Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In Acta apostolorum
John ChrysostomHom. Act. 4 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
4.0
Καὶ ἐν τῷ συµπληροῦσθαι τὴν ἡµέραν τῆς Πεντηκοστῆς, ἦσαν ὁµοθυµαδὸν ἐπὶ τὸ αὐτό· καὶ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος.
4.1
Τίς ἐστιν αὕτη ἡ Πεντηκοστή; Ὅτε τὸ δρέπανον ἐπιβάλλειν ἔδει τῷ ἀµητῷ· ὅτε τοὺς καρποὺς συνάγειν ἐχρῆν. Εἶδες τὸν τύπον; Βλέπε πάλιν τὴν ἀλήθειαν. Ὅτε τὸ δρέπανον ἐπιβάλλειν ἔδει τοῦ λόγου, ὅτε τὸν ἀµητὸν συλλέγειν, τότε καθάπερ δρέπανον τὸ Πνεῦµα ἠκονηµένον ἐφίπταται. Ἄκουε γὰρ τοῦ Χριστοῦ λέγοντος· Ἐπάρατε τοὺς ὀφθαλµοὺς ὑµῶν, καὶ θεάσασθε τὰς χώρας, ὅτι λευκαί εἰσι πρὸς θερισµὸν ἤδη· καὶ πάλιν, Ὁ µὲν θερισµὸς πολὺς, οἱ δὲ ἐργάται ὀλίγοι. Ὥστε αὐτὸς ἐπέβαλε τὸ δρέπανον πρότερος. Αὐτὸς γὰρ ἀνήγαγεν εἰς οὐρανοὺς ἀπαρχὴν, τὸ ἡµῶν προσλαβών.∆ ιὰ τοῦτο καὶ θερι σµὸν τὸ τοιοῦτον καλεῖ. Ἐν τῷ συµπληροῦσθαι, φησὶ, τὴν ἡµέραν τῆς Πεντηκοστῆς, τουτέστιν, οὐ πρὸ τῆς Πεντηκοστῆς, ἀλλὰ περὶ αὐτὴν, ὡς εἰπεῖν, τὴν Πεντηκοστήν. Ἔδει γὰρ ἑορτῆς οὔσης πάλιν ταῦτα γίνεσθαι, ἵν' οἱ παρόντες τῷ σταυρῷ τοῦ Χριστοῦ, οὗτοι καὶ ταῦτα ἴδωσι. Καὶ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος.∆ ιατί µὴ χωρὶς αἰσθητῶν ὑποδειγµάτων τοῦτο γέγονεν; Ὅτι εἰ καὶ τούτου γενοµένου ἔλεγον, ὅτι Γλεύκους µεµεστωµένοι εἰσὶν, εἰ µὴ τοῦτο ἐγένετο, τί οὐκ ἂν εἶπον; Οὐχ ἁπλῶς δὲ ὁ ἦχος γέγονεν, ἀλλ' Ἐκ τοῦ οὐρανοῦ. Καὶ τὸ αἰφνίδιον δὲ διανέστησεν αὐτούς. Καὶ ἐπλήρωσεν ὅλον τὸν οἶκον. Πολλὴν τὴν ῥύµην λέγει τοῦ Πνεύµατος. Ὅρα. Πάντας ἐκεῖ συνήγαγεν, ὥστε καὶ τοὺς παρόντας πιστεῦσαι, καὶ τούτους ἀξίους δειχθῆναι. Καὶ οὐ τοῦτο µόνον, ἀλλὰ τὸ πολλῷ τούτου φρικωδέστερον ἐπάγων· Καὶ ὤφθησαν αὐτοῖς διαµεριζόµεναι γλῶσσαι ὡσεὶ πυρὸς, φησί. Καλῶς πανταχοῦ τὸ, Ὡς, πρόσκειται, ἵνα µηδὲν αἰσθητὸν περὶ τοῦ Πνεύµατος νοµίσῃς. Ὡσεὶ πυρὸς, φησὶ, καὶ ὡσεὶ πνοῆς. Οὐκ ἄρα ἄνεµος ἦν ἁπλῶς εἰς ἀέρα χεόµενος. Ὅτε µὲν γὰρ Ἰωάννῃ ἔδει γνωρισθῆναι τὸ Πνεῦµα, ὡς ἐν εἴδει περιστερᾶς ἐπὶ τὴν κεφαλὴν ἦλθε τοῦ Χριστοῦ· νῦν δὲ ὅτε πλῆθος ὅλον ἐπιστραφῆναι ἐχρῆν, ὡσεὶ πυρός. Καὶ ἐκάθισεν ἐφ' ἕνα ἕκαστον αὐτῶν· τουτέστι, παρέµεινεν, ἐπανεπαύσατο· τὸ γὰρ καθίσαι τοῦ ἑδραίου ἐστὶ σηµαντικὸν καὶ τοῦ µεῖναι. Τί δαί; ἆρα ἐπὶ τοὺς δώδεκα µόνους ἦλθεν, οὐχὶ δὲ καὶ ἐπὶ τοὺς λοιπούς; Οὐδαµῶς ἀλλὰ καὶ ἐπὶ τοὺς ἑκατὸν εἴκοσιν. Οὐ γὰρ ἂν ἁπλῶς παρήγαγε τὴν µαρτυρίαν τοῦ προφήτου ὁ Πέτρος, λέγων· Καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡµέραις, λέγει Κύριος ὁ Θεὸς, ἐκχεῶ ἀπὸ τοῦ Πνεύµατός µου ἐπὶ πᾶσαν σάρκα· καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑµῶν, καὶ αἱ θυγατέρες ὑµῶν, καὶ οἱ νεανίσκοι ὑµῶν ὁράσεις ὄψονται, καὶ οἱ πρεσβύτεροι ὑµῶν