Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In Acta apostolorum
John ChrysostomHom. Act. 46 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
46.0
Καὶ τανῦν παρατίθεµαι ὑµᾶς, ἀδελφοὶ, τῷ Θεῷ καὶ τῷ λόγῳ τῆς χάριτος αὐτοῦ, τῷ δυναµένῳ ἐποι κοδοµῆσαι, καὶ δοῦναι κληρονοµίαν ὑµῖν ἐν πᾶσιτοῖς ἡγιασµένοις.
46.1
Ὅπερ ἐπιστέλλων ποιεῖ, τοῦτο καὶ συµβουλεύων· ἀπὸ παραινέσεως εἰς εὐχὴν τελευτᾷ. Ἐπειδὴ γὰρ αὐτοὺς σφόδρα ἐφόβησε, λέγων, ὅτι Λύκοι βαρεῖς εἰς ὑµᾶς εἰσελεύσονται· ἵνα µὴ καταπλήξῃ τῇ διανοίᾳ καὶ ἀπολέσῃ, ὅρα τὴν παραµυθίαν. Καὶ τανῦν, φησίν. Οὕτως εἶπε, δηλῶν διὰ τούτου, ὅτι ὥσπερ ἀεί. Παρατίθεµαι ὑµᾶς, ἀδελφοὶ, τῷ Θεῷ καὶ τῷ λόγῳ τῆς χάριτος αὐτοῦ· τουτέστι, τῇ χάριτι αὐτοῦ. Καὶ καλῶς οὕτως εἶπεν· οἶδε γὰρ, ὅτι ἡ χάρις σώζει. Συνεχῶς αὐτοὺς ἀναµιµνήσκει τῆς χάριτος, σπουδαιοτέρους ποιῶν ὡς ὀφειλέτας, καὶ πείθων θαῤῥεῖν. Τῷ δυναµένῳ ὑµᾶς ἐποικοδοµῆσαι. Οὐκ εἶπεν, Οἰκοδοµῆσαι, ἀλλ', Ἐποικοδοµῆσαι, δεικνὺς ὅτι ἤδη ᾠκοδοµήθησαν, Εἶτα τῆς ἐλπίδος ἀνέµνησε τῆς µελλούσης, εἰπών· Καὶ δοῦναι ὑµῖν κληρονοµίαν ἐν πᾶσι τοῖς ἡγιασµένοις. Εἶτα πάλιν παραίνεσις· Ἀργυρίου, φησὶν, ἢ χρυσίου ἢ ἱµατισµοῦ οὐδενὸς ἐπεθύµησα. Τὴν ῥίζαν ἀναιρεῖ τῶν κακῶν, τὴν φιλαργυρίαν. Ἀργυρίου, φησὶν, ἢ χρυσίου. Οὐκ εἶπεν, Οὐκ ἔλαβον· ἀλλ', Οὐδὲ ἐπεθύµησα. Οὔπω µέγα τοῦτο, τὸ δὲ µετὰ τοῦτο µέγα. Ὑµεῖς ἐπίστασθε, ὅτι ταῖς χρείαις µου καὶ τοῖς οὖσι µετ' ἐµοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται. Πάντα ὑπέδειξα ὑµῖν, ὅτι οὕτω κοπιῶντας δεῖ ἀντιλαµβάνεσθαι τῶν ἀσθενούντων. Ὅρα αὐτὸν τῷ ἔργῳ κεχρηµένον, καὶ οὐχ ἁπλῶς, ἀλλὰ κοπιῶντα. Ταῖς χρείαις µου καὶ τοῖς οὖσι µετ' ἐµοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται. Τοῦτο ἐντρεπτικῶς. Καὶ ὅρα, πῶς ἀξίως. Οὐ γὰρ εἶπε Χρηµάτων γενέσθαι κρείττους ἀλλὰ τί; Ἀντιλαµβάνεσθαι τῶν ἀσθενούντων. Οὐχ ἁπλῶς πάντων, ἀλλὰ τῶν ἀσθενῶν. Μνηµονεύειν τε τὸν λόγον τοῦ Κυρίου, ὃν εἶπε, ὅτι Μακάριόν ἐστι µᾶλλον διδόναι ἢ λαµβάνειν. Ἵνα µή τις νοµίσῃ πρὸς ἐκείνους εἰρῆσθαι, καὶ τύπον διδόναι αὐτὸν, ὅπερ ἀλλαχοῦ φησι, Τύπον διδόντες ὑµῖν, ἐπήγαγε τὴν ἀπόφασιν τοῦ Χριστοῦ, λέγοντος· Μακάριόν ἐστι διδόναι µᾶλλον ἢ λαµβάνειν. Ἐπηύξατο αὐτοῖς παραινῶν· δείκνυσιν αὐτὸ καὶ ἔργῳ. Καὶ ταῦτα εἰπὼν, θεὶς τὰ γόνατα αὐτοῦ σὺν πᾶσιν αὐτοῖς, προσηύξατο· οὐχ ἁπλῶς, ἀλλὰ µετὰ πολλῆς τῆς κατανύξεως. Πολλὴ ἡ παράκλησις· καὶ τῷ εἰπεῖν δὲ, Παρατίθεµαι ὑµᾶς τῷ Κυρίῳ, παρακαλεῖ. Ἐγένετο δὲ κλαυθµὸς ἱκανὸς πάντων, καὶ ἐπιπεσόντες ἐπὶ τὸν τράχηλον τοῦ Παύλου, κατεφίλουν αὐτὸν, ὀδυνώµενοι, µάλιστα ἐπὶ τῷ λόγῳ ᾧ εἰρήκει, ὅτι οὐκέτι µέλλουσι τὸ πρόσωπον αὐτοῦ θεωρεῖν. Προέπεµπον δὲ αὐτὸν εἰς τὸ πλοῖον. Εἶπεν, ὅτι Εἰσελεύσονται λύκοι βαρεῖς· εἶπεν, ὅτι Καθαρὸς ἐγὼ ἀπὸ τοῦ αἵµατος πάντων· ταῦτα ἑκάτερα φοβερὰ καὶ ἱκανὰ λυπῆσαι· µάλιστα δὲ πλέον πάντων τοῦτο αὐτοὺς ὠδίνησε, τὸ µηκέτι