Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In Acta apostolorum
John ChrysostomHom. Act. 49 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
49.0
Ἐγένετο δέ µοι ὑποστρέφοντι εἰς Ἱερουσαλὴµ, εὐχοµένου ἐν τῷ ἱερῷ, γενέσθαι µε ἐν ἐκστάσει, καὶ ἰδεῖν λέγοντά µοι αὐτόν· Σπεῦσον, καὶ ἔξελθε ἐν τάχει ἐξ Ἱερουσαλὴµ, διότι οὐ παραδέξονταί σου τὴν µαρτυρίαν περὶ ἐµοῦ, Κἀγὼ εἶπον· Κύριε, αὐτοὶ ἐπίστανται, ὅτι ἐγὼ ἤµην φυλακίζων καὶ δέρων κατὰ τὰς συναγωγὰς τοὺς πιστεύοντας ἐπὶ σέ· καὶ ὅτε ἐξεχεῖτο τὸ αἷµα Στεφάνου τοῦ µάρτυρός σου, καὶ αὐτὸς ἤµην ἐφεστὼς, καὶ συν ευδοκῶν τῇ ἀναιρέσει αὐτοῦ, φυλάσσων τὰ ἱµάτια τῶνἀναιρούντων αὐτόν.
49.1
Ὅρα πῶς ἑαυτὸν εἰσωθεῖ εἰς τοὺς κινδύνους. Ἐπάγει γάρ· Ἐγένετο δέ µοι ὑποστρέφοντι εἰς Ἱερουσαλήµ· τουτέστιν, Ἦλθον µετὰ τὴν ὄψιν ἐκείνην εἰς Ἱερουσαλὴµ πάλιν. Καὶ προσευχοµένου µου ἐν τῷ ἱερῷ, γενέσθαι µε ἐν ἐκστάσει, καὶ ἰδεῖν λέγοντά µοι· Σπεῦσον, καὶ ἔξελθε ἐν τάχει, διότι οὐ παρα δέξονταί σου τὴν µαρτυρίαν περὶ ἐµοῦ. Ὅρα, οὐδὲ τοῦτο ἀµάρτυρον, ἀλλ' ἀπὸ τῆς ἐκβάσεως ἡ µαρτυρία. Εἶπεν ὅτι Οὐ δέξονταί σου τὴν µαρτυρίαν· καὶ οὐκ ἐδέξαντο. Καὶ µὴν ἀπὸ λογισµῶν ἔδει ὑποπτεῦσαι, ὅτι πάντως δέξονται. Ἐγὼ γὰρ ἤµην ὁ φυλακίζων καὶ δέρων, φησίν. Ὥστε διὰ τοῦτο ἔδει αὐτοὺς δέξασθαι· καὶ ὅµως οὐκ ἐδέξαντο.∆ ιὸ καὶ τοῦτο ἐν τῇ ἐκστάσει µανθάνει τὸ µὴ παραδεχθῆναι. Ἐνταῦθα δύο κατασκευάζει, ὅτι τε ἀναπολόγητα αὐτοῖς ἐστίν· οὐ γὰρ κατὰ τὸ εἰκὸς αὐτὸν ἐδίωκον οὐδὲ κατὰ λόγον· καὶ ὅτι Θεὸς ἦν ὁ Χριστὸς τὰ παρὰ προσδοκίαν προφητεύων, καὶ οὐχ ὁρῶν εἰς τὰ γενόµενα, ἀλλὰ τὰ µέλλοντα προειδώς. Πῶς οὖν λέγει, Ἐνώπιον ἐθνῶν καὶ βασιλέων υἱῶν τε Ἰσραὴλ βαστάσει τὸ ὄνοµά µου; Βαστάσει, εἶπεν, οὐ πάντως πείσει· ἄλλως δὲ Ἰουδαῖοι ἀλλαχοῦ µὲν ἐπείθοντο, ἐνταῦθα δὲ οὐχί. Ὅπου µάλιστα ἔδει πεισθῆναι, εἰδότας αὐτοῦ τὴν προτέραν προθυµίαν, ἐνταῦθα οὐκ ἐπείθοντο. Καὶ ὅτε ἐξεχεῖτο τὸ αἷµα Στεφάνου τοῦ µάρτυρός σου, καὶ αὐτὸς ἤµην ἐφεστὼς, καὶ συνευδοκῶν τῇ ἀναιρέσει αὐτοῦ. Ὅρα ποῦ πάλιν ὁ λόγος τελευτᾷ, εἰς τὸ ἰσχυρὸν κεφάλαιον.