In Acta apostolorum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
43.0
Μετὰ δὲ τὸ παύσασθαι τὸν θόρυβον προσκαλεσά µενος ὁ Παῦλος τοὺς µαθητὰς, καὶ ἀσπασάµενος, ἐξῆλθε πορευθῆναι εἰς τὴν Μακεδονίαν.
43.1
Ἔδει πολλῆς παρακλήσεως ἀπὸ τῆς ταραχῆς ἐκείνης. Τοῦτο δὴ καὶ ποιεῖ, καὶ ἵνα παρακαλέσῃ τοὺς µαθητὰς, ἔρχεται εἰς Μακεδονίαν, εἶτα εἰς τὴν Ἑλλάδα. Καὶ ὅτι σφόδρα αὐτοὺς παρεκάλεσεν, ἄκουε.∆ ιελθὼν δὲ τὰ µέρη ἐκεῖνα, καὶ παρακαλέσας αὐτοὺς λόγῳ πολλῷ, ἦλθεν εἰς τὴν Ἑλλάδα. Ποιήσας τε µῆνας τρεῖς, γενοµένης αὐτῷ ἐπιβουλῆς ὑπὸ τῶν Ἰουδαίων µέλλοντι ἀνάγεσθαι εἰς τὴν Συρίαν, ἐγένετο γνώµη τοῦ ὑποστρέφειν διὰ Μακεδονίας. Συνείπετο δὲ αὐτῷ ἄχρι τῆς Ἀσίας Σώπατρος Βεροιαῖος, Θεσσαλονικέων δὲ Ἀρίσταρχος καὶ Σεκοῦνδος καὶ Γάϊος∆ ερβαῖος καὶ Τιµόθεος, Ἀσιανοὶ δὲΤυχικὸς καὶ Τρόφιµος. Οὗτοι προελθόντες, ἔµενον ἡµᾶς ἐν Τρωάδι. Πάλιν διώκεται ὑπὸ Ἰουδαίων, καὶ ἔρχεται εἰς Μακεδονίαν. Πῶς δὲ τὸν Τιµόθεον Θεσσαλονικέα φησίν; Οὐ τοῦτο λέγει· ἀλλὰ, Προέλαβον, φησὶν, οὗτοι εἰς τὴν Τρωάδα προοδοποιοῦντες αὐτῷ. Ἡµεῖς δὲ ἐξεπλεύσαµεν µετὰ τὰς ἡµέρας τῶν Ἀζύµων ἀπὸ Φιλίππων, καὶ ἤλθοµεν πρὸς αὐτοὺς εἰς τὴν Τρωάδα ἄχρις ἡµερῶν πέντε, οὗ διετρίψαµενἡµέρας ἑπτά. Καὶ γὰρ τὰς ἑορτὰς ἐµοὶ δοκεῖ σπουδάζειν αὐτὸν ποιεῖν ἐν ταῖς µεγάλαις πόλεσιν. Ἀπὸ Φιλίππων ἐκπλεῖ, ἔνθα τὰ κατὰ τὸ δεσµωτήριον ἐγένετο. Τρίτον δὲ τοῦτο εἰς Μακεδονίαν ἐπανῆλθε, καὶ πολλὰ µαρτυρεῖ τοῖς Φιλιππησίοις· διὸ καὶ ἐνδιατρίβει ἐκεῖ. Ἐν δὲ τῇ µιᾷ τῶν Σαββάτων, συνηγµένων ἡµῶν κλάσαι ἄρτον, ὁ Παῦλος διελέγετο αὐτοῖς µέλλων ἐξιέναι· παρέτεινέ τε τὸν λόγον µέχρι µεσονυκτίου. Ὅρα πῶς πάντα πάρεργα ἦν τοῦ κηρύγµατος. Πεντηκοστὴ τότε ἦν καὶ Κυριακὴ ἦν· ὁ δὲ καὶ µέχρι µεσονυκτίου