Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In Acta apostolorum
John ChrysostomHom. Act. 48 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
48.0
Εἶπε δὲ ὁ Παῦλος· Ἐγώ εἰµι ἄνθρωπος Ἰουδαῖος, Ταρσεὺς τῆς Κιλικίας, οὐκ ἀσήµου πόλεως πολί της· δέοµαι δέ σου, ἐπίτρεψόν µοι λαλῆσαι πρὸς τὸν λαόν. Ἐπιτρέψαντος δὲ αὐτοῦ, ὁ Παῦλος ἑστὼς ἐπὶ τῶν ἀναβαθµῶν κατέσεισε τῇ χειρὶ τὸν λαόν. Πολλῆς δὲ σιγῆς γενοµένης, προσεφώνησε τῇ Ἑβραΐδι διαλέκτῳ, λέγων.
48.1
Ὅρα αὐτὸν, ὅταν πρὸς τοὺς ἔξω διαλέγηται, οὐ παραιτούµενον καὶ τοῖς ἀπὸ τῶν νόµων κεχρῆσθαι βοηθήµασιν. Ἐνταῦθα αὐτὸν ἀπὸ τῆς πόλεως ἐντρέπει. Οὕτω καὶ ἔµπροσθεν ἔλεγε· Τύψαντες ἡµᾶς δηµοσίᾳ ἀκατακρίτους ἀνθρώπους, Ῥωµαίους ὑπάρχοντας, ἔβαλον εἰς φυλακήν. Ἐπειδὴ γὰρ ἐπυνθάνετο, Σὺ εἶ ὁ Αἰγύπτιος; Ἐγώ εἰµι, φησὶν, ἄνθρωπος Ἰουδαῖος. Οὕτως εἰπὼν, εὐθέως αὐτὸν ταύτης ἀπήγαγε τῆς ὑποψίας. Εἶτα ἵνα µὴ νοµισθῇ τὸ ἔθνος Ἰουδαῖος, λέγει τὴν θρησκείαν· καὶ γὰρ καὶ ἀλλαχοῦ ἔννοµον ἑαυτὸν Χριστοῦ καλεῖ. Τί τοῦτό ἐστι; Παῦλος ψεύδεται; Ἄπαγε. Τί οὖν; οὐκ ἠρνήσατο; Μὴ γένοιτο· Ἰουδαῖος γὰρ ἦν καὶ Χριστιανὸς ὅσα ἔδει φυλάττων, ἐπεὶ καὶ τῷ νόµῳ µάλιστα πάντων αὐτὸς ἐπείθετο, τῷ Χριστῷ πιστεύων, καὶ πρὸς Πέτρονδιαλεγόµενός φησιν· Ἡµεῖς φύσει Ἰουδαῖοι.∆ έοµαι δέ σου, ἐπίτρεψόν µοι λαλῆσαι πρὸς τὸν λαόν. Καὶ τοῦτο τεκµήριον, ὅτι οὐ ψεύδεται, εἴ γε πάντας ἐπήγετο µάρτυρας. Σκόπει αὐτὸν πάλιν µετὰ ἐπιεικείας διαλεγόµενον. Καὶ τοῦτο δὲ τεκµήριον πάλιν µέγιστον τοῦ µηδενὸς εἶναι ὑπεύθυνον, τὸ οὕτως ἕτοιµον εἶναι πρὸς ἀπολογίαν, καὶ βούλεσθαι εἰς λόγον καταστῆναι τῷδήµῳ τῶν Ἰουδαίων. Ὅρα τεταγµένον ἄνδρα, ὅρα οἰκονοµίαν· εἰ µὴ χιλίαρχος ἦλθεν, εἰ µὴ ἔδησεν, οὐκ ἂν ἐδεήθη λόγου πρὸς ἀπολογίαν, οὐκ ἂν τοσαύτης ἀπέλαυσε σιγῆς. Ἐπιτρέψαντος δὲ αὐτοῦ, ὁ Παῦλος ἑστὼς ἐπὶ τῶν ἀναβαθµῶν. Καὶ ἀπὸ τοῦ τόπου πολλὴ ἡ εὐκολία, τὸ καὶ ὑψηλὸν ὄντα δηµηγορεῖν καὶ δεδεµένον. Τί τούτου ἴσον τοῦ θεάµατος, δυσὶν ἁλύσεσι δεδεµένον ἰδεῖν Παῦλον δηµηγοροῦντα; πῶς οὐκ ἐταράχθη, πῶς οὐ συνεχύθη, τοσοῦτον δῆµον ἐκπεπολεµωµένον ὁρῶν τοῦ ἄρχοντος ἐφεστῶτος; Πρότερον ἀπέστησεν αὐτοὺς τοῦ θυµοῦ, εἶτα διαλέγεται· καὶ ὅρα πῶς φρονίµως. Ὅπερ γὰρ ἐν τῇ πρὸς Ἑβραίους ἐπιστολῇ ἐποίησε, τοῦτο