ἐνύπνια ἐνυπνιασθήσονται. Καὶ σκόπει· ἵνα γὰρ µὴ ἐκπλήξῃ µόνον, ἀλλὰ καὶ χάριτος πληρώσῃ, διὰ τοῦτο καὶ ἐν Πνεύµατι ἁγίῳ καὶ πυρί· ἐπάγει γὰρ, Καὶ ἐπλήσθησαν ἅπαντες ἁγίου Πνεύµατος, καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις, καθὼς τὸ Πνεῦµα ἐδίδου αὐτοῖς ἀποφθέγγεσθαι. Οὐ λαµβάνουσιν ἕτερον σηµεῖον, ἀλλὰ τοῦτο πρῶτον· ξένον γὰρ ἦν, καὶ οὐ χρεία ἦν ἑτέρου σηµείου. Ἐκάθισε, φησὶν, ἐφ' ἕνα ἕκαστον αὐτῶν. Οὐκοῦν καὶ ἐπὶ τὸν καταλειφθέντα.∆ ιὰ τοῦτο οὐδὲ ἀλγεῖ λοιπὸν µὴ αἱρεθεὶς, ὡς ὁ Ματθίας. Καὶ ἐπλήσθησαν, φησὶν, ἅπαντες. Οὐχ ἁπλῶς ἔλαβον τοῦ Πνεύµατος τὴν χάριν, ἀλλ' ἐπλήσθησαν. Καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις, καθὼς τὸ Πνεῦµα ἐδίδου αὐτοῖς ἀποφθέγγεσθαι. Οὐκ ἂν εἶπε, Πάντες, καὶ ἀποστόλων ὄντων ἐκεῖ, εἰ µὴ καὶ οἱ ἄλλοι µετέσχον. Ἄλλως δὲ οὐδὲ ἄνω κατ' ἰδίαν αὐτοὺς προειπὼν καὶ ὀνοµαστὶ, νῦν ἂν συνῆψεν ἐν τῷ αὐτῷ πράγµατι. Εἰ γὰρ ὅπου εἰπεῖν ἦν, ὅτι παρῆσαν, κατ' ἰδίαν τῶν ἀποστόλων µνηµονεύει, πολλῷ µᾶλλον ἐνταῦθα. Σκόπει δέ µοι, πῶς, ὅταν προσκαρτερῶσι τῇ δεήσει, ὅταν ἀγάπην ἔχωσι, τότε τὸ Πνεῦµα παραγίνεται. Ἀνέµνησε δὲ αὐτοὺς καὶ ἑτέρας ὄψεως, εἰπὼν, Ὡσεὶ πυρός. Ὡς πῦρ γὰρ ἐφάνη καὶ ἐν τῇ βάτῳ. Καθὼς τὸ Πνεῦµα ἐδίδου αὐτοῖς ἀποφθέγγεσθαι. Ἀποφθέγµατα γὰρ ἦν τὰ παρ' αὐτῶν λεγόµενα. Ἦσαν δὲ, φησὶν, ἐν Ἱερουσαλὴµ κατοικοῦντες Ἰουδαῖοι ἄνδρες εὐλαβεῖς. Τὸ κατοικεῖν, εὐλαβείας ἦν σηµεῖον. Πῶς; Ἀπὸ τοσούτων γὰρ ἐθνῶν ὄντες, καὶ πατρίδας ἀφέντες, καὶ οἰκίας, καὶ συγγενεῖς, ᾤκουν ἐκεῖ. Ἦσαν γὰρ, φησὶν, ἐν Ἱερουσαλὴµ κατοικοῦντες Ἰουδαῖοι ἄνδρες εὐλαβεῖς, ἀπὸ παντὸς ἔθνους τῶν ὑπὸ τὸν οὐρανόν. Γενοµένης δὲ τῆς φωνῆς ταύτης, συνῆλθε τὸ πλῆθος, καὶ συνεχύθῃ. Ἐπειδὴ ἐν οἰκίᾳ ἐγένετο τὸ γενόµενον, εἰκότως ἔξωθεν συνέδραµον. Συνεχύθη τὸ πλῆθος. Τί ἐστι, Συνεχύθη τὸ πλῆθος; Ἐταράχθη, ἐθαύµασεν. Εἶτα δηλῶν, ὅτι ἐθαύµαζον, ἐπάγει, Ὅτι ἤκουον εἷς ἕκαστος αὐτῶν τῇ ἰδίᾳ διαλέκτῳ λαλούντων αὐτῶν. Καὶ συνῆλθε τὸ πλῆθος, καὶ πρὸς ἑαυτοὺς ἔλεγον· Οὐκ ἰδοὺ πάντες οὗτοί εἰσιν οἱ λαλοῦντες Γαλιλαῖοι; Πρὸς τοὺς ἀποστόλους εὐθέως ἑώρων. Καὶ πῶς, φησὶν, ἡµεῖς ἀκούοµεν ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ ἡµῶν, ἐν ᾗ ἐγεννήθηµεν, Πάρθοι, καὶ Μῆδοι, καὶ Ἐλαµῖται, καὶ οἱ κατοικοῦντεςτὴν Μεσοποταµίαν, Ἰουδαίαν τε καὶ Καππαδοκίαν, Πόντον καὶ τὴν Ἀσίαν, Φρυγίαν τε καὶ Παµφυλίαν, Αἴγυπτον καὶ τὰ µέρη τῆς Λιβύης τῆς κατὰ Κυρήνην, καὶοἱ ἐπιδηµοῦντες Ῥωµαῖοι, Ἰουδαῖοίτε καὶ προσήλυτοι, Κρῆτες καὶ Ἄραβες, ἀκούοµεν λαλούντων αὐτῶν ταῖς ἡµετέραις γλώσσαις τὰ µεγαλεῖα τοῦ Θεοῦ; Ἐξίσταντο δὲ πάντες, καὶ διηπόρουν πρὸς ἀλλήλους, λέγοντες· Τί θέλει τοῦτο εἶναι; Ὁρᾷς ἐξ ἀνατολῶν εἰς δυσµὰς αὐτοὺς τρέχοντας; Ἕτεροι δὲ, φησὶ, διαχλευάζοντες ἔλεγον· Γλεύκους µεµεστωµένοι εἰσίν.
