In Acta apostolorum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
52.0
Ἀνεβάλετο δὲ, φησὶ, ὁ Φῆλιξ αὐτοὺς, ἀκριβέστερον εἰδὼς τὰ περὶ τῆς ὁδοῦ, εἰπών· Ὅταν Λυσίας ὁ χιλίαρχος καταβῇ, διαγνώσοµαι τὰ καθ' ὑµᾶς.∆ ιαταξάµενός τε τῷ ἑκατοντάρχῃ τηρεῖσθαι τὸν Παῦλον, ἔχειν τε ἄνεσιν, καὶ µηδένα κωλύειν τῶν ἰδίων ὑπηρετεῖν ἢ προσέρχεσθαι αὐτῷ.
52.1
Ὅρα πόση γίνεται βάσανος, πρῶτον µὲν ὑπὸ πολλῶν, εἶτα καὶ ἐν χρόνῳ µακρῷ, ὥστε µὴ εἰπεῖν, ὅτι συνηρπάγη τὸ δικαστήριον. Ἐπειδὴ γὰρ ἐµνηµόνευσε Λυσίου ὁ ῥήτωρ, εἰπὼν, ὅτι µετὰ βίας ἀφείλετο αὐτὸν, ἐπήγαγεν εὐκαίρως τὰ περὶ τοῦ Φήλικος, καί φησιν· Ἀνεβάλετο δὲ ὁ Φῆλιξ αὐτοὺς, ἀκριβέστερον εἰδὼς τὰ περὶ τῆς ὁδοῦ· τουτέστιν, ἐπίτηδες ὑπερέθετο· οὐ δεόµενος µαθεῖν, ἀλλὰ διακρούσασθαι βουλόµενος τοὺς Ἰουδαίους. Ἀφεῖναι οὐκ ἤθελε δι' ἐκείνους· κολάσαι πάλιν, οὐκ ἦν δυνατόν· ἀναίσχυντον γὰρ ἦν.∆ ιὸ καὶ ὑπερτίθεται, εἰπών· Ὅταν Λυσίας ὁ χιλίαρχος καταβῇ, διαγνώσοµαι τὰ καθ' ὑµᾶς.∆ ιαταξάµενός τε τῷ ἑκατοντάρχῃ τηρεῖσθαι τὸν Παῦλον, ἔχειν τε ἄνεσιν, καὶ µηδένα κωλύειν τῶν ἰδίων ὑπηρετεῖν ἢ προσέρχεσθαι αὐτῷ. Ἔχειν τε, φησὶν, ἄνεσιν. Οὕτως αὐτὸν καὶ αὐτὸς ἀφῆκεν ἐγκληµάτων. Τί οὖν κατέχει ἀφείς; Ἐκείνοις χαριζόµενος, ἢ καὶ ἔτι προσδοκῶν χρήµατα λήψεσθαι.∆ ιὸ καὶ µετακαλεῖται τὸν Παῦλον· καὶ ὅτι ἐπὶ τούτῳ µετεκαλέσατο, δῆλον ἡµῖν τοῦτο ποιεῖ ὁ συγγραφεὺς ἐπάγων, καὶ λέγων· Μετὰ δέ τινας ἡµέρας παραγενόµενος ὁ Φῆλιξ σὺν∆ ρουσίλλῃ τῇ γυναικὶ, οὔσῃ Ἰουδαίᾳ, µετεπέµψατο τὸν Παῦλον, καὶ ἤκουσεν αὐτοῦ περὶ τῆς εἰςΧριστὸν Ἰησοῦν πίστεως.∆ ιαλεγοµένου δὲ αὐτοῦ περὶ δικαιοσύνης καὶ ἐγκρατείας καὶ τοῦ κρίµατος τοῦ µέλλοντος ἔσεσθαι, ἔµφοβος γενόµενος ὁ Φῆλιξ ἀπεκρίθη· Τὸ νῦν ἔχον πορεύου· καιρὸν δὲ µεταλαβὼν µετακαλέσοµαί σε· ἅµα καὶ ἐλπίζων, ὅτι χρήµατα δοθήσεται αὐτῷ ὑπὸ τοῦ Παύλου, ὅπως λύσῃ αὐτόν.∆ ιὸ καὶ πυκνότερον αὐτὸν µεταπεµπόµενος ὡµίλει αὐτῷ. Ὅρα πῶς τῆς ἀληθείας ἔχεται τὰ γραφόµενα. Μετεπέµπετο δὲ αὐτὸν συνεχῶς, οὐχὶ θαυµάζων αὐτὸν, οὐδὲ ἐπαινῶν τὰ λεγόµενα, οὐδὲ πιστεῦσαι βουλόµενος, ἀλλὰ τί; Προσδοκῶν, φησὶ, χρήµατα δοθήσεσθαι αὐτῷ. Σκόπει, πῶς οὐ κρύπτει ἐνταῦθα τοῦ δικαστοῦ τὴν γνώµην· καίτοι εἰ κατεγνώκει, οὐκ ἂν τοῦτο ἐποίησεν, οὐδ' ἂν ἠθέλησεν ἀκοῦσαι παρὰ καταδίκου καὶ πονηροῦ. Καὶ ὅρα τὸν Παῦλον, καίτοι πρὸς ἄρχοντα διαλεγόµενον, µηδὲν τούτων λέγοντα, ὧν εἰκὸς ἀνεῖναι αὐτοῦ τὴν ψυχὴν, ἀλλὰ τοιαῦτα, ἐξ ὧν καὶ φοβεῖται, καὶ κατασείεται τὴν διάνοιαν.∆ ιαλεγόµενος γὰρ, φησὶ, περὶ δικαιοσύνης καὶ ἐγκρατείας καὶ τοῦ µέλλοντος κρίµατος ἔσεσθαι. Ἔµφοβος ὁ Φῆλιξ ἐγένετο. Τοσαύτη ἦν ἡ ἰσχὺς τῶν Παύλου ῥηµάτων, ὅτι καὶ φοβοῦσι τὸν ἄρχοντα. Καὶ οὗτος µὲν λαµβάνει διάδοχον, καὶ ἀφίησι τοῦτον δέσµιον, καίτοι γε οὐκ ἔδει, ἀλλὰ τέλος ἐπιθεῖναι, ἀλλὰ χαριζόµενος ἐκείνοις κατέλιπεν αὐτόν. Οὗτοι δὲ οὕτως ἐνέκειντο, ὡς πάλιν ἐντυχεῖν, καίτοι οὐδενὶ τῶν ἀποστόλων οὕτως ἐπετέθησαν, ἀλλ' ἐπιτιθέµενοι, πάλιν ἀφίσταντο. Οὕτως οἰκονοµικῶς ἀφίσταται τῶν Ἱεροσολύµων πρὸς τοιαῦτα θηρία ἔχων, καὶ ὅµως ἀξιοῦσιν αὐτὸν πάλιν ἀχθῆναι ἐκεῖ δικασόµενον. Ἀλλὰ καὶ ἐνταῦθα λοιπὸν ᾠκονόµησεν ὁ Θεὸς, οὐκ ἐπιτρέπων τῷ ἄρχοντι· εἰκὸς γὰρ αὐτὸν νεωστὶ τῆς ἀρχῆς ἐπιβάντα καὶ θελῆσαι χαρίσασθαι· ἀλλ' οὐκ ἀφίησιν ὁ Θεός. Ἐπειδὴ δὲ κατῆλθον, λοιπὸν ἀναισχύντως καὶ µειζόνως ἐποιοῦντο τὰς κατηγορίας· καὶ οὐκ ἰσχύσαντες ἀπὸ τῶν νοµικῶν ἑλεῖν, πάλιν ἐπὶ τὸ εἰωθὸς αὐτοῖς ἔθος, τὰ κατὰ Καίσαρα ἐκίνουν, ὅπερ καὶ ἐπὶ τοῦ Χριστοῦ ἐποίουν. Τὸ γὰρ τὸν Παῦλον ἀπολογεῖσθαι περὶ τῶν εἰς Καίσαρα ἁµαρτηµάτων, δῆλον τοῦτο ἦν, ὅθεν καὶ αὐτὸ ἑρµηνεύων ἐπάγει·∆ ιετίας δὲ πληρωθείσης, ἔλαβε διάδοχον ὁ Φῆλιξ Πόρκιον Φῆστον. Θέλων δὲ χάριν καταθέσθαι τοῖς Ἰουδαίοις ὁ Φῆλιξ, κατέλιπε τὸν Παῦλον δεδεµένον. Φῆστος οὖν ἐπιβὰς τῇ ἐπαρχίᾳ, µετὰ τρεῖς ἡµέρας ἀνέβη εἰς Ἱεροσόλυµα ἀπὸ Καισαρείας. Ἐνεφάνισάν τε αὐτῷ οἱ ἀρχιερεῖς καὶ οἱ πρῶτοι τῶν Ἰουδαίων κατὰ τοῦ Παύλου, καὶ παρεκάλουν αὐτὸν, αἰτούµενοι χάριν παρ' αὐτοῦ, ὅπωςµεταπέµψηται αὐτὸν εἰς Ἱερουσαλὴµ, ἔνεδρον ποιοῦντες ἀνελεῖν αὐτὸν κατὰ τὴν ὁδόν. Ὁ µὲν οὖν Φῆστος ἀπεκρίθη τηρεῖσθαι τὸν Παῦλον ἐν Καισαρείᾳ, ἑαυτὸν δὲ µέλλειν ἐν τάχει ἐκπορεύεσθαι. Οἱ οὖν δυνατοὶ ἐν ὑµῖν, φησὶν, συγκαταβάντες, εἴ τί ἐστιν ἐν τῷ ἀνδρὶ τούτῳ, κατηγορείτωσαν αὐτοῦ.∆ ιατρίψας δὲ ἐν αὐτοῖς ἡµέρας πλείους ἢ δέκα, καταβὰς εἰς Καισάρειαν, τῇ ἐπαύριον καθίσας ἐπὶ τοῦ βήµατος, ἐκέλευσε τὸν Παῦλον ἀχθῆναι. Παραγενοµένου δὲ αὐτοῦ, περιέστησαν οἱ ἀπὸ Ἱεροσολύµων καταβεβηκότες Ἰουδαῖοι, πολλὰ καὶ βαρέα αἰτιώµατα φέροντες κατὰ τοῦ Παύλου, ἃ οὐκἴσχυον ἀποδεῖξαι, ἀπολογουµένου αὐτοῦ, ὅτι Οὔτε εἰς τὸν νόµον τῶν Ἰουδαίων, οὔτε εἰς τὸ ἱερὸν, οὔτε εἰς Καίσαρά τι ἥµαρτον. Ὁ Φῆστος δὲ τοῖς Ἰουδαίοις θέλων χάριν καταθέσθαι, ἀποκριθεὶς τῷ Παύλῳ, εἶπε· Θέλεις εἰς Ἱεροσόλυµα ἀναβὰς, ἐκεῖ περὶ τούτων κρίνεσθαι ἐπ' ἐµοῦ; Ὅρα πῶς καὶ αὐτὸς τοῖς Ἰουδαίοις χαρίζεται, δήµῳ ὁλοκλήρῳ, καὶ πόλει.