καὶ ἐνταῦθα· πρῶτον τῇ συγγενείᾳ τῆς φωνῆς αὐτοὺς ἐπισπᾶται· εἶτα αὐτῷ τῷ ἡµέρῳ· διὸ καὶ τοῦτο δηλῶν ἐπάγει· Πολλῆς δὲ σιγῆς γενοµένης, προσεφώνησε, φησὶ, τῇ Ἑβραΐδι διαλέκτῳ λέγων· Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατέ µου τῆς πρὸς ὑµᾶς νῦν ἀπολογίας. Ὅρα καὶ κολακείας ἀπηλλαγµένον τὸν λόγον καὶ τὸ ἐπιεικὲς ἔχοντα. Οὐ γὰρ εἶπε,∆ εσπόται, οὐδὲ Κύριοι, ἀλλὰ, Ἀδελφοί· ὃ µάλιστα ἐπόθουν, ὡσεὶ ἔλεγεν· Οὐκ ἀλλότριος ὑµῶν ἐγὼ, οὐδὲ καθ' ὑµῶν. Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, φησί. Τοῦτο τιµῆς, ἐκεῖνο γνησιότητος. Ἀκούσατέ µου τῆς πρὸς ὑµᾶς νῦν ἀπολογίας. Οὐκ εἶπε,∆ ιδασκαλίας, οὐδὲ,∆ ηµηγορίας, ἀλλὰ, Ἀπολογίας· ἐν τάξει ἱκέτου ἑαυτὸν καθίστησιν. Ἀκούσαντες δὲ, ὅτι τῇ Ἑβραΐδι διαλέκτῳ προσεφώνει αὐτοῖς, µᾶλλον παρέσχον ἡσυχίαν. Ὁρᾷς, πῶς αὐτοὺς εἷλε τὸ ὁµόφωνον; εἶχον γάρ τινα αἰδῶ πρὸς τὴν γλῶτταν ἐκείνην. Ὅρα δὲ καὶ πῶς προοδοποιεῖ τῷ λόγῳ οὕτως ἀρχόµενος καὶ λέγων· Ἐγὼ µέν εἰµι ἀνὴρ Ἰουδαῖος, γεγεννηµένος ἐν Ταρσῷ τῆς Κιλικίας, ἀνατεθραµµένος ἐν τῇ πόλει ταύτῃ παρὰ τοὺς πόδας Γαµαλιήλου, πεπαιδευµένος δὲκατὰ ἀκρίβειαν τοῦ πατρῴου νόµου, ζηλωτὴς ὑπάρχων τοῦ Θεοῦ, καθὼς πάντες ὑµεῖς ἐστε σήµερον. Ἐγὼ µέν εἰµι, φησὶν, ἀνὴρ Ἰουδαῖος· ὃ µάλιστα πάντων ἐπόθουν ἀκοῦσαι. Γεγεννηµένος ἐν Ταρσῷ τῆς Κιλικίας. Ἵνα µὴ πάλιν νοµίσωσι τὸ ἔθνος ἄλλο, τὴν θρησκείαν ἐπήγαγεν. Ἀνατεθραµµένος δὲ ἐν τῇ πόλει ταύτῃ. Τὴν πολλὴν αὐτοῦ δείκνυσι σπουδὴν τὴν περὶ τὴν λατρείαν, ὅπου γε καὶ πατρίδα τηλικαύτην ἀφεὶς τοσοῦτον ἀφεστῶσαν, ἐνταῦθα εἵλετο τραφῆναι διὰτὸν νόµον. Ὅρα πῶς ἄνωθεν προσεῖχε τῷ νόµῳ. Ταῦτα δὲ οὐ πρὸς ἐκείνους ἀπολογούµενος µόνον φησὶν, ἀλλὰ δεικνὺς, ὅτι οὐκ ἀνθρωπίνῳ σκοπῷ πρὸς τὸ κήρυγµα ἤχθη, ἀλλὰ θείᾳ δυνάµει· οὐ γὰρ ἂν οὕτω πεπαιδευµένος ἀθρόον µετέστη. Εἰ µὲν γὰρ ἦν τις τῶν πολλῶν, εἰκὸς ἦν τοῦτο ὑποπτεῦσαι· εἰ δὲ τῶν µάλιστα πάντων κατεχοµένων ὑπὸ τοῦ νόµου, οὐκ ἦν εἰκὸς ἁπλῶς καὶ οὐδεµιᾶς ἀνάγκης ἰσχυρᾶς οὔσης µεταθέσθαι αὐτόν. Ἀλλ' ἴσως εἴποι τις ἄν· Οὐδὲν τοῦτο ποιεῖ, ὅτι ἐνταῦθα ἀνετράφη· τί γὰρ εἰ κατὰ ἐµπορίαν ἢ κατ' ἄλλην τινὰ αἰτίαν ἐνταῦθα γέγονας; Ἵνα τοίνυν µὴ διὰ τοῦτο νοµισθῇ, ἐπήγαγε, Παρὰ τοὺς πόδας Γαµαλιήλου· καὶ οὐχ ἁπλῶς