ὁρᾷν ἀκοῦσαι αὐτόν· καὶ τοῦτο ἐποίει τὸν πόλεµον χαλεπόν. Προέπεµπον δὲ, φησὶν, αὐτὸν εἰς τὸ πλοῖον. Οὕτως ἐφίλουν αὐτὸν, οὕτω διέκειντο περὶ αὐτόν. Ὡς δὲ ἐγένετο ἀναχθῆναι ἡµᾶς ἀποσπασθέντας ἀπ' αὐτῶν, εὐθυδροµήσαντες ἤλθοµεν εἰς τὴν Κῶν, τῇ δὲ ἑξῆς εἰς Ῥόδον, κἀκεῖθεν εἰς Πάταρα. Καὶ εὑρόντες πλοῖον διαπερῶν εἰς Φοινίκην, ἐπιβάντες ἀνήχθηµεν. Ἀναφανέντες δὲ τὴν Κύπρον, καὶ καταλιπόντες αὐτὴν εὐώνυµον, ἐπλέοµεν εἰς Συρίαν, καὶ κατήχθηµεν εἰς Τύρον. Ὅρα, ἦλθεν εἰς Λυκίαν, καὶ διαπερῶν εἰς Φοινίκην, τὴν Κύπρον ἀφεὶς, εἰς Τύρον κατέπλευσεν· ἐκεῖσε γὰρ ἦν τὸ πλοῖον ἀποφορτιζόµενον τὸν γόµον. Τοῦτο αἰτία τοῦ ἀπελθεῖν εἰς Τύρον. Καὶ εὑρόντες µαθητὰς ἐπεµείναµεν πρὸς αὐτοὺς ἡµέρας ἑπτά· οἵ τινες τῷ Παύλῳ ἔλεγον διὰ τοῦ Πνεύµατος µὴ ἀναβαίνειν αὐτὸν εἰς Ἱερουσαλήµ. Ὅρα, προφητεύουσι κἀκεῖνοι τὰς θλίψεις. Οἰκονοµεῖται καὶ δι' ἐκείνων λεχθῆναι, ἵνα µή τις νοµίσῃ ἁπλῶς ταῦτα λέγειν τὸν Παῦλον καὶ κοµπάζειν, Πάλιν δὲ ἐκεῖ προσευχόµενοι διαλύονταιἀπ' ἀλλήλων. Ὅτε δὲ ἐγένετο ἡµᾶς ἐξαρτίσαι τὰς ἡµέρας, ἐξελθόντες ἐπορευόµεθα προπεµπόντων ἡµᾶς πάντων σὺν γυναιξὶ καὶ τέκνοις ἕως ἔξω τῆς πόλεως, καὶθέντες τὰ γόνατα ἐπὶ τὸν αἰγιαλὸν, προσηυξάµεθα. Καὶ ἀσπασάµενοι ἀλλήλους, ἐνέβηµεν εἰς τὸ πλοῖον· ἐκεῖνοι δὲ ὑπέστρεψαν εἰς τὰ ἴδια. Ἡµεῖς δὲ τὸν πλοῦν διανύσαντες ἀπὸ Τύρου, κατηντήσαµεν εἰς Πτολεµαΐδα· καὶ ἀσπασάµενοι τοὺς ἀδελφοὺς, ἐµείναµεν ἡµέραν µίαν παρ' αὐτοῖς. Τῇ δὲ ἐπαύριον ἐξελθόντες, ἤλθοµεν εἰς Καισάρειαν· καὶ εἰσελθόντες εἰς τὸν οἶκον Φιλίππου τοῦ εὐαγγελιστοῦ ὄντος ἐκ τῶν ἑπτὰ, ἐµείναµεν παρ' αὐτῷ. Εἰς Καισάρειαν, φησὶν, ἐλθόντες, παρὰ Φιλίππῳ τῷ ἐκ τῶν ἑπτὰ ἐµείναµεν. Τούτῳ δὲ ἦσαν θυγατέρες τέσσαρες προφητεύουσαι. Ἀλλ' οὐχ αὗται προλέγουσι τῷ Παύλῳ, καίτοι προφητεύουσαι, ἀλλ' Ἄγαβος· καὶ ὅπως, ἄκουε. Ἐπιµενόντων δὲ ἡµῶν ἡµέρας πλείους, ἦλθεν ἀπὸ τῆς Ἰουδαίας προφήτης ὀνόµατι Ἄγαβος· καὶ ἐλθὼν πρὸς ἡµᾶς, καὶ ἄρας τὴν ζώνην τοῦ Παύλου, δήσας τε αὐτοῦ χεῖρας καὶ πόδας, εἶπε· Τάδε λέγει τὸ Πνεῦµα τὸ ἅγιον· Τὸν ἄνδρα, οὗ ἐστιν ἡ ζώνη αὕτη, οὕτω δήσουσιν εἰς Ἱερουσαλὴµ Ἰουδαῖοι, καὶ παραδώσουσιν εἰς χεῖρας ἐθνῶν. Ὁ πάλαι τὸν λιµὸν µηνύσας, οὗτος, Τὸν ἄνδρα, φησὶ, τοῦτον, οὗ ἐστιν ἡ ζώνη αὕτη, οὕτω δήσουσιν. Ὅπερ οἱ προφῆται ἐποίουν, ὄψει τὰ γενόµενα ἀπογράφοντες, ὅταν περὶ αἰχµαλωσίας ἔλεγον, ὡς ὁ Ἰεζεκιὴλ, τοῦτο καὶ οὗτος ἐποίησε. Καὶ τὸ δὴ χαλεπὸν, ὅτι Εἰς χεῖρας ἐθνῶν παραδώσουσιν. Ὡς δὲ ἠκούσαµεν ταῦτα, παρεκαλοῦµεν ἡµεῖς τε καὶ οἱ ἐντόπιοι, τοῦ µὴ ἀναβαίνειν αὐτὸν εἰς Ἱερουσαλήµ. Καὶ πολλοὶ παρεκάλουν µὴ ἀπελθεῖν, καὶ οὐδὲ οὕτως ὑπήκουσεν. Ἀπεκρίθη δὲ ὁ Παῦλος· Τί ποιεῖτε κλαίοντες καὶ συνθρύπτοντές µου τὴν καρδίαν; Ἐγὼ γὰρ οὐ µόνον δεθῆναι, ἀλλὰ καὶ ἀποθανεῖν εἰς Ἱερουσαλὴµ ἑτοίµως ἔχω ὑπὲρ τοῦ ὀνόµατος τοῦ Κυρίου Ἰησοῦ. Μὴ πειθοµένου δὲ αὐτοῦ, ἡσυχάσαµεν εἰπόντες· Τὸ θέληµα τοῦ Κυρίου γενέσθω.