∆ είκνυσι γὰρ, ὅτι αὐτὸς ἦν ὁ ἐλαύνων, καὶ οὐκ ἐλαύνων µόνον, ἀλλὰ καὶ µυρίαις χερσὶν ἀναιρῶν τὸν Στέφανον. Ὑπέµνησεν αὐτοὺς µιαιφονίας χαλεπῆς. Τότε δὴ µάλιστα οὐκ ἤνεγκαν, ἐπειδὴ τοῦτο ἤλεγχεν αὐτούς· καὶ ἤδη ἡ προφητεία ἐπληροῦτο. Ὁ ζῆλος τοίνυν πολὺς, καὶ ἡ κατηγορία σφοδρὰ, καὶ οἱ µάρτυρες τῆς ἀληθείας τοῦ Χριστοῦ παῤῥησίᾳ διαλεγόµενοι. Ἀλλ' οἱ Ἰουδαῖοι οὐκ ἠνέσχοντο λοιπὸν πάσης ἀκοῦσαι τῆς δηµηγορίας, ἀλλ' ὑπὸ τοῦ θυµοῦ σφόδρα ἐµπρησθέντες ἐβόων. Καὶ εἶπε πρός µε· Πορεύου, ὅτι ἐγὼ εἰς ἔθνη µακρὰν ἀποστελῶ σε. Ἤκουον δὲ αὐτοῦ ἄχρι τοῦ λόγου τούτου, καὶ ἐπῆραν τὴν φωνὴν αὐτῶν, λέγοντες· Αἶρε ἀπὸ τῆς γῆς τὸν τοιοῦτον· οὐ γὰρ καθῆκεν αὐτὸν ζῇν. Κραζόντων δὲ αὐτῶν καὶ ῥιπτούντων τὰ ἱµάτια, καὶ κονιορτὸν βαλλόντων εἰς τὸν ἀέρα, ἐκέλευσεν ὁ χιλίαρχος εἰσάγεσθαι αὐτὸν εἰς τὴν παρεµβολὴν, εἰπὼν µάστιξιν ἀνετάζεσθαι αὐτὸν, ἵνα γνῷ, δι' ἣν αἰτίαν οὕτω κατεβόων αὐτοῦ. Καὶ τὸν χιλίαρχον δέον ἐξετάσαι, εἰ ταῦτα οὕτως ἔχοι, ἢ καὶ αὐτοὺς ἐκείνους· ὁ δὲ µηδὲν πλέον ποιήσας, µάστιξιν ἀνετάζειν αὐτὸν ἐπαγγέλλεται. Ἐκέλευσε γὰρ αὐτὸν, φησὶν, εἰσάγεσθαι εἰς τὴν παρεµβολὴν, εἰπὼν µάστιξιν ἀνετάζεσθαι αὐτὸν, ἵνα γνῷ, δι' ἣν αἰτίαν οὕτω κατεβόων αὐτοῦ. Καὶ µὴν παρ' ἐκείνων ἔδει µαθεῖν τῶν καταβοώντων, καὶ ἐρωτῆσαι εἴ τινος τῶν εἰρηµένων ἐπελαµβάνοντο· ἀλλ' ἁπλῶς τῇ ἐξουσίᾳ χρᾶται, καὶ ἐκείνοις πρὸς χάριν ποιεῖ· οὐ γὰρ τοῦτο ἐζήτει, ὅπως δικαίως τι πράξειεν, ἀλλ' ὅπως παύσειε τὸν ἐκείνων θυµὸν ἄδικον ὄντα. Ὡς δὲ προσέτεινον αὐτὸν τοῖς ἱµᾶσιν, εἶπε πρὸς τὸν ἑστῶτα ἑκατόνταρχον· Εἰ ἄνθρωπον Ῥωµαῖον καὶ ἀκατάκριτον ἔξεστιν ὑµῖν µαστίζειν; Οὐκ ἐψεύσατο Παῦλος, µὴ γένοιτο, Ῥωµαῖον ἑαυτὸν εἰπών· Ῥωµαῖοςγὰρ ἦν· διὸ καὶ ὁ χιλίαρχος ἀκούσας φοβεῖται. Καὶ τίνος, φησὶν, ἕνεκεν ἐφοβήθη; Εἰ ἔξεστιν ὑµῖν ἕτερον, ἔδεισεν ἂν, µὴ ἁλῷ καὶ µείζονα δίκην δῷ. Καὶ ὅρα, οὐχ ἁπλῶς φησιν, ἀλλ', Εἰ ἔξεστιν ὑµῖν;∆ ύο τὰ ἐγκλήµατα, καὶ τὸ ἄνευ λόγου, καὶ τὸ Ῥωµαῖον ὄντα. Μεγάλην εἶχον ταύτην τότε προνοµίαν οἱ ἀξιούµενοι οὕτω καλεῖσθαι· καὶ οὐ πάντες τούτου ἐτύγχανον· ἀπὸ γὰρ Ἀδριανοῦ φασι πάντας Ῥωµαίους ὀνοµασθῆναι, τὸ δὲ παλαιὸν οὐχ οὕτως ἦν. Ἢ καὶ Ῥωµαῖον ἑαυτὸν εἶπεν, ἵνα διαφύγῃ τὴν τιµωρίαν· εὐκαταφρόνητος γὰρ ἂν ἐγένετο µαστιχθείς· νῦν δὲ τοῦτο εἰπὼν, εἰς πλείονα αὐτοὺς ἐµβάλλει φόβον. Εἰ δὲ ἐµάστιξαν, καὶ παρέτρεψαν ἂν τὸ πρᾶγµα, ἢ καὶ ἀπέκτειναν αὐτόν· νῦν δὲ οὐχ οὕτω