Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In Acta apostolorum
John ChrysostomHom. Act. 45 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
45.0
Ἀπὸ δὲ τῆς Μιλήτου πέµψας εἰς Ἔφεσον, µετεκαλέσατο τοὺς πρεσβυτέρους τῆς Ἐκκλησίας. Ὡς δὲ παρεγένοντο πρὸς αὐτὸν, εἶπεν αὐτοῖς· Ὑµεῖς ἐπίστασθε ἀπὸ πρώτης ἡµέρας, ἧς ἐπέβην εἰς τὴν Ἀσίαν, ὡς µεθ' ὑµῶν πάντα τὸν χρό νον ἐγενόµην, δουλεύων τῷ Κυρίῳ µεθ' ὑµῶν µετὰ πάσης ταπεινοφροσύνης καὶ πολλῶν δα κρύων καὶ πειρασµῶν τῶν συµβάντων µοιἐν ταῖς ἐπιβουλαῖς τῶν Ἰουδαίων, ὡς οὐδὲν ὑπ εστειλάµην τῶν συµφερόντων τοῦ µὴ ἀναγγεῖλαι ὑµῖν, καὶ διδάξαιὑµᾶς δηµοσίᾳ, καὶ κατ' οἴκους, διαµαρτυρόµενος Ἰουδαίοις τε καὶ Ἕλλησι τὴν εἰς Θεὸν µετάνοιαν, καὶ πίστιν τὴν εἰς τὸνΚύ ριον ἡµῶν Ἰησοῦν Χριστόν.
45.1
Ὅρα αὐτὸν καὶ ἐπειγόµενον παραπλεῦσαι, καὶ µὴ παρορῶντα, ἀλλὰ τὸ πᾶν οἰκονοµοῦντα. Τοὺς ἄρχοντας µεταπεµψάµενος, ἐπ' αὐτῶν τὰ εἰρηµένα διέξεισι. Καὶ ἄξιον θαυµάσαι, πῶς εἰς ἀνάγκην ἐµπεσὼν τοῦ µεγάλα τινὰ περὶ ἑαυτοῦ εἰπεῖν, πειρᾶται µετριάζειν. Καθάπερ γὰρ ὁ Σαµουὴλ µέλλων παραδιδόναι τῷ Σαοὺλ τὴν ἀρχὴν, ἐπ' αὐτῶν λέγει· Μή τι παρ' ὑµῶν εἴληφα; ὑµεῖς µάρτυρες καὶ ὁ Θεός· καὶ ὁ∆ αυῒδ ἀπιστηθεὶς λέγει· Ἐν τῷ ποιµνίῳ ἤµην ποιµαίνων τὰ πρόβατα τοῦ πατρός µου· καὶ ὅτε ἦλθεν ἡ ἄρκτος, ταῖς χερσὶν αὐτὴν ἀπεσόβουν· καὶ αὐτὸς δὲ ὁ Παῦλος πρὸς Κορινθίους φησίν· Ἄφρων γέγονα· ὑµεῖς µε ἠναγκάσατε. Καὶ ὁ Θεὸς δὲ αὐτὸ τοῦτο ποιεῖ, οὐχ ἁπλῶς περὶ ἑαυτοῦ λέγων· ἀλλ' ὅταν ἀπιστῆται, καὶ τὰς εὐεργεσίας προφέρει. Ὅρα γοῦν καὶ ἐνταῦθα τί ποιεῖ· πρῶτον αὐτῶν τὴν µαρτυρίαν παράγει, ἵνα µὴ νοµίσῃς κόµπον εἶναι τὰ ῥήµατα, καὶ τοὺς ἀκροατὰς αὐτοὺς µάρτυρας καλεῖ τῶν λεγοµένων, ὡς οὐκἂν ψευσάµενος ἐπ' αὐτῶν. Αὕτη διδασκάλου ἀρετὴ, ὅταν τῶν οἰκείων κατορθωµάτων µάρτυρας ἔχῃ τοὺς µαθητευοµένους. Καὶ τὸ θαυµαστὸν, ὅτι οὐ µίαν ἡµέραν οὐδὲ δευτέραν τοῦτο ποιῶν διετέλεσεν, ἀλλὰ πλῆθος ἐτῶν. Ὑµεῖς γὰρ, φησὶν, ἐπίστασθε, πῶς µεθ' ὑµῶν πάντα τὸν χρόνον ἐγενόµην. Βούλεται τοίνυν αὐτοὺς παρακαλέσαι, ὥστε γενναίως φέρειν ἅπαντα, καὶ τὸν αὐτοῦ χωρισµὸν καὶ τοὺς πειρασµοὺς τοὺς µέλλοντας συµβαίνειν, καθάπεροὖν καὶ ἐπὶ Μωϋσέως καὶ Ἰησοῦ γέγονε. Καὶ ὅρα, τί ἐπήγαγεν εἰπών· Πῶς µεθ' ὑµῶν ἐγενόµην πάντα τὸν χρόνον, δουλεύων τῷ Κυρίῳ µετὰ πάσης ταπεινοφροσύνης. Ὅρα, τί µάλιστα ἄρχουσι πρέπει· Μισοῦντας, φησὶν, ὑπερηφανίαν· ὃ µάλιστα ἄρχουσιν ἁρµόζει διὰ τὸ ἀνάγκην εἶναι πρὸς ἀπόνοιαν αὐτοὺς αἴρεσθαι. Τοῦτο ἡ ὑπόθεσις τῶν ἀγαθῶν, ὥσπερ οὖν καὶ ὁ Χριστὸς ἔλεγε· Μακάριοι οἱ πτωχοὶ τῷ πνεύµατι. Οὐχ ἁπλῶς δὲ ταπεινοφροσύνης εἶπεν, ἀλλὰ, Μετὰ πάσης. Πολλὰ γὰρ εἴδη τῆς ταπεινοφροσύνης, καὶ ἔστι ταπεινοφροσύνην ἰδεῖν ἐν λόγῳ, ἐν ἔργῳ, πρὸς ἄρχοντας, πρὸς ἀρχοµένους. Βούλεσθε ὑµῖν τρόπους εἴπω ταπεινοφροσύνης; Εἰσί τινες οἳ πρὸς µὲν τοὺς ταπεινοὺς ταπεινοὶ τυγχάνοντες ὦσι, πρὸς δὲ τοὺς ὑψηλοὺς ὑψηλοί· τοῦτο δὲ οὐ ταπεινοφροσύνης. Εἰσὶ δὲ πάλιν ἕτεροι οὐ τοιοῦτοι, ἀλλ' ἐφ' ἑκατέρων τῶν προσώπων εἰς καιρὸν καὶ τὸ ταπεινὸν τηροῦντες, καὶ τὸ ὑψηλόν· ὃ καὶ µάλιστά ἐστι ταπεινοφροσύνης. Μέλλων τοίνυν διδάσκειν αὐτοὺς τὰ τοιαῦτα, ἵνα µὴ δόξῃ ἀπονοεῖσθαι, προκαταβάλλει θεµέλιον τὴν ὑποψίαν ἀναιρῶν. Εἰ γὰρ µετὰ πάσης ταπεινοφροσύνης γέγονα, φησὶν, οὐκ ἐξ ἀπονοίας λέγω ἃ λέγω. Εἶτα τὸ ἥµερον· Μεθ' ὑµῶν, φησὶν, ἐγενόµην, δουλεύων τῷ Κυρίῳ, κοινωνοὺς τοῦ κατορθώµατος δεικνύων αὐτούς. Οὕτω πανταχοῦ ἡ κοινωνία καλόν. Κοινὰ ποιεῖται τοίνυν τὰ κατορθώµατα, καὶ οὐδὲν αὐτοῦ τίθησιν ἐξαίρετον. Τί γὰρ, φησί; κατὰ τοῦ Θεοῦ ἀπονοηθῆναι εἶχε; Καὶ µὴν πολλοί εἰσιν οἳ ἀπονοοῦνται κατ' αὐτοῦ· οὗτος δὲ οὐδὲ κατὰ τῶν µαθητῶν ἑαυτοῦ ἀπενοήθη. Τοῦτο κατόρθωµα διδασκάλου, ἀπὸ τῶν οἰκείων κατορθωµάτων τοὺς µαθητὰς ῥυθµίζειν. Εἶτα τὴν ἀνδρείαν, φησὶν, ἣν καὶ αὐτὴν ὑποτέµνεται. Μετὰ πολλῶν δακρύων καὶ πειρασµῶν τῶν συµβάντων µοι ἐν ταῖς ἐπιβουλαῖς τῶν Ἰουδαίων. Ὁρᾷς, ὅτι ἀλγεῖ τοῖς γινοµένοις; Ἐνταῦθα δὲ αὐτοῦ καὶ τὸ συµπαθὲς δοκεῖ δηλοῦν· ἔπασχε γὰρ ὑπὲρ τῶν ἀπολλυµένων, ὑπὲρ αὐτῶν τῶν ποιούντων· ἐπεὶ ὑπὲρ τῶν εἰς αὐτὸν καὶ ἔχαιρεν· ἐκείνου γὰρ ἦν τοῦ χοροῦ τοῦ χαίροντος, ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόµατος αὐτοῦ ἀτιµασθῆναι. Καὶ πάλιν ἀλλαχοῦ λέγει· Νῦν χαίρω ἐν τοῖς παθήµασί µου ὑπὲρ ὑµῶν· καὶ πάλιν· Τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως, καθ' ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται ἡµῖν. Ἀλλὰ ταῦτα λέγει µετριάζων. Ἐνταῦθα δὲ δείκνυσιν αὐτοῦ τὴν ἀνδρείαν, καὶ οὐ τοσοῦτον τὴν ἀνδρείαν, ὅσον τὴν ὑποµονήν· ὡσεὶ ἔλεγεν· Ἔπασχον ἐγὼ κακῶς, ἀλλὰ µεθ' ὑµῶν· καὶ τὸ δεινὸν, ὅτι ὑπὸ Ἰουδαίων. Θέα µοι ἐνταῦθα χαρακτῆρα διδασκαλίας· καὶ τὴν ἀγάπην τίθησι καὶ τὴν ἀνδρείαν. Ὡς οὐδὲν ὑπεστειλάµην, φησί. Τὸ ἄφθονον δείκνυσι διὰ τούτων ὁµοῦ, καὶ τὸ ἄοκνον. Καὶ τῶν συµφερόντων. Καλῶς οὕτως εἶπεν· ἦν γὰρ ἃ οὐκ ἔδει µαθεῖν. Ὥσπερ δὲ τὸ τινὰ ἀποκρύπτεσθαι, φθόνου· οὕτω τὸ πάντα λέγειν, ἀνοίας.∆ ιὰ τοῦτο προσέθηκε, Τῶν συµφερόντων, δηλῶν, ὅτι Οὐκ εἶπον µόνον, ἀλλὰ καὶ ἐδίδαξα· οὐχ ὡς αὐτὸ τοῦτο ἀφοσιούµενος, φησίν. Ὅτι δὲ τοῦτο δηλοῖ, ἄκουε τὸ ἑξῆς· ἐπήγαγε γάρ·∆ ηµοσίᾳ καὶ κατ' οἴκους· τὴν µακρὰν ταλαιπωρίαν, καὶ τὴν πολλὴν σπουδὴν καὶ τὴν καρτερίαν ἐπιδεικνύµενος.∆ ιαµαρτυρόµενος Ἰουδαίοις τε καὶ Ἕλλησιν. Οὐχὶ πρὸς ὑµᾶς, φησὶ, µόνον, ἀλλὰ καὶ πρὸς Ἕλληνας. Ἐνταῦθα ἡ παῤῥησία· καὶ ὅτι, Κἂν µηδὲν ὠφελῶµεν, λέγειν δεῖ· τὸ γὰρ διαµαρτύρασθαι τοῦτό ἐστιν, ὅταν πρὸς τοὺς µὴ προσέχοντας λέγωµεν· τὸ γὰρ διαµαρτύρασθαι, ὡς ἐπὶ τὸ πολὺ τοῦτό ἐστι.∆ ιαµαρτύροµαι, φησὶν ὁ Μωϋσῆς, τὸν οὐρανὸν καὶ τὴν γῆν· καὶ νῦν αὐτὸς,∆ ιαµαρτυρόµενος Ἰουδαίοις τε καὶ Ἕλλησι τὴν εἰς τὸν Θεὸν µετάνοιαν.