46.2
Ὁρᾷς; ἵνα µὴ ἀκούσας νοµίσῃς ἀνάγκης εἶναι τὸ,∆ εδεµένος τῷ Πνεύµατι πορεύοµαι, µηδὲ ἀγνοοῦντα αὐτὸν ἐµπεσεῖν, διὰ τοῦτο ταῦτα προλέγεται. Ἀλλ' οἱ µὲν ἔκλαιον, αὐτὸς δὲ παρεκάλει, ἀλγῶν ἐπὶ τοῖς δάκρυσι τοῖς ἐκείνων. Τί ποιεῖτε γὰρ, φησὶ, κλαίοντες καὶ συνθρύπτοντές µου τὴν καρδίαν; Οὐδὲν Παύλου φιλοστοργότερον· ὅτι ἑώρα δακρύοντας, ἤλγει ὁ µὴ πάσχων ἐπὶ τοῖς οἰκείοις πειρασµοῖς. Ἐµὲ ἀδικεῖτε τοῦτο, φησὶ, ποιοῦντες· µὴ γὰρ ἐγὼ ἀλγῶ; Τότε ἐπαύσαντο, ὅτε εἶπε· Τί ποιεῖτε συνθρύπτοντές µου τὴν καρδίαν; Ἐφ' ὑµῖν κλαίω, φησὶν, οὐκ ἐπὶ τοῖς παθήµασιν· ὑπὲρ γὰρ ἐκείνων καὶ ἀποθανεῖν βούλοµαι. Ἴδωµεν δὲ ἄνωθεν τὰ εἰρηµένα. Ἀργυρίου ἢ χρυσίου ἢ ἱµατισµοῦ, φησὶν, οὐδενὸς ἐπεθύµησα· αὐτοὶ γινώσκετε, ὅτι ταῖς χρείαις µου καὶ τοῖς οὖσι µετ' ἐµοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται. Οὐκ ἄρα ἐν Κορίνθῳ τοῦτο εἰργάσαντο µόνον οἱ διαφθείροντες τοὺς µαθητὰς, ἀλλὰ καὶ ἐν Ἀσίᾳ. Οὐδαµοῦ τοῦτο ὀνειδίζει τοῖς Ἐφεσίοις γράφων. Τί δήποτε; Ὅτι οὐκ ἐνέπεσεν εἰςἀνάγκην. Ἀλλὰ καὶ Κορινθίοις λέγει· Οὐκ ἐφράγη τὸ καύχηµά µου ἐν τοῖς κλίµασι τῆς Ἀχαΐας. Καὶ οὐκ εἶπεν, Οὐκ ἐδώκατέ µοι· ἀλλ', Ἀργυρίου ἢ χρυσίου ἢ ἱµατισµοῦ οὐκ ἐπεθύµησα, ἵνα µὴ δόξῃ ἐκείνων εἶναι τὸ µὴ δοῦναι. Καὶ οὐκ εἶπεν, Οὐδενὸς ἐπεθύµησα τῶν ἀναγκαίων, ἵνα µὴ δόξῃ πάλιν κατηγορία εἶναι ἐκείνων· ἀλλὰ τοῦτο αἰνίττεται, ὅτι εἰκότως οὐκ ἔλαβεν ὁπότε καὶ ἑτέρους ἔτρεφεν. Ὅρα, πῶς εἰργάζετο µετὰ σπουδῆς ἄνθρωπος νύκτα καὶ ἡµέραν διαλεγόµενος µετὰ δακρύων, ἕνα ἕκαστον νουθετῶν. Πάντα ὑπέδειξα ὑµῖν, ὅτι οὕτω κοπιῶντας δεῖ ἀντιλαµβάνεσθαι τῶν ἀσθενούντων. Τοῦτο εἰπὼν, πάλιν ἐφόβησεν. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Οὐκ ἔχετε εἰς ἄγνοιαν καταφυγεῖν· ὑπέδειξα διὰ τῶν ἔργων, ὅτι οὕτω κοπιῶντας δεῖ ἐργάζεσθαι. Καὶ οὐκ εἶπεν, ὅτι κακὸν τὸ λαβεῖν· ἀλλὰ, βέλτιον τὸ µὴ λαβεῖν. Μνηµονεύειν τε τὸν λόγον, φησὶ, τοῦ Κυρίου, ὃν εἶπε· Μακάριόν ἐστι µᾶλλον διδόναι ἢ λαµβάνειν. Καὶ ποῦ εἶπεν; Ἴσως ἀγράφως παρέδωκαν οἱ ἀπόστολοι· ἢ ἐξ ὧν ἄν τις συλλογίσαιτο δῆλον. Καὶ γὰρ ἔδειξε τὴν παῤῥησίαν τὴν πρὸς τοὺς κινδύνους, τὴν συµπάθειαν τὴν πρὸς τοὺς ἀρχοµένους, τὴν διδασκαλίαν τὴν µετὰ παῤῥησίας, τὴν ταπεινοφροσύνην, τὴν ἀκτηµοσύνην· τοῦτο δὲ καὶ ἀκτηµοσύνης µεῖζον. Εἰ γὰρ ἐκεῖ, Πώλησόν σου, φησὶ, τὰ ὑπάρχοντα, εἰ θέλεις τέλειος εἶναι· ὅταν πρὸς τῷ µηδὲν λαµβάνειν καὶ ἑτέρους τρέφῃ, τί τούτου ἴσον; Εἷς βαθµὸς τοίνυν ῥῖψαι τὰ αὑτοῦ, δεύτερος, ἑαυτῷ ἐπαρκεῖν, τρίτος, καὶ ἑτέροις, τέταρτος, τὸ κηρύττοντα καὶ ἐξουσίαν ἔχοντα λαµβάνειν µὴ λαµβάνειν· ὥστε πολὺ τῶν ἀκτηµόνων οὗτος βελτίων ἦν. Καὶ καλῶς εἶπεν, Οὕτω δεῖ ἀντιλαµβάνεσθαι τῶν ἀσθενούντων. Τοῦτο µὲν γὰρ συµπαθείας τῆς πρὸς τοὺς ἀσθενεῖς, τὸ ἐκ τῶν ἰδίων