τὴν διδασκαλίαν ἐκτείνει· οὕτω τῆς τῶν µαθητῶν σωτηρίας ἐφίετο, ὅτι οὐδὲ τὴν νύκτα ἐσίγα, ἀλλὰ τότε µᾶλλον διελέγετο, ἅτε ἡσυχίας οὔσης. Ὅρα πῶς καὶ πολλὰ διελέγετο, καὶ παρ' αὐτὸν τοῦ δείπνου τὸν καιρόν. Ἀλλὰ συνετάραξε τὴν ἑορτὴν ὁ διάβολος, οὐ µὴν ἴσχυσε, βαπτίσας τὸν ἀκροατὴν ὕπνῳ καὶ κατενεγκών. Καὶ ὅπως συµβαίνει, ἡρµήνευσεν ἐπαγαγών· Ἦσαν δὲ λαµπάδες ἱκαναὶ ἐν τῷ ὑπερῴῳ, οὗ ἦµεν συνηγµένοι. Καθήµενος δέ τις νεανίας ὀνόµατι Εὔτυχος ἐπὶ τῆς θυρίδος, καταφερόµενος ὕπνῳ βαθεῖ, διαλεγοµένου τοῦ Παύλου ἐπὶ πλεῖον, κατενεχθεὶς ὑπὸ τοῦὕπνου ἔπεσεν ἀπὸ τοῦ τριστέγου κάτω, καὶ ἤρθη νεκρός. Καταβὰς δὲ ὁ Παῦλος ἐπέπεσεν ἐπ' αὐτῷ, καὶ συµπεριλαβὼν αὐτὸν, εἶπε· Μὴ θορυβεῖσθε· ἡ γὰρ ψυχὴ αὐτοῦ ἐν αὐτῷ ἐστιν. Ἀναβὰς δὲ, καὶ κλάσας ἄρτον καὶ γευσάµενος, ἐφ' ἱκανόν τε ὁµιλήσας ἄχρις αὐγῆς, οὕτως ἐξῆλθεν. Ἤγαγον δὲ τὸν παῖδα ζῶντα, καὶ παρεκλήθησαν οὐ µετρίως. Θέα δέ µοι τὸ θέατρον, ὅπως ἦν συγκεκροτηµένον· Συνηγµένων γὰρ τῶν µαθητῶν, φησί· καὶ τὸ σηµεῖον, οἷον· Ἐπὶ θυρίδος γὰρ, φησὶν, ἐκάθητο, καὶ ἀωρὶ τῶν νυκτῶν. Τοσοῦτος ἦν ὁ πόθος τῆς ἀκροάσεως. Αἰσχυνθῶµεν ἡµεῖς µηδὲ ἐν ἡµέρᾳ τοῦτο ποιοῦντες. Ἀλλὰ Παῦλος διελέγετο, φησὶ, τότε. Τί λέγεις; Καὶ νῦν Παῦλος διαλέγεται, µᾶλλον δὲ οὐδὲ τότε Παῦλος οὐδὲ νῦν, ἀλλ' ὁ Χριστὸς, καὶ οὐδεὶς ἀκούει. Οὐχὶ θυρίς ἐστι νῦν, οὐ πεῖνα, οὐχ ὕπνος ἐνοχλεῖ, καὶ ὅµως οὐκ ἀκούοµεν· οὐ στενοχωρία τόπου, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν. Καὶ τὸ δὴ θαυµαστὸν, ὅτι καίτοι νεανίας ἐκεῖνος ὢν οὐκ ἦν ῥᾴθυµος, καὶ ὕπνῳ καταφερόµενος οὐκ ἀπέστη, οὐδὲ ἔδεισε τὸν κίνδυνον µὴ κατενεχθῇ. Εἰ δὲ καὶ νυστάξας κατέπεσε, µὴ θαυµάσῃς· οὐ γὰρ ἀπὸ ῥᾳθυµίας ἐνύσταξεν, ἀλλ' ἀπὸ ἀνάγκης φύσεως. Σὺ δέ µοι θέα, ὅτι οὕτως ἔζεον τῇ προθυµίᾳ, ὅτι καὶ ἐν τριστέγῳ ἦσαν· οὔπω γὰρ ἦν ἡ ἐκκλησία. Μὴ θορυβεῖσθε, φησίν· ἡ γὰρ ψυχὴ αὐτοῦ ἐν αὐτῷ ἐστιν. Οὐκ εἶπεν, Ἀναστήσεται, ἐγερῶ γὰρ αὐτόν· ἀλλὰ τί; Μὴ θορυβεῖσθε. Ὅρα τὸ ἄτυφον, καὶ παρακλητικόν. Ἀναβὰς καὶ κλάσας, φησὶν, ἄρτον καὶ γευσάµενος. Τοῦτο διέκοψε τὸν λόγον, οὐ µὴν ἔβλαψεν. Ὁρᾷς τοῦ δείπνου τὸ ἀπέριττον; Καὶ γευσάµενος, φησὶν, ἐφ' ἱκανόν τε ὁµιλήσας ἄχρις αὐγῆς, οὕτως ἐξῆλθεν. Ὁρᾷς πῶς διενυκτέρευον; Τοιαῦται αἱ τράπεζαι ἦσαν, ὡς νήφοντας πάλιν ἀπιέναι τοὺς ἀκροατὰς, καὶ πρὸς ἀκρόασιν εἶναι ἐπιτηδείους. Τί κυνῶν διαφέροµεν ἡµεῖς; Ὁρᾶτε πόσον τὸ διάφορον; Ἤγαγον δὲ τὸν παῖδα ζῶντα, καὶ παρεκλήθησαν οὐ µετρίως. Σφόδρα παρακαλοῦνται, ὅτι τε ζῶντα ἀπέλαβον, ὅτι τε σηµεῖον γέγονεν. Ἡµεῖς δὲ προσελθόντες ἐπὶ τὸ πλοῖον, ἀνήχθηµεν εἰς τὴν Ἄσσον, ἐκεῖθεν µέλλοντες ἀναλαµβάνειν τὸν Παῦλον· οὕτω γὰρ ἦν διατεταγµένος, µέλλων αὐτὸς πεζεύειν. Ὡς δὲ συνέβαλεν ἡµῖν εἰς τὴν Ἄσσον, ἀναλαβόντες αὐτὸν ἤλθοµεν εἰς Μυτιλήνην. Πολλαχοῦ τῶν µαθητῶν ὁ Παῦλος χωρίζεται. Ἰδοὺ γὰρ πάλιν, αὐτὸς µὲν πεζεύει, ἐκεῖνοι δὲ τῷ πλοίῳ ἀνάγονται· τὸ µὲν κουφότερον ἐκείνοις ἐπιτρέπων, τὸ δὲ ἐπιπονώτερον αὐτὸς αἱρούµενος. Ἐπέζευεν, ἅµα καὶ πολλὰ οἰκονοµῶν, ἅµα καὶ παιδεύων µηδὲ αὐτοὺς χωρίζεσθαι αὐτοῦ. Κἀκεῖθεν ἀποπλεύσαντες τῇ ἐπαύριον, κατηντήσαµεν ἀντικρὺ Χίου· τῇ δὲ ἑτέρᾳ παρεβάλοµεν εἰς Σάµον, καὶ µείναντες ἐν Τρωγυλίῳ, τῇ ἐχοµένῃ ἤλθοµεν εἰς Μίλητον. Ὅρα πῶς ἐπειγοµένου τοῦ Παύλου ἀνάγονται, καὶ οὐ χρονοτριβοῦσιν, ἀλλὰ παρέρχονται τὰς νήσους. Ἔκρινε γὰρ ὁ Παῦλος παραπλεῦσαι τὴν Ἔφεσον, ὅπως µὴ γένηται αὐτῷ χρονοτριβῆσαι ἐν τῇ Ἀσίᾳ. Ἔσπευδε γὰρ, εἰ δυνατὸν ἦν αὐτῷ τὴν ἡµέραν τῆς Πεντηκοστῆς γενέσθαι εἰς Ἱεροσόλυµα.