4.2
Ὢ τῆς ἀνοίας! ὢ τῆς κακίας τῆς πολλῆς! Καίτοι οὐδὲ καιρὸς ἦν οὗτος τοῦ γλεύκους· Πεντηκοστὴ γὰρ ἦν. Καὶ τὸ δεινότερον, ὅτι πάντων ὁµολογούντων, Ῥωµαίων ὄντων, προσηλύτων ὄντων, τῶν σταυρωσάντων ἴσως, ἐκεῖνοι µετὰ τοσαῦτα λέγουσιν, ὅτιΓλεύκους µεµεστωµένοι εἰσίν. Ἀλλ' ἴδωµεν ἄνωθεν τὰ εἰρηµένα. Ἐπλήρωσε, φησὶ, τὸν οἶκον. Ἡ πνοὴ καθάπερ κολυµβήθρα γέγονεν ὕδατος. Τῆς δαψιλείας δὲ τοῦτο τεκµήριον καὶ τῆς σφοδρότητος τὸ πῦρ. Οὐδαµοῦ τοιοῦτο γέγονεν ἐπὶ τῶν προφητῶν· ἀλλὰ τότε µὲν οὕτως ἐκείνοις, τοῖς προφήταις δὲ ἑτέρως. Κεφαλὶς γὰρ βιβλίου δίδοται τῷ Ἰεζεκιὴλ, καὶ ἐσθίει ἃ ἔµελλε λέγειν· Ἐγένετο γὰρ, φησὶν, ἐν τῷ στόµατι αὐτοῦ ὡς µέλι γλυκάζον. Καὶ πάλιν ἡ χεὶρ ἅπτεται τοῦ Θεοῦ τῆς γλώσσης ἑτέρου προφήτου. Ἐνταῦθα δὲ αὐτὸ τὸ Πνεῦµα τὸ ἅγιον· οὕτως ὁµότιµον τυγχάνει Πατρὶ καὶ Υἱῷ. Καὶ πάλιν ἑτέρωθι ἄλλως· Κατάλεγµα, καὶ µέλος, καὶ οὐαί. Ἐκείνοις µὲν οὖν εἰκότως ἐν βιβλίῳ· ἔτι γὰρ αὐτοῖς παραδειγµάτων ἔδει· πρὸς ἓν ἔθνος εἶχον ἐκεῖνοι µόνον, καὶ τοὺς οἰκείους· οὗτοι δὲ καὶ πρὸς τὴν οἰκουµένην ἅπασαν, καὶ τοὺς οὐδέποτε γνωρισθέντας. Ἑλισσαῖος δὲ διὰ µηλωτῆς λαµβάνει τὴν χάριν, ἄλλος δι' ἐλαίου, ὡς ὁ∆ αυῒδ, Μωϋσῆς δὲ, διὰ πυρὸς τῆς βάτου καλεῖται. Ἀλλ' ἐνταῦθα οὐχ οὕτως, ἀλλ' αὐτὸ τὸ πῦρ ἐνεκάθισε.∆ ιατί δὲ µὴ ἐφάνη πῦρ τὸν οἶκον πληροῦν; Ὅτι ἐξέστησαν ἄν. Ἀλλὰ δείκνυσιν ὅτι τοῦτο ἐκεῖνό ἐστι. Μὴ γὰρ τῷ λέγειν, ὅτι Ὤφθησαν αὐτοῖς διαµεριζόµεναι γλῶσσαι, πρόσχῃς· ἀλλ' ὅτι πυρός. Τοσοῦτον πῦρ µυρίαν ὕλην ἀνάψαι δύναται. Καὶ καλῶς εἶπε,∆ ιαµεριζόµεναι. Ἐκ µιᾶς γὰρ ἦν ῥίζης· ἵνα µάθῃς; ὅτι ἐνέργειά ἐστιν ἀπὸ τοῦ Παρακλήτου πεµφθεῖσα. Ὅρα δὲ καὶ ἐκείνους πρῶτον δειχθέντας ἀξίους, καὶ τότε Πνεύµατος καταξιωθέντας· οἷον ὥσπερ ὁ∆ αυΐδ· ἅπερ γὰρ ἐν ταῖς ποίµναις εἰργάζετο, ταῦτα καὶ µετὰ τὴν νίκην καὶ τὸ τρόπαιον, ἵνα δειχθῇ αὐτοῦ γυµνὴ ἡ πίστις. Ὅρα πάλιν τὸν Μωϋσέα καὶ αὐτὸν καταφρονοῦντα βασιλείων, καὶ µετὰ τεσσαράκοντα ἔτη τῆς δηµαγωγίας ἁπτόµενον· τὸν Σαµουὴλ ἀνατρεφόµενον ἐν τῷ ναῷ· τὸν Ἐλισσαῖον πάντα ἀφιέντα· τὸν Ἰεζεκιὴλ πάλιν. Ὅτι δὲ οὕτω συνέβαινε, καὶ ἐκ τῶν µετὰ ταῦτα δῆλον· καὶ γὰρ καὶ οὗτοι πάντα εἴασαν τὰ αὐτῶν.