Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In Acta apostolorum
John ChrysostomHom. Act. 51 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
51.0
Οἱ µὲν οὖν στρατιῶται κατὰ τὸ διατεταγµένον αὐτοῖς ἀναλαβόντες τὸν Παῦλον, ἤγαγον διὰ νυκτὸς εἰς τὴν Ἀντιπατρίδα. Τῇ τε ἐπαύριον ἐάσαντες τοὺς ἱππεῖς πορεύεσθαι σὺν αὐτῷ, ὑπέστρεψαν εἰς τὴν παρεµβολήν· οἵτινες ἐλθόντες εἰς τὴν Καισάρειαν, καὶ ἀναδόντες τὴν ἐπιστολὴν τῷ ἡγεµόνι, παρ έστησαν καὶ τὸν Παῦλον.
51.1
Καθάπερ βασιλέα τινὰ δορυφόροι παρέπεµπον µετὰ τοσούτου πλήθους καὶ ἐν νυκτὶ, φοβούµενοι τοῦ δήµου τὴν ὀργὴν τῆς ὁρµῆς. Ἐπεὶ οὖν τῆς πόλεως αὐτὸν ἐξέβαλον, τότε ἀφίστανται. Οὐκ ἂν δὲ ὁ χιλίαρχος µετὰ τοσαύτης αὐτὸν ἀσφαλείας ἐξέπεµψεν, εἰ µὴ καὶ αὐτὸς οὐδὲν ἦν αὐτοῦ κατεγνωκὼς, καὶ ἐκείνων ᾔδει τὸ φονικόν. Ἀναγνοὺς δὲ, καὶ ἐπερωτήσας ἐκ ποίας ἐπαρχίας ἐστὶ, καὶ πυθόµενος, ὅτι ἀπὸ Κιλικίας,∆ ιακούσοµαί σου, ἔφη, ὅταν καὶ οἱ κατήγοροί σου παραγένωνται· ἐκέλευσέ τε αὐτὸν ἐν τῷ πραιτωρίῳ Ἡρώδου φυλάσσεσθαι. Ἤδη ἀπελογήσατο ὑπὲρ αὐτοῦ ὁ Λυσίας· ἀλλ' ὅµως καὶ ἔτι οἱ Ἰουδαῖοι ἐπιτίθενται, καὶ προκαταλαµβάνουσι τὸν ἀκροατὴν, καὶ πάλιν εἰς δεσµὰ βάλλεται, καὶ ἄκουε πῶς· ἐπάγει γάρ· Μετὰ δὲ πέντε ἡµέρας κατέβη ὁ ἀρχιερεὺς Ἀνανίας µετὰ πρεσβυτέρων καὶ ῥήτορος Τερτύλλου τινὸς, οἵτινες ἐνεφάνησαν τῷ ἡγεµόνι κατὰ τοῦ Παύλου. Ὅρα πῶς οὐδ' οὕτως ἀπέστησαν, ἀλλ' ἔρχονται µυρίοις κωλύµασι καί τοι κωλυόµενοι, ὥστε κἀκεῖ καταισχυνθῆναι. Κληθέντος δὲ αὐτοῦ, ἤρξατο κατηγορεῖν ὁ Τέρτυλλος, λέγων· Πολλῆς εἰρήνης τυγχάνοντες διὰ σοῦ, καὶ κατορθωµάτων γινοµένων τῷ ἔθνει τούτῳ διὰ τῆς σῆς προνοίας, πάντη τε καὶ πανταχοῦ ἀποδεχόµεθα, κράτιστε Φῆλιξ, µετὰ πάσης εὐχαριστίας. Ἵνα δὲ µὴ ἐπὶ πλέον σε ἐγκόπτω, παρακαλῶ ἀκοῦσαι συντόµως ἡµῶν τῇ σῇ ἐπιεικείᾳ. Καὶ µὴν ὑµεῖς τοῦτο πεποιήκατε· ῥήτορος οὖν τί ἔδει; Ὅρα πῶς καὶ οὗτος εὐθέως ἐκ προοιµίων ὡς νεωτεροποιὸν καὶ στασιαστὴν βούλεται παραδοῦναι, καὶ τοῖς ἐπαίνοις προκαταλαµβάνει τὸν δικαστήν. Εἶτα ὡς πολλὰ ἔχων εἰπεῖν, παρατρέχει, καὶ µόνον τοῦτο λέγει· Ἵνα δὲ µὴ ἐπιπλέον σε ἐγκόπτω. Ὅρα πῶς εἰς ἐπιθυµίαν ἐµβάλλει κολάσεως τὸν δικαστήν· εἴ γε ἔµελλε τὸν τὴν οἰκουµένην ἀνατρέποντα καθέξειν, καὶ ὡς ἐπὶ κατορθώµατι φρονοῦσι µεγάλῳ. Εὑρόντες γὰρ τὸν ἄνδρα τοῦτον λοιµὸν, καὶ κινοῦντα στάσεις πᾶσι τοῖς Ἰουδαίοις τοῖς κατὰ τὴν οἰκουµένην, πρωτοστάτην τε τῆς τῶν Ναζωραίωναἱρέσεως, ὃς καὶ τὸ ἱερὸν ἐπείρασε βεβηλῶσαι· ὃν καὶ ἐκρατήσαµεν, καὶ κατὰ τὸν ἡµέτερον νόµον ἠθελήσαµεν κρῖναι. Παρελθὼν δὲ Λυσίας ὁ χιλίαρχος µετὰ πολλῆς βίας ἐκ τῶν χειρῶν ἡµῶν ἀπήγαγε, κελεύσας τοὺς κατηγόρους αὐτοῦ ἔρχεσθαι ἐπὶ σοῦ· παρ' οὗ δύνασαι αὐτὸς ἀνακρίνας περὶ πάντων τούτων ἐπιγνῶναι, ὧν ἡµεῖς κατηγοροῦµεν αὐτοῦ. Τοῖς κατὰ τὴν οἰκουµένην, φησὶν, Ἰουδαίοις στάσεις κινοῦντα. Ὡς λυµεῶνα λοιπὸν καὶ κοινὸν ἐχθρὸν τοῦ ἔθνους διαβάλλουσι πρωτοστάτην τε τῆς τῶν