43.2
Τίς ἡ ἔπειξις αὕτη; Οὐ διὰ τὴν ἑορτὴν, ἀλλὰ διὰ τὸ πλῆθος. Ἅµα καὶ τούτῳ Ἰουδαίους ἐπήγετο, ὡς δὴ τιµῶν τὰς ἑορτάς· καὶ τοὺς ἐχθροὺς ἑλεῖν βουλόµενος, ἅµα ἔσπευδε τὸν λόγον καθεῖναι. Ὅρα γοῦν οἷον γέγονε κέρδος, πάντων παρόντων. Ἄλλως δὲ, ἵνα µὴ διὰ τοῦτο ἀµεληθῇ τὰ κατὰ τὴν Ἔφεσον, ᾠκονόµησεν ἑτέρως. Ἀλλ' ἴδωµεν ἄνωθεν τὰ εἰρηµένα. Καὶ ἀσπασάµενος, φησὶ, τοὺς µαθητὰς, ἐξῆλθε πορευθῆναι εἰς Μακεδονίαν, καὶ παρακαλέσας αὐτοὺς λόγῳ πολλῷ, ἦλθεν εἰς τὴν Ἑλλάδα. Καὶ τούτῳ πάλιν ἀνεκτήσατο, ἱκανὴν διδοὺς παραµυθίαν. Ὅρα πανταχοῦ διὰ λόγων τὸ πᾶν κατορθοῦντα, οὐ διὰ σηµείων. Μέλλοντα δὲ, φησὶν, ἀνάγεσθαι εἰς τὴν Συρίαν. Συνεχῶς ἡµῖν αὐτὸν δείκνυσι ἐπειγόµενον εἰς τὴν Συρίαν. Τὸ δὲ αἴτιον ἡ Ἐκκλησία ἦν καὶ τὰ Ἱεροσόλυµα· οὕτως εἶχε πόθον καὶ τὰ ἐκεῖ κατορθοῦν. Καίτοι οὐ µεγάλη ἡ Τρωάς ἐστι· τί οὖν ἡµερῶν ἀριθµὸν ἑπτὰ ἐν αὐτῇ ποιοῦσι; Μεγάλη ἴσως ἦν κατὰ τοὺς πιστούς. Καὶ ἡµέρας δὲ διατρίψας ἑπτὰ, τῇ ἐπιούσῃ τὴν νύκτα ἀνάλωσεν εἰς τὴν διδασκαλίαν· οὕτω δυσαποσπάστως καὶ αὐτὸς αὐτῶν εἶχε, καὶ αὐτοὶ αὐτοῦ. Συνηγµένων δὲ, φησὶν, ἡµῶν κλάσαι ἄρτον. Πρὸς αὐτὸν τὸν καιρὸν, ᾧ ἐνεδείκνυτο πεινῇν( καὶ οὐκ ἦν ἄκαιρον), ἀρχὴν ὁ λόγος λαβὼν παρετάθη· ὥστε οὐ προηγουµένως εἰς διδασκαλίαν καθήκειν, ἀλλὰ συνῆλθον µὲν κλάσαι ἄρτον, ἐµπεσόντος δὲ λόγου, παρέτεινε τὴν διδασκαλίαν. Ὅρα πως καὶ τῇ τραπέζῃ τοῦ Παύλου πάντες ἐκοινώνουν. Ἐµοὶ δοκεῖ, καὶ παρὰ τὴν τράπεζαν αὐτὸν καθήµενον διαλέγεσθαι, παιδεύοντα ἡµᾶς πάντα τὰ λοιπὰ πάρεργα ἡγεῖσθαι. Ὑποτυπώσατέ µοι τὸν οἶκον ἐκεῖνον, ἔνθα λαµπάδες ἦσαν, ἔνθα ὄχλος, ἔνθα Παῦλος µέσος ὢν διελέγετο, ἔνθα καὶ τὰς θυρίδας πολλοὶ κατελάµβανονκαὶ τῆς σάλπιγγος ἀκοῦσαι ἐκείνης, καὶ τὸ πρόσωπον τὸ χάριεν θεάσασθαι· τί εἰκὸς εἶναι τοὺς διδασκοµένους, καὶ πόσην καρποῦσθαι τὴν ἡδονήν; Τίνος δὲ ἕνεκεν ἐν νυκτὶ διελέγετο; Ἐπειδὴ ἔµελλεν ἐξιέναι, καὶ οὐκ ἔτι ὁρᾷν αὐτοὺς λοιπόν· ἀλλὰ τοῦτο µὲν αὐτοῖς οὐ λέγει, ἅτε ἀσθενεστέροις οὖσι, τοῖς δὲ ἄλλοις ἔλεγεν. Ἅµα δὲ αὐτοὺς καὶ τὸ γενόµενον σηµεῖον διαπαντὸς ἐποίει µεµνῆσθαι τῆς ἑσπέρας ἐκείνης. Πολλὴ ἡ ἡδονὴ τῶν ἀκροατῶν, ὅτι καὶ ἐγκοπεῖσα ἐπετάθη µᾶλλον· ὥστε ὑπὲρ τοῦ διδασκάλου ἡ πτῶσις γέγονεν. Ἄλλως τε καὶ πᾶσιν ἔµελλεν ἐκεῖνος ἐπιτιµᾷν τοῖς ῥᾳθύµοις, ὁ διὰ τοῦτο ἀποθανὼν, ἵνα Παῦλον ἀκούσῃ. Καὶ τίνος ἕνεκεν, φησὶ, καταλέγει ἕκαστα, καὶ ποῦ ἦλθον, καὶ ποῦ ἀπῆλθον, καὶ ποῦ µὲν ἐνδιέτριβε, τίνα δὲ παρέπλεε µέρη; Ἵνα δείξῃ τέως, σχολαιότερον αὐτὸν πλέοντα, καὶ τοῦτο ἀνθρωπίνως, καὶ παραπλέοντα. Ἔκρινε γὰρ παραπλεῦσαι τὴν Ἔφεσον, ἵνα µὴ γένηται αὐτῷ, φησὶ, χρονοτριβῆσαι ἐν τῇ Ἀσίᾳ. Καλῶς· οὐ γὰρ ἠδύνατο γενόµενος ἐκεῖ, παραπλεῦσαι, ἐπειδὴ οὐκ ἐβούλετο λυπῆσαι τοὺς µένειν ἀξιοῦντας αὐτόν. Ἢ τοίνυν τοῦτό ἐστιν εἰπεῖν, καὶ ὅτι ἐσπούδαζεν. Ἔσπευδε γὰρ, φησὶν, εἰ δυνατὸν ἦν αὐτῷ τὴν ἡµέραν τῆς Πεντηκοστῆς ποιῆσαι ἐν Ἱεροσολύµοις. Ὥστε καὶ διὰ τοῦτο µένειν οὐκ ἦν δυνατόν. Ὅρα καὶ ἀνθρωπίνως αὐτὸν κινούµενον, καὶ ἐπιθυµοῦντα καὶ σπεύδοντα καὶ οὐκ ἐπιτυγχάνοντα πολλάκις.∆ ιὰ τοῦτο δὲ ταῦτα γίνεται, ἵνα µὴ νοµίσωµεν, ὅτι ὑπὲρ φύσιν ἦν τὴν ἀνθρωπίνην. Οἱ γὰρ ἅγιοι καὶ µεγάλοι ἄνδρες ἐκεῖνοι τῆς µὲν φύσεως τῆς αὐτῆς ἡµῖν ἐκοινώνουν, τῆς δὲ προαιρέσεως οὐκέτι· διὸ καὶ πολλὴν ἐπεσπῶντο τὴν χάριν. Ὅρα γοῦν πόσα καὶ ἀφ' ἑαυτῶν οἰκονοµοῦσι.∆ ιὰ τοῦτο καὶ ἔλεγεν· Ἵνα µὴ δῶµεν προσκοπὴν τοῖς βουλοµένοις· καὶ πάλιν, Ἵνα µὴ µωµηθῇ ἡ διακονία ἡµῶν. Ἰδοὺ καὶ βίος ἄληπτος, καὶ πολλὴ ἡ συγκατάβασις· Τοῦτο οἰκονοµία λέγεται, τὸ εἰς ἀκρότητα εἶναι καὶ ὕψους ἀρετῆς, καὶ ταπεινοφροσύνης συγκαταβάσεως. Καὶ ἄκουε πῶς ὁ ὑπερβαίνων τὰ παραγγέλµατα τοῦ Χριστοῦ, οὗτος πάλιν πάντων ταπεινότερος ἦν. Πᾶσι πάντα γέγονα, φησὶν, ἵνα πάντας κερδήσω. Ὁ αὐτὸς καὶ εἰς κινδύνους ἑαυτὸν