∆ ιὰ τοῦτο τότε τὸ Πνεῦµα λαµβάνουσιν, ὅτε τὴν οἰκείαν ἀρετὴν ἐπεδείξαντο. Ἔµαθον καὶ τὴν ἀνθρωπίνην ἀσθένειαν, δι' ὧν ἔπαθον· ἔµαθον, ὅτι οὐκ εἰκῆ ταῦτα κατώρθωσαν. Οὕτω καὶ Σαοὺλ πρότερον µαρτυρηθεὶς ἀγαθὸς εἶναι, τότε τὸ Πνεῦµα ἔλαβεν. Ἀλλ' οὕτως οὐδεὶς, οὐδὲ ὁ µείζων τῶν προφητῶν Μωϋσῆς. Ἐκεῖνος γὰρ ὅτε ἔδει ἑτέρους γενέσθαι πνευµατικοὺς, ἠλαττοῦτο αὐτός. Ἀλλ' ἐνταῦθα οὐχ οὕτως· ἀλλ' ὥσπερ ἐπὶ τοῦ πυρὸς, ὅσους ἄν τις θέλοι λύχνους ἀνάπτει, τὸ πῦρ οὐδὲν ἐλαττῶν· οὕτω καὶ ἐπὶ τῶν ἀποστόλων συνέβαινε τότε. Καὶ γὰρ διὰ τοῦ πυρὸς οὐ µόνον τὸ δαψιλὲς τῆς χάριτος ἐδείκνυτο, ἀλλὰ καὶ πηγὴν ἕκαστος ἐλάµβανε Πνεύµατος· ὥσπερ οὖν καὶ αὐτὸς πηγὴν ὕδατος ἁλλοµένου εἰς ζωὴν αἰώνιον ἔφησεν ἕξειν τοὺς πιστεύοντας ἐπ' αὐτόν· καὶ µάλα εἰκότως. Οὐ γὰρ τῷ Φαραὼ διαλεξόµενοι ἀπῄεσαν, ἀλλὰ τῷ διαβόλῳ παλαίσοντες. Καὶ τὸ δὴ θαυµαστότερον, ὅτι πεµπόµενοι οὐδὲν ἀντεῖπον, οὐδὲ εἶπον ἰσχνόφωνοι εἶναι, καὶ βραδύγλωσσοι· Μωϋσῆς γὰρ αὐτοὺς εἰς τοῦτο ἐπαίδευσεν. Οὐκ εἶπον εἶναι νεώτεροι· Ἱερεµίας γὰρ αὐτοὺς ἐσωφρόνισε. Καίτοι πολλὰ ἤκουσαν φοβερὰ, καὶ πολλῷ µείζονα ἐκείνων· ἀλλ' ὅµως ἐφοβοῦντο ἀντειπεῖν. Ἐκ τούτου δῆλον, ὅτι καὶ φωτὸς ἄγγελοι ἦσαν, καὶ τῶν ἄνωθεν πραγµάτων ὑπηρέται. Καὶ ἐκείνοις µὲν οὐδεὶς ἀπ' οὐρανοῦ φαίνεται τὰ ἐν τῇ γῇ διώκουσιν ἔτι· ἐπειδὴ δὲ ἀνῆλθεν ἄνθρωπος ἄνω, καὶ Πνεῦµα ἄνωθεν φέρεται, Ὡσεὶ φεροµένης, φησὶ, πνοῆς βιαίας.∆ ιὰ τούτου δῆλον ποιεῖ, ὅτι οὐδὲν αὐτοῖς ἀντιστῆναι δυνήσεται, ἀλλ' ὥσπερ χοῦν τοὺς ὑπεναντίους λικµήσουσι. Καὶ ἐπλήρωσεν ὅλον τὸν οἶκον. Ἡ οἰκία τοῦ κόσµου σύµβολον ἦν. Καὶ ἐκάθισεν ἐφ' ἕνα ἕκαστον αὐτῶν. Καὶ συνῆλθε τὸ πλῆθος, καὶ συνεχύθη. Ὁρᾷς τὴν τούτων εὐλάβειαν, καὶ πῶς οὐκ εὐθέως ἀποφαίνονται, ἀλλ' ἐν ἀπορίᾳ εἰσίν; Ἐκεῖνοι δὲ οἱ ἀγνώµονες ἀποφαίνονται λέγοντες, ὅτι Γλεύκους εἰσὶ µεµεστωµένοι. Ἐπεὶ ἐξῆν αὐτοῖς κατὰ τὸν νόµον τρὶς τοῦ ἐνιαυτοῦ φαίνεσθαι ἐν τῷ ναῷ, διὰ τοῦτο ᾤκουν ἐκεῖ ἀπὸ πάντων τῶν ἐθνῶν εὐλαβεῖς ἄνδρες. Ὅρα ἐντεῦθεν τὸν γράφοντα, πῶς αὐτοὺς οὐ κολακεύει. Οὐ γὰρ εἶπεν, ὅτι ἀπεφήναντο· ἀλλὰ τί; Γενοµένης δὲ τῆς φωνῆς ταύτης συνῆλθε τὸ πλῆθος, καὶ συνεχύθη. Εἰκότως· ἐνόµιζον γὰρ αὐτοῖς τέλος ἔχειν τὸ πρᾶγµα διὰ τὴν γενοµένην τόλµαν κατὰ τοῦ Χριστοῦ. Ἄλλως δὲ καὶ τὸ συνειδὸς κατέσειεν αὐτῶν τὰς ψυχὰς, ἐν χερσὶν οὔσης ἔτι τῆς σφαγῆς, καὶ πάντα αὐτοὺς ἐπτόει. Οὐκ ἰδοὺ, φησὶ, πάντες οὗτοί εἰσιν οἱ λαλοῦντες Γαλιλαῖοι; Καλῶς οὕτως εἶπε· καὶ γὰρ τοῦτο εἶναι ὡµολογοῦντο. Οὕτως αὐτοὺς ἐπτόησεν ὁ ἦχος, ὅτι καὶ τὸ πλέον τῆς οἰκουµένης ἐνταῦθα κατέλαβε. Τοῦτο δὲ αὐτοὺς ἐνεύρου τοὺς ἀποστόλους, ὅτι τί ποτε Παρθιστὶ ἦν φθέγγεσθαι οὐκ ᾔδεσαν, ἀλλὰ παρ' ἐκείνων τότε ἐµάνθανον. Ἐθνῶν δὲ µέµνηται πολεµίων αὐτοῖς, Κρητῶν, Ἀράβων, Αἰγυπτίων, Περσῶν, δηλῶν ὅτι πάντων τούτων κρατήσουσιν.