45.2
Τί διαµαρτύρῃ; Ὥστε βίου ἐπιµεληθῆναι· ὥστε µετανοῆσαι καὶ προσελθεῖν τῷ Θεῷ. Οὐδὲ γὰρ Ἰουδαῖοι ᾔδεσαν αὐτὸν, διά τε τὸν Υἱὸν ἀγνοεῖν, διά τε τὰ ἔργα καὶ πίστιν µὴ ἔχειν τὴν εἰς τὸν Κύριον Ἰησοῦν. Τίνος οὖν ἕνεκεν ταῦτα λέγεις; τίνος ἕνεκεν ταῦτα ὑποµιµνήσκεις; τί γέγονε; µή τι ἔχεις ἐγκαλεῖν; Πρότερον κατασείσας αὐτῶν τὴν διάνοιαν, τότε ἐπάγει· Καὶ νῦν ἰδοὺ ἐγὼ δεδεµένος τῷ Πνεύµατι πορεύοµαι εἰς Ἱερουσαλὴµ, τὰ ἐν αὐτῇ συναντήσοντά µοι µὴ εἰδώς· πλὴν ὅτι τὸ Πνεῦµά µοι τὸ ἅγιον κατὰ πόλιν διαµαρτύρεται, λέγον, ὅτι δεσµά µε καὶ θλίψεις µένουσιν. Ἀλλ' οὐδενὸς λόγον ποιοῦµαι· οὐδὲ ἔχω τὴν ψυχὴν τιµίαν ἐµαυτῷ, ὡς τελειῶσαι τὸν δρόµον µου µετὰ χαρᾶς, καὶ τὴν διακονίαν, ἣν ἔλαβον παρὰ τοῦ Κυρίου Ἰησοῦ, διαµαρτύρασθαιτὸ Εὐαγγέλιον τῆς χάριτος τοῦ Θεοῦ.∆ ιὰ τί ταῦτα λέγει; Παρασκευάζων αὐτοὺς ἀεὶ ἑτοίµους εἶναι πρὸς κινδύνους καὶ δήλους καὶ ἀδήλους, καὶ πάντα τῷ Πνεύµατι πείθεσθαι.∆ είκνυσι δὲ, ὅτι ἐπὶ µεγάλοις ἀπάγεται. Πλὴν ὅτι τὸ Πνεῦµά µοι, φησὶ, τὸ ἅγιον κατὰ πόλιν διαµαρτύρεται, λέγον. Ἵνα δείξῃ, ὅτι ἑκὼν ἀπέρχεται, καὶ ἵνα µὴ δεσµὸν ἢ ἀνάγκην νοµίσῃς, τὸ Κατὰ πόλιν εἶπεν. Εἶτα ἐπάγει, ὅτι Οὐκ ἔχω τιµίαν τὴν ἐµαυτοῦ ψυχὴν, ὡς τελειῶσαι τὸν δρόµον µου µετὰ χαρᾶς, καὶ τὴν διακονίαν, ἢν ἔλαβον παρὰ τοῦ Κυρίου Ἰησοῦ. Ὁρᾷς ὅτι οὐκ ἀποδυροµένου ἦν τὰ ῥήµατα, ἀλλὰ µετριάζοντος καὶ παιδεύοντος ἐκείνους καὶ συµπάσχοντος τοῖς γινοµένοις; Οὐκ εἶπεν, ὅτι Ἀλγῶµεν, ἀνάγκη δὲ φέρειν· ἀλλ' οὐδὲ, Ἡγοῦµαι. Τοῦτο πάλιν λέγει, οὐκ ἐπαίρων ἑαυτὸν, ἀλλ' ἐκείνους διδάσκων, διὰ µὲν τῶν προτέρων τὴν ταπεινοφροσύνην, διὰ δὲ τούτων τὴν ἀνδρείαν, τὴν παῤῥησίαν· ὡσεὶ ἔλεγεν· Οὐ φιλῶ αὐτὴν πρὸ ταύτης· προτιµότερον ἡγοῦµαι τὸ τελέσαι τὸν δρόµον, τὸ διαµαρτύρασθαι. Καὶ οὐκ εἶπε, Κηρῦξαι,∆ ιδάξαι· ἀλλὰ τί;∆ ιαµαρτύρασθαι τὸ Εὐαγγέλιον τῆς χάριτος τοῦ Θεοῦ. Μέλλει τι φορ τικώτερον λέγειν, ὅτι Καθαρὸς ἐγὼ ἀπὸ τοῦ αἵµατος πάντων· διὰ τοῦτο προκατασκευάζει, καὶ δείκνυσιν, ὅτι οὐδὲν ἐλλείπεται. Ἐπεὶ οὖν ἔµελλεν αὐτοῖς ἐπιτιθέναι τὸ βάρος ἅπαν καὶ τὸ φορτίον, πρότερον κατεµάλαξεν αὐτῶν τὴν διάνοιαν, λέγων· Καὶ νῦν ἰδοὺ ἐγὼ οἶδα, ὅτι οὐκ ἔτι ὄψεσθε τὸ πρόσωπόν µου. Εἶτα τότε ἐπήγαγε τὸ, Καθαρὸς ἐγὼ ἀπὸ τοῦ αἵµατος πάντων.