γίνεται. Ὅρα πῶς ὁ Θεὸς συγχωρεῖ καὶ ἀνθρωπίνως πολλὰ γενέσθαι, καὶ ἐπ' αὐτῶν καὶ τῶν λοιπῶν. Ὁ δὲ χιλίαρχος ἀποκριθεὶς, ὅτι Πολλοῦ κεφαλαίου τὴν πολιτείαν ταύτην ἐκτησάµην, δείκνυσιν ὑποπτεῦσαι πρόφασιν εἶναι τὸ εἰπεῖν ἑαυτὸν Ῥωµαῖοντὸν Παῦλον· καὶ ἴσως τοῦτο ὑπέλαβεν ἀπὸ τῆς λιτότητος Παύλου τῆς φαινοµένης. Ἀκούσας δὲ ὁ ἑκατόνταρχος, προσελθὼν τῷ χι λιάρχῳ ἀπήγγειλε, λέγων· Ὅρα τί µέλλεις ποιεῖν· ὁ γὰρ ἄνθρωπος οὗτος Ῥωµαῖός ἐστι. Προσελθὼν δὲ ὁ χιλίαρχος εἶπεν αὐτῷ· Λέγε µοι, εἰ σὺ Ῥωµαῖος εἶ; Ὁ δὲ ἔφη· Ναί. Ἀπεκρίθη ὁ χιλίαρχος· Ἐγὼπολλοῦ κεφαλαίου τὴν πολιτείαν ταύτην ἐκτησάµην. Ὁ δὲ Παῦλός φησιν· Ἐγὼ δὲ καὶ γεγέννηµαι. Εὐθέως δὲ ἀπέστησαν ἀπ' αὐτοῦ οἱ µέλλοντες ἀνετάζειν αὐτόν. Καὶ ὁ χιλίαρχος δὲ ἐφοβήθη ἐπιγνοὺς, ὅτι Ῥωµαῖός ἐστι, καὶ ὅτι ἦν αὐτὸν δεδεκώς. Ἐγὼ δὲ, φησὶ, καὶ γεγέννηµαι. Ἄρα καὶ πατρὸς ἦν Ῥωµαίου. Τί οὖν ἀπὸ τούτου γίνεται; Λύσας κατήγαγεν αὐτὸν πρὸς τοὺς Ἰουδαίους. Οὕτως οὐκ ἦν ψεῦδος τὸ εἰπεῖν ἑαυτὸν Ῥωµαῖον, ὅτι καὶ ἀπώνατο ἀπ' αὐτοῦ λυθεὶς τοῦ δεσµοῦ· καὶ πῶς, ἄκουε· Τῇ δὲ ἐπαύριον βουλόµενος γνῶναι τὸ ἀσφαλὲς, τὸ τί κατηγορεῖται ὑπὸ τῶν Ἰουδαίων, ἔλυσεν αὐτὸν, καὶ ἐκέλευσε συνελθεῖν τοὺς ἀρχιερεῖς καὶ πᾶντὸ συνέδριον· καὶ καταγαγὼν τὸν Παῦλον, ἔστησεν εἰς αὐτούς. Ἀτενίσας δὲ Παῦλος τῷ συνεδρίῳ εἶπεν. Οὐκέτι πρὸς τὸν χιλίαρχον, ἀλλὰ πρὸς τὸ πλῆθος καὶ τὸν δῆµον πάντα διαλέγεται. Καὶ τί φησιν; Ἄνδρες ἀδελφοὶ, ἐγὼ πάσῃ συνειδήσει ἀγαθῇ πεπολίτευµαι τῷ Θεῷ ἄχρι ταύτης τῆς ἡµέρας. Ὃ λέγει, τοῦτό ἐστιν· Οὐ σύνοιδα ἐµαυτῷ τι ἠδικηκὼς ὑµᾶς, οὐδὲ ἄξιον τῶν δεσµῶν τούτων πράττων. Τί οὖν ὁ ἀρχιερεύς;∆ έον κατανυγῆναι ἐφ' οἷς εἰς χάριν αὐτῶν ἀδίκως ἐδέδετο, ὁ δὲ καὶ προσεπιτίθησι, καὶ κελεύει τύπτεσθαι αὐτόν· ὃ καὶ δῆλον ἐξ ὧν ὑπήγαγεν. Ὁ δὲ ἀρχιερεὺς Ἀνανίας τοῖς παρεστῶσιν αὐτὸν ἐπέταξε τύπτειν αὐτοῦ τὸ στόµα. Καλά γε· ἐπιεικὴς ὁ ἀρχιερεύς. Τότε ὁ Παῦλος πρὸς αὐτὸν εἶπε· Τύπτειν σε µέλλει ὁ Θεὸς, τοῖχε κεκονιαµένε. Καὶ σὺ κάθῃ κρίνων µε κατὰ τὸν νόµον, καὶ παρανοµῶν κελεύεις µε τύπτεσθαι; Οἱ δὲ παρεστῶτες εἶπον· Τὸν ἀρχιερέα τοῦ Θεοῦ λοιδορεῖς; Ἔφη τε ὁ Παῦλος· Οὐκ ᾔδειν, ἀδελφοὶ, ὅτι ἐστὶν ἀρχιερεύς· γέγραπται γάρ· Ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς.