4.3
Ἅτε δὲ ὄντων ἐν αἰχµαλωσίᾳ τῶν Ἰουδαίων, εἰκὸς αὐτοῖς συµπαρεῖναι τηνικαῦτα πολλοὺς τῶν ἐθνῶν· ἢ ὅτι καὶ πρὸς τὰ ἔθνη τὰ τῶν δογµάτων ἤδη κατέσπαρτο. Καὶ διὰ τοῦτο πολλοὶ καὶ ἐξ αὐτῶν παρῆσαν ἐκεῖ κατὰ µνήµην, ὧν ἤκουσαν. Πάντοθεν τοίνυν ἀναντίῤῥητος ἡ µαρτυρία, παρὰ τῶν πολιτῶν, παρὰ τῶν ξένων, παρὰ τῶν προσηλύτων. Ἀκούοµεν λαλούντων αὐτῶν ταῖς ἡµετέραις γλώσσαις τὰ µεγαλεῖα τοῦ Θεοῦ. Οὐ γὰρ ἁπλῶς ἐλάλουν, ἀλλά τινα θαυµαστὰ ἔλεγον. Εἰκότως τοίνυν ἠπόρουν· οὐδέποτε γὰρ γέγονέ τι τοιοῦτον. Ὅρα εὐγνωµοσύνην ἀνθρώπων. Ἐξίσταντο καὶ διηπόρουν λέγοντες· Τί θέλει τοῦτο εἶναι; Ἕτεροι δὲ διαχλευάζοντες ἔλεγον, ὅτι Γλεύκους µεµεστωµένοι εἰσίν. Ὢ τῆς ἀναισχυντίας! εἰ διὰ τοῦτο ἐχλεύαζον. Καὶ τί θαυµαστόν; ὅπου γε καὶ αὐτὸν τὸν∆ εσπότην δαίµονας ἐλαύνοντα, δαίµονα ἔχειν λέγουσιν. Ἔνθα γὰρ ἂν ᾖ ἰταµότης, ἓν ζητεῖ µόνον, εἰπεῖν ὅ τι δήποτε, οὐχ ὅπως τι λόγου πρᾶγµα ἐχόµενον εἴποι, ἀλλ' ὅπως εἴποι ὅ τι δήποτε. Γλεύκους µεµεστωµένοι εἰσί. Πάνυ γε· ὅτι ἄνθρωποι ἐν τοσούτοις κινδύνοις, περὶ τῶν ἐσχάτων τρέµοντες, ἐν τοσαύτῃ ὄντες ἀθυµίᾳ, τοιαῦτα φθέγγεσθαι τολµῶσι. Καὶ ὅρα· ἐπειδὴ τοῦτο ἀπίθανον ἦν, παραλογιζόµενοι τοὺς ἀκούοντας, καὶ δεικνύντες, ὅτι ἐµεθύσθησαν, τῇ ποιότητι τὸ πᾶν ἐπιγράφουσι, καί φασι· Γλεύκους µεµεστωµένοι εἰσί. Σταθεὶς δὲ ὁ Πέτρος σὺν τοῖς ἔνδεκα, ἐπῆρε τὴν φωνὴν αὐτοῦ, καὶ ἀπεφθέγξατο αὐτοῖς. Ὁρᾷς ἐκεῖ τὴν κηδεµονίαν, ἐνταῦθα δὲ τὴν ἀνδρείαν. Εἰ γὰρ ἐθαύµαζον, εἰ γὰρ ἐξεπλήττοντο, οὐχὶ καὶ οὕτω θαυµαστὸν ἦν, τὸ δυνηθῆναι µεταξὺ τοσούτων ῥῆξαι φωνὴν ἄνθρωπον ἀγράµµατον καὶ ἰδιώτην; Εἰ γὰρ ἐν οἰκείοις τις λέγων ταράττεται, πολλῷ µᾶλλον ἐπὶ ἐχθρῶν καὶ φονώντων. Ὅτι δὲ οὐ µεθύουσιν, εὐθέως ἀπὸ τῆς φωνῆς ἐδήλωσεν· ὅτι οὐκ ἐξεστήκασι, καθάπερ οἱ µάντεις, ὅτι οὐκ ἀνάγκῃ κατείχοντο. Τί δέ ἐστι, Σὺν τοῖς ἕνδεκα; Κοινὴν προεβάλλοντο φωνὴν, φησὶ, καὶ πάντων αὐτὸς ἦν τὸ στόµα. Παρεστήκασι δὲ οἱ ἕνδεκα µαρτυροῦντες τοῖς λεγοµένοις. Ἐπῆρε τὴν φωνὴν αὐτοῦ, φησί· τουτέστι, Μετὰ πολλῆς εἶπε τῆς παῤῥησίας. Τοῦτο δὲ ποιεῖ, ἵνα µάθωσι τοῦ Πνεύµατος τὴν χάριν. Ὁ γὰρ µὴ ἐνεγκὼν ἐρώτησιν κορασίου εὐτελοῦς, οὗτος ἐν µέσῳ δήµων, φονώντων ἁπάντων, µετὰ τοσαύτης διαλέγεται παῤῥησίας, ὡς ἀναµφισβήτητοντῆς ἀναστάσεως γενέσθαι τοῦτο τεκµήριον· µεταξὺ γὰρ γελώντων ἀνθρώπων, καὶ τὰ τοιαῦτα διαχλευαζόντων παῤῥησιάζεται. Πόσης εἶναι νοµίζεις ἰταµότητος τοῦτο, πόσης ἀσεβείας, πόσης ἀναισχυντίας, τὸ µέθης λογίζεσθαι ἔργον τῶν γλωσσῶν τὸ παράδοξον; Ἀλλ' οὐδὲν τοῦτο τοὺς ἀποστόλους ἐλύπησεν, οὐδ' ἀτολµοτέρους εἰργάσατο τότε τὰ τῆς χλεύης ἀκούοντας. Τῇ γὰρ παρουσίᾳ τοῦ Πνεύµατος ἤδη µετεσκευάσθησαν, καὶ ἀνώτεροι τῶν σωµατικῶν πάντων ὑπῆρχον. Ἔνθα δὲ ἂν παραγένηται τὸ Πνεῦµα τὸ ἅγιον, χρυσοῦς ἀντὶ πηλίνων ἐργάζεται. Ὅρα µοι λοιπὸν τὸν Πέτρον, καὶ ἐξέταζε τὸν δειλὸν, τὸν ἀσύνετον, καθάπερ ὁ Χριστός φησιν· Ἀκµὴν καὶ ὑµεῖς ἀσύνετοί ἐστε· τὸν µετὰ τὴν ὁµολογίαν