∆ ιπλῆ ἡ λύπη· τό τε, Τὸ πρόσωπον αὐτοῦ οὐκ ἔτι ὄψεσθαι, καὶ τὸ, Αὐτοὺς πάντας. Οὐκ ἔτι γὰρ, φησὶν, ὄψεσθε τὸ πρόσωπόν µου ὑµεῖς πάντες, ἐν οἷς διῆλθον κηρύσσων τὴν βασιλείαν. Ὥστε εἰκότως διαµαρτύροµαι ὑµῖν, ἅτε µηκέτι παραγινόµενος, Ὅτι καθαρὸς ἐγὼ ἀπὸ τοῦ αἵµατος πάντων. Οὐ γὰρ ὑπεστειλάµην τοῦ µὴ ἀναγγεῖλαι ὑµῖν πᾶσαν τὴν βουλὴν τοῦ Θεοῦ. Ὁρᾷς πῶς φοβεῖ, καὶ πεπονηµένας αὐτῶν τὰς ψυχὰς καὶ τεθλιµµένας ἐπιτρίβει; Καλῶς, ὅτι ἀναγκαῖον ἦν. Οὐ γὰρ ὑπεστειλάµην τοῦ µὴ ἀναγγεῖλαι ὑµῖν, φησὶ, πᾶσαν τὴν βουλὴν τοῦ Θεοῦ. Ἄρα ὁ µὴ λέγων, ὑπεύθυνός ἐστι τοῦ αἵµατος· τουτέστι, τῆς σφαγῆς. Οὐδὲν τούτου φοβερώτερον.∆ είκνυσιν, ὅτι κἀκεῖνοι, ἂν µὴ ποιῶσιν, ὑπεύθυνοί εἰσι τοῦ αἵµατος. Καὶ δοκεῖ µὲν ἀπολογεῖσθαι, ἐκείνους δὲ φοβεῖ. Προσέχετε οὖν ἑαυτοῖς καὶ παντὶ τῷ ποιµνίῳ, ἐν ᾧ ὑµᾶς τὸ Πνεῦµα τὸ ἅγιον ἔθετο ἐπισκόπους ποιµαίνειν τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, ἣν περιεποιήσατο διὰτοῦ ἰδίου αἵµατος. Ὁρᾷς; δύο προσέταξεν. Οὔτε οὖν τὸ ἑτέρους κατορθοῦν µόνον ἔχει τι κέρδος( Φοβοῦµαι γὰρ, φησὶ, µή πως ἄλλοις κηρύξας αὐτὸς ἀδόκιµος γένωµαι), οὔτε τὸ ἑαυτοῦµόνον ἐπιµελεῖσθαι. Ὁ γὰρ τοιοῦτος φίλαυτος καὶ τὸ ἑαυτοῦ ζητεῖ µόνον, καὶ τοῦ τὸ τάλαντον καταχώσαντος ἴσος ἐστί. Ταῦτα λέγει, οὐκ ἐπειδὴ προτιµοτέρα ἡ ἡµετέρα σωτηρία τοῦ ποιµνίου, ἀλλ' ἐπειδὴ, ὅταν ἑαυτοῖς προσέχωµεν, τότε καὶ τὸ ποίµνιον κερδαίνει. Ἐν ᾧ ὑµᾶς τὸ Πνεῦµα τὸ ἅγιον ἔθετο ἐπισκόπους ποιµαίνειν τὴν Ἐκκλησίαν τοῦ Θεοῦ. Ὅρα πόσαι ἀνάγκαι. Παρὰ τοῦ Πνεύµατος τὴν χειροτονίαν ἔχετε, φησί· τοῦτο γάρ ἐστι τὸ, Ἔθετο. Μία αὕτη ἀνάγκη· εἶτα, Ποιµαίνειν τὴν Ἐκκλησίαν τοῦ Θεοῦ. Ἰδοὺ καὶ δευτέρα· καὶ τρίτη, Ἥν φησιν ὅτι περιεποιήσατο διὰ τοῦ ἰδίου αἵµατος. Πολὺ δείκνυσι δι' ὧν εἶπε τίµιον τὸ πρᾶγµα, καὶ ὅτι οὐχ ὑπὲρ µικρῶν ὁ κίνδυνος, εἴ γε ὁ∆ εσπότης ὑπὲρ τῆς Ἐκκλησίας, οὐδὲ τοῦ αἵµατος ἐφείσατο τοῦἑαυτοῦ, ἡµεῖς δὲ τῆς τῶν ἀδελφῶν σωτηρίας καταφρονοῦµεν. Καὶ ἐκεῖνος µὲν ἵνα ἐχθροὺς καταλλάξῃ, καὶ τὸ αἷµα ἐξέχεε· σὺ δὲ οὐδὲ φίλους γενοµένους ἰσχύεις κατασχεῖν. Ἐγὼ γὰρ οἶδα τοῦτο, ὅτι εἰσελεύσονται µετὰ τὴν ἄφιξίν µου λύκοι βαρεῖς εἰς ὑµᾶς, µὴ φειδόµενοι τοῦ ποιµνίου. Πάλιν ἄλλοθεν αὐτοὺς ἐπιστρέφει ἀπὸ τῶν ἐσοµένων· ὥσπερ ὅταν ἀλλαχοῦ λέγῃ· Οὐκ ἔστιν ἡµῖν ἡ πάλη πρὸς αἷµα καὶ σάρκα. Ὅτι εἰσελεύσονται, φησὶ, µετὰ τὴν ἄφιξίν µου λύκοι βαρεῖς εἰς ὑµᾶς.∆ ιπλοῦν τὸ κακὸν, ὅτι τε αὐτὸς οὐ πάρεστι, καὶ ὅτι ἕτεροι ἐπιθήσονται. Τί οὖν ἀπέρχῃ, εἰ τοῦτο προοῖδας; Τὸ Πνεῦµά µε ἕλκει, φησί.