49.2
Τινὲς µὲν οὖν φασιν, ὅτι εἰδὼς εἰρωνεύεται· ἐµοὶ δὲ δοκεῖ, ὅτι οὐδὲ ὅλως ᾔδει, ὅτι ἐστὶν ἀρχιερεύς· ἦ γὰρ ἂν καὶ ἐτίµησε· διὸ καὶ ἀπολογεῖται ὡς κατηγορίας οὔσης, καὶ ἐπάγει· Ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς. Τί οὖν; φησίν· εἰ γὰρ µὴ ἄρχων ἦν, ἄλλον ἁπλῶς ὑβρίζειν ἔδει; Οὐδαµῶς, ἀλλὰ καὶ ὑβριζόµενον µᾶλλον ἐνεγκεῖν. Ἄξιον δὲ ζητῆσαι, πῶς ἀλλαχοῦ ὁ αὐτὸς λέγων, Λοιδορούµενοι εὐλογοῦµεν, διωκόµενοι ἀνεχόµεθα, ἐνταῦθα τοὐναντίον ποιεῖ, καὶ οὐ λοιδορεῖταιµόνον, ἀλλὰ καὶ ἐπαρᾶται; Ἄπαγε, οὐδέτερον τούτων φαίνεται πεποιηκώς· ἀλλὰ τῷ ἀκριβῶς σκοποῦντι παῤῥησίας µᾶλλόν ἐστι τὰ ῥήµατα ἢ θυµοῦ· ἄλλως δὲ οὐκ ἐβούλετο εὐκαταφρόνητος φανῆναι τῷ χιλιάρχῳ. Εἰ γὰρ αὐτὸς µὲν ἐφείσατο µαστίξαι ὡς δὴ τοῖς Ἰουδαίοις ἐκδίδοσθαι µέλλοντα, τὸ ὑπὸ τῶν οἰκετῶν τύπτεσθαι, µᾶλλον ἂν ἐκεῖνον θρασύτερον εἰργάσατο· διὰ τοῦτο οὐδὲ πρὸς τὸν παῖδα ἀποτείνεται, ἀλλὰ πρὸς αὐτὸν τὸν ἐπιτάξαντα, τοῦτο κατασκευάζων. Τὸ δὲ, Τοῖχε κεκονιαµένε, καὶ σὺ κάθῃ κρίνων µε κατὰ τὸν νόµον, εἶπε, µονονουχὶ τοῦτο αὐτῷ λέγων· Ὑπεύθυνος ὢν καὶ µυρίων πληγῶν ἄξιος. Ὅρα γοῦν πῶς αὐτοῦ κατεπλάγησαν τὴν παῤῥησίαν ὁ δῆµος.∆ έον γὰρ ἀνατρέψαι τὸ πᾶν, παροινοῦσι µᾶλλον. Αὐτὸς δὲ καὶ τὸν νόµον ὑπαναγινώσκει, ἐπειδὴ βούλεται δεῖξαι, ὅτι οὐ διὰ τὸ φοβηθῆναι, οὐδὲ διὰ τὸ µὴ ἄξιον εἶναι ἀκοῦ σαι, ταῦτα οὕτως εἶπεν, ἀλλὰ τῷ νόµῳ καὶ ἐνταῦθα πειθόµενος. Καὶ σφόδρα πείθοµαι µὴ εἰδέναι αὐτὸν, ὅτι ἀρχιερεύς ἐστι, διὰ µακροῦ µὲν ἐπανελθόντα χρόνου, µὴ συγγινόµενον δὲ συνεχῶς Ἰουδαίοις, ὁρῶντα δὲκαὶ ἐκεῖνον ἐν τῷ µέσῳ µετὰ πολλῶν καὶ ἑτέρων· οὐκέτι γὰρ δῆλος ἦν ὁ ἀρχιερεὺς πολλῶν ὄντων καὶ διαφόρων. Οὕτω µοι καὶ τοῦτο πρὸς αὐτοὺς ἀποτείνασθαι δοκεῖ, δεικνὺς, ὅτι νόµῳ πείθεται, καὶ διὰ τοῦτο ἀπολογεῖται. Ἴδωµεν δὲ ἄνωθεν τὰ εἰρηµένα. Προσευχοµένου µου, φησὶν, ἐν τῷ ἱερῷ, ἐγένετο γενέσθαι µε ἐν ἐκστάσει. Ἵνα δηλώσῃ, ὅτι οὐχ ἁπλῶς φαντασία ἦν, διὰ τοῦτο προσέθηκε τὸ, Προσευχοµένου µου. Σπεῦσον καὶ ἔξελθε ἐν τάχει, φησὶ, διότι οὐ παραδέξονταί σου τὴν µαρτυρίαν. Ἐνταῦθα δείκνυσιν, ὅτι οὐχὶ φοβούµενος αὐτῶν τοὺς κινδύνους ἔφυγεν, ἀλλ' ὅτι οὐκ ἐδέχοντο τὴν µαρτυρίαν αὐτοῦ.