Ναζωραίων[ αἱρέσεως. Ἐδόκει τοῦτο ἐπονείδιστον εἶναι, τὸ τῶν Ναζωραίων]· διὸ καὶ τοῦτο παρῆγον, καὶ ἀπὸ τούτου πάλιν διέβαλλον αὐτόν· ἡ γὰρ Ναζαρὲθ εὐτελὴς ἦν. Καὶ εὑρόντες, φησίν. Ὅρα, πῶς κακούργως ὡς διαφυγόντα συκοφαντοῦσι, καὶ µόλις ἐπιτυχόντες, καίτοι ἑπτὰ ἡµέρας εἶχεν ἐν τῷ ἱερῷ. Ὃν καὶ ἐκρατήσαµεν, καὶ κατὰ τὸν ἡµέτερον νόµον ἠθελήσαµεν κρῖναι. Ὅρα πῶς καὶ τὸν νόµον ὑβρίζουσιν· εἴ γε µὴ τοῦτο νόµου ἦν, τὸ τύπτειν, τὸ ἀναιρεῖν, τὸ ἔνεδρα ποιεῖν. Εἶτα καὶ τοῦ Λυσίου κατηγορία, Παρελθὼν δὲ Λυσίας ὁ χιλίαρχος µετὰ πολλῆς βίας ἐκ τῶν χειρῶν ἡµῶν ἀπήγαγεν· οὐ προσῆκον αὐτῷ, φησὶ, πρᾶγµα ποιῶν· ὅµως ἐποίησε. Παρ' οὗ δύνασαι αὐτὸς ἀνακρίνας περὶ τούτων πάντων γνῶναι, ὧν ἡµεῖς κατηγοροῦµεν αὐτοῦ. Συνεπέθεντο δὲ καὶ οἱ Ἰουδαῖοι, φάσκοντες ταῦτα οὕτως ἔχειν. Τί οὖν ὁ Παῦλος; ἆρα ἐπὶ τούτοις σιγᾷ; Οὐδαµῶς· ἀλλὰ παῤῥησιάζεται πάλιν καὶ ἀποκρίνεται· καὶ τοῦτο τοῦ ἡγεµόνος βουληθέντος· ἐπήγαγε γάρ· Ἀπεκρίθη δὲ Παῦλος νεύσαντος αὐτῷ τοῦ ἡγεµόνος λέγειν· Ἐκ πολλῶν ἐτῶν ὄντα σε κριτὴν δίκαιον τῷ ἔθνει τούτῳ ἐπιστάµενος, εὐθυµότερον τὰ περὶ ἐµαυτοῦ ἀπολογοῦµαι, δυναµένου σου γνῶναι, ὅτι οὐ πλείουςεἰσί µοι ἡµέραι δεκαδύο, ἀφ' ἧς ἀνέβην προσκυνήσων ἐν Ἱερουσαλήµ. Καὶ οὔτε ἐν τῷ ἱερῷ εὗρόν µε πρός τινα διαλεγόµενον ἢ ἐπισύστασιν ποιοῦντα ὄχλων, οὔτε ἐν ταῖς συναγωγαῖς, οὔτε κατὰ τὴν πόλιν· οὔτε παραστῆσαι νῦν δύνανται, περὶ ὧν νῦν κατηγοροῦσί µου. Οὐκ ἔστι ταῦτα κολακείας τὰ ῥήµατα, τὸ µαρτυρῆσαι τῷ δικαστῇ δικαιοσύνην· ἀλλ' ἐκεῖνα µᾶλλον, τὸ εἰπεῖν· Πολλῆς εἰρήνης τυγχάνοντες διὰ σοῦ. Τί οὖν ἀδίκως στασιάζετε; Σκόπει δέ· ἐκεῖνοι πρὸς ἀδικίαν παρώρµων, οὗτος τὸ δίκαιον ἐζήτει· διὸ καὶ ἔλεγεν· Εὐθυµότερον τὰ περὶ ἐµαυτοῦ ἀπολογοῦµαι· εἶτα καὶ ἀπὸ τοῦ χρόνου ἰσχυρίζεται· Ἐκ πολλῶν ἐτῶν γὰρ, φησὶν, ὄντα σε κριτὴν ἐπιστάµενος. Καὶ τί τοῦτο πρὸς ἀπόδειξιν συνετέλει; Μέγα· δείκνυσι γὰρ, ὅτι καὶ αὐτὸς οἶδε µηδὲν ὧν κατηγορεῖται πεποιηκότα. Εἰ δὲ ἐπισύστασίν ποτε ἐκίνησεν, ἐγίνωσκεν ἂν κριτὴς ὢν, καὶ τὸ τοιοῦτον αὐτὸν οὐκ ἐλάνθανεν. Εἶτα ἐπειδὴ ὁ κατήγορος οὐδὲν εἶχε δεῖξαι ἐν Ἱεροσολύµοις, ὅρα τί φησι· Τοῖς κατὰ τὴν οἰκουµένην πᾶσιν Ἰουδαίοις, ψεῦδος ἐπὶ ψεύδει συντιθείς.∆ ιὰ τοῦτο ὁ Παῦλος ἐντεῦθεν αὐτὸν ἀφέλκων, Προσκυνήσων ἀνέβην, λέγει· µονονουχὶ ἀπολογούµενος διὰ τούτου, ὅτι τοσοῦτον ἀπέχω τοῦ στάσεις κινεῖν· καὶ τούτῳ ἐνδιατρίβει τῷ δικαίῳ ὅπερ ἦν ἰσχυρόν· ἐπάγει γάρ· Καὶ οὔτε ἐν τῷ ἱερῷ, οὔτε ἐν τῇ πόλει, οὔτε ἐν τῇ συναγωγῇ εὗρόν µε πρός τινα διαλεγόµενον. Ὅπερ ἦν καὶ ἀληθές. Κἀκεῖνος µὲν Πρωτοστάτην φησὶ, καθάπερ ἐπὶ µάχης καὶ συστάσεως· οὗτος δὲ ὅρα πῶς ἐπιεικῶς ἀποκρίνεται· Ὁµολογῶ δὲ τοῦτό σοι, ὅτι κατὰ τὴν ὁδὸν, ἣν λέγουσιν αἵρεσιν, οὕτω λατρεύω τῷ πατρῴῳ Θεῷ, πιστεύων πᾶσι τοῖς κατὰ νόµον, καὶ ἐν τοῖςπροφήταις γεγραµµένοις, ἐλπίδα ἔχων εἰς τὸν Θεὸν, ἣν καὶ αὐτοὶ προσδέχονται, ἀνάστασιν µέλλειν ἔσεσθαι δικαίων τε καὶ ἀδίκων.