∆ ιὰ τοῦτο πάλιν καὶ αὐτὸν ἐκφοβεῖ, ἀνθρω πίνῳ χρησάµενος ὅπλῳ· καὶ ἄκουε πῶς. Εἶπε δὲ ὁ Παῦλος· Ἐπὶ τοῦ βήµατος Καίσαρος ἑστώς εἰµι, οὗ µε δεῖ κρίνεσθαι. Ἰουδαίους οὐδὲν ἠδίκησα, ὡς καὶ σὺ κάλλιον ἐπιγινώσκεις. Εἰ µὲν γὰρ ἀδικῶ, καὶ ἄξιον θανάτου πέπραχά τι, οὐ παραιτοῦµαι τὸ ἀποθανεῖν· εἰ δὲ οὐδέν ἐστιν ὧν οὗτοι κατηγοροῦσί µου, οὐδείς µε δύναται αὐτοῖς χαρίσασθαι. Καίσαρα ἐπικαλοῦµαι. Ἀλλ' εἴποι ἄν τις ἐνταῦθα· Καὶ τίνος ἕνεκεν ἀκούσας, ὅτι Καὶ ἐν Ῥώµῃ σε δεῖ µαρτυρῆσαι τὰ περὶ ἐµοῦ, ὡς ἀπιστῶν ταῦτα ἐποίει; Μὴ γένοιτο, ἀλλὰ καὶ σφόδρα πιστεύων. Μᾶλλον οὖν πειράζοντος ἦν τὸ θαῤῥεῖν ἐκείνῃ τῇ ἀποφάσει, καὶ εἰς µυρίους ἑαυτὸν ἐµβάλλειν κινδύνους, καὶ λέγειν· Ἴδωµεν εἰ δύναται ὁ Θεὸς καὶ οὕτως ἐξελέσθαι µε. Ἀλλ' οὐ ποιεῖ τοῦτο Παῦλος, ἀλλὰ τὰ καθ' ἑαυτὸν πάντα εἰσφέρει, τὸ πᾶν ἐπιτρέπων τῷ Θεῷ· ἠρέµα δὲ καὶ καθάπτεται τοῦ ἄρχοντος οὕτως ἀπολογούµενος· µονονουχὶ γὰρ τοῦτο λέγει· Εἰ µὲν ἀδικῶ, καλῶς· εἰ δὲ οὐκ ἀδικῶ, τί µε ἐκδίδως; Οὐδεὶς δύναταί µε, φησὶ, χαρίσασθαι. Εἰς φόβον αὐτὸν ἐνέβαλεν ὥστε µηδὲ ἑκόντα χαρίσασθαι, ἀλλὰ καὶ πρὸς ἐκείνους ἔχειν ἀπολογίαν τὴν ἔφεσιν. Τότε ὁ Φῆστος συλλαλήσας µετὰ τοῦ συµβουλίου, ἀπεκρίθη· Καίσαρα ἐπικέκλησαι, ἐπὶ Καίσαρα πορεύσῃ.
52.2
Ὅρα, ἀνακοινοῦται τῷ Ἀγρίππᾳ, ὥστε καὶ ἑτέρους γενέσθαι πάλιν ἀκροατὰς, καὶ τὸν βασιλέα, καὶ τὸν στρατὸν, καὶ τὴν Βερνίκην. Εἶτα δὲ πάλιν ἀπολογία. Ἡµερῶν δὲ διαγενοµένων, Ἀγρίππας ὁ βασιλεὺς καὶ Βερνίκη κατήντησαν εἰς Καισάρειαν ἀσπασόµενοι τὸν Φῆστον. Ὡς δὲ πλείους ἡµέρας διέτριβον ἐκεῖ, ὁ Φῆστος τῷ βασιλεῖ ἀνέθετο τὰ κατὰ τὸν Παῦλον, λέγων· Ἀνήρ τίς ἐστι καταλελειµµένος ὑπὸ Φήλικος δέσµιος· περὶ οὗ, γενοµένου µου εἰς Ἱεροσόλυµα, ἐνεφάνισαν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τῶν Ἰουδαίων, αἰτούµενοι κατ' αὐτοῦ δίκην. Πρὸς οὓς ἀπεκρίθην, ὅτι Οὐκ ἔστιν ἔθος Ῥωµαίοις χαρίζεσθαί τινα ἄνθρωπον εἰς ἀπώλειαν, πρὶν ἢ ὁ κατηγορούµενος κατὰ πρόσωπον ἔχοι τοὺςκατηγόρους, τόπον τε ἀπολογίας λάβοι περὶ τοῦ ἐγκλήµατος. Συνελθόντων οὖν αὐτῶν ἐνθάδε, ἀναβολὴν µηδεµίαν ποιησάµενος, τῇ ἑξῆς καθίσας ἐπὶ τοῦ βήµατος, ἐκέλευσα ἀχθῆναι τὸν ἄνδρα. Περὶ οὗ σταθέντες οἱ κατήγοροι οὐδεµίαν αἰτίαν ἐπέφερον, ὧν ὑπενόουν ἐγώ· ζητήµατα δέ τινα περὶ τῆς ἰδίας δεισιδαιµονίας εἶχον πρὸς αὐτὸν, καὶ περί τινος Ἰησοῦ τεθνηκότος, ὃν ἔφασκεν ὁ Παῦλος ζῇν. Ἀπορούµενος δὲ ἐγὼ περὶ τὴν τούτου ζήτησιν, ἔλεγον, εἰ βούλοιτο πορεύεσθαι εἰς Ἱερουσαλὴµ, κἀκεῖ κρίνεσθαι περὶ τούτων. Τοῦ δὲ Παύλου ἐπικαλεσαµένου τηρηθῆναι αὐτὸν εἰς τὴν τοῦ Σεβαστοῦ διάγνωσιν, ἐκέλευσα τηρεῖσθαι αὐτὸν, ἕως ἂν πέµψω αὐτὸν πρὸς Καίσαρα. Ἀγρίππας δὲ πρὸς τὸν Φῆστον ἔφη· Ἐβουλόµην καὶ αὐτὸς τοῦ ἀνθρώπου ἀκοῦσαι. Ὁ δὲ, Αὔριον, φησὶν, ἀκούσῃ αὐτοῦ. Ὅρα κατηγορίαν Ἰουδαίων πάλιν, οὐ παρὰ τοῦ Παύλου, ἀλλὰ παρὰ τοῦ ἄρχοντος. Ἐνεφάνισαν, φησὶν, οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τῶν Ἰουδαίων, αἰτούµενοι κατ' αὐτοῦ δίκην. Πρὸς οὓς ἐγὼ ἀπεκρίθην. Ὅρα καὶ τί ἀποκρίνεται εἰς αἰσχύνην αὐτῶν· ὅτι Οὐκ ἔστιν ἔθος Ῥωµαίοις χαρίζεσθαί τινα ἄνθρωπον εἰς ἀπώλειαν· τουτέστι, πρὶν ἢ λόγου αὐτῷ µεταδοῦναι ἀδύνατον τὸ χαρίζεσθαι ἁπλῶς. Κατὰ τὸ εἰωθὸς δὲ ποιήσας, οὐχ εὗρεν αἰτίαν· ὅθεν καὶ ἀπορεῖται ἐπὶ τούτῳ. Καὶ δῆλον τοῦτο δι' ὧν ἐπήγαγε, λέγων· Ἀπορούµενος δὲ ἐγὼ περὶ τὴν τούτων ζήτησιν. Οὕτως εἶπε, συσκιάζων τὸ οἰκεῖον ἁµάρτηµα. Καὶ ἐκεῖνος µὲν συσκιάζει, Ἀγρίππας δὲ ἐπιθυµεῖ ἰδεῖν αὐτόν. Ὅρα ἀεὶ τοὺς ἄρχοντας διακρουοµένους τὴν ἐπάχθειαν τὴν Ἰουδαϊκὴν, καὶ παρὰ τὸ δίκαιον ἀναγκαζοµένους πολλάκις ποιεῖν, καὶ προφάσειςἐπιζητοῦντας τῆς ἀναβολῆς· οὐ γὰρ δὴ ἀγνοῶν ἀνεβάλετο, ἀλλ' εἰδώς. Ὁ δὲ Ἀγρίππας οὐ µόνον οὐ διακρούεται, ἀλλὰ καὶ ἀκοῦσαι βούλεται· ὃ καὶ θαυµάσαι ἄξιον, πόθεν εἰς ἐπιθυµίαν κατέστη τοῦ βούλεσθαι ἰδεῖν ἄνθρωπον, εἰ καὶ ἀδίκως, ὅµως κατηγορούµενον. Οὕτως ἦν καὶ τοῦτο οἰκονοµίας.∆ ιὸ καὶ ἡ γυνὴ αὐτοῦ συνακούει, καὶ τῆς ἀκροάσεως οὐκ ἀπολιµπάνεται. Καὶ οὐδὲ ἁπλῶς ἀκροᾶται, ἀλλὰ µετὰ πολλῆς τῆς τιµῆς. Τοσαύτην ἔσχε τὴν ἐπιθυµίαν· οὐ γὰρ ἂν, εἰ µὴ ἐπεθύµησεν, ἐζήτησεν ἂν ἀκοῦσαι, οὐδ' ἂν καὶ τὴν γυναῖκα κοινωνὸν ἐποιήσατο τῆς ἀκροάσεως, εἰ µὴ µεγάλα περὶ αὐτοῦ ἐφαντάζετο. Ἐµοὶ δὲ δοκεῖ κἀκείνην τοῦτο ποθῆσαι. Καὶ ὅρα τὸν Παῦλον εὐθέως οὐ περὶ πίστεως µόνον οὐδὲ περὶ ἀφέσεως ἁµαρτηµάτων, ἀλλὰ καὶ περὶ τῶν πρακτέων διαλεγόµενον. Ἀλλ' ἴδωµεν ἄνωθεν τὰ εἰρηµένα. Τὸ νῦν ἔχον, φησὶ, πορεύου· καιρὸν δὲ λαβὼν, µετακαλέσοµαί σε. Ὅρα τὴν πώρωσιν· τοιαῦτα ἀκούων, χρήµατα προσεδόκα λήψεσθαι παρ' αὐτοῦ. Καὶ οὐ τοῦτο µόνον δεινὸν, ἀλλὰ καὶ διαλεχθεὶς, οὐκ ἀφῆκεν αὐτὸν, ἀλλ' ἐπειδὴ πρὸς τῷ τέλει τῆς ἀρχῆς ἦν, κατέλιπεν αὐτὸν δέσµιον, ἵνα χαρίσηταιτοῖς Ἰουδαίοις· ὥστε οὐ χρηµάτων ἤρα µόνον, ἀλλὰ καὶ δόξης. Πῶς χρήµατα, µιαρὲ, παρὰ ἀνθρώπου τὸ ἐναντίον κηρύττοντος ἐπιζητεῖς; Ὅτι δὲ οὐκ ἔλαβε, δῆλον ἐξ ὧν εἴασε δεδεµένον, λύσας ἂν, εἴπερ ἔλαβε. Περὶ ἐγκρατείας οὗτος διελέγετο, ἐκεῖνος δὲ χρήµατα προσεδόκα λαβεῖν παρ' αὐτοῦ ταῦτα διαλεγοµένου. Καὶ αἰτῆσαι µὲν οὐκ ἐτόλµα· τοιοῦτον γὰρ ἡ κακία, δειλὸν