∆ ιὰ τί δὲ εἶπεν, ὅτι Αὐτοὶ ἐπίστανται, ὅτι ἐγὼ ἤµην δεσµεύων; Οὐκ ἀντιλέγων τῷ Χριστῷ, µὴ γένοιτο· ἀλλὰ βουλόµενος µαθεῖν τὸ οὕτω παράδοξον. Πορεύου, φησὶν, ὅτι ἐγὼ εἰς ἔθνη µακρὰν ἐξαποστελῶ σε. Ὅρα· οὐκ ἐδίδαξεν αὐτὸν ὁ Χριστὸς, τί δεῖ ποιεῖν, ἀλλ' εἶπε µόνον ἀπελθεῖν, καὶ πείθεται· τοσοῦτον ἦν καταπειθής! Καὶ ἐπῆραν τὴν φωνὴν αὐτῶν, φησὶ, λέγοντες· Αἶρε αὐτόν· οὐ γὰρ καθῆκεν αὐτὸν ζῇν. Ὢ τῆς θρασύτητος! καὶ µὴν ὑµᾶς οὐ καθήκει ζῇν, οὐχὶ τοῦτον τὸν πάντα πειθόµενον τῷ Θεῷ. Ὦ µιαροὶ καὶ ἀνδροφόνοι. Καὶ τὰ ἱµάτια ἐκτινάσσοντες, φησὶ, κονιορτὸν ἔβαλον. Ὥστε χαλεπωτέραν γενέσθαι τὴν στάσιν τοῦτο ποιοῦσιν, ἢ καὶ φοβῆσαι βουλόµενοι τὸν ἄρχοντα. Καὶ ὅρα· οὐ λέγουσι τὴν αἰτίαν, ἐπειδὴ µηδὲν εἶχον εἰπεῖν, ἀλλὰ τῇ βοῇ καταπλήξειν οἴονται· καὶ µὴν παρὰ τῶν κατηγόρων ἐχρῆν µαθεῖν. Καὶ ὁ χιλίαρχος ἐφοβήθη, φησὶν, ἐπιγνοὺς, ὅτι Ῥωµαῖός ἐστιν. Οὐκ ἄρα ψεῦδος ἦν τὸ Ῥωµαῖον ἑαυτὸν εἶναι τὸν Παῦλον εἰπεῖν. Καὶ ἔλυσεν αὐτὸν ἀπὸ τῶν δεσµῶν, φησὶ, καὶ καταγαγὼν ἔστησεν εἰς τὸ συνέδριον. Τοῦτο ἔδει ποιῆσαι παρὰ τὴν ἀρχὴν, καὶ µήτε δῆσαι, µήτε βουληθῆναι µαστίξαι, ἀλλὰ καταλιπεῖν µηδὲν τοιοῦτό τι ποιήσαντα, ὥστε καὶ δεσµεῖσθαι. Καὶ ἔλυσεν αὐτὸν, φησὶ, καὶ καταγαγὼν εἰς αὐτοὺς ἔστησε. Τοῦτο µάλιστα ἠπόρησαν οἱ Ἰουδαῖοι. Ἀτενίσας δὲ Παῦλος τῷ συνεδρίῳ, φησὶν, εἶπεν· Ἄνδρες ἀδελφοί. Ἐνταῦθα τὴν παῤῥησίαν αὐτοῦ δείκνυσιν, τὸ ἀκατάπληκτον. Ἀλλ' ὅρα καὶ ἐκείνων τὸ ἰταµόν· ἐπήγαγε γάρ· Ὁ δὲ ἀρχιερεὺς Ἀνανίας τύπτειν αὐτοῦ τὸ στόµα ἐπέταξε.∆ ιὰ τί τύπτεις; τί γὰρ εἶπεν ὑβριστικόν; Ὢ τῆς ἀναισχυντίας! ὢ τῆς θρασύτητος! Τότε ὁ Παῦλος πρὸς αὐτὸν, φησὶν, εἶπε· Τύπτειν σε µέλλει ὁ Θεὸς, τοῖχε κεκονιαµένε. Βαβαὶ τῆς παῤῥησίας! εἰς ὑπόκρισιν αὐτὸν καὶ παρανοµίαν διασύρει· διὰ τοῦτο γοῦν καὶ καταστέλλεται. Καὶ αὐτὸς µὲν ἀπορῶν οὐδὲν τολµᾷ εἰπεῖν, ἀλλ' οἱ παρ' αὐτὸν, οὐκ ἐνεγκόντες αὐτοῦ τὴν παῤῥησίαν. Οὕτως εἶδον ἄνθρωπον θανατῶντα, καὶ οὐχ ὑπέµειναν. Οὐκ ᾔδειν, φησὶν, ὅτι ἀρχιερεύς ἐστιν. Ἄρα ἀγνοίας ἡ ἐπιτίµησις ἦν· εἰ γὰρ µὴ τοῦτο ἦν, κἂν λαβὼν αὐτὸν ἀπῆλθε, καὶ οὐκ ἐσίγησε, κἂν ἐξέδωκεν αὐτοῖς αὐτὸν ὁ χιλίαρχος. Ἐνταῦθα δείκνυσιν, ὅτι ἑκὼν πάσχει ἃ πάσχει· καὶ οὕτως ἀπολογεῖται πρὸς αὐτοὺς τῷ νόµῳ πειθόµενος οὐχὶ αὐτοῖς ἐνδείξασθαι βουλόµενος· ἐπεὶ ἐκείνων καὶ κατεγνώκει σφόδρα.