51.2
Ὅρα· ἐχώριζον αὐτὸν ἐκεῖνοι· οὗτος συνεισάγει, καὶ οἰκειοῖ ἑαυτὸν τῷ νόµῳ δι' ὧν ἀπολογεῖται. Καὶ βεβαιῶν ὃ εἶπε, πάλιν ἐπάγει· Ἐν τούτῳ δὲ καὶ αὐτὸς ἀσκῶ, ἀπρόσκοπον συνείδησιν ἔχων πρός τε τὸν Θεὸν καὶ πρὸς τοὺς ἀνθρώπους διαπαντός.∆ ι' ἐτῶν δὲ πλειόνων παρεγενόµην, ἐλεηµοσύνας ποιήσων εἰς τὸ ἔθνος µου καὶ προσφορὰς, ἐν οἷς εὗρόν µε ἡγνισµένον ἐν τῷ ἱερῷ οὐ µετὰ ὄχλου, οὐδὲµετὰ θορύβου τινός. Τί οὖν ἀνέβης; τί ἦλθες; Προσκυνῆσαι; ἐλεηµοσύνας, φησὶ, ποιῆσαι· ὥστε τοῦτο οὐκ ἦν στασιώδους. Εἶτα καὶ ἐκβάλλει αὐτῶν τὸ πρόσωπον, λέγων ἀδιορίστως· Ἐν οἷς εὗρόν µέ τινες τῶν ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι· οὓς ἔδει ἐπὶ σοῦ παρεῖναι, καὶ κατηγορεῖν εἴ τι ἔχοιεν πρός µε· ἢ αὐτοὶ οὗτοι εἰπάτωσαν, τί εὗρον ἐν ἐµοὶ ἀδίκηµα, στάντος µου ἐπὶ τοῦ συνεδρίου· ἢ περὶ µιᾶς ταύτης φωνῆς ἧς ἐκέκραξα ἑστὼς ἐν αὐτοῖς, ὅτι Περὶ ἀναστάσεως νεκρῶν ἐγὼ σήµερον κρίνοµαι ὑφ' ὑµῶν. Τοῦτο περιουσία δικαιωµάτων, µὴ φεύγειν τοὺς κατηγόρους, ἀλλ' ἕτοιµον εἶναι πᾶσι διδόναι λόγον. Περὶ ἀναστάσεως νεκρῶν ἐγὼ σήµερον, φησὶ, κρίνοµαι. Καὶ οὐδὲν εἶπεν ὧν εἶχεν εἰκότως εἰπεῖν, ὅτι ἐπεβούλευσαν, ὅτι κατέσχον αὐτὸν, ὅτι ἔνεδρον ἐποίησαν( ταῦτα γὰρ παρ' ἐκείνων λέγεται γενέσθαι· παρὰ δὲ τούτου, καὶ κινδύνου ὄντος, οὐκ ἔτι)· ἀλλὰ σιγᾷ, καὶ µόνον ἀπολογεῖται, καίτοι µυρία ἔχων εἰπεῖν. Τοῦτο αὐτὸν καὶ ἐν Καισαρείᾳ ἐποίει λαµπρὸν, τὸ µετὰ τοσαύτης ἐλθεῖν παρατάξεως. Ἐν οἷς εὗρόν µε, φησὶν, ἡγνισµένον ἐν τῷ ἱερῷ. Πῶς οὖν ἐβεβήλωσεν; οὐ γὰρ ἦν τοῦ αὐτοῦ καὶ ἁγνίζεσθαι καὶ προσκυνεῖν, καὶ διὰ τοῦτο ἔρχεσθαι καὶ βεβηλοῦν. Τοῦτο καὶ δικαιολογίας ὑποψίαν ἔχει τὸ µὴ εἰς µακρὸν ἐµπίπτειν τὸν λόγον ἐᾷν Καὶ χαρίζεται τῷ δικαστῇ. Ἐµοὶ δὲ δοκεῖ κἀκείνῳ συστέλλειν τὴν ἀπολογίαν. Ἀλλ' ἴδωµεν ἄνωθεν τὰ εἰρηµένα. Ἐπειδὴ πρὸ τούτου µακρὰ ἐδηµηγόρησεν ὁ Τέρτυλλος, δεικνὺς ὅτι ἐγκόπτεται, οὐκ εἶπεν, Ἄκουσον τοῦ πράγµατος· ἀλλ', Ἵνα σε µὴ ἐπὶ πλεῖον ἐγκόπτω, παρακαλῶ ἀκοῦσαί σε ἡµῶν τῇ σῇ ἐπιεικείᾳ. Τάχα θεραπεύων οὕτω τὸν λόγον κατασκευάζει· ἢ καὶ ἀληθῶς τοῦτο ἐπιεικείας τεκµήριον, εἰ παρὸν πολλὰ εἰπεῖν, ὑπὲρ τοῦ µὴ ἐνοχλεῖν ὀλίγα τις λέγοι. Εὕροµεν γὰρ τὸν ἄνδρα τοῦτον λοιµόν· ὃς, φησὶ, καὶ τὸ ἱερὸν ἐπείρασε βεβηλῶσαι. Οὐκοῦν οὐκ ἐβεβήλωσε. Τί οὖν, εἰ ἀλλαχοῦ τοῦτο ἐποίησεν; Οὐδαµῶς· ἦ γὰρ ἂν καὶ εἶπε· νῦν δὲ Ἐπείρασε µὲν λέγει, τὸ δὲ πῶς, οὐ προστίθησι. Καὶ τὰ µὲν κατὰ Παύλου οὕτως ἐπῆρεν· ὅρα δὲ τὰ αὐτῶν πῶς ἐλαττοῖ. Ὃν καὶ ἐκρατήσαµεν, φησὶ, καὶ ἠθελήσαµεν κρῖναι κατὰ τὸν ἡµέτερον νόµον. Παρελθὼν δὲ Λυσίας χιλίαρχος, µετὰ πολλῆς βίας ἐκ τῶν χειρῶν ἡµῶν ἀπήγαγεν. Ἐνταῦθα δείκνυσιν, ὅτι καὶ ἐπηρεάζονται εἰς δικαστήρια ἐρχόµενοι