ἐκείνην τὴν θαυµαστὴν Σατᾶν κληθέντα. Σκόπει δὲ καὶ τῶν ἀποστόλων τὴν ὁµόνοιαν. Αὐτοὶ παραχωροῦσιν αὐτῷ τῆς δηµηγορίας· οὐ γὰρ ἔδει πάντας φθέγγεσθαι. Καὶ ἐπῆρε, φησὶ, τὴν φωνὴν αὐτοῦ, καὶ ἀπεφθέγξατο αὐτοῖς µετὰ πολλῆς τῆς παῤῥησίας. Τοιοῦτόν ἐστιν ἄνδρα εἶναι πνευµατικόν. Μόνον καὶ ἡµεῖς ἀξίους ἑαυτοὺς καταστήσωµεν τῆς ἄνωθεν χάριτος, καὶ πάντα εὔκολα ἔσται. Καθάπερ γὰρ πύρινος ἄνθρωπος εἰς µέσην καλάµην ἐµπεσὼν, οὐδὲν ἂν πάθοι δεινὸν, ἀλλὰ µᾶλλον ἐργάσεται· οὐ γὰρ αὐτός τι πάσχει, ἀλλ' αὐτοὶ ἑαυτοὺς οἱ πυκτεύοντες διαφθείρουσιν· οὕτω καὶ νῦν ἐγένετο. Μᾶλλον δὲ ὥσπερ ἂν εἴ τις πῦρ ἐπιφεροµένῳ χόρτον ἔχων πυκτεύοι· οὕτω δὴ καὶ οὗτοι τούτους προσίεσαν µετὰ πολλῆς τῆς ἀνδρείας. Τί γὰρ αὐτοὺς ἔβλαψε τὸ τοσοῦτον πλῆθος; Εἰπὲ γάρ µοι, οὐχὶ πενίᾳ ἐµάχοντο καὶ λιµῷ; οὐχὶ ἀτιµίᾳ καὶ δόξῃ πονηρᾷ;( πλάνοι γὰρ εἶναι ἐνοµίζοντο·) οὐχὶ γέλωτι καὶ χλεύῃ τῶν παρόντων ὑπέκειντο; Ἐπ' αὐτῶν γὰρ τὰ ἑκάτερα συνέπιπτεν· οἱ µὲν γὰρ αὐτοὺς ἐγέλων, οἱ δὲ καὶ ἐχλεύαζον. Οὐχὶ θυµοῖς, οὐχὶ µανίαις ὁλοκλήρων πόλεων, οὐχὶ στάσεσι καὶ ἐπιβουλαῖς προέκειντο; οὐχὶ πυρὶ καὶ σιδήρῳ, καὶ θηρίοις; οὐχὶ πάντοθεν αὐτοὺς µυρίος περιειστήκει πόλεµος; οὐχὶ ὡς ὄναρ ταῦτα ὁρῶντες τὰ δεινὰ ἢ ἐν γραφῇ, οὕτω διέκειντο; Τί δαί; οὐκ ἀνάλωσαν αὐτῶν τοὺς θυµούς; οὐκ εἰς ἑαυτοὺς τὴν ἀπορίαν περιέτρεψαν; οὐχὶ καὶ θυµῷ, καὶ δέει πάντων µάλιστα ἐκεῖνοι συνείχοντο; οὐχὶ ἐναγώνιοι ἦσαν, καὶ ἐφοβοῦντο, καὶ ἔτρεµον; Ἄκουε γὰρ αὐτῶν λεγόντων· Θέλετε ἐπαγαγεῖν ἐφ' ἡµᾶς τὸ αἷµα τοῦ ἀνθρώπου τούτου. Καὶ τὸ θαυµαστὸν, ὅτι γυµνῷ τῷ σώµατι παρετάττοντο πρὸς ὡπλισµένους, πρὸς ἄρχοντας κατὰ αὐτῶν ἔχοντας ἐξουσίαν, ἄπειροι, ἄγλωττοι, καὶ ἰδιωτικώτερον διακείµενοι, πρὸς γόητας, πρὸς πλάνους, πρὸς σοφιστῶν, πρὸς ῥητόρων, πρὸς φιλοσόφων πλῆθος, τῶν κατασαπέντων ἐν Ἀκαδηµίᾳ καὶΠεριπάτοις, ἐνίσταντό τε καὶ ἀπεµάχοντο. Καὶ ὁ περὶ λίµνας ἠσχοληµένος οὕτως αὐτῶν ἐκράτησεν, ὡς οὐδὲ εἰ πρὸς ἰχθῦς ἀγλώττους ὁ ἀγὼν ἦν αὐτῷ· καθάπερ γὰρ ὄντως ἁλιεὺς ἰχθύων ἀφωνοτέρων, οὕτω τούτων περιεγένετο. Καὶ ὁ µὲν πολλὰ ληρήσας Πλάτων, σεσίγηκεν· οὗτος δὲ φθέγγεται, οὐχὶ παρ' οἰκείοις µόνοις, ἀλλὰ καὶ παρὰ Πάρθοις, παρὰ Μήδοις, παρὰ Ἐλαµίταις, καὶ ἐν Ἰνδίᾳ, καὶ πανταχοῦ γῆς, καὶ εἰς τὰ πέρατατῆς οἰκουµένης. Ποῦ νῦν τῆς Ἑλλάδος ὁ τῦφος; ποῦ τῶν Ἀθηνῶν τὸ ὄνοµα; ποῦ τῶν φιλοσόφων ὁ λῆρος; Ὁ ἀπὸ Γαλιλαίας, ὁ ἀπὸ Βηθσαϊδᾶ, ὁ ἀγροῖκος, πάντων ἐκείνων περιεγένετο. Οὐκ αἰσχύνεσθε, εἰπέ µοι, ἐπὶ τῷ ὀνόµατι τῆς πατρίδος τοῦ νενικηκότος ὑµᾶς; Ἂν δὲ καὶ τὸ ὄνοµα αὐτοῦ ἀκούσητε, καὶ ὅτι Κηφᾶς ἐλέγετο, πολλῷ µᾶλλον ἐγκαλύψεσθε. Τοῦτο γὰρ ὑµᾶς, τοῦτο ἀπολώλεκεν, ὅτι τοῦτο ὄνειδος εἶναι νοµίζετε, καὶ εὐγλωττίαν ἐγκώµιον, καὶ ἀπειρίαν εὐγλωττίας, ὄνειδος. Οὐκ ἤλθετε ἣν ἐλθεῖν ὑµᾶς ἔδει, ἀλλὰ τὴν βασιλικὴν ἀφέντες ὁδὸν τὴν εὔκολον καὶ λείαν, τὴν τραχεῖαν καὶ ἀνάντη καὶ χαλεπὴν ἐβαδίσατε.∆ ιὰ τοῦτο οὐδὲ ἐφθάσατε πρὸς τὴν βασιλείαν τῶν οὐρανῶν.