∆ ιὰ τὸν νόµον τοίνυν ἀπολογεῖται, ἀλλ' οὐ διὰ τὸν δῆµον· εἰκότως· τὸ γὰρ τὸν οὐδὲν ἠδικηκότα ἀναιρεῖν, καὶ ταῦτα ἀθῶον ὄντα, παράνοµον ἦν. Οὐκοῦν οὐδὲ ὕβρις τὸ παρ' αὐτοῦ εἰρηµένον, εἰ µὴ καὶ τὰ τοῦ Χριστοῦ ὕβριν εἴποι τις ἂν, ὅταν λέγῃ· Οὐαὶ ὑµῖν, Γραµµατεῖς καὶ Φαρισαῖοι, ὅτι παροµοιάζετε τοίχοις κεκονιαµένοις. Ναὶ, φησίν· ἀλλ' εἰ πρὸ τοῦ τυπτηθῆναι εἶπεν, οὐκ ἦν θυµοῦ, ἀλλὰ παῤῥησίας. Ἀλλ' εἶπον τὴν αἰτίαν, ὅτι οὐκ ἐβούλετο καταφρονηθῆναι. Καὶ µὴν ὁ Χριστὸς πολλαχοῦ ὕβρισεν Ἰουδαίους αὐτὸς ὑβρισθεὶς, ὡς ὅταν λέγῃ· Μὴ δοκεῖτε, ὅτι ἐγὼ κατηγορήσω ὑµῶν. Ἀλλ' οὐκ ἔστι τοῦτο ὕβρις, µὴ γένοιτο. Ὅρα γοῦν, πρὸς ἐκείνους µεθ' ὅσης ἐπιεικείας διαλέγεται. Οὐκ ᾔδειν, ὅτι ἀρχιερεύς ἐστι, φησὶ, τοῦ Θεοῦ. Τοῦτο εἶπε, καὶ οὐκ ἔστη, ἀλλὰ δεικνὺς, ὅτι οὐκ εἰρωνεύεται, ἐπάγει· Ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς. Βλέπεις, πῶς καὶ ἄρχοντα αὐτὸν ἔτι ὁµολογεῖ; Μάθωµεν τοίνυν καὶ ἡµεῖς τὴν ἐπιείκειαν, ἵνα ἐν ἑκατέροις ὦµεν ἀπηρτισµένοι. Πολλῆς γὰρ ἀκριβείας δεῖ, ὥστε µαθεῖν τί µὲν τοῦτο, τί δὲ ἐκεῖνο· ἀκριβείας δὲ δεῖ, ὅτι παρυφεστᾶσιν αὐταῖς αἱ κακίαι, τῇ µὲν παῤῥησίᾳ θρασύτης, τῇ δὲ ἐπιεικείᾳ ἀνανδρία· καὶ δέον περισκοπεῖν, µὴ τὴν κακίαν τις κατέχων, δόξῃ τὴν ἀρετὴν ἔχειν· ὥσπερ ἂν εἴ τις δοκῶν τῇ δεσποίνῃ συγγίνεσθαι, ἀγνοοίη τῇ θεραπαινίδι συνών. Τί οὖν ἐστιν ἐπιείκεια, καὶ τί ἀνανδρία; Ὅταν ἑτέροις µὲν ἀδικουµένοις µὴ ἀµύνωµεν, ἀλλὰ σιγῶµεν αὐτοὶ, τοῦτο ἀνανδρίας ἐστίν· ὅταν δὲ αὐτοὶ κακῶς πάσχοντες φέρωµεν, τοῦτο ἐπιείκεια. Τί παῤῥησία; Πάλιν τὸ αὐτὸ, ὅταν ὑπὲρ ἑτέρων ἀγωνιζώµεθα. Τί δαὶ θρασύτης; Ὅταν ὑπὲρ ἡµῶν αὐτῶν ἀµύνεσθαι βουλώµεθα. Ὥστε µεγαλοψυχία ὁµοῦ καὶ παῤῥησία, καὶ θρασύτης πάλιν καὶ ἀνανδρία. Ὁ γὰρ ὑπὲρ ἑαυτοῦ µὴ ἀλγῶν, δυσκόλως ὑπὲρ ἑτέρων ἀλγήσει· ὁ δὲ ἑαυτῷ µὴ ἀµύνων, δυσκόλως ἑτέροις οὐκ ἀµυνεῖται. Ὅταν γὰρ καθαρὸν ᾖ τὸ ἦθος ἡµῖν πάθους, δέχεται καὶ ἀρετήν. Καθάπερ καθαρὸν σῶµα πυρετοῦ δέχεται ἰσχὺν, οὕτω δὴ καὶ ἡ ψυχὴ, ἂν µὴ τοῖς πάθεσι προσδιαφθαρῇ, δέχεται ἰσχύν. Μεγάλης ἰσχύος γνώρισµά ἐστιν ἐπιείκεια· γενναίας καὶ νεανικῆς δεῖ ψυχῆς καὶ ὑψηλῆς σφόδρα τῇ ἐπιεικείᾳ. Ἢ µικρὸν οἴει τὸ παθεῖν κακῶς, καὶ µὴ ἀγριαίνειν; Καὶ οὐκ ἄν τις ἁµάρτοι τὴν κηδεµονίαν τὴν ὑπὲρ τῶν πλησίον ἀνδρείαν εἰπών· ὁ γὰρ τοσοῦτον ἰσχύσας, ὡς δυνηθῆναι τοσούτου περιγενέσθαι πάθους, ἰσχύσει καὶ ἑτέρου κατατολµῆσαι. Οἷον, δύο πάθη ἐστὶ ταῦτα, δειλία καὶ θυµός· ἂν τοῦ θυµοῦ κατάσχῃς, εὔδηλον ὅτι καὶ δειλίας· τοῦ θυµοῦ δὲ κρατεῖς, ἐπιεικὴς ὤν· οὐκοῦν καὶ τῆς δειλίας ἂν κρατήσῃς, ἔσῃ ἀνδρεῖος. Πάλιν, ἂν µὴ περιγένῃ τοῦ θυµοῦ, γέγονας θρασύς· τούτου δὲ µὴ περιγενόµενος, οὐδὲ φόβου περιγενέσθαι δύνασαι· οὐκοῦν καὶ δειλὸς ἔσῃ· καὶ ταυτὸν γίνεται, οἷον ἂν εἰ σῶµα ἀσθενὲς οὕτως εἴη καὶ δύσκρατον, ὡς πρὸς οὐδένα πόνον ἀντέχειν· τοῦτο ταχέως καὶ ὑπὸ ψυχροῦ ἁλίσκεται καὶ ὑπὸ θερµοῦ· τὸ γὰρ δύσκρατον τοιοῦτον, τὸ δὲ εὔκρατον πάντα ὑφίσταται. Πάλιν, ἔστι µεγαλοψυχία ἀρετὴ, καὶ παρυφέστηκεν αὐτῇ ἀσωτία· ἔστιν οἰκονοµία ἀρετὴ καὶ τὸ οἰκονοµικὸν εἶναι· παρυφέστηκεν ἡ φειδωλία καὶ ἡ µικρολογία. Φέρε οὖν πάλιν τὰς ἀρετὰς συναγάγωµεν. Οὐκοῦν οὐ µεγαλόψυχος ὁ ἄσωτος. Πῶς; Ὁ γὰρ ὑπὸ µυρίων ἁλισκόµενος παθῶν, πῶς ἂν εἴη µέγας τὴν ψυχήν; Οὐ γὰρ χρηµάτων ἐστὶ τοῦτο καταφρονεῖν, ἀλλ' ὑφ' ἑτέρων ἐπιτάττεσθαι παθῶν· ὥσπερ ἂν εἴ τις ὑπὸ λῃστῶν ἐπιτάττοιτο ἐκείνοις ὑπακούειν, οὐκ ἂν εἴη ἐλεύθερος· οὐ γὰρ ἐκ τοῦ χρηµάτων καταφρονεῖν γίνεται τὸ ἀναλίσκειν, ἀλλ' ἐκ τοῦ µὴ δεόντως εἰδέναι διοικεῖν· ἐπεὶ εἴ γε ἐνῆν καὶ ἔχειν καὶ ἀπολαύειν ἐκείνων, οὕτως ἂν ἠθέλησεν. Ὁ δὲ εἰς δέον ἀναλίσκων τὰ χρήµατα, οὗτός ἐστι µεγαλόψυχος· µεγάλη γὰρ ὄντως ψυχὴ ἡ µὴ πάθει δουλεύουσα, ἡ µηδὲν ἡγουµένη τὰ χρήµατα εἶναι. Πάλιν, ἡ οἰκονοµία καλόν· οὕτω καὶ ὁ οἰκονοµικὸς ἂν εἴη ἄριστος ὁ εἰς δέον ἀναλίσκων, καὶ µὴ ἁπλῶς ἀνοικονοµήτως. Ἡ δὲ φειδωλία οὐκ ἔστι ταυτόν. Ἐκεῖνος µὲν γὰρ πάντα εἰς τὸ δέον ἀναλίσκει· οὗτος δὲ, οὐδὲ ἀναγκαίας ἀπαιτούσης χρείας, τῆς οὐσίας ἅπτεται τῶν χρηµάτων. Ὁ οἰκονοµικὸς τοίνυν τοῦ µεγαλοψύχου γένοιτο ἂν ἀδελφός. Οὐκοῦν ὁµοῦ τὸν µεγαλόψυχον θήσοµεν καὶ τὸν οἰκονοµικὸν, καὶ τὸν ἄσωτον καὶ τὸν µικρολόγον· ἀµφότεροι γὰρ ἀπὸ µικροψυχίας τοῦτο πάσχουσιν, ὥσπερ οὖν κἀκεῖνοι ἀπὸ µεγαλοψυχίας. Μὴ δὴ µεγαλόψυχον καλῶµεν τὸν ἀναλίσκοντα ἁπλῶς, ἀλλὰ τὸν εἰς δέον ἀναλίσκοντα· µηδὲ τὸν οἰκονοµικὸν µικρολόγον καὶ φειδωλὸν, ἀλλὰ τὸν ἀκαίρως φειδόµενον τῶν χρηµάτων. Πόσα ὁ πλούσιος ἐκεῖνος ἀνάλωσεν, ἐνδιδυσκόµενος πορφύραν καὶ βύσσον; Ἀλλ' οὐκ ἦν µεγαλόψυχος· ὑπὸ γὰρ ὠµότητος κατείχετο ἡ ψυχὴ αὐτοῦ, καὶ ὑπὸ µυρίων ἡδονῶν· ἡ δὲ τοιαύτη πῶς ἂν εἴη µεγάλη; Μεγαλόψυχος ἦν ὁ Ἀβραὰµ, εἰς ὑποδοχὴν ἀναλίσκων τῶν ξένων, τὸν µόσχον κατασφάττων, καὶ ἔνθα ἐχρῆν, οὐ µόνον