ἐνέβαλε, καθὼς ἑτέρωθί φησιν· Ἐν ὑποµονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, ἐν πληγαῖς, ἐν φυλακαῖς. Καὶ πολὺς ἦν αὐτοῦ ὁ πόθος, ὁ περὶ τὸν Χριστόν. Ἂν γὰρ τοῦτο µὴ ᾖ, πάντα περιττὰ, καὶ τὰ τῆς οἰκονοµίας καὶ τοῦ ἀλήπτου βίου καὶ τοῦ παρακεκινδυνευµένου. Τίς ἀσθενεῖ, φησὶ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦµαι;
43.3
Ταῦτα, παρακαλῶ, καὶ ἡµεῖς µιµώµεθα τὰ ῥή µατα, καὶ εἰς κινδύνους ῥίπτωµεν ἑαυτοὺς διὰ τοὺς ἀδελφοὺς τοὺς ἡµετέρους. Κἂν πῦρ ᾖ, κἂν σίδηρος, ῥῖψον σαυτὸν, ἀγαπητὲ, ἵνα σοῦ τὸ µέλος ἐξέλῃς· ῥῖψον, µὴ φοβηθῇς. Μαθητὴς εἶ τοῦ Χριστοῦ τοῦ διὰ τοὺς ἀδελφοὺς τὴν ψυχὴν θέντος· συµµαθητὴς Παύλου, τοῦ µυρία ἑλοµένου παθεῖν δεινὰ διὰ τοὺς ἐχθροὺς, διὰ τοὺς πολεµοῦντας αὐτῷ· ἐµπλήσθητι ζήλου, µίµησαι τὸν Μωσέα. Εἶδεν ἀδικούµενον καὶ ἤµυνε, κατεφρόνησε τρυφῆς βασιλικῆς, καὶ γέγονε διὰ τοὺς καταπονουµένους φυγὰς, πλανήτης, ἔρηµος συγγενῶν καὶ οἰκίας· ἐν ἀλλοτρίᾳ διετέλεσε τοσοῦτον χρόνον, καὶ οὐκ ἐµέµψατο ἑαυτῷ οὐδὲ εἶπε· Τί τοῦτο; βασιλείας κατεφρόνησα, τιµῆς τοσαύτης καὶ δόξης· εἱλόµην ἀµῦναι τοῖς ἀδικουµένοις, καὶ περιεῖδεν ὁ Θεὸς, καὶ οὐ µόνον οὐκ ἐπανήγαγέ µε ἐπὶ τὴν προτέραν τιµὴν, ἀλλὰ καὶ τεσσαράκοντα ἔτη ἐνἀλλοτρίᾳ διάγω. Καλῶς γε· οὐ γὰρ τοὺς µισθοὺς ἀπέλαβον. Ἀλλ' οὐδὲν τούτων εἶπεν οὐδὲ ἐνενόησεν. Οὕτω καὶ σύ· κἂν κακόν τι πάθῃς ἀγαθοποιῶν, κἂν ἐπὶ πολὺν χρόνον, µὴ σκανδαλίζου µηδὲ θορυβοῦ· πάντως ἀποδώσει σοι τὴν ἀµοιβὴν ὁ Θεός. Ὅσῳ ἂν χρονίζῃ ἡ ἀντίδοσις, τοσούτῳ οἱ τόκοι ἐπιτείνονται. Οὐκοῦν ἔχωµεν ψυχὴν συµπαθητικὴν, ἔχωµεν διάνοιαν εἰδυῖαν συναλγεῖν· µηδὲν ἔστω παρ' ἡµῖν ὠµὸν, µηδὲν ἀπάνθρωπον. Κἂν µηδὲν δυνηθῇς εἰσενεγκεῖν, δάκρυσον, στέναξον, ἄλγησον ἐπὶ τοῖς γινοµένοις· οὐδὲ ταῦτά σοι ἔσται εἰκῆ. Εἰ τοῖς ὑπὸ τοῦ Θεοῦ κολαζοµένοις δικαίως συναλγεῖν χρὴ, πολλῷ µᾶλλον τοῖς ὑπὸ ἀνθρώπων ἀδίκως πάσχουσιν. Οὐκ ἐξῆλθον, φησὶν, Αἰνὰν κόψασθαι οἶκον ἐχόµενον αὐτῆς· λήψονται ὀδύνην ἀνθ' ὧν ᾠκοδόµησαν εἰς καταγέλωτα. Τοῦτο ἐγκαλεῖ ὁ Ἰεζεκιὴλ, ὅτι οὐ συνήλγησαν. Τί λέγεις, ὦ προφῆτα; ὁ Θεὸς κολάζει, κἀγὼ συναλγήσω τοῖς κολαζοµένοις; Ναί· τοῦτο γὰρ αὐτὸς ὁ κολάζων βούλεται· οὐδὲ γὰρ αὐτὸς ἥδεται κολάζων, ἀλλὰ µάλιστα καὶ ἀλγεῖ. Ἐπεὶ οὖν οὐδὲ αὐτὸς εὐφραίνεται ὁ κολάζων, µὴ τοίνυν µηδὲ σὺ εὐφραίνου. Ἀλλ' εἰ δικαίως, φησὶ, κολάζονται, οὐ δεῖ ἀλγεῖν. Καὶ µὴν διὰ τοῦτο δεῖ ἀλγεῖν, ὅτι ἄξιοι κολάσεως ἐφάνησαν. Εἰπὲ δή µοι, ὅταν ἴδῃς τὸν υἱὸν τὸν σὸν καιόµενον ἢ τεµνόµενον, µὴ οὐκ ἀλγεῖς; Εὔδηλον ὅτι, καὶ οὐ λέγεις πρὸς σεαυτόν· Τί τοῦτο; Πρὸς ὑγίειαν ἡ τοµὴ βλέπει, ὑπὲρ ἀπαλλαγῆς ἐστιν ἡ καῦσις· ἀλλ' ὅµως ὅταν ἀκούσῃς ὀλολύζοντος, οὐ φέροντος τὰς ὀδύνας, ἀλγεῖς, καὶ οὐχ ἱκανὴ ἡ τῆς ὑγιείας ἐλπὶς ἀφελεῖν τὴν σύγχυσιν τῆς φύσεως. Οὕτω καὶ ἐπὶ τούτων, κἂν εἰς ὑγείαν κολάζωνται, ὅµως ἀδελφικὴν ἐπιδεικνύωµεν ἡµεῖς προαίρεσιν ἐπ' αὐτοὺς,[ καὶ] πατρικὴν διάθεσιν. Τοµαὶ καὶ καύσεις εἰσὶν αἱ τιµωρίαι τοῦ Θεοῦ· ἀλλὰ διὰ τοῦτο ὀφείλοµεν κλαίειν, ὅτι ἐνόσησαν, ὅτι τοιαύτης ἐδεήθησαν ἰατρείας. Ἐάν τις ἐπὶ στεφάνοις ταῦτα πάσχῃ, τότε µὴ ἄλγει, οἷον ὡς Παῦλος, ὡς Πέτρος· ὅταν δὲ ἐπὶ τιµωρίᾳ τίνῃ δίκην, τότε δάκρυσον, τότε στέναξον. Τοιοῦτοι ἦσαν οἱ προφῆται.∆ ιὸ καί τις αὐτῶν ἔλεγεν· Οἴµοι, Κύριε, ἐξαλείφεις σὺ τὸ κατάλοιπον τοῦ Ἰσραήλ; Ἀνδροφόνους ὁρῶµεν, µιαροὺς ἄνδρας, κολαζοµένους πολλάκις, καὶ δακνόµεθα καὶ ἀλγοῦµεν. Μὴ ὑπὲρ τὸ µέτρον φιλόσοφοι ὦµεν· ἐλεήµονες γενώµεθα, ἵνα ἐλεηθῶµεν· οὐδὲν ἴσον τούτου τοῦ καλοῦ· οὐδὲν οὕτω τὸν ἀνθρώπινον ἡµῖν ὑποδείκνυσι χαρακτῆρα ὡς τὸ ἐλεεῖν, ὡς τὸ φιλάνθρωπον εἶναι.∆ ιὰ τοῦτο καὶοἱ νόµοι τοῖς δηµίοις τὸ πᾶν ἐπιτρέπουσι, τὸν δικαστὴν µέχρι τῆς ἀποφάσεως ἀναγκάσαντες τιµωρεῖσθαι, εἰς δὲ τὸ ἔργον ἐκείνους ἐξήγαγον. Οὕτω, κἂν δικαίως γένηται, οὐχὶ ψυχῆς φιλοσόφου τὸ κολάζειν, ἀλλά τινος ἑτέρου δεῖται τοῦτο· ἐπεὶ καὶ ὁ Θεὸς οὐ δι' ἑαυτοῦ κολάζει, ἀλλὰ διὰ τῶν ἀγγέλων.∆ ήµιοι οὖν εἰσιν οἱ ἄγγελοι; Μὴ γένοιτο· οὐ τοῦτό φηµι, ἀλλὰ τιµωρητικαὶ δυνάµεις εἰσίν. Ὅτε τὰ Σόδοµα κατεστρέφετο, δι' ἐκείνων ἅπαντα ἐγίνετο· ὅτε τὰ κατ' Αἴγυπτον, δι' ἐκείνων. Ἀποστολὴν γὰρ, φησὶ, δι' ἀγγέλων πονηρῶν. Ὅτε µέντοι σῶσαι χρὴ, δι' ἑαυτοῦ τοῦτο ποιεῖ· οὕτω τὸν Υἱὸν ἔπεµψεν ἐπὶ σωτηρίᾳ τοῦ γένους. Καὶ πάλιν· Τότε, φησὶν, ἐρῶ τοῖς ἀγγέλοις· Συλλέξατε τοὺς ποιοῦντας τὴν ἀνοµίαν, καὶ βάλετε εἰς τὴν κάµινον. Περὶ δὲ τῶν δικαίων οὐχ οὕτως, ἀλλ', Ὁ δεχόµενος ὑµᾶς, ἐµὲ δέχεται· καὶ πάλιν·∆ ήσατε αὐτοῦ χεῖρας καὶ πόδας, καὶ βάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον. Ὅρα ἐκεῖ τοὺς δούλους διακονουµένους· ὅταν δὲ εὐεργετεῖν δέῃ, αὐτὸν εὐεργετοῦντα, αὐτὸν καλοῦντα·∆ εῦτε, οἱ εὐλογηµένοι τοῦ Πατρός µου, κληρονοµήσατε τὴν ἡτοιµασµένην ὑµῖν βασιλείαν. Ὅταν διαλέγεσθαι δέῃ τῷ Ἀβραὰµ, αὐτὸς παραγίνεται· ὅταν εἰς Σόδοµα ἀπελθεῖν, τοὺς δούλους πέµπει, καθάπερ τις δικαστὴς ἀνιστὰς τοὺς µέλλοντας κολάζειν. Καὶ πάλιν· Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστὲ, ἐπὶ ὀλίγα ἦς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω. Καὶ τοῦτον µὲν αὐτὸς εὐλογεῖ· ἐκεῖνον δὲ τὸν πονηρὸν οὐκ αὐτὸς, ἀλλὰ δοῦλοι δεσµεύουσι. Ταῦτα εἰδότες, µὴ χαίρωµεν ἐπὶ τοῖς κολαζοµένοις, ἀλλὰ καὶ ἀλγῶµεν· τούτους πενθῶµεν, τούτους δακρύωµεν, ἵνα καὶ τούτου µισθὸν λάβωµεν. Νῦν δὲ πολλοὶ καὶ ἐπὶ τοῖς κακῶς πάσχουσιν ἀδίκως χαίρουσιν. Ἀλλὰ µὴ ἡµεῖς οὕτω ποιῶµεν, ἀλλὰ πᾶσαν συµπάθειαν ἐπιδεικνυώµεθα· ἵνα καὶ αὐτοὶ τῆς παρὰ τοῦ Θεοῦ φιλανθρωπίας ἀξιωθῶµεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Μονογενοῦς αὐτοῦ, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατιδόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.. 20]