καὶ πάντα ὑποπτεῦον· ἤλπιζε δέ· ὥστε εἰκότως αὐτοῖς ἐχαρίζετο, ἅτε τοσοῦτον ἄρξας ἐκεῖ. Φῆστος οὖν ἐπιβὰς τῇ ἐπαρχίᾳ· ἐνεφάνισαν αὐτῷ ὅ τε ἀρχιερεὺς καὶ οἱ πρῶτοι τῶν Ἰουδαίων κατὰ Παύλου, φησίν. Εὐθέως καὶ ἐν ἀρχῇ προσῆλθον οἱ ἱερεῖς, οὐκ ἂν ὀκνήσαντες καὶ εἰς Καισάρειαν ἐλθεῖν, εἰ µὴ ἔφθη ἀνελθὼν, ὅπου γε εὐθέως ἐπιβάντι προσέρχονται. Καὶ καταβὰς ἐν Καισαρείᾳ, διατρίβει δέκα ἡµέρας. Τάχα, δοκῶ, ὥστε ἐγγενέσθαι τοῖς βουλοµένοις αὐτὸν διαφθεῖραι. Παῦλος δὲ ἦν ἐν τῷ δεσµωτηρίῳ. Καὶ παρεκάλουν αὐτὸν, φησὶν, ὅπως µεταπέµψηται αὐτὸν εἰς Ἱερουσαλήµ. Καὶ διὰ τί χάριν ᾔτησαν, εἰ δίκαιός ἐστιν ἀποθανεῖν; Ἀλλ' οὕτω κἀκείνῳ δήλη ἐγένετο ἡ ἐπιβουλὴ, ὡς διαλεγόµενον εἰπεῖν· Ἄνδρες οἱ συµπαρόντες, θεωρεῖτε τοῦτον, περὶ οὗ τὸ πλῆθος ἐνέτυχόν µοι τῶν Ἰουδαίων.∆ ιὰ γὰρ τοῦ, Ἐνέτυχον, τὸ, Αἰτούµενοι κατ' αὐτοῦ χάριν, δηλοῖ. Ὥστε ἤδη ἐβούλοντο αὐτὸν εἰς ἀπόφασιν ἐξενεγκεῖν, φοβούµενοι τὴν Παύλου γλῶτταν. Τί φοβεῖσθε; τί ἐπείγετε; Τοῦτο γὰρ ἐµφαίνει τὸ, Φυλάττεσθαι αὐτόν. Μὴ γὰρ φεύγει; Οἱ οὖν ἐν ὑµῖν, φησὶ, δυνατοὶ κατηγορείτωσαν αὐτοῦ. Πάλιν κατήγοροι ἐν Καισαρείᾳ, καὶ πάλιν ἐξάγεται Παῦλος. Τῇ δὲ ἐπαύριον καθίσας, φησὶν, ἐπὶ τοῦ βήµατος.
52.3
Ὅρα, εὐθέως ἐλθὼν ἐκάθισεν ἐπὶ τοῦ βήµατος· οὕτως αὐτὸν ὤθουν µετὰ τοσαύτης σπουδῆς, οὕτως ἐπείγουσιν. Ἕως µὲν οὖν οὐδέπω πεῖραν ἦν λαβὼν τῶν Ἰουδαίων, καὶ τῆς τιµῆς τῆς παρ' αὐτῶν, ὀρθῶς ἀπεκρίνατο· ἐπειδὴ δὲ ἐγένετο ἐν τοῖς Ἱεροσολύµοις, καὶ οὗτος χαρίζεται αὐτοῖς· οὐχ ἁπλῶς δὲ χαρίζεται, ἀλλὰ µετὰ ἀπάτης τοῦτο ποιεῖ· καὶ ὅπως, ἄκουε· ἐπάγει γάρ· Θέλεις εἰς Ἱεροσόλυµα ἀναβὰς, ἐκεῖ περὶ τούτων κρίνεσθαι ὑπὲρ ἐµοῦ; Ὡσεὶ ἔλεγεν· Οὐχὶ αὐτοῖς δίδωµί σε, ἀλλ' αὐτὸς κριτὴς ἔσοµαι. Τοῦτο δὲ λέγει, καὶ αὐτὸν ποιεῖ κύριον, ἵνα τῇ τιµῇ αὐτὸν χαλάσῃ· ἐπειδὴ εἰ ἦν ἀπόφασις, καὶ πάνυ ἀναίσχυντον ἐδόκει, µηδὲν ἐνταῦθα ἐλεγχθέντα ἐκεῖ θέλειν ἀπάγειν. Ὁ δὲ Παῦλος οὐκ εἶπεν, Οὐ βούλοµαι, µή ποτε καὶ σφοδρότερον ποιήσῃ τὸν δικαστὴν, ἀλλὰ πάλιν παῤῥησιάζεται, καί φησιν· Ἐπὶ τοῦ βήµατος Καίσαρος ἑστώς εἰµι, οὗ µε δεῖ κρίνεσθαι. Μεγάλη ἡ παῤῥησία. Καὶ ὅρα πῶς αὐτοὺς συλλογίζεται· µονονουχὶ γὰρ τοῦτο λέγει δι' ὧν ἀπολογεῖται· Ἐξέβαλόν µε ἅπαξ αὐτοὶ, καὶ τοῦτο νοµίζουσι κατακρίνειν, τῷ δεικνύειν, ὅτι εἰς Καίσαρα ἥµαρτον· ἐπ' αὐτοῦ βούλοµαι κριθῆναι τοῦ ἠδικηµένου. Οὕτως εἰπὼν, ἐπάγει· Ἰουδαίους οὐδὲν ἠδίκησα, ὡς καὶ σὺ κάλλιον ἐπιγινώσκεις. Καθήψατο αὐτοῦ λοιπὸν ὡς καὶ χαριζοµένου. Εἶτα ἐπεὶ καθήψατο, πάλιν ἐκλύει