χρηµάτων, ἀλλ' οὐδὲ τῆς ψυχῆςτῆς αὐτοῦ φειδόµενος. Ἂν τοίνυν ἴδωµέν τινα τράπεζαν παρατιθέντα πολυτελῆ, πόρνας ἔχοντα καὶ παρασίτους, µὴ µεγαλόψυχον καλέσωµεν τοῦτον, ἀλλὰ σφόδρα µικρόψυχον. Ὅρα γὰρ ὅσοις δουλεύει καὶ ὑπόκειται πάθεσι, γαστριµαργίᾳ, ἡδονῇ ἀτόπῳ, κολακείᾳ· τὸν δὲ τοσούτοις κατεχόµενον καὶ µηδὲ ἓν τούτων δυνάµενον διαφυγεῖν, πῶς ἄν τις µεγαλόψυχον καλοίη; Ὥστε αὐτὸν τότε µάλιστα καλέσοµεν µικρόψυχον, ὅταν µάλιστα ἀναλίσκῃ· ὅσῳ γὰρ ἂν µειζόνως ἀναλίσκῃ, τοσούτῳ δηλοῖ τὴν τυραννίδα τῶν παθῶν ἐκείνων· εἰ γὰρ µὴ σφόδρα αὐτοῦ ἐκράτουν, οὐκ ἂν σφόδρα ἀνάλωσε. Πάλιν ἂν ἴδωµέν τινα τούτων µὲν µηδενὶ µηδὲν παρέχοντα, πένητας δὲ τρέφοντα καὶ τοῖς δεοµένοις ἐπικουροῦντα, αὐτὸν δὲ τράπεζαν ἔχοντα εὐτελῆ, τοῦτον σφόδρα καλῶµεν µεγαλόψυχον· µεγάλης γὰρ ὄντως ψυχῆς, τῆς µὲν οἰκείας καταφρονεῖν ἀναπαύσεως, τῆς δὲ ἑτέρων φροντίζειν. Εἰπὲ γάρ µοι, εἴ τινα ἴδοις, τῶν µὲν τυράννων καταφρονοῦντα πάντων, καὶ οὐδὲν ἡγούµενον τὰ ἐκείνων ἐπιτάγµατα, τοὺς δὲ ὑπ' ἐκείνωντυραννουµένους ἐξέλκοντα καὶ τοὺς κακῶς πάσχοντας· ἆρα οὐκ ἂν µέγα ἡγήσαιο τοῦτο; Τοῦτο δὴ κἀνταῦθα λογιζώµεθα. Τύραννός ἐστι τὰ πάθη· ἐὰν οὖν καταφρονήσωµεν αὐτῶν, µεγάλοι ἐσόµεθα· ἂν δὲ καὶ ἑτέρους ἐξελκύσωµεν, πολλῷ µείζους· εἰκότως. Οἱ γὰρ οὐχ ἑαυτοῖς ἀρκοῦντες µόνον, ἀλλὰ καὶ ἑτέροις, µείζους τῶν µηδέτερον ποιούντων. Ἂν δὲ ἐπιταττόµενός τις ὑπὸ τυράννου τὸν µὲν τῶν ὑπηκόων τύπτῃ, τὸν δὲ ἕλκῃ, ἄλλον δὲ ὑβρίζῃ, ἆρα τοῦτο µεγαλοψυχίας ἐροῦµεν; Οὐ δῆτα· καὶ τοσούτῳ πλέον, ὅσῳ ἂν µέγας ᾖ. Οὕτω καὶ ἐφ' ἡµῶν· νῦν µὲν γὰρ πρόκειται ἡ ψυχὴ εὐγενής τις οὖσα καὶ ἐλευθέρα· ταύτην δὲ ὁ ἄσωτος τύπτεσθαι ἐκέλευσεν ὑπὸ τῶν παθῶν· τὸν οὖν ἑαυτὸν τύπτοντα, τοῦτον µεγαλόψυχον φήσοµεν; Οὐδαµῶς. Οὐκοῦν µάθωµεν τίς µὲν ἡ µεγαλοψυχία, τίς δὲ ἡ ἀσωτία, τίς ἡ οἰκονοµία καὶ τίς ἡ µικρολογία, τίς ἡ ἐπιείκεια καὶ ἀνανδρία, τίς παῤῥησία καὶ τίς θρασύτης· ἵνα ταῦτα ἀπ' ἀλλήλων διελόντες, δυνηθῶµεν εὐαρέστως τῷ Κυρίῳ τὸν παρόντα βίον διαγαγεῖν, καὶ τῶν µελλόντων ἐπιτυχεῖν ἀγαθῶν, χάριτικαὶ φιλανθρωπίᾳ τοῦ Μονογενοῦς αὐτοῦ, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι, δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν. Γνοὺς δὲ ὁ Παῦλος, ὅτι τὸ ἓν µέρος ἐστὶ Σαδδουκαίων·

Intertext edge

Open linked passage

Note