται, οὐ γαστρίζεσθαι, ἀλλ' ἀναπαύεσθαι καὶ ἡσυχῇ κεῖσθαι· οὕτω καὶ ψυχὴ µυρίοις ταριχευθεῖσα κακοῖς, πρὸς ἀνάπαυσιν καὶ ἡσυχίαν ἐπείγεται εἶναι. Ἡ ἐν ἀνέσει οὖσα ἐπτόηται, τεθορύβηται, µετέωρός ἐστιν· αὕτη δὲ οὐδὲν κεχηνὸς ἔχουσα οὐδὲ διαῤῥέον, ὅλη συνέσφιγκται καὶ µένει ἀµετεώριστος· καὶ ἡ µὲν ἀνδρειοτέρα, ἡ δὲ παιδικωτέρα ἐστί· καὶ ἡ µὲν βαρυτέρα, ἡ δὲ κουφοτέρα. Καὶ καθάπερ ἐν πολλῷ ὕδατι ἐµπεσόν τι κοῦφον σαλεύεται· οὕτω καὶ εἰς πολλὴν χαρὰν ἐµπεσοῦσα ψυχή. Καὶ τὰ µέγιστα δὲ ἡµῖν ἁµαρτήµατα ἀπὸ πολλῆς ἡδονῆς γεγενηµένα ἴδοι τις ἄν. Καὶ εἰ βούλεσθε, οἰκίας ὑπογράψωµεν δύο, τὴν µὲν γαµούντων, τὴν δὲ πενθούντων· εἰσέλθωµεν τῷ λόγῳ πρὸς ἑκατέρους· ἴδωµεν τίς τίνος βελτίων. Εὑρεθήσεται γὰρ ἡ τοῦ πενθοῦντος φιλοσοφίας γέµουσα, ἡ δὲ τοῦ γαµοῦντος ἀσχηµοσύνης, Ὅρα γάρ· αἰσχρὰ ἐκεῖ ῥήµατα, γέλως ἄτακτος, βήµατα ἀτακτότερα, στολὴ καὶ βάδισις ἀσχηµοσύνης γέµουσα, σχήµατα πολλῆς ἀνοίας καὶ µωρίας· καὶ ὅλως οὐδὲν ἕτερον ἢ πάντα γέλως καὶ κατάγελως τὰ ἐκεῖ. Οὐχ ὁ γάµος, λέγω, µὴ γένοιτο· ἀλλὰ τὰ περὶ τὸν γάµον. Ἐκβακχεύεται τότε ἡ φύσις, ἄλογα ἀντὶ ἀνθρώπων οἱ παρόντες γίνονται, οἱ µὲν ὡς ἵπποι χρεµετίζουσιν, οἱ δὲ ὡς ὄνοι λακτίζουσι· πολλὴ ἡ διάχυσις, πολλὴ ἡ διάλυσις, οὐδὲν σπουδαῖον, οὐδὲν γενναῖον· πολλὴ ἐκεῖ τοῦ διαβόλου ἡ ποµπὴ, κύµβαλα, αὐλοὶ, καὶ ᾄσµατα πορνείας γέµοντα καὶ µοιχείας. Ἀλλ' οὐκ ἐκεῖ, ἔνθα τὸ πένθος, ἀλλὰ πάντα εὔτακτα· πολλὴ γὰρ ἡ σιγὴ, πολλὴ ἡ ἡσυχία, πολλὴ ἡ καταστολὴ, οὐδὲν ἄτακτον, οὐδὲν ἄῤῥυθµον· εἴ τίς τι καὶ ἐφθέγξατο, πάντα φιλοσοφίας γέµοντα ῥήµατα ἐφθέγξατο· καὶ τὸ δὴ θαυµαστὸν, ὅτι παρ' ἐκεῖνον τὸν καιρὸν οὐκ ἄνδρες µόνον, ἀλλὰ καὶ οἰκεῖοι καὶ γυναῖκες φιλοσοφοῦσι. Τοιαύτη γὰρ ἡ τοῦ πένθους φύσις. Καὶ δοκοῦσι µὲν παρακαλεῖν τὸν πενθοῦντα, µυρία δὲ φθέγγονται δόγµατα φιλοσοφίας µεστά· εὐχαὶ εὐθέως ὥστε µέχρι τούτου στῆναι, καὶ ἱκανοὶ οἱ τὸν πεπονηκότα παραµυθούµενοι, καὶ ἀπαριθµήσεις τῶν τοιαῦτα πενθούντων µυρίαι. Τί γάρ ἐστιν ἄνθρωπος; Τῆς φύσεως ἐξέτασις τῆς ἡµετέρας.