τὸν λόγον, ἐπάγων· Εἰ µὲν οὖν ἀδικῶ, ἢ ἄξιόν τι θανάτου πέπραχα, οὐ παραιτοῦµαι τὸ ἀποθανεῖν. Κατ' ἐµαυτοῦ τὴν ψῆφον ἐκφέρω, φησίν. Τοῦτο οὐ θανατῶντος, ἀλλὰ σφόδρα θαῤῥοῦντός ἐστιν, οἷς ἐλάλει· µετὰ γὰρ τῆς παῤῥησίας καὶ τὴν δικαιολογίαν εἶναι δεῖ, ὥστε ἐντρέψαι. Εἰ δὲ οὐδέν ἐστιν ὧν κατηγοροῦσί µου, οὐδείς µε δύναται χαρίσασθαι. Κἂν θέλῃ, φησὶν, οὐ δυνήσεται. Οὐκ εἶπεν, Οὐκ ἄξιός εἰµι ἀποθανεῖν, οὐδὲ, Ἀπολυθῆναι, ἀλλ', Ἕτοιµος κρίνεσθαι ἐπὶ Καίσαρος· ἅµα καὶ τοῦ ὀνείρατος µνησθεὶς, µᾶλλον ἐθάῤῥησεν ἐπικαλέσασθαι. Καὶ οὐκ εἶπε, Σὺ, ἀλλ', Οὐδείς· καὶ προσέθηκε, Καίσαρα ἐπικαλοῦµαι, ὥστε µὴ εἶναι εἰς ἐκεῖνον τὴν ὕβριν. Τότε ὁ Φῆστος συλλαλήσας µετὰ τοῦ συµβουλίου, ἀπεκρίθη· Καίσαρα ἐπικέκλησαι· ἐπὶ Καίσαρα πορεύσῃ. Εἶδες πῶς χαρίζεται; Τοῦτο γὰρ χάρις ἐστὶ, τὸ συλλαλεῖν µετὰ τῶν κατηγόρων, ὃ διεφθαρµένης γνώµης ἐστὶ, καὶ συγχεούσης τὴν τάξιν. Ὅρα πάλιν ἐκτεινοµένην αὐτοῦ τὴν δίκην, καὶ τὴν ἐπιβουλὴν ἀφορµὴν τοῦ κηρύγµατος γινοµένην. Ταῦτα γὰρ οἰκονοµεῖται, ὥστε µετὰ εὐκολίας καὶ φυλακῆς ἀπενεχθῆναι αὐτὸν εἰς τὰ Ἱεροσόλυµα ὑπὸ µηδενὸς ἐπιβουλευόµενον· οὐ γὰρ ἦν ἴσον ἁπλῶς παραγενέσθαι, καὶ ἐπὶ αἰτίᾳ τοιαύτῃ. Τοῦτο καὶ συνελθεῖν ἐποίησεν Ἰουδαίους ἐκεῖ. Εἶτα πάλιν χρόνος γίνεται ἐνδιατρίβοντος αὐτοῦ τοῖς Ἱεροσολύµοις, ἵνα µάθῃς, ὅτι καὶ χρόνου γενοµένου, οὐδὲν τὰ τῆς ἐπιβουλῆς αὐτῷ ἰσχύει, τοῦ Θεοῦµὴ συγχωροῦντος. Ἀγρίππας δὲ οὗτος ὁ βασιλεὺς καὶ Βερνίκη κατήντησαν εἰς Καισάρειαν. Οὗτος ὁ Ἀγρίππας ὁ καὶ Ἡρώδης, ἕτερός µοι δοκεῖ, ὡςεἶναι τέταρτον τοῦτον µετ' ἐκεῖνον τὸν ἐπὶ Ἰακώβου. Ὅρα τοὺς ἐχθροὺς συµπράττοντας ἄκοντας. Ὥστε δὲ µέγα γενέσθαι τὸ ἀκροατήριον, εἰς ἐπιθυµίαν ἐνέπεσεν ὁ Ἀγρίππας τῆς ἀκροάσεως· καὶ οὐχ ἁπλῶς ἀκούει, ἀλλὰ µετὰ παρασκευῆς. Καὶ ἴδε τὴν ἀπολογίαν, ἢν ὁ ἄρχων φησί· Καὶ αὐτοῦ δὲ τούτου ἐπικαλεσαµένου τὸν Σεβαστὸν, ἔκρινα πέµπειν αὐτὸν, περὶ οὗ ἀσφαλές τι τῷ κυρίῳ γράψαι οὐκ ἔχω. Οὕτω γράφει ὁ Φῆστος, καὶ ἐκποµπεύεται ἡ ὠµότης ἡ Ἰουδαϊκή· ὅταν γὰρ ταῦτα ὁ ἄρχων λέγῃ, ἀνύποπτός ἐστι.∆ ιὰ τοῦτο δὲ λέγει, ὥστε καὶ παρ' αὐτοῦ καταγνωσθῆναι τοὺς Ἰουδαίους· µετὰ δὲ τὸ πάντας αὐτῶν καταψηφίσασθαι, τότε ἐπάγει τὴν κόλασιν ὁ Θεός. Σκόπει δέ· κατέγνω Λυσίας, κατέγνω Φῆλιξ, κατέγνω Φῆστος καὶ οἱ χαριζόµενοι αὐτοῖς, κατέγνω Ἀγρίππας. Τί λοιπόν; Κατέγνωσαν αὐτῶν καὶ οἱ Φαρισαῖοι. Καὶ ὅτι κατέγνω, ἄκουε αὐτοῦ λέγοντος· Οὐδεµίαν αἰτίαν ἐπέφερον ὧν ὑπενόουν ἐγώ. Καὶ µὴν ἤνεγκαν, ἀλλ' οὐκ ἤλεγξαν· ἡ µὲν γὰρ ἐπιβουλὴ καὶ τὸ τόλµηµα, τοῦτο ὑποπτεύειν ἐδίδου, ἡ δὲ ἐξέτασις οὐδὲν τοιοῦτον. Καὶ περί τινος, φησὶν, Ἰησοῦ τεθνηκότος. Εἰκότως Περί τινος λέγει, ἅτε ἄνθρωπος ἐν ἀρχῇ ὢν, καὶ τούτων οὐ φροντίζων. Ἀπὸ ταύτης τῆς αἰτίας καὶ τὸ, Ἀπορούµενος ἐγὼ, εἶπεν, εἰς τὴν περὶ τούτων ἐξέτασιν. Καὶ γὰρ ὄντως τοιούτου δικαστοῦ ὑπερέβαινεν ἀκοὰς ἡ τῶν τοιούτων ζήτησις. Καὶ εἰ ἐν ἀπορίᾳ εἶ, τί εἰς Ἱεροσόλυµα ἕλκεις;∆ ιὰ τοῦτο καὶ Παῦλος οὐκ ἀξιῶν ὑπ' αὐτοῦ κρίνεσθαι, Καίσαρα ἐπικαλεῖται, λέγων· Ἐπὶ τοῦ βήµατος Καίσαρος ἑστώς εἰµι, οὗ µε δεῖ κρίνεσθαι· καὶ γὰρ περὶ τούτου ἐνεκάλουν. Ἀκούεις ἔφεσιν; ἀκούεις ἐπιβουλὴν Ἰουδαίων; ἀκούεις στάσιν;
52.4
Ταῦτα πάντα τὸν Ἀγρίππαν εἰς ἐπιθυµίαν ἐξήγειρεν ἀκούοντα. Καὶ δίδωσιν ὁ Φῆστος τὴν χάριν, καὶ γίνεται λοιπὸν λαµπρότερος ὁ Παῦλος. Τοιαῦτα, ὅπερ ἔφην, αἱ ἐπιβουλαὶ προεξένησαν. Εἰ µὴ ταῦτα ἦν, οὐδεὶς ἂν τούτων κατηξίωσεν ἀκοῦσαι αὐτοῦ τῶν ἀρχόντων, οὐδεὶς ἂν µετὰ τοσαύτης ἡσυχίας καὶ σιγῆς. Καὶ δοκεῖ µὲν διδάσκειν καὶ ἀπολογεῖσθαι, δηµηγορεῖ δὲ µᾶλλον µετὰ πολλῆς τῆς εὐταξίας. Μὴ δὴ χαλεπόν τι πρᾶγµα νοµίσωµεν τὰς ἐπιβουλάς. Ἕως ἂν ἑαυτοῖς µὴ ἐπιβουλεύωµεν, οὐδεὶς ἡµῖν ἐπιβουλεῦσαι δυνήσεται· µᾶλλον δὲ ἐπιβουλεύουσι µὲν, οὐδὲν δὲ βλάπτουσιν, ἀλλὰ καὶ ὠφελοῦσιν ἡµᾶς τὰ µέγιστα· ὥστε ἡµεῖς ἑαυτῶν κύριοι καὶ τοῦ παθεῖν κακῶς καὶ τοῦ µὴ παθεῖν. Ἰδοὺ διαµαρτύροµαι καὶ µεγάλῃ λέγω τῇ φωνῇ καὶ σάλπιγγος τρανότερον, καὶ εἰ ἦν ἐφ' ὑψηλοῦ ἀναβάντα βοῆσαι, οὐκ ἂν παρῃτησάµην, ὅτι τὸνΧριστιανὸν οὐδεὶς ἀνθρώπων τῶν οἰκούντων τὴν γῆν βλάψαι δυνήσεται. Καὶ τί λέγω, ἀνθρώπων; Οὐδὲ αὐτὸς ὁ δαίµων, ὁ τύραννος, ὁ διάβολος, ἂν µὴ αὐτὸς ἑαυτὸν ἀδικήσῃ· κἂν ὁτιοῦν τις ἡµᾶς κακὸν ἐργάσασθαι βουληθῇ, µάτην πειράσεται. Ὥσπερ γὰρ ἄγγελον οὐδεὶς ἂν βλάψειεν ἐπὶ γῆς ὄντα ἄνθρωπον, οὐδὲ οὕτως ἄνθρωπος ἄνθρωπον. Ἀλλ' οὐδὲ αὐτὸς ἕτερον βλάψαι δυνήσεται, ἕως ἂν ᾖ ἀγαθός. Τί οὖν ἂν τούτου γένοιτο ἴσον, ὅταν µήτε βλαβῆναι δύνηται, µήτε βλάψαι ἕτερον; Τοῦτο γὰρ ἐκείνου οὐκ ἔλαττον, τὸ µὴ βούλεσθαι βλάπτειν ἕτερον. Ἄρα ἄγγελός τίς ἐστι καὶ Θεῷ ὅµοιος. Τοιοῦτος γὰρ καὶ ὁ Θεός· ἀλλ' ἐκεῖνος µὲν φύσει, οὗτος δὲ προαιρέσει. Οὔτε οὖν βλαβῆναι δύναται, οὔτε βλάψαι ἕτερον. Τὸ δὲ, οὐ δύναται, µὴ ἀδυναµίας νοµίσῃς( τοὐναντίον γὰρ ἀδυναµία)· ἀλλὰ τὸ ἀνένδεκτον λέγω. Ἡ γὰρ φύσις ἐκείνη οὔτε βλάβης ἐστὶ δεκτικὴ, οὔτε τοῦ ἀδικεῖν ἕτερον· ἐπεὶ καὶ τοῦτο ἑτέρα βλάβη. Ἄλλως γὰρ ἑαυτοὺς οὐ βλάπτοµεν, ἢ τῷ βλάπτειν ἕτερον, καὶ τὰ µείζονα τῶν ἁµαρτηµάτων