εἶπε, Παρὰ Γαµαλιήλου, ἀλλὰ, Παρὰ τοὺς πόδας, τὴν καρτερίαν, τὴν προσεδρείαν, τὴν σπουδὴν τὴν περὶ τὴν ἀκρόασιν, τὴν πολλὴν πρὸςτὸν ἄνδρα αἰδῶ δεικνύς. Πεπαιδευµένος κατὰ ἀκρίβειαν τοῦ πατρῴου νόµου. Οὐχ ἁπλῶς νόµου, ἀλλὰ Τοῦ πατρῴου προστίθησι· δεικνὺς ὅτι ἄνωθεν τοιοῦτος ἦν, καὶ οὐχ ἁπλῶς εἰδὼς τὸν νόµον. Ταῦτα δὲ δοκεῖ µὲν ὑπὲρ ἐκείνων λέγεσθαι, κατ' ἐκείνων δὲ ἦν, εἴ γε καὶ εἰδὼς αὐτὸν εἴασεν. Εἶτα, ἵνα µὴ πάλιν τις ἐπενέγκῃ· τί οὖν, εἰ οἶδας µὲν ἀκριβῶς τὸν νόµον, οὐκ ἐκδικεῖς δὲ οὐδὲ φιλεῖς; Ζηλωτὴς, φησὶν, ὑπάρχων· τουτέστιν, οὐχ ἁπλῶς εἰδὼς, ἀλλὰ καὶ σφόδρα ζηλῶν ὑπὲρ αὐτοῦ. Εἶτα, ἐπειδὴ µεγάλα περὶ αὐτοῦ ἐγκώµια εἶπε, κοινοῖ τὸν λόγον λοιπὸν, ἐπάγων, Καθὼς πάντες ὑµεῖς ἐστε σήµερον.∆ είκνυσι γὰρ αὐτοὺς οὐκ ἀνθρωπίνῳ σκοπῷ ποιοῦντας, ἀλλὰ ζήλῳ θείῳ. Τοῦτο δὲ λέγει, χαριζόµενος αὐτοῖς καὶ προκαταλαµβάνων αὐτῶν τὴν διάνοιαν, καὶ κατέχων ἐν οἷς βλάβος οὐδὲν ἦν. Εἶτα καὶ τεκµήρια παράγει, λέγων· Ὃς ταύτην τὴν ὁδὸν ἐδίωξα ἕως θανάτου, δεσµεύων καὶ παραδιδοὺς εἰς φυλακὰς ἄνδρας τε καὶ γυναῖκας, ὡς καὶ ὁ ἀρχιερεὺς µαρτυρεῖ µοι, καὶ πᾶντὸ πρεσβυτέριον. Ἵνα µηδεὶς εἴπῃ· Καὶ πόθεν τοῦτο δῆλον; µάρτυρας παράγει αὐτὸν τὸν ἀρχιερέα καὶ τοὺς πρεσβυτέρους. Καὶ λέγει µὲν λεαίνων, Ζηλωτὴς ὑπάρχων καθὼς ὑµεῖς, τουτέστιν, ἴσος ὑµῖν· δείκνυσι δὲ διὰ τῶν ἔργων, ὅτι ὑπὲρ αὐτοὺς ἦν. Οὐ γὰρ δὴ περιέµενον ὥστε συλλαβεῖν, ἀλλὰ καὶ τοὺς ἱερέας διήγειρον, καὶ ἀποδηµίας ἐστελλόµην· καὶ οὐδὲ µέχρις ἀνδρῶν ἐχώρουν καθάπερ ὑµεῖς, ἀλλὰ καὶ γυναικῶν· καὶ δεσµεύων πάντας, καὶ εἰς δεσµωτήρια ἐµβάλλων. Ἀναµφισβήτητος ἡ µαρτυρία, ἀναπολόγητα τὰ τῶν Ἰουδαίων. Ὅρα πόσους παράγει µάρτυρας, τὸ πρεσβυτέριον, τὸν ἀρχιερέα, τοὺς ἐν τῇ πόλει.
48.2
Βλέπε δὲ αὐτοῦ καὶ τὴν ἀπολογίαν οὐ δειλίας οὖσαν, ἀλλὰ διδασκαλίας µᾶλλον καὶ κατηχήσεως. Εἰ γὰρ µὴ λίθοι ἦσαν οἱ ἀκούοντες, προσεῖχον ἂν τοῖς λεγοµένοις. Μέχρι γὰρ τούτου µάρτυρας εἶχεν αὐτοὺς, τὰ δὲ λοιπὰ ἀµάρτυρα. Παρ' ὧν καὶ ἐπιστολὰς δεξάµενος, πρὸς τοὺς ἀδελφοὺς εἰς∆ αµασκὸν ἐπορευόµην, ἄξων καὶ τοὺς ἐκεῖσε ὄντας δεδεµένους εἰς Ἱερουσαλὴµ, ἵνα τιµωρηθῶσιν. Ἐγένετο δὲ πορευοµένῳ µοι καὶ ἐγγίζοντι τῇ∆ αµασκῷ, περὶ µεσηµβρίαν ἐξαίφνης ἐκ τοῦ οὐρανοῦ περιαστράψαι φῶς ἱκανὸν περὶ ἐµὲ, ἔπεσόν τε εἰςτὸ ἔδαφος, καὶ ἤκουον φωνῆς λεγούσης µοι· Σαοὺλ, Σαοὺλ, τί µε διώκεις; Ἐγὼ δὲ ἀπεκρίθην· Τίς εἶ, Κύριε; Εἶπέ τε πρός µε· Ἐγώ εἰµι Ἰησοῦς ὁ Ναζωραῖος, ὃν σὺ διώκεις. Μάλιστα µὲν οὖν καὶ ταῦτα ἀξιόπιστα ἔδει εἶναι ἀπὸ τῶν προλαβόντων· οὐ γὰρ ἂν µετεστράφη. Τί οὖν, εἰ κοµπάζει; φησίν; Οὐδαµῶς.