42.4
Τί τοίνυν ἐστὶν ἄνθρωπος; Τοῦ βίου καὶ τῆς εὐτελείας αὐτοῦ κατηγορία, ἀνάµνησις τῶν ἐν τῷ µέλλοντι πραγµάτων, τῆς κρίσεως. Ἕκαστος οἴκαδε ἀναχωρεῖ, ἀπὸ µὲν γάµου λυπούµενος, ὅτι δὴ αὐτὸς µὴ ἐν εὐπραγίᾳ ἐστίν· ἀπὸ δὲ πένθους ἀνειµένος, ὅτι δὴ µὴ τοιαῦτα ἔπαθε, καὶ τὴν φλεγµονὴν σβέσας ἅπασαν ἀπῆλθεν. Ἀλλὰ τί; θέλεις τὰ δεσµωτήρια, καὶ τὰ θέατρα ἀντεξετάσωµεν; Ὁ µὲν γὰρ θλίψεως, ὁ δὲ ἡδονῆς τόπος. Φέρε οὖν, ἴδωµεν τὰ ἐξ ἑκατέρων συµβαίνοντα. Ἐκεῖ φιλοσοφία πολλή· ἔνθα γὰρ ἀθυµία, καὶ φιλοσοφία πάντως. Ὁ πρὸ τούτου πλουτῶν, ὁ µεγάλα φυσῶν, καὶ τοῦ τυχόντος ἀνέξεται διαλεγοµένου πρὸς αὐτὸν, τοῦ φόβου καὶ τῆς ἀθυµίας καθάπερ τινὸςπυρὸς σφοδροτέρου ἐπιπεσόντος αὐτοῦ τῇ ψυχῇ, καὶ µαλάττοντος τὸ σκληρόν· τότε ταπεινὸς γίνεται, τότε σκυθρωπὸς, τότε τῆς µεταβολῆς αἰσθάνεται τῆς βιωτικῆς, τότε καρτερεῖ πρὸς πάντα. Ἐν δὲ θεάτρῳ πάντα τὰ ἐναντία, γέλως, αἰσχρότης, ποµπὴ διαβολικὴ, διάχυσις, ἀνάλωµα χρόνου, καὶ δαπάνη ἡµερῶν περιττὴ, ἐπιθυµίας ἀτόπουκατασκευὴ, µοιχείας µελέτη, πορνείας γυµνάσιον, ἀκολασίας διδασκαλεῖον, προτροπὴ αἰσχρότητος, γέλωτος ὑπόθεσις, ἀσχηµοσύνης παραδείγµατα. Ἀλλ' οὐ τὸ δεσµωτήριον τοιοῦτον· ἀλλ' ἐκεῖ ταπεινοφροσύνη, παράκλησις, φιλοσοφίας προτροπὴ, ὑπεροψία τῶν βιωτικῶν· πάντα πεπάτηται καὶ καταπεφρόνηται, καὶ καθάπερ παιδίῳ παιδαγωγὸς ὁ φόβος ἐφέστηκε, πρὸς πάντα τὰ δέοντα ῥυθµίζων αὐτόν. Ἀλλ' εἰ βούλει, πάλιν ἑτέρως ἐξετάσωµεν τοὺς αὐτοὺς τόπους. Ἐβουλόµην συντυχεῖν ἀνθρώπῳ ἀπὸ θεάτρου κατιόντι, καὶ ἄλλῳ ἀπὸ δεσµωτηρίου ἐξιόντι, καὶ εἶδες ἂν τοῦ µὲν τὴν ψυχὴν ἐπτοηµένην, τεθορυβηµένην, δεδεµένην ὄντως, τοῦ δὲ ἀνειµένην, λελυµένην, ἐπτερωµένην. Ὁ µὲν γὰρ ἀπὸ τοῦ θεάτρου ἀναχωρεῖ, ταῖς ὄψεσι τῶν ἐκεῖ γυναικῶν προσδεθεὶς, παντὸς σιδήρου χαλεπώτερα φέρων δεσµὰ, τοὺς