ξένα, καὶ ὅτι οὐκ ἂν ἠνώχλησαν αὐτὸν, εἰ µὴ ἐκεῖνος ἠνάγκασε, καὶ ὡς οὐ προσῆκοναὐτῷ ἥρπασε τὸν ἄνδρα· καὶ γὰρ τὰ ἀδικήµατα πρὸς ἡµᾶς ἦν, καὶ τὸ δικαστήριον παρ' ἡµῖν ἔδει γενέσθαι. Ὅτι γὰρ τοῦτό ἐστιν, ὅρα τὸ ἑξῆς· Μετὰ πολλῆς, φησὶ, βίας. Βία γὰρ τοῦτό ἐστι. Παρ' οὗ δύνασαι γνῶναι. Οὐδὲ κατηγορῆσαι τολµᾷ· συγγνωµονικὸς γὰρ ἀνὴρ ἦν· οὐδὲ ἁπλῶς παρέρχεται. Εἶτα πάλιν, ἵνα µὴ δόξῃ ψεύδεσθαι, αὐτὸν ἐφίστησιν ἑαυτοῦ κατήγορον τὸν Παῦλον. Παρ' οὗ, φησὶ, δύνασαι ἀνακρίνας περὶ πάντων τούτων ἐπιγνῶναι. Εἶτα καὶ µάρτυρες τῶν εἰρηµένων· Συνεπέθεντο δὲ καὶ οἱ Ἰουδαῖοι φάσκοντες ταῦτα οὕτως ἔχειν. Οἱ κατήγοροι, αὐτοὶ καὶ µάρτυρες καὶ κατήγοροι. Ἀλλ' ὁ Παῦλος, Ἐκ πολλῶν ἐτῶν ὄντα σε κριτὴν ἐπιστάµενος δίκαιον, ἀποκρίνεται. Οὐκ ἄρα ξένος τίς ἐστιν, οὐδὲ ἀλλότριος, οὐδὲ νεωτεροποιὸς, εἴ γε ἐκ πολλῶν ἐτῶν οἶδε τὸν δικαστήν. Καὶ καλῶς ἐπήγαγε τὸ,∆ ίκαιον, ἵνα µὴ πρὸς τὸν ἀρχιερέα ἴδῃ, µηδὲ πρὸς τὸν δῆµον, µηδὲ πρὸς τὸν κατήγορον. Ὅρα, πῶς οὐ προήχθη εἰς ὕβριν· καίτοι γε καὶ ἀνάγκης οὔσης. Πιστεύων, φησὶ, πᾶσι τοῖς κατὰ νόµον. Τοῦτο εἶπε, δεικνὺς, ὅτι οὐκ ἂν ἄνθρωπος, πιστεύων ἀνάστασιν ἔσεσθαι, τοιαῦτα πράξειέ ποτε, ἣν καὶ αὐτοὶ οὗτοι ἐκδέχονται. Οὐκ εἶπε περὶ τούτων, ὅτι πιστεύουσι τοῖς ἐν τοῖς προφήταις γεγραµµένοις( οὐδὲ γὰρ ἐπίστευον)· ἀλλ' οὗτος πᾶσιν ἐπίστευεν, οὐκ ἐκεῖνοι· πῶς δὲ, µακροῦ ἂν εἴη λόγου τανῦν λέγειν. Τοσαῦτα εἶπε, καὶ οὐδαµοῦ τοῦ Χριστοῦ µέµνηται. Ἐνταῦθα δὲ, Πιστεύων, εἰπὼν, καὶ τὰ κατὰ τὸν Χριστὸν εἰσήγαγεν, ἀλλὰ τέως τῷ τῆς ἀναστάσεως ἐνδιατρίβει λόγῳ, ὃ κοινὸν ἦν αὐτοῖς δόγµα, καὶπάσης στάσεως ὑποψίαν ἀνῄρει. Εἶτα καὶ ἡ αἰτία τῆς ἀνόδου. Ἐλεηµοσύνας, φησὶ, καὶ προσφορὰς ποιήσων εἰς τὸ ἔθνος µου, παρεγενόµην, καὶ τοῦτο δι' ἐτῶν πλειόνων. Πῶς ἂν οὖν ἐτάραξεν, οἷς ὥστε ἐλεηµοσύνην ποιῆσαι τοσαύτην ἦλθεν ὁδόν; Οὐ µετὰ ὄχλου, φησὶν, οὐδὲ µετὰ θορύβου. Πανταχοῦ τὴν στάσιν ἀναιρεῖ. Καλῶς δὲ καὶ προσκαλεῖται τοὺς κατηγόρους τοὺς ἀπὸ τῆς Ἀσίας, λέγων· Οὓς δεῖ ἐπὶ σοῦ κατηγορεῖν, εἴ τι ἔχοιεν πρός µε. Οὕτως ἐθάῤῥει καθαρὸς εἶναι πρὸς ἃ κατηγορεῖτο, ὅτι καὶ προσκαλεῖται αὐτούς. Οὐ τοὺς ἀπὸ τῆς Ἀσίας δὲ µόνον, ἀλλὰ καὶ τοὺς ἐξ Ἱερουσαλὴµ οὐκ ἐκβάλλει κατηγόρους. ἀλλὰ καὶ τούτους προσκαλεῖται πάλιν, ἐπάγων· Ἢ αὐτοὶ οὗτοι εἰπάτωσαν. Καὶ γὰρ διὰ τοῦτο ἐξ ἀρχῆς διεπονοῦντο, ὅτι τὴν ἀνάστασιν ἐκήρυττε. Καὶ καλῶς οὕτως ἐποίει· τούτου γὰρ δειχθέντος, εὐκόλως καὶ τὰ τοῦ Χριστοῦ ἐπεισήγετο, ὅτι ἀνέστη. Τί εὗρον, φησὶν, ἐν ἐµοὶ ἀδίκηµα, στάντος µου ἐπὶ τοῦ συνεδρίου; Ἐν τῷ συνεδρίῳ εἶπε· δεικνὺς, ὅτι οὐδὲν εὗρον οὐχὶ κατ' ἰδίαν τῆς ἐξετάσεως γενοµένης, ἀλλὰ παρόντος τοῦ πλήθους καὶ ἀκριβῶς ἀνακρίνοντος.