∆ ιὰ τί γὰρ τοσοῦτον ἐξαίφνης ἔῤῥιψε ζῆλον; εἰπέ µοι. Τιµὴν προσδοκῶν; Καὶ µὴν τἀναντία ὑπέµεινεν· ἀλλ' ἄνεσιν; Οὐδὲ τοῦτο· ἀλλὰ τί ἕτερον; Ἀλλ' οὐδὲν ἀπὸ λογισµῶν εὑρεῖν δυνατόν. Ταῦτα τοίνυν ἀφεὶς αὐτοῖς συλλέγειν, τὰ πράγµατα διηγεῖται. Ἐγγίζοντί µοι, φησὶ, τῇ∆ αµασκῷ, περὶ µεσηµβρίαν ἐξαίφνης ἐκ τοῦ οὐρανοῦ περιαστράψαι φῶς ἱκανὸν περὶ ἐµὲ, ἔπεσόν τε εἰς τὸ ἔδαφος. Ὅρα πόση ἡ ὑπερβολὴ τοῦ φωτός. Καὶ ὅτι οὐ κοµπάζω, οἱ συνόντες µαρτυροῦσιν, οἱ χειραγωγοῦντες, οἱ τὸ φῶς θεασάµενοι. Οἱ δὲ σὺν ἐµοὶ ὄντες τὸ µὲν φῶς ἐθεάσαντο, καὶ ἔµφοβοι ἐγένοντο, τὴν δὲ φωνὴν οὐκ ἤκουσαν τοῦ λαλοῦντός µοι. Μηδὲν ξενισθῇς, εἰ ἐνταῦθα µὲν οὕτως, ἑτέρωθι δὲ λέγει, ὅτι Εἱστήκεισαν τὴν µὲν φωνὴν ἀκούοντες, µηδένα δὲ θεωροῦντες. Οὐκ ἔστι τοῦτο ἐναντίον. Φωναὶ γὰρ δύο ἦσαν, ἡ Παύλου καὶ ἡ τοῦ Κυρίου· τὴν φωνὴν τοίνυν ἐκεῖ τοῦ Παύλου λέγει, ἐνταῦθα δὲ καὶ προσέθηκεν εἰπὼν, Τὴν φωνὴν οὐκ ἤκουσαν τοῦ λαλοῦντός µοι. Οὐκοῦν τὸ, Μηδένα θεωροῦντες, οὐ τοῦ ἰδεῖν, ἀλλὰ τοῦ µὴ ἀκοῦσαι δηλωτικόν ἐστιν. Οὐ γὰρ εἶπεν ὅτι τὸ φῶς οὐκ ἔβλεπον· ἀλλὰ, Μηδένα θεωροῦντες εἱστήκεισαν· τουτέστι, λα λοῦντα. Εἰκότως δὲ τοῦτο ἐγένετο· αὐτὸν γὰρ ἔδει τῆς φωνῆς καταξιωθῆναι ἐκείνης. Εἰ γὰρ ἤκουσαν κἀκεῖνοι, οὐκ ἂν τοσοῦτον ἐγένετο τὸ θαῦµα. Ἐπειδὴ τοίνυν οἱ παχύτεροι ὄψει πείθονται µᾶλλον, διὰ τοῦτο καὶ ἐκεῖνοι τὸ φῶς εἶδον µόνον, ὅπερ ἱκανὸν ἦν αὐτοὺς πεῖσαι· ὅθεν καὶ ἔµφοβοι γίνονται. Ἄλλως δὲ οὐ περὶ αὐτοὺς τὸ φῶς τοσοῦτον εἰργάσατο, ὅσον περὶ τοῦτον· καὶ γὰρ ἐπήρωσεν αὐτοῦ τὰς ὄψεις, διὰ τῶν εἰς τοῦτον συµβαινόντων κἀκείνοις διδοὺς ἀναβλέψαι, εἴ γε ἤθελον. Ἐµοὶ γοῦν δοκεῖ καὶ οἰκονοµικῶς ἐκείνους µὴ πιστεῦσαι, ὥστε εἶναι µάρτυρας ἀξιοπίστους. Εἶπέ τε, φησὶ, πρὸς ἐµέ· Ἐγώ εἰµι Ἰησοῦς ὁ Ναζωραῖος, ὃν σὺ διώκεις. Καλῶς καὶ ἡ πόλις πρόσκειται, ὥστε ἐπιγνῶναι αὐτούς. Καὶ οἱ ἀπόστολοι οὕτως ἔλεγον· Ἰησοῦν τὸν ἀπὸ Ναζαρέθ. Ὅρα, καὶ αὐτὸς µαρτυρεῖ, ὅτι ἐδιώκετο. Οἱ δὲ σὺν ἐµοὶ ὄντες τὸ µὲν φῶς ἐθεάσαντο, καὶ ἔµφοβοι ἐγένοντο, τὴν δὲ φωνὴν οὐκ ἤκουσαν τοῦ λαλοῦντός µοι. Εἶπον δέ· Τί ποιήσω, Κύριε; Ὁ δὲ Κύριος εἶπε πρός µε· Ἀναστὰς πορεύου εἰς∆ αµασκὸν, κἀκεῖ σοι λαληθήσεται τί σε δεῖ ποιῆσαι. Ὡς δὲ οὐκ ἐνέβλεπον ἀπὸ τῆς δόξης τοῦ φωτὸς ἐκείνου, χειραγωγούµενος ὑπὸ τῶν συνόντων µοι, ἦλθον εἰς∆ αµασκόν. Ἀνανίας δέ τις ἀνὴρ εὐλαβὴς κατὰ τὸν νόµον, µαρτυρούµενος ὑπὸ πάντων τῶν ἐν∆ αµασκῷ Ἰουδαίων, ἐλθὼν πρός µε καὶ ἐπιστὰς, εἶπέ µοι· Σαοὺλ ἀδελφὲ, ἀνάβλεψον. Κἀγὼ αὐτῇ τῇ ὥρᾳ ἀνέβλεψα εἰς αὐτόν. Εἴσελθε, φησὶν, εἰς τὴν πόλιν, κἀκεῖ σοι λαληθήσεται τί σε δεῖ ποιῆσαι. Ἰδοὺ πάλιν ἄλλος µάρτυς. Καὶ ὅρα πῶς αὐτὸν καὶ ἀξιόπιστον ποιεῖ. Ἀνανίας δέ τις, φησὶν, ἀνὴρ εὐλαβὴς κατὰ τὸν νόµον, µαρτυρούµενος ὑπὸ πάντων τῶν Ἰουδαίων, εἰσελθὼν πρός µε καὶ ἐπιστὰς, εἶπέ µοι· Ἀνάβλεψον. Οὕτως οὐδὲν ἀλλότριόν ἐστι. Κἀγὼ αὐτῇ τῇ ὥρᾳ ἀνέβλεψα. Εἶτα ἡ διὰ τῶν πραγµάτων µαρτυρία. Καὶ ὅρα διὰ προσώπων καὶ πραγµάτων αὐτὴν πλεκοµένην, προσώπων οἰκείων τε καὶ ἀλλοτρίων. Πρόσωπα οἱ ἱερεῖς, οἱ πρεσβύτεροι, οἱ συνοδεύοντες τὰ πράγµατα ἃ ἐποίει, ἃ ἔπαθε· καὶ πράγµατα πράγµασι µαρτυρεῖ, οὐχὶ πρόσωπα µόνον. Ἢ καὶ ἑτέρως· ἀλλότριος ὁ Ἀνανίας· εἶτα τὸ πρᾶγµα αὐτὸ, ἡ ἀνάβλεψις· εἶτα προφητεία µεγάλη. Ὁ δὲ εἶπε, φησίν· Ὁ Θεὸς τῶν πατέρων ἡµῶν προεχειρίσατό σε γνῶναι τὸ θέληµα αὐτοῦ, καὶ ἰδεῖν τὸν δίκαιον. Καλῶς εἶπε, Τῶν πατέρων, ἵνα δείξῃ αὐτοὺς οὐκ ὄντας Ἰουδαίους, ἀλλὰ ἀλλοτρίους τοῦ νόµου, καὶ φθόνῳ, οὐχὶ ζήλῳ ποιοῦντας. Γνῶναι, φησὶ, τὸ θέληµα αὐτοῦ, καὶ ἰδεῖν τὸν δίκαιον. Οὐκοῦν αὐτοῦ θέληµα τοῦτο. Ὅρα πῶς ἐν τάξει διηγήσεως διδασκαλία ἐστί. Καὶ ἀκοῦσαι φωνὴν ἐκ τοῦ στόµατος αὐτοῦ, ὅτι ἔσῃ µάρτυς αὐτοῦ πρὸς πάντας ἀνθρώπους, ὧν ἑώρακας καὶ ἤκουσας. Καὶ ἰδεῖν, φησὶ, τὸν δίκαιον· τέως τοῦτο λέγει. Εἰ δὲ δίκαιος, οὗτοι ὑπεύθυνοι. Καὶ ἀκοῦσαι φωνὴν ἐκ τοῦ στόµατος αὐτοῦ. Ὅρα πῶς τὸ πρᾶγµα ἐπαίρει. Ὅτι ἔσῃ, φησὶ, µάρτυς αὐτοῦ. Οὐκοῦν διὰ τοῦτο οὐ προδώσεις τὴν ὄψιν, καὶ τὴν ἀκρόασιν, ὧν τε ἑώρακας ὧν τε ἤκουσας· δι' ἑκατέρων τῶν αἰσθήσεων αὐτὸν πιστοῦται. Καὶ νῦν τί µέλλεις; Ἀναστὰς βάπτισαι, καὶ ἀπόλουσαι τὰς ἁµαρτίας σου, ἐπικαλεσάµενος τὸ ὄνοµα αὐτοῦ.