τόπους τοὺς ἐκεῖ, τὰ ῥήµατα, τὰ σχήµατα· ὁ δὲ ἀπὸ δεσµωτηρίου, πάντων ἀνεθεὶς, οὐκ ἔτι ἡγήσεται πάσχειν τι δεινὸν, τοῖς τῶν ἑτέρων τὰ αὐτοῦ παραβάλλων. Ὅτι οὐ δέδεται, χάριν εἴσεται λοιπὸν, καταφρονήσει τῶν ἀνθρωπίνων πραγµάτων, πολλοὺς πλου τοῦντας ὁρῶν ἐν συµφοραῖς, πολλὰ καὶµεγάλα δυναµένους καὶ δεδεµένους ἐκεῖ· κἂν ἀδίκως τι πάθῃ, καὶ πρὸς τοῦτο καρτερήσει· καὶ γὰρ καὶ τούτου πολλὰ ἐκεῖ τὰ ὑποδείγµατα· εἰς ἔννοιαν ἐλεύσεται τῆς µελλούσης κρίσεως, καὶ φρίξει τοὺς τόπους ἐνταῦθα ὁρῶν. Καθάπερ γὰρ ἐνταῦθα ἐν δεσµωτηρίῳ συγκεκλεισµένος, ἐπιεικὴς πρὸς πάντας ἐστίν· οὕτω κἀκεῖνοι πρὸ τῆς κρίσεως, πρὸ τῆς µελλούσης ἡµέρας, πρὸς γυναῖκα, πρὸς παιδία, πρὸς τοὺς οἰκέτας ἔσονται ἐπιεικέστεροι. Ἀλλ' ἀπὸ τοῦ θεάτρου οὐχ οὕτως, ἀλλ' ἀηδέστερον ὄψεται τὴν γυναῖκα, καὶ δυσχερὴς πρὸς τοὺς οἰκείους ἔσται, παροξυνθήσεται πρὸς τὰπαιδία, ἐκθηριωθήσεται πρὸς πάντας. Μεγάλα κακὰ τὰ θέατρα παρασκευάζει ταῖς πόλεσι, µεγάλα, καὶ οὐδὲ τοῦτο ἴσµεν ὅτι µεγάλα. Εἰ δὲ οὐκ ἀπεκάµετε, ἐξετάσωµεν καὶ τοὺς τοῦ γέλωτος τόπους, τὰ συµπόσια λέγω, ἔνθα παράσιτοι καὶ κόλακες καὶ πολλὴ ἡ τρυφὴ, καὶ τόπους ἑτέρους, ἔνθα χωλοὶ καὶ ἀνάπηροι. Πάλιν ἐκεῖ µὲν µέθη καὶ τρυφὴ καὶ διάχυσις, ἐνταῦθα δὲ τοὐναντίον. Ὅρα καὶ ἐπὶ τοῦ σώµατος, ὅταν φλεγµαίνῃ, ὅταν εὐπαθῇ, ταχίστην ἔχει πρὸς νόσον µετάπτωσιν· ὅταν δὲ κατεσταλµένον ᾖ, οὐχ οὕτως. Ἵνα δὲ σαφέστερον ὑµῖν ὃ λέγω ποιήσω, ἔστω σῶµα ἔχον πολὺ αἷµα καὶ σάρκας πολλὰς καὶ σφριγῶν· τοῦτο καὶ ἀπὸ τῆς τυχούσης τροφῆς πυρετὸν δυνήσεται τεκεῖν, ἂν ἁπλῶς ἀργήσῃ. Ἔστω δὲ ἕτερον λιµῷ µᾶλλον παλαῖον καὶ θλίψει· τοῦτο δυσάλωτον καὶ δυσκαταγώνιστον πρὸς ἀῤῥωστίαν. Αἷµα κἂν ὑγιὲς ᾖ ἐν ἡµῖν, τῷ πλήθει πολλάκις νόσον ἔτεκεν· ἂν δὲ ὀλίγον ᾖ, κἂν µὴ ὑγιὲς, εὐκόλως κατεργασθῆναι δύναται. Οὕτω δὴ καὶ ἐπὶ ψυχῆς, ἡ µὲν ἐν ἀνέσει καὶ τρυφῇ ὀξυῤῥόπους ἔχει πρὸς ἁµαρτίαν τὰς ὁρµάς· καὶ γὰρ ἀπονοίας ἐγγὺς ἡ τοιαύτη ἕστηκε καὶ ἡδονῆς καὶ κενοδοξίας καὶ φθόνου καὶ ἐπιβουλῶν καὶ συκοφαντιῶν· ἀλλ' οὐχ ἡ ἐν θλίψει καὶ αὐταρκείᾳ, ἀλλὰ πάντων τούτων ἀπήλλακται. Ἰδοὺ ἡλίκη πόλις ἡµῖν ἐστιν ἡ µεγάλη αὕτη. Πόθεν οὖν τίκτεται τὰ κακά; οὐκ ἀπὸ τῶν πλουτούντων; οὐκ ἀπὸ τῶν χαιρόντων; Τίνες εἰς δικαστήρια ἕλκουσι; τίνες οὐσίας διασπαθῶσιν; οἱ ταλαίπωροι καὶ ἀπεῤῥιµµένοι, ἢ οἱ µεγάλα φυσῶντες καὶ χαίροντες; Οὐκ ἔστιν ἀπὸ ψυχῆς τεθλιµµένης γενέσθαι τι κακόν. Οἶδεν αὐτῆς τὸ κέρδος ὁ Παῦλος· διὰ τοῦτό φησιν· Ἡ θλῖψις ὑποµονὴν κατεργάζεται, ἡ δὲ ὑποµονὴ δοκιµὴν, ἡ δὲ δοκιµὴ ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνει. Μὴ δὴ καταπίπτωµεν ἐν ταῖς θλίψεσιν, ἀλλ' ἐν ἅπασιν εὐχαριστῶµεν, ἵνα τι κερδάνωµεν µέγα, ἵνα εὐδοκιµήσωµεν παρὰ τῷ Θεῷ τῷ τὰςθλίψεις συγχωροῦντι. Μέγα θλῖψις ἀγαθόν· καὶ τοῦτο ἀπὸ τῶν παίδων τῶν ἡµετέρων µανθάνοµεν· χωρὶς γὰρ θλίψεως οὐδὲν ἂν µάθοι χρήσιµον. Ἡµεῖς δὲ µᾶλλον αὐτῶν δεόµεθα θλίψεως. Εἰ γὰρ ἐκεῖνα τῶν παθῶν ἠρεµούντων αὐτοῖς θάλλει, πολλῷ µᾶλλον ἡµεῖς, καὶ µάλιστα τοσούτοις συνεχόµενοι. Ἀλλ' ἡµᾶς µᾶλλον παιδαγωγοὺς ἔχειν ἐχρῆν· παρὰ µὲν γὰρ τῶν παίδων τὰ ἁµαρτήµατα οὐκ ἂν µεγάλα γένοιτο, παρὰ δὲ ἡµῶν σφόδρα µεγάλα. Παιδαγωγὸς δὲ ἡµῶν ἡ θλῖψις· Μήτε οὖν ἐπισπώµεθα αὐτὴν, καὶ παροῦσαν γενναίως φέρωµεν, ἀεὶ µυρίων οὖσαν ἀγαθῶν αἰτίαν, ἵνα καὶ τῆς παρὰ τοῦ Θεοῦ ῥοπῆς ἀπολαύσωµεν, καὶτῶν ἀποκειµένων ἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτὸν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡµῶν, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰςτοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Intertext edge

Open linked passage

Note