51.3
Ὅτι δὲ ταῦτα ἀληθῆ λέγω, µαρτυροῦσιν οἱ περὶ τούτου ἐγκαλοῦντες.∆ ιὰ τοῦτο καὶ ἔλεγεν· Ἐν τούτῳ δὲ αὐτὸς ἀσκῶ, ἀπρόσκοπον συνείδησιν ἔχων πρός τε τὸν Θεὸν καὶ τοὺς ἀνθρώπους. Ἡ τελεία γὰρ αὕτη ἀρετὴ, ὅταν µηδὲ ἀνθρώποις διδῶµεν λαβὰς, καὶ παρὰ Θεῷ σπουδάζωµεν εἶναι ἀπρόσκοποι. Ἧς ἐκέκραξα, φησὶν, ἐν τῷ συνεδρίῳ. Καὶ τὴν βίαν αὐτῶν δηλοῖ ἐκ τοῦ εἰπεῖν, Ἐκέκραξα, ὡσανεὶ ἔλεγεν· Οὐκ ἔχουσιν εἰπεῖν, ὅτι Προσχήµατι ἐλεηµοσύνης ταῦτα ἐποίεις· οὐ γὰρ µετὰ ὄχλου οὐδὲ µετὰ θορύβου τοῦτο ἐποίουν· ἄλλως τε, καὶ ἐξετάσεως γενοµένης περὶ τούτου, οὐδὲν πλέον εὑρίσκετο. Εἶδες ἐπιείκειαν, κινδύνων ὄντων; εἶδες εὔφηµον γλῶτταν, καὶ πῶς ἓν ζητεῖ µόνον ἀπολύσασθαι τὰ ἑαυτοῦ, οὐχὶ κἀκείνους ἐγκλήµασι περιβαλεῖν, πλὴν εἴ που ἀναγκάζοιτο, ἀπολογούµενος; ὥσπερ καὶ ὁ Χριστὸς ἔλεγεν· Ἐγὼ δαιµόνιον οὐκ ἔχω, ἀλλὰ τιµῶ τὸν Πατέρα µου· ὑµεῖς δὲ ἀτιµάζετέ µε. Τοῦτον µιµώµεθα καὶ ἡµεῖς, ἐπειδὴ καὶ αὐτὸς Χριστοῦ µιµητὴς ἦν. Εἰ τοῖς µέχρι φόνου καὶ σφαγῆς χωρήσασιν οὐδὲν εἶπεν ἐκεῖνος ἐπαχθὲς, τίνος ἂν εἴηµεν ἡµεῖς συγγνώµης ἄξιοι, ἐν λοιδορίᾳ καὶ ὕβρεσινἐκθηριούµενοι, µιαροὺς καὶ παµµιάρους ἀποκαλοῦντες τοὺς ἐχθροὺς τοὺς ἡµετέρους; τίνα δὲ ἀπολογίαν ἕξοµεν ἐχθροὺς ὅλως ἔχοντες; Οὐκ ἀκούεις, ὅτι ὁ τιµῶν, ἑαυτὸν τιµᾷ; Ἡµεῖς δὲ ἑαυτοὺς ὑβρίζοµεν. Ἐγκαλεῖς, ὅτι ὑβρίσθης· τί οὖν περιπίπτεις τῷ ἐγκλήµατι; τί σαυτὸν πληγῇ περιβάλλεις; Μεῖνον ἀπαθὴς, µεῖνον ἄτρωτος· µὴ, βουλόµενος ἕτερον πλῆξαι, σαυτὸν περιβάλῃς τῷ κακῷ. Οὐ γὰρ ἀρκεῖ ἡµῖν ὁ ἕτερος θόρυβος τῆς ψυχῆς ὁ µηδενὸς κινοῦντος κινούµενος· οἷον, αἱ ἐπιθυµίαι αἱ ἄτοποι, αἱ λῦπαι καὶ αἱ ἀθυµίαι καὶ ὅσα τοιαῦτα· ἀλλὰ καὶ ἑτέρας ἐπισωρεύοµεν. Καὶ πῶς δυνατὸν ὑβριζόµενον φέρειν, φησί; Πῶς δὲ οὐ δυνατὸν, εἰπέ µοι; τραῦµα ἡµῖν τίκτεται ἀπὸ τῶν ῥηµάτων; µώλωπες περὶ τὰ σώµατα; ποία τοίνυν γίνεται ἡµῖν βλάβη; Ὥστε, ἂν βουλώµεθα, δυνάµεθα ἐνεγκεῖν. Θῶµεν ἑαυτοῖς νόµον µὴ ἀλγεῖν, καὶ οἴσοµεν· εἴπωµεν πρὸς ἡµᾶς αὐτούς· Οὐκ ἔστιν ἔχθρας, ἀσθενείας ἐστίν· ἀσθενείας καὶ γὰρ ὄντως ἐστίν· ἐπεὶ ὅτι ἔχθρας οὐκ ἔστιν οὐδὲ κακοηθείας, ἐβούλετο κἀκεῖνος κατασχεῖν, εἰ καὶ µυρία ἠδικηµένος ἦν. Ἂν τοῦτο ἐννοήσωµεν µόνον, ὅτι ἀσθενείας ἐστὶν, οἴσοµεν, καὶ συγγνωσόµεθα µὲν ἐκείνῳ, πειρασόµεθα δὲ µὴ περιπεσεῖν καὶ αὐτοί. Ἐπεὶ ἐρωτῶ πάντας τοὺς παρόντας· ἆρα, ἂν ἐθελήσητε, οὕτω φιλοσοφεῖν δύνασθε, ὥστε φέρειν τοὺς ὑβρίζοντας; Ἔγωγε οἶµαι. Οὐκοῦν ἄκων σε ὕβρισε καὶ οὐ βουλόµενος, ἀλλὰ ἀναγκαζόµενος ὑπὸ τοῦ πάθους· ἐπίσχες. Οὐχ ὁρᾷς τοὺς δαιµονῶντας; Ὥσπερ ἐκεῖνος οὐκ ἀπὸ ἔχθρας τοσοῦτον, ὅσον ἀπὸ ἀσθενείας, τοῦτο ὑποµένει· οὕτω καὶ ἡµεῖς οὐκ ἀπὸ τῆς φύσεως τῶν ὕβρεων κινούµεθα, ὅσον ἀφ' ἡµῶν αὐτῶν· ἐπεὶ πῶς τῶν µαινοµένων τὰ αὐτὰ ὑβριζόντων φέροµεν; Πάλιν εἰ φίλοι εἶεν οἱ ὑβρίζοντες ἢ καὶ µείζους, καὶ οὕτω φέροµεν· πῶς οὖν οὐκ ἄτοπον, τριῶν µὲν τούτων ὄντων, καὶ φίλων καὶ µαινοµένων καὶ µειζόνων, φέρειν, ὁµοτίµων δὲ ἢ καὶ ἡττόνων µὴ φέρειν; Πολλάκις εἶπον· ῥοπή τίς ἐστι καὶ συναρπαγὴ τὸ πρᾶγµα· καρτερήσωµεν µικρὸν, καὶ τὸ πᾶν ἠνύσαµεν. Ὅσῳ ἂν ὑβρίζῃ µείζονα, τοσούτῳ µᾶλλόν ἐστιν ἀσθενής. Οἶδας πότε ἀλγεῖν χρή; Ὅταν ὑβρισάντων ἡµῶν ἐκεῖνος σιγήσῃ· τότε γὰρ αὐτὸς µὲν ἰσχυρὸς, ἡµεῖς δὲ ἀσθενεῖς· ἂν δὲ τοὐναντίον γένηται, καὶ χαίρειν δεῖ· ἐστεφανώθης, ἀνεκηρύχθης· οὐκ εἰς ἀγῶνα καταχθεὶς, οὐδὲ ἡλίου καὶ ἀκτῖνος καὶ κόνεως ἐπάχθειαν ἐνεγκὼν, οὐδὲ συµπλακεὶς, καὶ λαβὰς δοὺς, ἀλλὰ θελήσας µόνον, καὶ καθήµενοςἢ ἑστὼς, ἔλαβες µέγαν τὸν στέφανον· καὶ οὐχ ἁπλῶς µέγαν, ἀλλὰ πολλῷ µείζονα ἐκείνων· οὐ γάρ ἐστιν ἴσον ἐχθρὸν βαλεῖν ἀντίπαλον, καὶ τῶν τῆς ὀργῆς περιγενέσθαι βελῶν. Ἐνίκησας οὐδὲ λαβὴν δοὺς, κατέβαλες τὸ πάθος τὸ ἐν σοὶ, ἀπέσφαξας τὸ θηρίον κεκινηµένον, καὶ λυττῶντα τὸν θυµὸν ἐπεστόµισας, καθάπερ τιςἄριστος νοµεύς· ἐµφύλιος ἔµελλεν ἡ µάχη εἶναι, οἰκεῖος ὁ πόλεµος. Καθάπερ γὰρ οἱ τείχει προσκαθήµενοι καὶ πολιορκοῦντες ἔξωθεν, ἐµφυλίοις περιβάλλουσι πολέµοις, καὶ τότε περιγίνονται· οὕτω δὴ καὶ ὁ ἐνυβρίζων, ἂν µὴ τὸ ἐν ἡµῖν ἐγείρῃ πάθος, οὐ δυνήσεται περιγενέσθαι· ἐὰν µὴ ἡµεῖς ἑαυτοὺς ἐµπρήσωµεν, ἐκεῖνος οὐδεµίαν ἰσχὺν ἔχει. Ἔστω παρ' ἡµῖν ὁ τῆς ὀργῆς σπινθὴρ, ὥστε εὐκαίρως ἀνάπτεσθαι, µὴ καθ' ἡµῶν αὐτῶν, µηδὲ ἵν' ἡµᾶς µυρίοις περιβάλῃ κακοῖς. Οὐχ ὁρᾶτε ἐν ταῖς οἰκίαις τὸ πῦρ ἀποτεταγµένον, καὶ οὐ πανταχοῦ ἐῤῥιµµένον, οὔτε ἐν χόρτῳ, οὔτε ἐν ἱµατίοις, οὔτε ἁπλῶς; ὥστε µὴ ἀνέµου ἐµπνέοντος ἐξάπτεσθαι· ἀλλὰ κἂν θεράπαινα λύχνον ἔχῃ, κἂν ὁ µάγειρος ἀνακαίῃ, παραγγελία πολλὴ, µὴ παρ' ἄνεµον, µηδὲ σανίδος ἐγγὺς, µηδὲ ἐν νυκτὶ τοῦτο ποιεῖν· ἀλλ' ὅταν καταλάβῃ ἡ νὺξ, ἐκοιµίσαµεν αὐτὸ, δεδιότες µή ποτε, καθευδόντων ἡµῶν καὶ οὐδενὸς ὄντος τοῦ ἐπικουροῦντος, ἀναφθῇ, καὶ πάντας ἐµπρήσῃ; Τοῦτο καὶ ἐπὶ τοῦ θυµοῦ γινέσθω· µὴ πανταχοῦ διεσπάρθω τῶν ἡµετέρων λογισµῶν, ἀλλ' ἔν τινι βάθει τῆς διανοίας, ὥστε µὴ τὸν ἄνεµον τὸν ἀπὸ τῶν ῥηµάτων τοῦ δι' ἐναντίαςεὐκόλως ἐφικνεῖσθαι, ἀλλὰ παρ' ἡµῶν δέχεσθαι τὸν ἄνεµον, τῶν εἰδότων συµµέτρως αὐτὸ κινεῖν καὶ ἀσφαλῶς. Ἂν ἔξωθεν ἄνεµον δέχηται οὐκ οἶδε τὸ µέτρον, ἀλλὰ πάντα ἐµπρήσει· πολλάκις καὶ καθευδόντων ἡµῶν ὁ ἄνεµος οὗτος ἐµπεσεῖται, καὶ τὰ πάντα κατακαύσει. Ἔστω οὖν ἡµῖν ὥστε φῶς ἀνάπτειν µόνον· ἀνάπτει γὰρ φῶς ὁ θυµὸς, ὅταν προσηκόντως γένηται· καὶ λαµπάδας ἔχωµεν κατὰ τῶν ἀδικούντων ἑτέρους, κατὰ τοῦ διαβόλου. Μὴ πανταχοῦ κείσθω, µηδὲ ἐῤῥίφθω σπινθὴρ, ἀλλ' ἐν τέφρᾳ φυλάττωµεν· ἐν τοῖς λογισµοῖς τοῖς ταπεινοῖς κοιµίζωµεν αὐτόν. Οὐ πάντοτε αὐτοῦ δεόµεθα, ἀλλ' ὅταν κατεργάσασθαί τι δέῃ, καὶ ποιῆσαι ἁπαλόν· ὅταν πώρωσιν µαλάξαι δέῃ, ὅταν τῆς ψυχῆς καταγνῶναι.