48.3
Ἐνταῦθα µέγα ἐφθέγξατο. Οὐ γὰρ εἶπεν, Εἰς τὸ ὄνοµα αὐτοῦ βάπτισαι· ἀλλ', Ἐπικαλεσάµενος τὸ ὄνοµα τοῦ Χριστοῦ. Τοῦτο δὲ δεικνύντος ἐστὶν αὐτὸν Θεὸν ὄντα· οὐ γὰρ ἔνι ἕτερόν τινα ἐπικαλέσασθαι, εἰ µὴ τὸν Θεόν. Εἶτα δείκνυσι καὶ ἑαυτὸν οὐκ ἀναγκασθέντα δι' ὧν λέγει· Ὁ δὲ Κύριος εἶπε πρός µε· Πορεύου εἰς∆ αµασκὸν, κἀκεῖ σοι λαληθήσεται τί σε δεῖ ποιῆσαι. Οὐδὲν ἀµάρτυρον, ἀλλὰ πόλεως ὁλοκλήρου µαρτυρίαν παράγει, ἥ γε καὶ εἶδεν αὐτὸν χειραγωγούµενον. Ὅρα δὲ καὶ τὴν προφητείαν ἐξελθοῦσαν, ἣν ἤκουσε µάρτυρα αὐτὸν ἔσεσθαι τοῦ Κυρίου. Μάρτυς γὰρ ὄντως αὐτοῦ γέγονε, καὶ µάρτυς ὡς χρὴ, καὶ δι' ὧν ἔπραξε, καὶ δι' ὧν εἶπε. Τοιούτους καὶ ἡµᾶς εἶναι χρὴ µάρτυρας, καὶ µὴ προδιδόναι, ἃ ἐνεπιστεύθηµεν· οὐ περὶ δογµάτων λέγω µόνον, ἀλλὰ καὶ περὶ βίου. Ὅρα γάρ· ὅτι εἶδεν, ὅτι ἤκουσε, µαρτυρεῖ πᾶσιν ἀνθρώποις, καὶ οὐδὲν αὐτὸν ἐκώλυσε. Καὶ ἡµεῖς ἠκούσαµεν, ὅτι ἔστιν ἀνάστασις καὶ µυρία ἀγαθά· οὐκοῦν ὀφείλοµεν τοῦτο µαρτυρῆσαι πᾶσιν ἀνθρώποις. Καὶ µὴν µαρτυροῦµεν, φησὶ, καὶ πιστεύοµεν. Πῶς, τἀναντία πράττοντες; Εἰπὲ δή µοι· εἴ τις ἑαυτὸν ἔλεγε Χριστιανὸν, εἶτα ἀποστὰς τὰ Ἰουδαϊκὰ ἐφρόνει, ἄρα ἤρκεσεν ἂν ἡ µαρτυρία αὕτη; Οὐδαµῶς· ἀπὸ γὰρ τῶν ἔργων τὴν µαρτυρίαν ἐζήτουν ἄν. Οὕτω δὴ καὶ ἡµεῖς, εἰ λέγοµεν ὅτι ἀνάστασίς ἐστι καὶ µυρία ἀγαθὰ, εἶτα καταφρονοῦµεν αὐτῶν, καὶ τὰ ἐνταῦθα προτιµῶµεν, τίς ἡµῖν πιστεύσει; οὐ γὰρ οἷς λέγοµεν, ἀλλ' οἷς πράττοµεν προσέχουσιν ἅπαντες. Μάρτυς ἔσῃ, φησὶ, πρὸς πάντας ἀνθρώπους· οὐχὶ πρὸς τοὺς οἰκείους µόνον, ἀλλὰ καὶ πρὸς τοὺς ἀπίστους· οἱ γὰρ µάρτυρες τοῦτό εἰσιν, οὐχὶ τοὺς εἰδότας πείθουσιν, ἀλλὰ τοὺς οὐκ εἰδότας. Γενώµεθα ἀξιόπιστοι µάρτυρες. Πῶς δὲ ἐσόµεθα ἀξιόπιστοι; Ἀπὸ τοῦ βίου. Ἐπέθεντο ἐκείνῳ Ἰουδαῖοι· ἐπιτίθενται ἡµῖν τὰ πάθη κελεύοντα ἐξοµόσασθαι τὴν µαρτυρίαν. Ἀλλὰ µὴ πειθώµεθα· µάρτυρές ἐσµεν παρὰ τοῦ Θεοῦ πεµφθέντες. Κρίνεται παρὰ ἀνθρώποις τισὶν ὁ Θεὸς, ὅτι οὐκ ἔστι Θεός· ἔπεµψεν ἡµᾶς µαρτυρήσοντας αὐτῷ. Μαρτυρήσωµεν καὶ πείσωµεν τοὺς δικάζοντας· ἂν µὴ µαρτυρήσωµεν, καὶ τῆς ἐκείνων πλάνης ἡµεῖς ἐσµεν αἴτιοι. Εἰ δὲ ἐν δικαστηρίῳ, ἔνθα βιωτικὰ πράγµατα, οὐκ ἄν τις δέξαιτο µάρτυρα µυρίων γέµοντα κακῶν· πολλῷ µᾶλλον ἐνταῦθα, ἔνθα περὶ τοιούτων πραγµάτων ἡ σκέψις ἐστίν. Ἡµεῖς λέγοµεν, ὅτι ἠκούσαµεν τοῦ Χριστοῦ, καὶ πιστεύοµεν οἷς ἐπηγγείλατο· λέγουσιν ἐκεῖνοι·∆ είξατε τοῦτο διὰ τῶν ἔργων· ὁ γὰρ βίος ὑµῶν τὰ ἐναντία µαρτυρεῖ, ὅτι οὐ πιστεύετε. Τοὺς χρηµατιζοµένους, τοὺς ἁρπάζοντας, τοὺς πλεονεκτοῦντας βούλεσθε ἴδωµεν; τοὺς πενθοῦντας, τοὺς κοπτοµένους, τοὺς οἰκοδοµοῦντας, τοὺς πάντα πραγµατευοµένους, ὡς οὐκ ἀποθανουµένους; Εἰ τοίνυν ὅτι ἀποθανεῖσθε οὐ πιστεύετε, πράγµατι οὕτω δήλῳ καὶ φανερῷ, πῶς ὑµῖν πιστεύσοµεν µαρτυροῦσιν; Εἰσὶ γὰρ, εἰσὶ πολλοὶ τῶν ἀνθρώπων, οἳ οὕτω διάκεινται, ὡς οὐκ ἀποθανούµενοι. Ὅταν γὰρ ἐν γήρᾳ µακρῷ ἄρχωνται οἰκοδοµεῖν καὶ γεωργεῖν, πότε λογισµὸν λήψονται θανάτου; Οὐ µικρὰ ἡ κόλασις ἡµῖν κληθεῖσι µὲν εἰς µαρτυρίαν, µὴ δυνηθεῖσι δὲ µαρτυρῆσαι ἃ εἴδοµεν. Εἴδοµεν καὶ ἡµεῖς ὀφθαλµοῖς τοὺς ἀγγέλους, καὶ σαφέστερον τῶν ἑωρακότων. Οὐκοῦν µαρτυρήσωµεν τῷ Χριστῷ· οὐ γὰρ δὴ ἐκεῖνοι µάρτυρες µόνον, ἀλλὰ καὶ ἡµεῖς.∆ ιὰ τοῦτο ἐκεῖνοι λέγονται µάρτυρες, ὅτι κελευόµενοι ἐξοµόσασθαι πάντα ὑποµένουσιν, ἵνα τὴν ἀλήθειαν εἴπωσι· καὶ ἡµεῖς, ὅταν ὑπὸ τῶν παθῶν κελευώµεθα ἐξοµόσασθαι, µὴ ἡττώµεθα. Ὁ χρυσὸς λέγει· Εἰπὲ, ὅτι ὁ Χριστὸς οὐκ ἔστι Χριστός· µὴ οὖν ἄκουε σὺ ὡς Θεοῦ, ἀλλὰ καταφρόνησον τῶν ἐκείνου προσταγµάτων. Αἱ ἐπιθυµίαι αἱ πονηραὶ τὸ αὐτὸ λέγουσιν· ἀλλὰ σὺ µὴ παραπεισθῇς, ἀλλὰ στῆθι γενναίως, ἵνα µὴ καὶ περὶ ἡµῶν λαληθῇ· Θεὸν ὁµολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται. Τοῦτο γὰρ οὐ µαρτύρων, ἀλλὰ τὸ ἐναντίον. Καὶ τὸ µὲν τοὺς ἄλλους ἀρνεῖσθαι, οὐδὲν θαυµαστόν· τὸ δὲ ἡµᾶς τοὺς εἰς µαρτύριον κληθέντας ἐξάρνους γενέσθαι, βαρὺ καὶ φορτικόν· τοῦτο µάλιστα βλάπτει τὰ ἡµέτερα. Εἰς µαρτύριον αὐτοῖς ἀποβήσεται, φησίν· ἀλλ' ὅταν οὐκ ἀποπηδήσωµεν, ὅταν ἐνστῶµεν. Εἰ πάντες ἐβουλόµεθα µαρτυρεῖν τῷ Χριστῷ, ταχέως ἂν ἐπείσαµεν τῶν Ἑλλήνων τοὺς πολλούς. Μέγα βίος, ἀγαπητοί· κἂν σφόδρα θηριώδης ᾖ τις, κἂν φανερῶς οὐ καταγινώσκῃ διὰ τὸ δόγµα, ἀλλ' ἀποδέχεται λάθρα, ἀλλ' ἐπαινέσεται, ἀλλὰ θαυµάσεται. Καὶ πόθεν, φησὶν, ἂν γένοιτο βίος ἄριστος; Οὐδαµόθεν, ἀλλ' ἢ ἀπὸ θείας ἐνεργείας. Τί οὖν, ὅταν καὶ Ἕλληνες ὦσι τοιοῦτοι; Ἐκεῖνοι εἴ που καὶ εἶεν τοιοῦτοι, οἱ µὲν φύσει, οἱ δὲ διὰ κενοδοξίαν. Βούλει µαθεῖν, ὅση ἡ τοῦ βίου λαµπρότης, ὅσην ἔχει τὴν πειθώ; Πολλοὶ τῶν αἱρετικῶν οὕτως ἴσχυσαν, καὶ τὰ δόγµατα καίτοι αὐτοῖς ὄντα διεφθαρµένα, οἱ πολλοὶ τῶν ἀνθρώπων αἰδοῖ τῇ περὶ τὸν βίον οὐκ ἔτι τὸδόγµα ἐξήτασαν· ἄλλοι δὲ καὶ καταγινώσκοντες αὐτῶν διὰ τὸ δόγµα, ᾐδέσθησαν διὰ τὸν βίον· οὐ καλῶς µὲν, πλὴν ὅµως τοῦτο ἔπαθον. Τοῦτο τὰ σεµνὰ τῆς πίστεως τῆς ἡµετέρας διέβαλε, τοῦτο τὰ πάντα ἀνέτρεψε, τὸ µηδένα λόγον εἶναι βίου µηδενὶ, τοῦτο τῇ πίστει λυµαίνεται. Λέγοµεν, ὅτι Θεός ἐστιν ὁ Χριστὸς, µυρία καὶ ἕτερα παράγοµεν, µετὰ δὲ τῶν ἄλλων καὶ τοῦτο, ὅτι ἔπεισεν ἅπαντας ὀρθῶς ζῇν· ἀλλὰ τοῦτο ἐν ὀλίγοις ἐστί. Τὸ τῆς ἀναστάσεως δόγµα λυµαίνεται ἡ τοῦ βίου φαυλότης, τὸ τῆς ἀθανασίας τῆς ψυχῆς, τὸ τῆς κρίσεως· πολλὰ καὶ ἕτερα