45.3
Καὶ ὅρα· οὐχ ἁπλῶς εἶπε, Λύκοι, ἀλλὰ προσέθηκε, Βαρεῖς, τὸ σφοδρὸν αὐτῶν καὶ ἰταµὸν αἰνιττόµενος· καὶ τὸ χαλεπώτερον, ὅτι αὐτοὺς τούτους ἐξ αὐτῶν ἀναστήσεσθαι λέγει· ὃ καὶ σφόδρα ἐστὶ βαρὺ, ὅταν καὶ ἐµφύλιος ὁ πόλεµος ᾖ. Καὶ καλῶς εἶπε, Προσέχετε, δεικνὺς περισπούδαστον σφόδρα τὸ πρᾶγµα( Ἐκκλησία γάρἐστι), καὶ ὅτι µέγας ὁ κίνδυνος( αἵµατι γὰρ αὐτὴν ἐλυτρώσατο), καὶ ὅτι πολὺς ὁ πόλεµος καὶ διπλοῦς. Ταῦτα τοίνυν ἐδήλωσεν, εἰπών· Καὶ ἐξ ὑµῶν αὐτῶν ἀναστήσονται ἄνδρες λαλοῦντες διεστραµµένα, τοῦ ἀποσπᾷν τοὺς µαθητὰς ὀπίσω αὐτῶν. Εἶτα ἐπειδὴ σφόδρα αὐτοὺς ἐφόβησε τῷ εἰπεῖν Λύκους βαρεῖς, καὶ ἐξ αὐτῶν ἀναστῆναι τοὺς τὰ διεστραµµένα λαλοῦντας, ὥσπερ ὑπό τινος διαπορηθεὶς, πῶς οὖν; εἰπόντος, καὶ τίς ἔσται φυλακή; ἐπάγει, λέγων· Γρηγορεῖτε, µνηµονεύοντες, ὅτι τριετίαν νύκτα καὶ ἡµέραν οὐκ ἐπαυσάµην µετὰ δακρύων νουθετῶν ἕνα ἕκαστον. Ὅρα πόσαι ὑπερβολαί· µετὰ δακρύων, καὶ νύκτα καὶ ἡµέραν, καὶ ἕνα ἕκαστον. Οὐ γὰρ εἰ πολλοὺς εἶδε, τότε ἐφείδετο, ἀλλ' ᾔδει καὶ ὑπὲρ µιᾶς ψυχῆς πάντα ποιεῖν. Οὕτω γοῦν αὐτοὺς καὶ συνεκρότησεν. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ἀρκεῖ τὰ παρ' ἐµοῦ· τριετίαν ἔµεινα, ἱκανῶς ἐστερεώθησαν, ἱκανῶς ἐῤῥιζώθησαν. Μετὰ δακρύων, φησίν. Ὁρᾷς ὅτι τὰ δάκρυα διὰ τοῦτο; Ταῦτα ποιῶµεν καὶ ἡµεῖς. Οὐκ ἀλγεῖ ὁ κακός· ἄλγησον σὺ, ἴσως ἀλγήσει κἀκεῖνος. Καθάπερ ὅταν ἴδῃ ὁ κάµνων τὸν ἰατρὸν λαµβάνοντα σιτίου, καὶ αὐτὸς προτρέπεται· οὕτω δὴ καὶ ἐνταῦθα ἔσται· ἂν ἴδῃ σε ὀδυρόµενον, µαλαχθήσεται, χρηστὸς ἀνὴρ καὶ πρᾶος γενήσεται. Οὐκ εἰδὼς, φησὶ, τὰ συναντήσοντά µοι. Τί οὖν; διὰ τοῦτο ἀπέρχῃ; Οὐδαµῶς· ἀλλὰ καὶ σφόδρα γινώσκω, ὅτι δεσµὰ καὶ θλίψεις µε µένουσιν. Ὅτι µὲν οὖν πειρασµοὶ ἐκδέχονταί µε, οἶδα, ὁποῖοι δὲ, οὐκ οἶδα· ὅπερ ἦν χαλεπώτερον. Μὴ τοίνυν νοµίσητέ µε ἀποδυρόµενον ταῦτα λέγειν· οὐκ ἔχω τιµίαν τὴν ἐµαυτοῦ ψυχήν. Ἵνα ἀναστήσῃ αὐτῶν τὴν διάνοιαν, ταῦτά φησι, καὶ πείσῃ µὴ µόνον µὴ φεύγειν, ἀλλὰ καὶ γενναίως φέρειν.∆ ιὰ τοῦτο δρόµον καὶ διακονίαν τὸ πρᾶγµα καλεῖ· τὸ µὲν, δεικνὺς τὸ λαµπρὸν ἀπὸ τοῦ δρόµου, τὸ δὲ, τὸ ὀφειλόµενον ἀπὸ τῆς διακονίας.∆ ιάκονός εἰµι, φησίν· οὐδὲν πλέον ἔχω. Παραµυθησάµενος δὲ αὐτοὺς, ἵνα µὴ ἀλγῶσιν ἐφ' οἷς πάσχει κακῶς, καὶ εἰπὼν, ὅτι µετὰ χαρᾶς ταῦτα ὑποµένει, καὶ τὸν καρπὸν δείξας, τότε τὸλυπηρὸν ἐπάγει. Τοῦτο δὲ ποιεῖ, ἵνα µὴ καταχώσῃ αὐτῶν τὴν διάνοιαν. Ποῖον δὲ τοῦτό ἐστι; Τὸ, Καὶ ἐξ ὑµῶν αὐτῶν ἀναστήσονται ἄνδρες λαλοῦντες διεστραµµένα. Τί οὖν, εἴποι τις ἂν, τοσοῦτον σαυτὸν ἡγῇ, καὶ, ἂν ἀπέλθῃς, ἀποθνήσκοµεν; Οὐ τοῦτο λέγω, φησὶν, ὅτι ἡ ἐµὴ ἀπουσία τοῦτο ποιεῖ· ἀλλὰ τί; Ὅτι ἐπαναστήσονταί τινες ὑµῖν. Οὐκ εἶπε,∆ ιὰ τὴν ἄφιξίν µου· ἀλλὰ, Μετὰ τὴν ἄφιξίν µου· τουτέστι, τὴν ἀποδηµίαν· καίτοι καὶ ἤδη γέγονε τοῦτο· εἰ δὲ γέγονε, πολλῷ µᾶλλον µετὰ ταῦτα γενήσεται. Εἶτα καὶ ἡ αἰτία, Τοῦ ἀποσπᾷν τοὺς µαθητὰς ὀπίσω αὐτῶν. Ὥστε δι' οὐδὲν ἕτερον αἱ αἱρέσεις, ἢ διὰ τοῦτο. Εἶτα καὶ παραµυθία· Ἣν περιεποιήσατο, φησὶ, διὰ τοῦ ἰδίου αἵµατος. Εἰ δὲ τῷ ἰδίῳ αἵµατι περιεποιήσατο, προστήσεται πάντως. Νύκτα, φησὶ, καὶ ἡµέραν οὐκ ἐπαυσάµην µετὰ δακρύων νουθετῶν. Ταῦτα πρὸς ἡµᾶς εἰκότως ἂν λέγοιτο· καὶ δοκεῖ µὲν εἶναι ἰδικῶς πρὸς τοὺς διδασκάλους ὁ λόγος, ἔστι δὲ κοινὸς καὶ πρὸς τοὺς µαθητάς. Τί γὰρ, ἂν ἐγὼ µὲν λέγω καὶ παρακαλῶ καὶ δακρύω νύκτα καὶ ἡµέραν, ὁ δὲ µαθητὴς µὴ πείθηται; Ἵνα γὰρ µὴ νοµίσῃ τις τοῦτο ἀρκεῖν εἰς ἀπολογίαν, τὸ εἶναι µαθητὴν, καὶ µὴ ὑπείκειν, διὰ τοῦτο,∆ ιαµαρτύροµαι, εἰπὼν, ἐπήγαγεν· Οὐ γὰρ ὑπεστειλάµην τοῦ µὴ ἀναγγεῖλαι ὑµῖν. Ἄρα τοῦτο διδασκάλου µόνον, ἀναγγεῖλαι, κηρῦξαι, διδάξαι, µὴ ὑποστείλασθαι, νύκτα καὶ ἡµέραν παρακαλεῖν· ὅταν δὲ τούτων γινοµένων µηδὲν πλέον γένηται, ἴστε τὸ λειπόµενον. Εἶτα καὶ ἑτέρα ἀπολογία· ὅτι Καθαρὸς ἐγὼ ἀπὸ τοῦ αἵµατος πάντων. Μὴ δὴ νοµίσητε πρὸς ἡµᾶς ταῦτα λέγεσθαι µόνον· καὶ γὰρ καὶ πρὸς ὑµᾶς ὁ λόγος οὗτός ἐστιν, ὥστε προσέχειν τοῖς λεγοµένοις, ὥστε µὴ ἀποπηδᾷν τῆς ἀκροάσεως. Τί ποιήσω; Ἰδοὺ καθ' ἑκάστην ἡµέραν διαῤῥήγνυµαι βοῶν· ἀπόστητε τῶν θεάτρων· καὶ πολλοὶ γελῶσιν ἡµᾶς· ἀπόστητε τοῦ ὀµνύειν, τοῦ πλεονεκτεῖν· µυρία παραινοῦµεν, καὶ οὐδεὶς ὁ ἀκούων. Ἀλλ' ἐν νυκτὶ οὐ διαλέγοµαι; Ἐβουλόµην καὶ ἐν νυκτὶ τοῦτο ποιεῖν, καὶ ἐν ταῖς τραπέζαις ταῖς ὑµετέραις, εἴ γε ἐνῆν καὶ εἰς µυρία σχισθέντα παραγίνεσθαι ὑµῖν καὶ διαλέγεσθαι· ἀλλ' εἰ τῆς ἑβδοµάδος ἅπαξ καλοῦµεν ὑµᾶς, καὶ ὀκνεῖτε, καὶ οἱ µὲν οὐδὲ παραγίνεσθε, οἱ δὲ παραγινόµενοι οὐδὲν πλέον κερδάναντες ἄπιτε· τί οὐκ ἂν ἐποιήσατε, εἰ συνεχῶς τοῦτο ἐπράττοµεν; Τί ποιήσοµεν; Πολλοὶ οἶδ' ὅτι καὶ διασύρουσιν ἡµᾶς, διὰ τὸ περὶ τῶν αὐτῶν ἀεὶ διαλέγεσθαι· οὕτω γεγόναµεν προσκορεῖς. Αἴτιοι δὲ τούτου οὐχ ὑµεῖς, ἀλλ' αὐτοὶ οἱ ἀκούοντες. Ὁ µὲν γὰρ κατορθῶν, ἀεὶ χαίρει τὰ αὐτὰ ἀκούων, ὥσπερ ἐγκωµίων αὐτοῦ λεγοµένων· ὁ δὲ µὴ βουλόµενος κατορθοῦν, καὶ ἐνοχλεῖσθαι δοκεῖ, κἂν δεύτερον ἀκούσῃ µόνον, πολλάκις δοκεῖ ἀκούειν. Καθαρὸς ἐγὼ ἀπὸ τοῦ αἵµατος πάντων, φησί.