51.4
Πόσα θυµοὶ καὶ ὀργαὶ δεινὰ κατειργάσαντο! Καὶ τὸ δὴ χαλεπὸν, ὅταν διαναστῶµεν, οὐκ ἔτι τοῦ συνελθεῖν ἐσµεν κύριοι, ἀλλ' ἑτέρους ἀναµένοµεν· ἕκαστος αἰσχύνεται καὶ ἐρυθριᾷ ἐπανελθὼν καταλλάξαι τὸν ἕτερον. Ὅρα, διαστῆναι µὲν καὶ διασχισθῆναι οὐκ αἰσχύνεται, ἀλλὰ τοῦ κακοῦ γίνεται ἀρχηγός· προσελθεῖν δὲ καὶ τὸ ἐσχισµένον ῥάψαι αἰσχύνεται· καὶ ταυτὸν συµβαίνει, οἷον ἂν εἴ τις ἀποκόψαι µὲν τὸ µέλος µὴ ὀκνοίη, συναγαγεῖν δὲ αἰσχύνοιτο. Τί λέγεις, ἄνθρωπε; ἠδίκησας µεγάλα, καὶ αὐτὸς αἴτιος ἐγένου τῆς µάχης; Οὐκοῦν δίκαιος ἂν εἴης πρότερος ἀπελθεῖν καὶ καταλλαγῆναι, ἅτε τὴν αἰτίαν αὐτὸς παρασχών. Ἀλλ' ἠδίκησαν, κἀκεῖνος αἴτιός ἐστιν, Οὐκοῦν καὶ διὰ τοῦτο, ἵνα µᾶλλόν σε θαυµάσωσιν, ἵνα πρὸς τῷ προτέρῳ καὶ ἐν τῷ δευτέρῳ τὰ πρωτεῖα ἔχῃς, ὥσπεροὐ τοῦ γενέσθαι τῆς ἔχθρας αἴτιος, οὕτως οὐδὲ τοῦ ἐκταθῆναι ἐπὶ πλέον τὴν ἔχθραν· ἴσως καὶ ἐκεῖνος µυρία συνειδὼς ἑαυτῷ αἰσχύνεται καὶ ἐρυθριᾷ. Ἀλλ' ἀπονενόηται; Ταύτῃ µάλιστα µὴ ὀκνήσῃς προσδραµεῖν· καὶ γὰρ διπλοῦν παρ' αὐτῷ τὸ πάθος, καὶ ἀπόνοια καὶ ὀργή. Σὺ τὴν αἰτίαν εἶπας, δι' ἣν ὀφείλεις πρότερος ἀπελθεῖν, ὁ ὑγιαίνων, ὁ δυνάµενος βλέπειν· ἐκεῖνος γὰρ ἐν σκότῳ ἐστί· τοιοῦτον γὰρ ἡ ὀργὴ καὶ ἡ ἀλαζονεία. Σὺ δὲ ὁ τούτων ἀπηλλαγµένος καὶ ὑγιαίνων πρόσελθε, πρὸς τὸν κάµνοντα ὁ ἰατρός. Μή τις λέγει τῶν ἰατρῶν, Ἐπειδὴ ἀσθενεῖ οὐκ ἀπέρχοµαι; Ἀλλὰ διὰ τοῦτο µάλιστα βαδίζουσιν, ὅταν ἴδωσι µὴ δυνηθέντα ἐλθεῖν. Τῶν µὲν γὰρ δυναµένων καὶ ἐλάττονα φροντίζου σιν, ὡς οὐ νοσούντων σφόδρα, τῶν δὲ κατακειµένων οὐκέτι. Ἢ οὐ δοκεῖ σοι ἀῤῥωστίας εἶναι χαλεπώτερον ἀπόνοια καὶ θυµός; οὐχ ὁ µὲν πυρετῷ τινι ἔοικε σφοδρῷ, ἡ δὲ φλεγµαίνοντι σώµατι καὶ οἰδαίνοντι; Ἐννόησον ὅσον ἐστὶ πυρετὸν ἔχειν καὶ οἴδηµα· ἄπελθε, σβέσον τὸ πῦρ· δύνασαι γὰρ τῇ χάριτι τοῦ Θεοῦ· ὥσπερ ὕδατι κατάστειλον τὴν φλεγµονήν. Τί οὖν, ἂν αὐτῷ τούτῳ πλέον ἐπαίρεται, φησίν; Οὐδὲν παρὰ σέ· σὺ µὲν γὰρ τὸ σαυτοῦ ἐποίησας, ἐκεῖνος δὲ ἑαυτῷ λογιζέσθω· µὴ καταγινωσκέτω ἡµῶν τὸ συνειδὸς, ὅτι ἡµῶν ἐλλειπόντων τι τῶν δεόντων τοῦτο γίνεται. Ψώµιζε, φησὶ, τὸν ἐχθρόν σου· τοῦτο γὰρ ποιῶν ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ. Καὶ ὅµως, καὶ τούτου ὄντος, κελεύει ἀπελθεῖν καὶ καταλλαγῆναι καὶ εὐεργετεῖν, οὐχ ἵνα ἄνθρακας πυρὸς σωρεύωµεν, ἀλλ' ἵνα εἰδὼς ἐκεῖνοςτοῦτο καταστέλληται, ἵνα τρέµῃ, ἵνα φοβῆται τὰς εὐεργεσίας µᾶλλον τῶν ἐχθρῶν καὶ τὰς φιλίας ἢ τὰς ἐπιβουλάς. Οὐ γὰρ οὕτως ἐχθρὸς µνησικακῶν βλάπτει τὸν µισοῦντα, ὡς ὁ ὠφελῶν καὶ εὐεργετῶν. Μνησικακῶν γὰρ, καὶ ἑαυτὸν κἀκεῖνον ἔβλαψεν ἴσως µικρόν τι· εὐεργετῶν δὲ, ἄνθρακας πυρὸς ἐσώρευσεν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ. Οὐκοῦν οὐ δεῖ ποιεῖν, φησὶν, ἵνα µὴ σωρεύωµεν ἄνθρακας; Ἀλλ' ἑτέρως ἐπὶ τὴν