κόπων διδόναι· τὸ δὲ ἐκ τῶν ἀλλοτρίων, οὐ µόνον οὐ καλὸν, ἀλλὰ καὶ ἐπισφαλές. Καὶ ἐπιπεσόντες τῷ τραχήλῳ, φησὶν, αὐτοῦ ἔκλαιον. Τοῦτο τὴν διάθεσιν τὴν πρὸς αὐτὸν δείκνυσιν. Ἐπέπεσον δὲ ἐπὶ τὸν τράχηλον, ἅτε ὑστέρας περιπλοκὰς περιπλεκόµενοι, καὶ πολλὴν ἀπὸ τῆς δηµηγορίας λαβόντες τὴν ἀγάπην καὶ τὸ φίλτρον. Εἰ γὰρ ἁπλῶς ἡµεῖς ἀπ' ἀλλήλων διαλυόµενοι στένοµεν, καίτοι εἰδότες, ὅτι ἀποληψόµεθα ἀλλήλους, πῶς ἂν ἐκεῖνοι τότε Παύλου ἀπαθῶς ἀπεσπάσθησαν; Ἐγὼ καὶ τὸν Παῦλον οἶµαι κλαίειν. Ἀποσπασθέντες, φησί.∆ είκνυσι καὶ τὴν βίαν τῷ εἰπεῖν, Ἀποσπασθέντες ἀπ' αὐτῶν. Καὶ εἰκότως· εἰς γὰρ τὴν θάλασσαν λοιπὸν ἐµβῆναι αὐτοὺς οὐκ ἐνῆν. Τί ἐστιν, Εὐθυδροµήσαντες ἤλθοµεν εἰς τὴν Κῶν; Ἀντὶ τοῦ, Οὐ περιήλθοµεν οὐδὲ διετρίψαµεν ἐν ἑτέροις τόποις. Τῇ δὲ ἑξῆς, φησὶν, εἰς Ῥόδον. Ὅρα αὐτὸν ἐπειγόµενον. Καὶ εὑρόντες πλοῖον διαπερῶν εἰς Φοινίκην. Ἴσως ἐκεῖνο αὐτόθι διέτριβε· διὸ ἐν αὐτῷ ἐπιβαίνουσιν, οὐχ εὑρόντες ἄλλο εἰς Καισάρειαν ἀπερχόµενον. Ἀναφάναντες δὲ τὴν Κύπρον, καὶ καταλιπόντες αὐτὴν εὐώνυµον. Τοῦτο οὐχ ἁπλῶς εἴρηται, ἀλλ' ἵνα δείξῃ, ὅτι οὐδὲ ἐγγὺς αὐτῆς γενέσθαι ἠξίωσε, κατευθὺ πλέοντες τῆς Συρίας· οὕτως ἔσπευδεν. Εἶτα καὶ κατήχθηµεν εἰς Τύρον, φησὶ, καὶ εὑρόντες µαθητὰς, ἐµείναµεν πρὸς αὐτούς. Ὅτε πλησίον ἦσαν Ἱεροσολύµων, οὐκ ἔτι τρέχουσιν, ἀλλὰ καὶ µένουσι παρὰ τοῖς ἀδελφοῖς ἑπτὰ ἡµέρας. Ἴδε µοι λοιπὸν καὶ τὰς ἡµέρας. Μετὰ τὰ Ἄζυµα εἰς Τρωάδα ἦλθον δι' ἡµερῶν πέντε· εἶτα ἐκεῖ ἑπτά· τὰς πάσας δώδεκα· εἶτα εἰς τὴν Ἄσσον, εἰς Μυτιλήνην, ἀντικρὺ Χίου, εἰς Τρωγύλιον, εἰς Σάµον καὶ εἰς Μίλητον· δεκαοκτὼ ἡµέραι αἱ πᾶσαι. Εἶτα εἰς Κῶν, εἰς Ῥόδον, εἰς Πάταρα, εἴκοσι καὶ µία· εἶτα ἐκεῖθεν δι' ἡµερῶν πέντε εἰς Τύρον, ἓξ καὶ εἴκοσι· λοιπὸν ἐκεῖ ἑπτὰ τριάκοντα καὶ τρεῖς· εἶτα εἰς Πτολεµαΐδα µίαν, τριάκοντα τέσσαρες· εἶτα εἰς Καισάρειαν πλείους µένει τῶν ἄλλων· καὶ τότε λοιπὸν ἐκεῖθεν αὐτοὺς ἀνάγει ὁ προφήτης. Οὕτως ἡ Πεντηκοστὴ πληροῦται, καὶ ἐκεῖ αὐτὴν ποιεῖ. Ὅρα αὐτὸν ὅτε τὸ Πνεῦµα οὐκ ἐκώλυε πειθόµενον. Εἶπον· Μὴ δῷς σαυτὸν εἰς τὸ θέατρον, καὶ οὐκ ἔδωκε· πολλάκις αὐτὸν ἐξήγαγον, καὶ ἐπείσθη· διὰ θυρίδος πάλιν ἔφυγε· καὶ νῦν ὡς εἰπεῖν µυρίων παρακαλούντων, καὶ τῶν ἐν Τύρῳ καὶ τῶν ἐν Καισαρείᾳ, καὶ κλαιόντων καὶ µυρία προλεγόντων δεινὰ, οὐκ ἀνέχεται. Καὶ µὴν οὐχ ἁπλῶς τὰ δεινὰ προέλεγον, ἀλλὰ διὰ τοῦ Πνεύµατος προέλεγον. Εἰ τοίνυν τὸ Πνεῦµα ἐκέλευσε, διὰ τί ἀντεῖπον; Ὅτι οὐκ ᾔδεσαν ἅπερ ἐδόκει τῷ Πνεύµατι. Καὶ ἄλλως δὲ οὐδὲ τὴν παραίνεσιν διὰ τοῦ Πνεύµατος ἐποιοῦντο. Οὐ γὰρ ἁπλῶς αὐτῷ τὰ δεινὰ προὔλεγον, ἀλλ' ὅτι ἀναβῆναι οὐ χρὴ, φειδόµενοι αὐτοῦ. Μετὰ δὲ τὸ ἐξαρτίσαι τὰς ἡµέρας, φησί· τουτέστι, πληρῶσαι· ἡµέρας δὲ λέγει τὰς τεταγµένας· προπεµπόντων ἡµᾶς πάντων σὺν γυναιξὶ καὶ τέκνοις.