45.4
Τοῦτο Παύλῳ µὲν ἥρµοττεν εἰπεῖν, ἡµεῖς δὲ οὐ τολµῶµεν τοῦτο εἰπεῖν, µυρία συνειδότες ἑαυτοῖς.∆ ιόπερ ἐκείνῳ τῷ διαπαντὸς ἀγρυπνοῦντι καὶ ἐφεστῶτι, τῷ πάντα ὑπὲρ τῆς σωτηρίας τῶν µαθητευοµένων ὑποµένοντι, ἥρµοττε λέγειν· ἡµεῖς δὲ τὸ Μωσέως ἐροῦµεν, ὅτι Ὠργίσθη µοι Κύριος δι' ὑµᾶς, ὅτι εἰς πολλὰ ἁµαρτήµατα προάγετε καὶ ἡµᾶς. Ὅταν γὰρ ἀθυµῶµεν ὁρῶντες ὑµᾶς οὐ προκόπτοντας, οὐ τὸ πλέον ἡµῖν τῆς ἰσχύος καταπίπτει; Τί γὰρ, εἰπέ µοι, γέγονεν; Ἰδοὺ τῇ χάριτι τοῦ Θεοῦ καὶ ἡµεῖς λοιπὸν τριετίαν ἔχοµεν, νύκτα µὲν καὶ ἡµέραν οὐ παρακαλοῦντες, διὰ τριῶν δὲ πολλάκις ἡµερῶν ἢ δι' ἑπτὰτοῦτο ποιοῦντες. Τί γέγονε πλέον; Ἐγκαλοῦµεν, ἐπιτιµῶµεν, δακρύοµεν, ὀδυνώµεθα, εἰ καὶ µὴ φανερῶς, ἀλλὰ κατὰ καρδίαν. Ἐκεῖνα δὲ πολὺ τούτων τὰ δάκρυα κουφότερα· ταῦτα µὲν γὰρ φέρει τινὰ τοῖς ἀθυµοῦσι παραµυθίαν, ἐκεῖνα δὲ αὐτὴν ἐπιτείνει καὶ συσφίγγει. Οὕτω καὶ ὅταν ἐν ἀθυµίᾳ τις ᾖ, καὶ µὴ δύνηται ἐξενεγκεῖν τὴν ἀλγηδόνα, ὥστε µὴ δόξαι κενόδοξος εἶναι, µείζονα ἄρα πάσχει, ἢ ἂν ταύτην ἐξήνεγκεν. Εἰ µή µέ τις ἔκρινε φιλοτιµίας περιττῆς, εἶδες ἂν καθ' ἑκάστην ἡµέραν πηγὰς δακρύων ἀφιέντα· ταύτας δέ µοι σύνοιδεν ὁ οἰκίσκος καὶ ἡ ἐρηµία. Πιστεύσατε γάρ µοι, τῆς µὲν ἐµαυτοῦ σωτηρίας ἀπέγνων, τὰ δὲ ὑµέτερα θρηνῶν, οὐδὲ σχολὴν ἔχω τὰ ἐµαυτοῦ κακὰ πενθεῖν· οὕτω µοι πάντα ὑµεῖς ἐστε. Κἂν αἴσθωµαι ἐπιδιδόντας ὑµᾶς, οὐκ αἰσθάνοµαι τῶν ἐµαυτοῦ κακῶν ὑπὸ τῆς ἡδονῆς· κἂν ἴδω µὴ ἐπιδιδόντας, ὑπὸ τῆς ἀθυµίας πάλιν παραπέµποµαι τὰ ἐµά· φαιδρὸς µὲν ὢν ἐπὶ τοῖς ὑµετέροις ἀγαθοῖς, κἂν µυρία ἔχω δεινὰ, σκυθρωπὸς δὲ ἐπὶ τοῖς ὑµετέροις λυπηροῖς, κἂν µυρία µοι κατορθώµατα ᾖ. Τίς γὰρ ἐλπὶς διδασκάλῳ, τοῦ ποιµνίου διεφθαρµένου; ποία ζωὴ, ποία προσδοκία; µετὰ ποίας στήσεται παῤῥησίας πρὸς τὸν Θεόν; τί ἐρεῖ; Θῶµεν γὰρ, ὅτι οὐδὲ ἐγκαλεῖται, οὐδὲ δίδωσι δίκην, ἀλλ' ἔστι καθαρὸς ἀπὸ τοῦ αἵµατος πάντων· καὶ οὕτως ἀνίατα πείσεται· ἐπεὶ καὶ πατέρες ὑπὲρ παίδων οὐ µέλλοντες ἐγκαλεῖσθαι, ὅµως ἀλγοῦσι καὶ δάκνονται. Καὶ οὐδὲν αὐτοὺς τοῦτο, φησὶν, ὠφελεῖ οὐδὲ προΐσταται, ὅτι αὐτοὶ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ἡµῶν; Ἀλλ' ἀγρυπνοῦσιν ὡς λόγον ἀποδώσοντες· καὶ δοκεῖ µέν τισι τοῦτο εἶναι φοβερὸν, ἐµοὶ δὲ οὐδεὶς τούτου λόγος µετὰ τὴν ὑµετέραν ἀπώλειαν. Ἄν τε γὰρ δῶ λόγον, ἄν τε µὴ δῶ, οὐδέν µοι τὸ ὄφελος. Γένοιτο σωθῆναι ὑµᾶς, καὶ δοῦναι λόγον ἐµὲ δι' ὑµᾶς· ὑµᾶς σωθῆναι, καὶ ἐµὲ ἐγκαλεῖσθαι ὡς µὴ πληρώσαντα τὰ παρ' ἐµαυτοῦ. Οὐ γὰρ τοῦ δι' ἐµοῦ σωθῆναι ὑµᾶς φροντίζω, ἀλλὰ τοῦ σωθῆναι µόνον δι' ὁτουδήποτε. Οὐκ ἴστε τὴν τυραννίδα τῶν ὠδινῶν τῶν πνευµατικῶν, πῶς µυριάκις ἕλοιτο ἂν κατακοπῆναι ὁ τοῦτον τὸν τόκον ὠδίνων, ἢ τῶν τεχθέντων ἕναἀπολλύµενον ἰδεῖν καὶ διεφθαρµένον; Πόθεν ὑµᾶς πείσοµεν; ἑτέρωθεν µὲν οὐδαµόθεν, ἀπὸ δὲ τῶν γινοµένων τὰ καθ' ὑµᾶς πάντα ἀπολυσόµεθα.