κεφαλὴν τὴν σὴν ἄνθρακας σωρεύειν θέλεις; καὶ γὰρ τοῦτο ποιεῖ µνησικακία. Ἀλλ' ἐπὶ πλεῖον ἐκτείνειν; Οὐδαµῶς· οὐ γὰρ σὺ τοῦτο ποιεῖς, ἀλλ' ἐκεῖνος ὁ θηριώδης. Εἰ γὰρ εὐεργετοῦντός σου καὶ τιµῶντος καὶ καταλλάττοντος, µένει φυλάττων ἐκεῖνος τὴν ἀπέχθειαν, ἑαυτῷ τὸ πῦρ ἀνῆψεν, αὐτὸς ἔφλεξεν αὑτοῦτὴν κεφαλήν· σὺ δὲ ἀναίτιος εἶ. Μὴ γίνου τοῦ Θεοῦ φιλανθρωπότερος, ἐπεὶ µυρία πείσῃ δεινά· µᾶλλον δὲ, οὐδ' ἂν θέλῃς δυνήσῃ, οὐδὲ κατὰ µικρόν. Πῶς γάρ; Ὅσον ἀπέχει ὁ οὐρανὸς ἀπὸ τῆς γῆς, φησὶ, τοσοῦτον ἀπέχουσιν αἱ βουλαί µου ἀπὸ τῶν βουλῶν ὑµῶν· καὶ πάλιν· Εἰ ὑµεῖς, φησὶ, πονηροὶ ὄντες οἴδατε δόµατα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑµῶν, πόσῳ µᾶλλον ὁ Πατὴρ ὑµῶν ὁ οὐράνιος δώσει ὑµῖν; Ἀλλὰ σκῆψις ταῦτα καὶ πρόφασις. Μὴ δὴ σοφιζώµεθα τὰ προστάγµατα τοῦ Θεοῦ. Καὶ πῶς σοφιζόµεθα, φησίν; Εἶπε· Τοῦτο ποιῶν, ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ· σὺ δὲ λέγεις· Φοβοῦµαι τὸν ἐχθρὸν, ὅτι µεγάλα µε ἠδίκησεν. Οὐ ταῦτα λέγεις; Πῶς δὲ ὅλως ἔσχες ἐχθρόν; Ἀδικήσαντα φοβῇ, σαυτὸν δὲ οὐ φοβῇ; Εἴθε σαυτοῦ ἐφρόντιζες. Μὴ ποίει σκοπῷ τοιούτῳ· µᾶλλον δὲ κἂν τοιούτῳ ποίησον σκοπῷ. Ἀλλ' οὐ ποιεῖς. Οὐ λέγω σοι, ὅτι ἄνθρακας πυρὸς σωρεύσεις, ἀλλὰ καὶ ἕτερόν τι πλέον λέγω· µόνον ποίησον. Ταῦτα γὰρ πάντα, ἵνα σε ἐκκαλέσηται, φησὶν ὁ Παῦλος, ἐλπίδι τῆς τιµωρίας λῦσαι τὴν ἔχθραν. Ἐπειδὴ θηριώδεις ἐσµὲν, καὶ οὐκ ἂν ἄλλως ἀνασχοίµεθα τὸν ἐχθρὸν φιλῆσαι, εἰ µή τινα προσδοκῶµεν τιµωρίαν, καθάπερ τινὶ θηρίῳ δίδωσι ταύτηντὴν µᾶζαν· ἐπεὶ τοῖς ἀποστόλοις οὐ τοῦτό φησιν, ἀλλὰ τί; Ὅπως γένησθε ὅµοιοι τοῦ Πατρὸς ὑµῶν τοῦ ἐν οὐρανοῖς. Ἄλλως δὲ οὐκ ἔστιν εὐεργετοῦντα καὶ εὐεργετούµενον µεῖναι ἐχθρόν.∆ ιὰ τοῦτο ταῦτα ἔθηκε. Τί ἐν τοῖς λόγοις φιλοσοφῶν, ἐν τοῖς ἔργοις οὐδὲ τὸ µέτρον φυλάτ τεις; Καλῶς, οὐ ψωµίζεις αὐτὸν, ἵνα µὴ ἄνθρακας πυρὸς σωρεύσῃς· οὐκοῦν φείδῃ; οὐκοῦν φιλεῖς, καὶ σκοπῷ τοιούτῳ ποιεῖς; Οἶδεν ὁ Θεὸς, εἰ σκοπῷ τοιούτῳ λέγεις· καὶ µὴν πρὸς ἡµᾶς σοφίζῃ καὶ σκήπτῃ τὸν λόγον. Προνοεῖς τοῦ ἐχθροῦ καὶ φοβῇ µὴ κολασθῇ; Οὐκοῦν ἔσβεσας τὴν ὀργήν· ὁ γὰρ οὕτω φιλῶν, ὡς τὴν οἰκείαν ὠφέλειαν παριδεῖν ὑπὲρ τῶν ἐκείνῳ συµφερόντων, οὐκ ἔχει ἐχθρόν. Ἔχοις ἂν τοῦτο εἰπεῖν· Μέχρι τίνος παίζοµεν ἐν οὐ παικτοῖς, οὐδὲ ἔχουσι συγγνώµην;∆ ιὸ παρακαλῶ τῇ ἡµετέρᾳ ἀδελφότητι, ἠγαπηµένοι ὑπὸ τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ὑµῶν Ἰησοῦ Χριστοῦ, καὶ δέοµαι ὑµῶν καὶ ἀντιβολῶ], τὰς προφάσεις ταύτας περικόψαντες, µὴ καταφρονῶµεν τῶν τοῦ Θεοῦ νόµων,[ µηδὲ τῶν αὐτοῦ ἐντολῶν παροψώµεθα], ἵνα δυνηθῶµεν εὐαρέστως τῷ Κυρίῳτὴν παροῦσαν ζωὴν διαγαγεῖν, καὶ τῶν ἐπηγγελµένων ἀγαθῶν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Intertext edge

Open linked passage

Note