46.3
Ὅρα πόση ἡ παράκλησις ἦν· καὶ πάλιν εὐχόµενοι διαλύονται. Καὶ ἐν Πτολεµαΐδι µίαν µένουσιν ἡµέραν, ἐν δὲ Καισαρείᾳ πλείους. Καὶ ὅτε ἤκουσεν ὅτι µυρία δεινὰ ἔχει παθεῖν, τότε ἐπείγεται, οὐκ ἐπὶ τοὺς κινδύνους ῥίπτων ἑαυτὸν, ἀλλ' ἡγούµενος τοῦ Πνεύµατος εἶναι τὸ πρόσταγµα. Μετὰ δὲ τὰς ἡµέρας ταύτας ἐπισκευασάµενοι, φησὶν, ἀναβαίνοµεν εἰς Ἱεροσόλυµα· τουτέστι, τὰ πρὸς τὴν ὁδοιπορίαν λαβόντες. Συνῆλθον δὲ καὶ τῶν µαθητῶν ἀπὸ Καισαρείας σὺν ἡµῖν, ἄγοντες παρ' ᾧ ξενισθῶµεν, Μνάσωνί τινι Κυπρίῳ, ἀρχαίῳ µαθητῇ· γενοµένων δὲ ἡµῶν εἰς Ἱεροσόλυµα, ἀσµένως ἐδέξαντο ἡµᾶς οἱ ἀδελφοί. Καὶ ὅρα, οὐκ εἶπεν Ἄγαβος, ὅτι Παῦλον δήσουσιν, ἵνα µὴ δόξῃ ἐκ συνθήκης λέγειν· ἀλλὰ, Τὸν ἄνδρα, οὗ ἐστιν ἡ ζώνη αὕτη. Ἄρα καὶ ζώνην εἶχεν. Ἐπειδὴ δὲ οὐκ ἴσχυον πεῖσαι, διὰ τοῦτο ἔκλαιον, εἶτα ἡσύχασαν. Ὁρᾷς φιλοσοφίαν; ὁρᾷς φιλοστοργίαν; Ἡσυχάσαµεν, φησὶν, εἰπόντες· Τὸ θέληµα τοῦ Κυρίου γενέσθω. Ἄγοντες, φησὶ, παρ' ᾧ ξενισθῶµεν. Ἄρα οὐκ εἰς τὴν ἐκκλησίαν. Τότε µὲν γὰρ, ὅτε ὑπὲρ δογµάτων ἀνῄεσαν, ἐν τῇ ἐκκλησίᾳ ξενίζονται· νῦν δὲ παρὰ µαθητῇ τινι ἀρχαίῳ.∆ είκνυσι πολὺν τοῦ κηρύγµατος τὸν χρόνον λοιπόν· ὅθεν µοι δοκεῖ πολλὰ ἔτη ἐπιτέµνειν ἐν ταῖς Πράξεσιν οὗτος, τὰ κατεπείγοντα µόνον λέγων. Τί ἐστι, Τὸ θέληµα τοῦ Κυρίου γενέσθω; Κύριος, φησὶν, αὐτὸς τὸ ἀρεστὸν ἐνώπιον αὐτοῦ ποιήσει. Ἡσυχάζουσι δὲ ἐκεῖνοι, καὶ οὐκ ἀναγκάζουσιν. Ἴσως συνεῖδον, ὅτι τὸ θέληµα ἦν Θεοῦ, ἀπὸ τῆς Παύλου προθυµίας τοῦτο στοχασάµενοι· οὐ γὰρ ἂν οὕτω Παῦλος προεθυµήθη, οὔτε Θεὸς ἂν εἴασεν ὁ ἀεὶ κινδύνων ἐξαρπάζων αὐτόν. Οὕτως οὐκ ἐβούλοντο βαρεῖν τὴν ἐκκλησίαν, ὄντος ἑτέρου τοῦ ξενίζοντος αὐτοὺς, οὐδὲ ἀξίωµα ἀπῄτουν. Ἀσµένως ἡµᾶς, φησὶν, ἀπεδέξαντο οἱ ἀδελφοί. Λοιπὸν εἰρήνης ἦν µεστὰ τὰ πράγµατα τὰ ἐν Ἰουδαίοις, καὶ οὐχ ὡς πρότερον πόλεµος ἦν. Ἄγοντες ἡµᾶς, φησὶ, παρ' ᾧ ξενισθῶµεν. Παῦλον ἐξένισεν ἐκεῖνος. Τάχα τις ὑµῶν ἐρεῖ· Εἴ τις κἀµοὶ Παῦλον ἔδωκε ξενίσαι, ἑτοίµως ἂν καὶ µετὰ πολλῆς τῆς προθυµίας τοῦτο ἐποίησα. Ἰδοὺ τὸν Παύλου∆ εσπότην ἔξεστί σοι ξενίσαι, καὶ οὐ βούλει· Ὁ γὰρ δεχόµενος, φησὶν, ἕνα τῶν ἐλαχίστων, ἐµὲ δέχεται. Ὅσῳ ἂν ἐλάχιστος ᾖ ὁ ἀδελφὸς, τοσούτῳ µᾶλλον ὁ Χριστὸς δι' αὐτοῦ παραγίνεται. Ὁ µὲν γὰρ τὸν µέγαν δεχόµενος, πολλάκις καὶ διὰ κενοδοξίαν ποιεῖ· ὁ δὲ τὸν µικρὸν, καθαρῶς διὰ τὸν Χριστόν. Ἔξεστί σοι καὶ τὸν Πατέρα ξενίσαι τοῦ Χριστοῦ, καὶ οὐ βούλει· Ξένος γὰρ ἤµην, φησὶ, καὶ συνηγάγετέ µε· καὶ πάλιν, Ἐφ' ὅσον ἑνὶ τούτων τῶν ἐλαχίστων