4.4
Τί οὖν οὐκ εἰς Πλάτωνα ἐνήργησεν ὁ Χριστὸς, οὐδὲ εἰς Πυθαγόραν, φησίν; Ὅτι πολλῷ φιλοσοφωτέρα ἦν ἡ Πέτρου ψυχὴ τῶν ψυχῶν ἐκείνων. Ἐκεῖνοι µὲν γὰρ παῖδες ὄντως ἦσαν, ὑπὸ τῆς κενῆς δόξης περιτρεπόµενοι πανταχοῦ· οὗτος δὲ ἀνὴρ φιλόσοφος, καὶ δεκτικὸς τῆς χάριτος. Εἰ δὲ γελᾷς ταῦτα ἀκούων, οὐ θαυµαστόν· ἐπεὶ καὶ οἱ τότε ἐγέλων, καὶ γλεύκους αὐτοὺς ἔλεγον εἶναι µεστούς· ἀλλ' ὕστερον, ὅτε ἐπεπόνθεσαν τὰ πικρὰ ἐκεῖνα, καὶ πάντων χαλεπώτερα, ὅτε τὴν πόλιν κατερειποµένην εἶδον, καὶ τὸ πῦρ ἀναπτόµενον, καὶ τὰτείχη ῥιπτούµενα χαµαὶ, καὶ τὰς ποικίλας βακχείας ἐκείνας, ἃς οὐδεὶς παραστῆσαι δύναται λόγῳ, οὐκ ἔτι ἐγέλων Οὕτω καὶ ὑµεῖς τότε οὐ γελάσεσθε, ὅταν ὁτῆς κρίσεως ἐπιστῇ καιρὸς, ὅταν τὸ τῆς γεέννης ἀναφθῇ πῦρ. Ἀλλὰ τί περὶ µελλόντων λέγω; Βούλει δείξω τίς ἐστι Πέτρος, τίς δὲ Πλάτων; Τὰ γὰρ ἤθη τέως αὐτῶν, εἰ δοκεῖ, ἐξετάσωµεν, καὶ ἴδωµεν τίσιν ἐπεχείρησαν ἑκάτεροι. Οὗτος µὲν οὖν πάντα τὸν χρόνον ἀνάλωσε περὶ δόγµατα στρεφόµενος ἀνόνητα καὶ περιττά. Τί γὰρ ὄφελος ἐκ τοῦ µαθεῖν, ὅτι µυῖα ἡ ψυχὴ τοῦ φιλοσόφου γίνεται; Ὄντως µυῖα, οὐκ εἰς µυῖαν µετέπιπτεν, ἀλλ' ἐπέβαινε τῇ ἐν Πλάτωνι οἰκούσῃ ψυχῇ. Ποίας ταῦτα οὐ µαταιολογίας; πόθεν δὴ τοιαῦτα ληρεῖν ἐπεβάλετο; Εἰρωνείας µεστὸς ἦν ὁ ἀνὴρ, καὶ ζηλοτύπως πρὸς ἅπαντας διακείµενος. Ὥσπερ οὖν φιλονεικῶν, µήτε οἴκοθεν, µήτε παρ' ἑτέρου χρήσιµόν τι εἰσαγαγεῖν· οὕτω παρὰ µὲν ἑτέρου τὴν µετεµψύχωσιν ἐδέξατο, παρὰ δὲ ἑαυτοῦ τὴν πολιτείαν εἰσήγαγεν, ἔνθα τὰ πολλῆς αἰσχρότητος γέµοντα ἐνοµοθέτησε. Κοιναὶ, φησὶν, αἱ γυναῖκες ἔστωσαν, καὶ γεγυµνωµέναι παρθένοι, ἐπ' ὄψεσι τῶν ἐραστῶν παλαιέτωσαν, καὶ κοινοὶ πατέρες ἔστωσαν, καὶ οἱ τικτόµενοι παῖδες. Ποίαν οὐχ ὑπερβάλλει ταῦτα ἄνοιαν; Ἀλλὰ τὰ µὲν ἐκείνου τοιαῦτα. Ἐνταῦθα δὲ οὐχ ἡ φύσις ποιεῖ κοινοὺς πατέρας, ἀλλ' ἡ Πέτρου φιλοσοφία· ἐπεὶ ἐκεῖνό γε καὶ ἀνῄρει. Οὐδὲν γὰρ ἕτερον ἐποίει, ἀλλ' ἢ τὸν ὄντα ἀγνοεῖσθαι µονονουχὶ, καὶ τὸν οὐκ ὄντα εἰσάγεσθαι. Εἰς µέθην τινὰ καὶ συρφετὸν ἐνέβαλε τὴν ψυχήν. Πάντες, φησὶν, ἀδεῶς κεχρήσθωσαν ταῖς γυναιξί.∆ ιὰ τοῦτο οὐκ ἐξετάζω ποιητῶν δόγµατα, ἵνα µή µέ τις εἴποι µύθους ἐξετάζειν· ἀλλ' ἑτέρους λέγω µύθους ἐκείνων πολλῷ καταγελαστοτέρους. Ποῦ τοιοῦτόν τι ἐτερατεύσαντο ποιηταί; Ἀλλ' ὁ κορυφαῖος τῶν φιλοσόφων, ὡς ἐδόκει, καὶ ὅπλα ταῖς γυναιξὶ περιτίθησι, καὶ κράνη, καὶ κνηµῖδας, καὶ κυνῶν οὐδὲν διαφέρειν λέγει τὸἀνθρώπινον γένος. Ἐπειδὴ γὰρ ἡ κύων ἡ θήλεια, φησὶ, καὶ ὁ ἄῤῥην κοινωνοῦσιν ἐν τοῖς ἔργοις, κοινωνείτωσαν καὶ αἱ γυναῖκες, καὶ πάντα ἀνατρεπέσθω. Ἀεὶ γὰρ δι' αὐτῶν ἐσπούδασεν ὁ διάβολος, µηδὲν ἐντιµότερον τῶν ἀλόγων τὸ ἡµέτερον δεῖξαι γένος· ὅπου γέ τινες εἰς τοῦτο κενοδοξίας ἦλθον, ὡς εἰπεῖν, ὅτι καὶ τὰ ἄλογα λογικὰ τυγχάνει. Καὶ ὅρα, πῶς ποικίλως ἐβάκχευσεν ἐν ταῖς ἐκείνων ψυχαῖς. Οἱ µὲν γὰρ κορυφαῖοι αὐτῶν ἔφησαν τὴν ἡµετέραν ψυχὴν εἰς µυίας, καὶ κύνας, καὶ ἄλογα µεθίστασθαι· οἱ δὲ µετ' ἐκείνους τοῦτο αἰσχυνθέντες, εἰς ἑτέραν αἰσχύνην κατέπεσον, πάσης λογικῆς ἐπιστήµης µεταδόντες τοῖς ἀλόγοις, καὶ πανταχοῦ δείξαντες ἡµῶντὰ δι' ἡµᾶς γενόµενα ἐντιµότερα. Οὐ τοῦτο δὲ µόνον, ἀλλὰ καὶ προγνώσεις εἶναι παρ' αὐτοῖς, καὶ εὐσέβειαν λέγουσιν. Ὁ κόραξ, φησὶν, οἶδε τὸν Θεὸν, καὶ ἡ κορώνη, καὶ προφητείας ἔχουσι χαρίσµατα, καὶ τὰ µέλλοντα προλέγουσι, καὶ δικαιοσύνη παρ' αὐτοῖς, καὶ πολιτεία, καὶ νόµοι, καὶ ζηλοῖ παρ' αὐτοῖς ὁ κύων κατὰ Πλάτωνα. Τάχα ἀπιστεῖτε τοῖς λεγοµένοις; Εἰκότως, ἅτε τοῖς ὑγιέσιν ἐντεθραµµένοι δόγµασιν· ἐπεὶ καὶ εἴ τις τραφείη ταύτῃ τῇ τροφῇ, ἀπιστήσειεν ἂν, ὅτι ἔστιν ἄνθρωπος κόπρου γευόµενος ἡδέως. Ὅταν οὖν λέγωµεν αὐτοῖς, ὅτι µῦθοι ταῦτα καὶ ἀνοίας µεστὰ, οὐκ ἐνοήσατε, φασί. Μηδὲ νοήσωµέν ποτε τὸν τοσοῦτον ὑµῶν γέλωτα. Σφόδρα γε· οὐ γὰρ φρενὸς βαθείας δεῖ, ἵνα µάθωµεν, τί βούλεται ἡ τοσαύτη ἀσέβεια καὶ σύγχυσις. Μὴ κορακιστὶ φθέγγεσθε, ὦ ἀνόητοι, καθάπερ τὰ παιδία; Παῖδες γὰρ ὄντως ἐστὲ, καθάπερ ἐκεῖνα. Ἀλλὰ Πέτρος οὐδὲν τοιοῦτον ἔφησεν· ἀλλ' ἀφῆκε φωνὴν, ἣ καθάπερ ἐν σκότῳ τινὶ φῶς ἀπολάµψασα µέγα, τὴν ἀχλὺν διεσκέδασε τῆς οἰκουµένης. Ἀλλὰ τὸ ἦθος αὐτοῦ πῶς ἥµερον ἦν, πῶς ἐπιεικές· πῶς πάσης ἀνωτέρω δόξης ἵστατο κενῆς· πῶς εἰς τὸν οὐρανὸν ἑώρα ἄτυφος ὢν, καὶ ταῦτα νεκροὺς ἀνιστῶν. Εἰ δὲ ἐξεγένετο ἐκείνων τινὶ τῶν ἀνοήτων, φαντασίᾳ γοῦν τοιοῦτόν τι ἐργάζεσθαι, ἆρ' οὐκ ἂν εὐθέως βωµὸν ἐζήτησε καὶ ναὸν, καὶ ἰσόθεός τις εἶναι ἠθέλησεν; ὅπου γε οὐδενὸς τούτων ὄντος τοιαῦτα φαντάζονται ἀεί. Τί γὰρ βούλεται αὐτοῖς Ἀθηνᾶ, καὶ Ἀπόλλων, καὶ Ἥρα; Γένη παρ' αὐτοῖς ἐστι δαιµόνων. Καὶ βασιλεύς ἐστι παρ' αὐτοῖς διὰ τοῦτο ἀξιῶν ἀποθανεῖν, ἵνα ἰσόθεος νοµίζοιτο. Ἀλλ' οὗτοι οὐχ οὕτως, ἀλλὰ τοὐναντίον. Ἄκουε γὰρ αὐτῶν λεγόντων ἐπὶ τῆς θεραπείας τοῦ χωλοῦ· Ἄνδρες Ἰσραηλῖται, τί ἡµῖν προσέχετε, ὡς ἰδίᾳ δυνάµει ἢ εὐσεβείᾳ πεποιηκόσι τοῦ περιπατεῖν αὐτόν; Καὶ ἀλλαχοῦ· Καὶ ἡµεῖς ὁµοιοπαθεῖς ὑµῖν ἐσµεν ἄνθρωποι. Ἐκεῖ δὲ πολὺς ὁ τῦφος, πολλὴ ἡ ἀλαζονεία· πάντα διὰ τὰς παρὰ τῶν ἀνθρώπων τιµὰς, οὐδὲν φιλοσοφίας ἕνεκεν. Ὅταν γάρ τι διὰ δόξαν γίνηται, πάντα µένουσιν εὐτελῆ. Κἂν γὰρ πάντα τις ἔχῃ, τούτου δὲ µὴ κρατῇ, πάσης φιλοσοφίας ἐξέπεσε, τῷ τυραννικωτέρῳ κατεχόµενος, καὶ αἰσχροτέρῳ πάθει. Ταύτης ἡ ὑπεροψία πάντα διδάξαι τὰ ἀγαθὰ ἱκανὴ, καὶ τῆς ψυχῆς ἐξορίσαι πᾶν πάθος ὀλέθριον.∆ ιὸ παραινῶ καὶ ὑµῖν πολλὴν ποιεῖσθαι τὴν σπουδὴν, ὥστε τοῦτο τὸ πάθος πρόῤῥιζον ἐξελεῖν· οὐ γὰρ ἔστιν ἄλλως εὐδοκιµῆσαι παρὰ τῷ Θεῷ, καὶ τὴν παρὰ τοῦ ἀκοιµήτου ἐκείνου ὀφθαλµοῦ εὔνοιαν ἐπισπάσασθαι. Οὐκοῦν πᾶσαν σπουδὴν ποιώµεθα, ὥστε τῆς ἐκεῖθεν ἡµᾶς ῥοπῆς ἀπολαύειν, ἵνα καὶ τῶν παρόντων λυπηρῶν διαφύγωµεν τὴν πεῖραν, καὶ τῶνµελλόντων ἀγαθῶν καταξιωθῶµεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Intertext edge

Open linked passage

Note