∆ υνάµεθα καὶ ἡµεῖς λέγειν, ὅτι οὐδὲν ὑπεστειλάµεθα· ἀλλ' ὅµως ἀλγοῦµεν· καὶ ὅτι ἀλγοῦµεν, δῆλον ἐξ ὧν µυρία κατασκευάζοµεν, καὶ µηχανώµεθα. Καίτοι γε ἐνῆν πρὸς ὑµᾶς αὐτοὺς εἰπεῖν· Τί µοι µέλει; ἐγὼ τὸ ἐµαυτοῦ πεποίηκα, ἐγὼ καθαρός εἰµι ἀπὸ τοῦ αἵµατος· ἀλλ' οὐκ ἀρκεῖ τοῦτο εἰς παραµυθίαν. Εἴ γε ἐνῆν τὴν καρδίαν ἡµῶν ἀναῤῥῆξαι καὶ ἐπιδεῖξαι, εἴδετε ἂν µετὰ πολλῆς ἔνδον ὄντας τῆς εὐρυχωρίας πάντας ὑµᾶς, καὶ γυναῖκας καὶ παῖδας καὶ ἄνδρας· τοιαύτη γὰρ ἡ τῆς ἀγάπης δύναµις, τοῦ οὐρανοῦ εὐρυχωτέραν ποιεῖ τὴν ψυχήν. Χωρήσατε ἡµᾶς, ἔλεγεν ὁ Παῦλος· οὐδένα ἠδικήσαµεν, οὐ στενοχωρεῖσθε ἐν ἡµῖν. Τοῦτο λέγοµεν νῦν καὶ ἡµεῖς· Χωρήσατε ἡµᾶς· Πᾶσαν τὴν Κόρινθον εἶχεν ἐκεῖνος ἐν τῇ καρδίᾳ ἑαυτοῦ, καὶ ἔλεγε· Πλατύνθητε καὶ ὑµεῖς· οὐ στενοχωρεῖσθε. Ἀλλ' αὐτὸς οὐκ ἂν ἔχοιµι τοῦτο λέγειν· εὖ γὰρ οἶδα, ὅτι καὶ ὑµεῖς ἡµᾶς ἀγαπᾶτε καὶ χωρεῖτε. Ἀλλὰ τί τὸ κέρδος ἢ τῆς ἐµῆς ἀγάπης ἢ τῆς ὑµῶν, ὅταν τὸ κατὰ Θεὸν ἡµῖν µὴ προχωρῇ; Μείζονος ἀθυµίας ὑπόθεσις, πλείονος λύµης ἀφορµή. Οὐδὲν ἔχω ἐγκαλεῖν ὑµῖν· Μαρτυρῶ γὰρ ὑµῖν, ὅτι, εἰ δυνατὸν, τοὺς ὀφθαλµοὺς ὑµῶν ἐξορύξαντες ἂν ἐδώκατέ µοι. Ἱµειρόµεθα οὐ µόνον τὸ Εὐαγγέλιον, ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχὰς δοῦναι ὑµῖν. Φιλούµεθα καὶ φιλοῦµεν· ἀλλ' οὐ τοῦτό ἐστι τὸ ζητούµενον. Φιλήσωµεν οὖν τὸν Χριστὸν πρῶτον· πρώτη γὰρ ἐντολὴ, Ἀγαπήσεις Κύριον τὸν Θεόν σου· δευτέρα δὲ ὁµοία αὐτῆς, Καὶ τὸν πλησίον σου ὡς σεαυτόν. Τὴν δευτέραν ἔχοµεν, τῆς πρώτης ἡµῖν δεῖ· τῆς πρώτης δεῖ µετὰ πολλῆς τῆς ὑπερβολῆς καὶ ἐµοὶ καὶ ὑµῖν. Ἔχοµεν αὐτὴν, ἀλλ' οὐχ ὡς χρή. Φιλήσωµεν αὐτόν· ἴστε πόσος ἀπόκειται µισθὸς τοῖς φιλήσασι τὸν Χριστόν· φιλήσωµεν αὐτὸν θερµότητι ψυχῆς, ἵνα, τῆς παρ' αὐτοῦ εὐνοίας ἀπολαύοντες, διαφύγωµεν τὸν κλύδωνα τοῦ παρόντος βίου, καὶ τῶν ἐπηγγελµένωνἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτὸν ἐπιτυχεῖν καταξιωθῶµεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ µονογενοῦς αὐτοῦ Παιδὸς, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Intertext edge

Open linked passage

Note