ἐποιήσατε, ἐµοὶ ἐποιήσατε. Κἂν µὴ Παῦλος ᾖ, πιστὸς δὲ ᾖ καὶ ἀδελφὸς, κἂν ἐλάχιστος ᾖ, ὁ Χριστὸς δι' αὐτοῦ παραγίνεται. Ἄνοιξον τὴν οἰκίαν, ὑπόδεξαι. Ὁ δεχόµενος προφήτην, φησὶ, µισθὸν προφήτου λήψεται. Οὐκοῦν καὶ ὁ Χριστὸν δεχόµενος, λήψεται µισθὸν τοῦ τὸν Χριστὸν ξενίζοντος. Μὴ ἀπίστει τοῖς ῥήµασιν αὐτοῦ, ἀλλὰ γενοῦ πιστός· αὐτὸς εἶπεν, ὅτι∆ ι' αὐτῶν ἐγὼ παραγίνοµαι· καὶ ἵνα µὴ ἀπιστῇς, καὶ τιµωρίας ὁρίζει τοῖς µὴ δεχοµένοις, καὶ τιµὰς τοῖς δεχοµένοις, οὐκ ἂν τοῦτο ποιήσας, εἰ µὴ καὶ ὁ τιµηθεὶς καὶ ὁ ὑβρισθεὶς αὐτὸς ἦν. Ἐδέξω µε, φησὶν, εἰς τὸ σὸν καταγώγιον, δέξοµαί σε εἰς τὴν βασιλείαν τοῦ Πατρός µου· ἔλυσάς µοι τὸν λιµὸν, λύσω σοι τὰ ἁµαρτήµατα· εἶδές µε δεδεµένον, ὁρᾶσθαί σε ποιῶ λελυµένον· εἶδές µε ξένον, ποιῶ σε πολίτην τῶν οὐρανῶν· ἔδωκάς µοι ἄρτον, δίδωµί σοι βασιλείαν ὁλόκληρον, ὥστε κληρονοµῆσαι καὶ κατασχεῖν.∆ εῦτε γὰρ, φησὶ, κληρονοµήσατε τὴν ἡτοιµασµένην ὑµῖν βασιλείαν. Οὐκ εἶπε, Λάβετε, ἀλλὰ, Κληρονοµήσατε, ὅπερ ἐπὶ τῶν κυρίως κτωµένων λέγεται, ὡς ὅταν λέγωµεν· Τόδε ἐκληρονόµησα. Ἐποίησας εἰς ἐµὲ ἐν κρυπτῷ, ἐγὼ κηρύξω ἐν φανερῷ· καὶ τὰ µὲν σὰ λέγω, ὅτι χάριτος ἦν, τὰ δὲ ἐµὰ, ὀφειλῆς. Ἐπειδὴ γὰρ σὺ, φησὶν, ἤρξω, ἐγὼ ἕποµαι καὶ ἀκολουθῶ· οὐκ αἰσχύνοµαι ὁµολογῆσαι τὰς εἰς ἐµὲ γενοµένας εὐεργεσίας, οὐδὲ τίνων µε ἀπήλλαξας, λιµοῦ καὶ γυµνότητος καὶ πλάνης. Εἶδές µε δεδεµένον, οὐκ ὄψει τὸ τῆς γεέννης πῦρ· εἶδές µε ἀῤῥωστοῦντα, οὐκ ὄψει τὰ βασανιστήρια οὐδὲ τὰς τιµωρίας. Ὢ χεῖρες ὄντως εὐλογηµέναι, αἱ τοιαύταις οἰκονοµίαις διακονούµεναι, αἱ καταξιούµεναι ὑπηρετεῖν τῷ Χριστῷ. Πόδες εἰς δεσµωτήρια βαδίζοντες διὰ τὸν Χριστὸν, εὐκόλως κατατολµῶσι τοῦ πυρός· οὐ λαµβάνουσι πεῖραν τῶν δεσµῶν χεῖρες αἱ δεδεµένον αὐτὸν ἰδοῦσαι. Ἐνέδυσας ἱµάτιον, καὶ ἐνδύῃ ἱµάτιον σωτηρίου· ἐγένου ἐν δεσµωτηρίῳ µετ' αὐτοῦ, καὶ γίνῃ ἐν βασιλείᾳ µετ' αὐτοῦ. Ταῦτα ὁµολογεῖ οὐκ αἰσχυνόµενος, ἀλλ' εἰδὼς ὅτι αὐτὸν ἐπεσκέψω. Οὐκ ᾔδει ἀγγέλους ξενίζων ὁ πατριάρχης, καὶ ἐξένιζεν. Αἰσχυνθῶµεν, παρακαλῶ· ἐν µεσηµβρίᾳ ἐκάθητο ἐπ' ἀλλοτρίας ὢν, ὅπου οὐδὲ βῆµα ποδὸς εἶχε ξένος ἦν, καὶ ξένους ἐξένιζεν ὁ ξένος· πολίτης γὰρ ἦν τῶν οὐρανῶν.∆ ιὰ τοῦτο οὐδὲ ἐπὶ γῆς ὢν, ξένος ἦν. Ἡµεῖς ἐκείνου τοῦ ξένου µᾶλλον ξένοι, µὴ δεχόµενοι ξένους. Οὐκ εἶχεν οἰκίαν, καὶ καταγώγιον ἦν αὐτῷ ἡ σκηνή. Καὶ ὅρα τὸ δαψιλές· µόσχον ἔθυε, καὶ ἄλευρα ἔφυρεν. Ἄκουε καὶ τὸ πρόθυµον· δι' ἑαυτοῦ καὶ τῆς γυναικὸς τοῦτο ποιεῖ. Σκόπει καὶ τὸ ἄτυφον· προσκυνεῖ καὶ παρακαλεῖ.