ἐπισπᾶται, εἱµαρµένην, ἀνάγκην, τὸ ἀπρονόητον. Ψυχὴ γὰρ βαπτισθεῖσα µυρίοις κακοῖς, ὥσπερ τινὰς παραµυθίας ταύτας ἐπινοεῖν ἑαυτῇ πειρᾶται, ἵνα µὴ λυπῆται λογιζοµένη, ὅτι κρίσις ἐστὶ, καὶ ὅτι ἐφ' ἡµῖν κεῖται τὰ τῆς ἀρετῆς καὶ τὰ τῆς κακίας. Μυρία ὁ βίος ἐργάζεται κακὰ, θηρία τοὺς ἀνθρώπους ποιεῖ, καὶ θηρίων ἀλογωτέρους· ἅπερ γὰρ ἐν ἑκάστῃ φύσει τῶν θηρίων ἐστὶ, ταῦτα πολλάκις εἰς ἕνα ἄνθρωπον συνήγαγε, καὶ τὸ πᾶν ἀνέτρεψε.∆ ιὰ τοῦτο τὴν εἱµαρµένην εἰσήγαγεν ὁ διάβολος, διὰ τοῦτο ἀπρονόητον ἔφησεν εἶναι τὸν κόσµον, διὰ τοῦτο φύσεις ἀγαθὰς καὶ κακὰς, διὰ τοῦτοκακὸν ἄναρχον καὶ ὑλικὸν ὑποτίθεται, διὰ τοῦτο πάντα πράττει, ἵνα διαφθείρῃ τὸν βίον ἡµῶν. Οὔτε γὰρ ἀπὸ διεφθαρµένων δογµάτων δυνατὸν ἀνενεγκεῖν βίου ὄντα τοιούτου, οὔτε µένειν ἐν ὑγιαινούσῃ πίστει· ἀλλ' ἀνάγκῃ πολλῇ ταῦτα παραδέξασθαι. Οὐ γὰρ οἶµαι ἔγωγε ταχέως τινὰ τῶν οὐκ ὀρθῶς ζώντων εὑρίσκεσθαι, µὴ µυρία σατανικὰ βουλευόµενον, ὅτι γένεσίς ἐστιν, ὅτι ἁπλῶς τὰ πράγµαταἄγεται, ὅτι φύρδην καὶ κεχυµένως πάντα διοικεῖται.∆ ιὸ παρακαλῶ, φροντίζωµεν βίου καλοῦ, ἵνα µὴ παραδεχώµεθα δόγµατα πονηρά. Ὁ Κάϊν ἔλαβε τιµωρίαν στένειν καὶ τρέµειν. Τοιοῦτοί εἰσιν οἱ πονηροὶ, καὶ συνειδότες ἑαυτοῖς µυρία κακὰ, πολλάκις ἐξ ὕπνων ἐξάλλονται, θορυβώδεις αὐτῶν οἱ λογισµοὶ, τεταραγµένοι οἱὀφθαλµοὶ, ὑποψίας γέµει πάντα, καταπλήττεται πάντα, χαλεπῆς προσδοκίας, δειλίας ἀνάµεστος αὐτῶν ἡ ψυχὴ, φόβῳ συστρεφοµένη καὶ τρόµῳ ἀδρανὴς γίνεται. Οὐδὲν τῆς τοιαύτης ψυχῆς µαλακώτερον γένοιτο ἂν, οὐδὲν ἀνοητότερον. Καθάπερ οἱ µαινόµενοι οὐχ ἑστήκασιν ἐν ἑαυτοῖς· οὕτως οὐδὲ ἡ τοιαύτη ἐν ἑαυτῇ ἕστηκε. Πότε οὖν αὕτη εἰς συναίσθησιν ἔλθῃ τοσαύτην ἔχουσα σκοτοδινίαν, ἣν ἀγαπητὸν γαλήνης ἀπολαύουσαν καὶ εὐδίας, δυνηθῆναι ἐπιγνῶναι τὴνοἰκείαν εὐγένειαν; Ὅταν δὲ πάντα αὐτὴν ἐκφοβῇ καὶ ταράττῃ, καὶ ὄνειροι καὶ ῥήµατα καὶ σχήµατα καὶ ὑποψίαι ἁπλῶς, πότε δυνήσεται εἰς ἑαυτὴν ἰδεῖν, οὕτωςἐκτεταραγµένη καὶ τεθορυβηµένη; Λύωµεν τοίνυν αὐτῆς τὸ δέος, διαῤῥήξωµεν τὰ δεσµά. Εἰ γὰρ µὴ κόλασις ἦν, ποίας ταῦτα κολάσεως οὐ χείρω, ὑπὸ φόβῳ ζῇν ἀεὶ, µηδέποτε θαῤῥεῖν, µηδέποτε ἀνίεσθαι; Ταῦτα δὴ πάντα µετὰ ἀκριβείας εἰδότες, ἐν γαλήνῃ ἑαυτοὺς διατηρῶµεν, καὶ ἀρετῆς ἐπιµελώµεθα, ἵνα καὶ ὑγιῆ δόγµατα ἔχοντες καὶ βίονὀρθὸν, ἀπροσκόπτως τὴν παροῦσαν ζωὴν διανύσωµεν, καὶ τῶν ἐπηγγελµένων ἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτὸν ἐπιτυχεῖν δυνηθῶµεν, χάριτι καὶ φιλανθρωπίᾳτοῦ Μονογενοῦς αὐτοῦ, µεθ' οὗ τῷ Πατρὶ, ἅµα τῷ ἁγίῳ αὐτοῦ Πνεύµατι, δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Intertext edge

Open linked passage

Note