Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In Acta apostolorum
John ChrysostomHom. Act. 44 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
44.0
Ἀπὸ δὲ τῆς Μιλήτου πέµψας εἰς Ἔφεσον, µετεκαλέσατο τοὺς πρεσβυτέρους τῆς Ἐκκλησίας. Ὡς δὲ παρεγένοντο πρὸς αὐτὸν, εἶπεν αὐτοῖς· Ὑµεῖς ἐπίστασθε ἀπὸ πρώτης ἡµέρας, ἧς ἐπέβην εἰς τὴν Ἀσίαν, ὡς µεθ' ὑµῶν πάντα τὸν χρό νον ἐγενόµην, δουλεύων τῷ Κυρίῳ µεθ' ὑµῶν µετὰπάσης ταπεινοφροσύνης καὶ πολλῶν δα κρύων καὶ πειρασµῶν τῶν συµβάντων µοι ἐν ταῖς ἐπιβουλαῖς τῶν Ἰουδαίων, ὡς οὐδὲν ὑπ εστειλάµην τῶν συµφερόντωντοῦ µὴ ἀναγγεῖλαι ὑµῖν, καὶ διδάξαι ὑµᾶς δηµοσίᾳ, καὶ κατ' οἴκους, διαµαρτυρόµενος Ἰουδαίοις τε καὶ Ἕλλησι τὴν εἰς Θεὸν µετάνοιαν, καὶ πίστιν τὴν εἰς τὸν Κύριον ἡµῶν Ἰησοῦν Χριστόν.
44.1
Ὅρα αὐτὸν καὶ ἐπειγόµενον παραπλεῦσαι, καὶ µὴ παρορῶντα, ἀλλὰ τὸ πᾶν οἰκονοµοῦντα. Τοὺς ἄρχοντας µεταπεµψάµενος, ἐπ' αὐτῶν τὰ εἰρηµένα διέξεισι. Καὶ ἄξιον θαυµάσαι, πῶς εἰς ἀνάγκην ἐµπεσὼν τοῦ µεγάλα τινὰ περὶ ἑαυτοῦ εἰπεῖν, πειρᾶται µετριάζειν. Καθάπερ γὰρ ὁ Σαµουὴλ µέλλων παραδιδόναι τῷ Σαοὺλ τὴν ἀρχὴν, ἐπ' αὐτῶν λέγει· Μή τι παρ' ὑµῶν εἴληφα; ὑµεῖς µάρτυρες καὶ ὁ Θεός· καὶ ὁ∆ αυῒδ ἀπιστηθεὶς λέγει· Ἐν τῷ ποιµνίῳ ἤµην ποιµαίνων τὰ οἱ εὐλογηµένοι τοῦ Πατρός µου, κληρονοµήσατε τὴν ἡτοιµασµένην ὑµῖν βασιλείαν. Ὅταν διαλέγεσθαι δέῃ τῷ Ἀβραὰµ, αὐτὸς παραγίνεται· ὅταν εἰς Σόδοµα ἀπελθεῖν, τοὺς δούλους πέµπει, καθάπερ τις δικαστὴς ἀνιστὰς τοὺς µέλλοντας κολάζειν. Καὶ πάλιν· Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστὲ, ἐπὶ ὀλίγα ἦς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω. Καὶ τοῦτον µὲν αὐτὸς εὐλογεῖ· ἐκεῖνον δὲ τὸν πονηρὸν οὐκ αὐτὸς, ἀλλὰ δοῦλοι δεσµεύουσι. Ταῦτα εἰδότες, µὴ χαίρωµεν ἐπὶ τοῖς κολαζοµένοις, ἀλλὰ καὶ ἀλγῶµεν· τούτους πενθῶµεν, τούτους δακρύωµεν, ἵνα καὶ τούτου µισθὸν λάβωµεν. Νῦν δὲ πολλοὶ καὶ ἐπὶ τοῖς κακῶς πάσχουσιν ἀδίκως χαίρουσιν. Ἀλλὰ µὴ ἡµεῖς οὕτω ποιῶµεν, ἀλλὰ πᾶσαν συµπάθειαν ἐπιδεικνυώµεθα· ἵνα καὶ αὐτοὶ τῆς παρὰ τοῦ Θεοῦ φιλανθρωπίας ἀξιωθῶµεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Μονογενοῦς αὐτοῦ, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατιδόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.. 20]

Intertext edge

Open linked passage

Note