46.4
Πάντα γὰρ ταῦτα δεῖ τὸν ξενίζοντα ἔχειν· τὸ πρόθυµον, τὸ φαιδρὸν, τὸ ἄφθονον. Ἡ γὰρ τοῦ ξένου ψυχὴ ἐρυθριᾷ καὶ αἰσχύνεται· κἂν µὴ µεθ' ὑπερβολῆς ἐπιδείξῃ χαρὰν, ὡς ἀλογηθεὶς ἀπαλλάσσεται, καὶ λοιπὸν χεῖρον γέγονε τοῦ µὴ ὑποδέξασθαι τὸ οὕτως ὑποδεχθῆναι.∆ ιὰ τοῦτο προσκυνεῖ, διὰ τοῦτο τῷ λόγῳ δέχεται, διὰ τοῦτο τῇ καθέδρᾳ. Τίς γὰρ ἂν ἠπορήθη, εἰδὼς ὅτι τοῦτο ἔργον αὐτῷ ἦν; Ἀλλ' οὐκ ἐπὶ ξένης ἐσµὲν ἡµεῖς; Ἀλλ' ἐὰν θέλωµεν, δυνησόµεθα αὐτὸν µιµήσασθαι. Πόσοι ξένοι εἰσὶ τῶν ἀδελφῶν; Ἔστιν οἴκηµα κοινὸν ἡ ἐκκλησία, ὃν ξενῶνα καλοῦµεν· περιεργάζεσθε καὶ ὑµεῖς, καθέζεσθε παρὰ τὰς θύρας, τοὺς ἐρχοµένους ὑποδέχεσθε· κἂν µὴ εἰς τὰς οἰκίας ὑµῶν βούλησθε, ἀλλ' ἑτέρως τὰ πρὸς τὰς χρείας αὐτοῖς χορηγοῦντες. Τί γάρ; ἡ Ἐκκλησία οὐκ ἔχει; φησίν. Ἔχει· ἀλλὰ τί τοῦτο πρὸς ὑµᾶς; µὴ τὸ ἀπὸ τῶν κοινῶν τῆς Ἐκκλησίας τρέφεσθαι χρηµάτων αὐτοὺς, τοῦτο ὑµᾶς ὠφελῆσαι δύναται; µὴ γὰρ, ἂν ἕτερος εὔχηται, σὺ οὐκ ὀφείλεις εὔχεσθαι; διὰ τί µὴ λέγεις· τί γάρ; οὐκ εὔχονται οἱ ἱερεῖς; ἐγὼ τί εὔχοµαι; Ἀλλ' ἐγὼ, φησὶ, δίδωµι τῷ µὴ δυναµένῳ καταχθῆναι ἐκεῖ.∆ ὸς κἂν ἐκείνῳ· τὸ γὰρ σπουδαζόµενον ἡµῖν τοῦτό ἐστι, τὸ ὅλως δοῦναι. Ἄκουσον, τί φησιν ὁ Παῦλος· Ἵνα ταῖς ὄντως χήραις ἐπαρκέσῃ, καὶ µὴ βαρῆται ἡ Ἐκκλησία. Ὅπως βούλει ποίησον, µόνον ποίησον. Ἐγὼ δὲ οὐ λέγω, Ἵνα µὴ βαρῆται ἡ Ἐκκλησία, ἀλλ', Ἵνα µὴ σὺ βαρῇ· τῷ γὰρ λογισµῷ τούτῳ οὐδὲν ἐργάσῃ, πάντα ἐπιτρέπων αὐτῇ.∆ ιὰ τοῦτο κοινὸν οἴκηµά ἐστιν ὑπὸ τῆς Ἐκκλησίας ἀφωρισµένον, ἵνα µὴ ταῦτα λέγῃς. Ἀλλ' ἔχει δαπανήµατα ἡ Ἐκκλησία, φησὶ, χρήµατα ἔχει καὶ προσόδους. Εἰπέ µοι, ἀναλώµατα δὲ οὐκ ἔχει; δαπάνην δὲ οὐκ ἔχει καθηµερινήν; Ναὶ, φησί. Τί οὖν οὐ βοηθεῖς τῇ µετρίᾳ; Αἰσχύνοµαι µὲν ταῦτα λέγων· πλὴν ἀλλ' οὐδὲν ἀναγκάζω. Εἴ τις νοµίζει χρηµατισµὸν εἶναι τὰ λεγόµενα, ποιήσει ἑαυτῷ ξενοδοχεῖον ἐπὶ τῆς οἰκίας· στῆσον ἐκεῖ κλίνην, στῆσον ἐκεῖ τράπεζαν καὶ λυχνίαν. Πῶς γὰρ οὐκ ἄτοπον, εἰ µὲν στρατιῶται ἔλθοιεν, ἔχειν ὑµᾶς ἀποτεταγµένα οἰκήµατα, καὶ πολλὴν ποιεῖσθαι τὴν ἐπιµέλειαν, καὶ πάντα παρέχειναὐτοῖς, ἐπειδὴ τὸν πόλεµον ὑµῖν ἀµύνουσι τοῦτον τὸν αἰσθητόν· τοὺς δὲ ξένους µὴ ἔχειν ὅπου καταµείνειεν; Νίκησον τὴν Ἐκκλησίαν. Βούλει ἐντρέψαι ἡµᾶς; Τοῦτο ποίησον· ὑπερβαλοῦ τῇ φιλοτιµίᾳ· ἔχε οἴκηµα, ἔνθα Χριστὸς παραγίνεται· εἰπέ· Τοῦτο τὸ κελλίον τοῦ Χριστοῦ· ἡ οἰκία αὕτη αὐτῷ ἀφώρισται. Κἂν καταγώγιον ᾖ καὶ εὐτελὲς, οὐκ ἀπαξιοῖ Γυµνὸς καὶ ξένος ὁ Χριστὸς περίεισι, µόνον σκέπης δεόµενος· κἂν τούτῳ πάρεχε· µὴ ὠµὸς ἔσο µηδὲ ἀπάνθρωπος, µηδὲ ἐν µὲν τοῖς βιωτικοῖς οὕτω σφοδρὸς ἔσο, ἐν δὲ τοῖς πνευµατικοῖς ψυχρός. Ἔστω καὶ τῶν οἰκετῶν ὁ πιστότερος τοῦτο ἐγκεχειρισµένος, καὶ τοὺς ἀναπήρους, τοὺς πτωχοὺς, τοὺς ἀστέγους εἰσαγέτω. Ταῦτα λέγω πρὸς ἐντροπήν. Ἔδει µὲν γὰρ ἄνω ἐπὶ τῆς οἰκίας αὐτοὺς δέχεσθαι· εἰ δὲ µὴ βούλει, κἂν κάτω, κἂν ἔνθα αἱ ἡµίονοι, κἂν ἔνθα οἱ οἰκέται, δέξαι τὸν Χριστόν. Τάχα φρίττετε ἀκούοντες. Τί οὖν, ὅταν µηδὲ ταῦτα ποιῆτε; Ἰδοὺ παραινῶ, ἰδοὺ λέγω· Ἔστω ὑµῖν τοῦτο περισπούδαστον. Ἀλλ' οὐ βούλεσθε οὕτως; Οὐκοῦν ἑτέρως ποιήσατε. Εἰσὶ πολλοὶ πένητες καὶ πενιχραί· ἀφορίσατε δι' ὅλου µένειν ἐκεῖ τινα· ἔστω κἂν φύλαξ τῆς οἰκίας ὁ πένης· ἔστω σοι τειχίον καὶ περίφραγµα, ἀσπὶς καὶ δόρυ. Ἔνθα ἐλεηµοσύνη, οὐ τολµᾷ προσελθεῖν ὁ διάβολος, οὐδὲ ἄλλο τι τῶν δεινῶν. Μὴ δὴ περιίδωµεν τοσοῦτον κέρδος. Νῦν δὲ ὀχήµατος µὲν τόπος ἐστὶν ἀφωρισµένος, καὶ βαστερνίοις ἕτερος· τῷ δὲ Χριστῷ πλανωµένῳ οὐδὲ εἷς. Ὁ Ἀβραὰµ ἔνθα αὐτὸς ἔµενε τοὺς ξένους ὑπεδέχετο· καὶ ἡ µὲν γυνὴ ἐν τάξει θεραπαινίδος εἱστήκει, ἐκεῖνοι δὲ ἐν τάξει δεσποτῶν. Οὐκ ᾔδει, ὅτι τὸν Χριστὸν ἐδέχετο· οὐκ ᾔδει, ὅτι ἀγγέλους· ὡς εἴ γε ᾔδει, πάντα ἂν ἐκένωσεν. Ἡµεῖς δὲ καίπερ εἰδότες, ὅτι τὸν Χριστὸν δεχόµεθα, οὐδὲ τοσαύτην ἐπιδεικνύµεθα τὴν σπουδὴν, ὅσην ἐκεῖνος ὁ νοµίζων ἀνθρώπους δέχεσθαι. Ἀλλ' ἐπιθέται εἰσὶ, φησὶ, πολλοὶ καὶ ἀγνώµονες. Καὶ τούτου σοι µείζων ὁ µισθὸς, ὅταν διὰ τὸ ὄνοµα τοῦ Χριστοῦ δέχῃ. Εἰ µὲν γὰρ οἶδας ὄντας ἐπιθέτας, µὴ δέχου εἰς τὴν οἰκίαν· εἰ δὲ οὐκ οἶδας, τί ἁπλῶς κατηγορεῖς;∆ ιὰ τοῦτο λέγω εἰς τὸ ξενοδοχεῖον ἀπιέναι. Ποία δὲ ἀπολογία, ὅταν µηδὲ οὓς ἴσµεν, µηδὲ τούτους δεχώµεθα, ἀλλ' ἀποκλείωµεν πᾶσι τὰς θύρας; Ἔστω τὸ τοῦ Χριστοῦ πανδοχεῖον ἡµῶν ἡ οἰκία· ἀπαιτῶµεν αὐτοὺς τὸν µισθὸν, µὴ ἀργύριον, ἀλλὰ τὸ ποιῆσαι ἡµῖν δοχεῖον τοῦ Χριστοῦ τὴν οἰκίαν· περιτρέχωµεν πανταχοῦ, ἕλκωµεν, ἁρπάζωµεν τὴν θήραν· µείζονα εὐεργετούµεθα ἢ εὐεργετοῦµεν. Οὐ κελεύω καταθῦσαι µόσχον· ἄρτον δὸς πεινῶντι, ἱµάτιον γυµνῷ, σκέπην τῷ ξένῳ. Ἵνα δὲ µὴ ταῦτα προφασίζῃ, Ἔστιν οἴκηµα κοινὸν τὸ τῆς Ἐκκλησίας· ἐκεῖ κατάβαλε, καὶ σὺ ὑπεδέξω· ἐπεὶ καὶ τῶν διὰ τῶν οἰκετῶν γινοµένων ἐκεῖνος εἶχε τὸν µισθόν. Οὕτως ἦσαν πεπαιδευµένοι καὶ οἱ παῖδες αὐτοῦ· ἔτρεχον καὶ οὐκ ἐγόγγυζον καθάπερ οἱ ἡµέτεροι· εὐλαβεῖς γὰρ αὐτοὺς ἦν πεποιηκώς. Εἰς πόλεµον εἷλκε, καὶ οὐκ ἐγόγγυζον· οὕτως ἦσαν φιλόσοφοι. Πάντων γὰρ ὁµοίως ἐπεµελεῖτο ὥσπερ ἑαυτοῦ· µονονουχὶ γὰρ κατὰ τὸν Ἰὼβ ἔλεγεν, ὅτι Ὁµοίως ἐπλάσθηµεν ἐν τῇ αὐτῇ γαστρί. Τοίνυν καὶ ἡµεῖς φροντίζωµεν ἑαυτῶν τῆς σωτηρίας, καὶ πολλὴν ποιώµεθα τῶν οἰκετῶν τὴν ἐπιµέλειαν, ὅπως ἔσονται χρηστοὶ καὶ ἐπιµελεῖς· καὶ ἔστω καὶ ὁ οἰκέτης ἡµῶν πεπαιδευµένος τὰ τοῦ Θεοῦ. Οὐκ ἔσται δύσκολος ἡµῖν ἡ ἀρετὴ λοιπὸν, ἐὰν ἐκείνους ῥυθµίσωµεν. Καθάπερ ἐν πολέµῳ στρατιωτῶν ὄντων εὐτάκτων, ὁ στρατηγὸς ῥᾳδίως πολεµεῖ, τοὐναντίον δὲ γίνεται, ὅταν µὴ τοῦτο ᾖ· καὶ ναυτῶν δὲ ὁµονοούντων, ὁ κυβερνήτης εὐκόλως τοὺς οἴακας µεταχειρίζεται· οὕτω καὶ ἐνταῦθα, ἐὰν οὕτως ὦσι πεπαιδευµένοι οἱ οἰκέται, οὐ παροξυνθήσῃ ῥᾳδίως, οὐκ ἐγκαλέσεις, οὐκ ὀργισθήσῃ, οὐ λοιδορήσεις. Ἔστιν ὅπου καὶ ἐντραπήσῃ τοὺς οἰκέτας, ἐὰν ὦσι θαυµαστοὶ, καὶ συναντιλήψονταί σοι, καὶ παραινέσουσι τὰ χρηστά. Ἀπὸ δὲ τούτων πάντων πάντα ἔσται τὰ τῷ Θεῷ δοκοῦντα, καὶ οὕτω πᾶσα ἡ οἰκία εὐλογίας πληρωθήσεται, καὶ τὰ τῷ Θεῷ ἀρέσκοντα διαπραττόµενοι, πολλῆς ἀπολαύσοµεν τῆς ἄνωθεν συµµαχίας, ἧς γένοιτο πάντας ἡµᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ ἅµατῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Intertext edge

Open linked passage

Note