ἡµῶν ἐκ τῆς εἰς ἡµᾶς ἀδικίας οὕτω γίνεται. Ὥστε καὶ διὰ τοῦτο ὁ Χριστιανὸς οὐ δύναται βλάπτεσθαι, ὅτι οὐδὲ βλάπτειν δύναται. Πῶς δὲ ἑτέρους βλάπτοντες ἑαυτοὺς βλάπτοµεν, φέρε καθ' ἕκαστον τῶν πραγµάτων προχειρισάµενοι τὸν λόγον γυµνάσωµεν τὸ λεγόµενον. Ἀδικείτω τις, ὑβριζέτω, πλεονεκτείτω· τίνα ἄρα ἔβλαψεν οὗτος; οὐχ ἑαυτὸν πρότερον; Παντί που δῆλον. Τῷµὲν γὰρ εἰς χρήµατα ἡ ζηµία, αὐτῷ δὲ εἰς ψυχήν· καὶ γὰρ εἰς ἀπώλειαν καὶ εἰς κόλασιν παραδίδοται τοῦ τοιούτου ἡ ψυχή. Πάλιν φθονείτω ἕτερος· τίνα οὖν ὁ τοιοῦτος ἠδίκησεν; οὐχ ἑαυτὸν, εἰπέ µοι; Τοιαύτη γὰρ ἡ τῆς ἀδικίας φύσις· τὸν τίκτοντα πρῶτον βλάπτει µυρία, µικρὰ δὲ ἕτερον, µᾶλλον δὲ οὐδὲ µικρὸν βλάπτει, ἀλλὰ καὶ ὠφελεῖ. Ἀλλ' οὐδὲν ἀξιόπιστον εἴρηκα. Ἔστω τοίνυν( µάλιστα γὰρ ἐν τούτοις ἐστὶ τὸ πᾶν) πένης χρήµατα ἔχων ὀλίγα καὶ τῆς ἀναγκαίας εὐπορῶν τροφῆς, ἕτερος δὲ πλούσιος καὶ εὔποροςκαὶ πολλὴν ἔχων δύναµιν, καὶ λαµβανέτω τὰ τοῦ πένητος λοιπὸν καὶ γυµνὸν ποιείτω καὶ παραδιδότω λιµῷ, αὐτὸς δὲ ἐντρυφάτω τοῖς ἐξ ἐκείνου ληφθεῖσιν ἀδίκως· ὁ τοιοῦτος οὐ µόνον οὐδὲν αὐτὸν ἔβλαψεν, ἀλλὰ καὶ ὠφέλησεν, ἑαυτὸν δὲ οὐ µόνον οὐκ ὠφέλησεν, ἀλλὰ καὶ ἔβλαψε. Πῶς; Πρῶτον µὲν ὑπὸ τοῦ συνειδότος µαστιζόµενος τοῦ πονηροῦ, καὶ καθ' ἑκάστην ἡµέραν κεντούµενος, καὶ παρὰ πάντων καταγινωσκόµενος· ἔπειτα ἐν τῷ µέλλοντι κρίµατι. Ἀλλ' ὅτι µὲν οὗτος βλάπτεται, δῆλον ἐντεῦθεν κατέστη· πῶς δὲ ὠφελεῖται ἐκεῖνος, εἰπέ. Ὅτι τὸ κακῶς παθεῖν καὶ φέρειν γενναίως, µέγα κέρδος ἔχει· ἔστι γὰρ ἁµαρτηµάτων λύσις τὸ παθεῖν κακῶς, ἔστι φιλοσοφίας γυµνάσιον, ἔστιν ἀρετῆς διδασκαλία. Ἴδωµεν οὖν τίς ἐν κακοῖς, οὗτος ἢ ἐκεῖνος. Ἐκεῖνος µὲν γὰρ ἂν ᾖ φιλόσοφος, γενναίως οἴσει· οὗτος δὲ καθ' ἑκάστην ἡµέραν ἐν τρόµῳ ἔσται καὶ ὑποψίᾳ· τίς οὖν ἀδικεῖται, οὗτος ἢ ἐκεῖνος; Μύθους λέγεις, φησίν· ὅταν γάρ τις µὴ ἔχῃ φαγεῖν, καὶ ἀναγκάζηται ἀποδύρεσθαι καὶ ἀποδυσπετεῖν, ἢ προσελθὼν ἐπαιτεῖν καὶ µὴ λάβῃ, οὐχὶ καὶ τὴν ψυχὴν καὶ τὸσῶµα προσαπολλύει; Μύθους σὺ λέγεις· ἐγὼ γὰρ ἐπιδεικνύω πράγµατα. Εἰπὲ γάρ µοι, οὐδεὶς τῶν πλουτούντων ἀποδυσπετεῖ; Τί οὖν; µὴ ἡ πενία αἰτία τούτου; Ἀλλὰ οὐ λιµώττει; Καὶ τί τοῦτο; Μείζων ἡ δίκη, ὅταν µετὰ πλούτου τοῦτο ποιῇ. Οὔτε γὰρ πλοῦτος γενναῖον ποιεῖ, οὔτε ἀσθενῆ πενία· ἐπεὶ οὐδεὶς ἂν τῶν ἐν πλούτῳ ζώντων µοχθηρὸν ἔζη βίον, οὐδ' ἂν ἑαυτῷ κατηράσατο οὐδεὶς τῶν ἐν πενίᾳ. Ὅτι δὲ ὄντως µῦθοι τὰ παρ' ὑµῶν, ἐκεῖθεν ὑµῖν ποιήσω φανερόν. Εἰπέ µοι, ὁ Παῦλος ἐν πενίᾳ ἦν, ἢ ἐν πλούτῳ; ἐλίµωττεν, ἢ οὐχί; Αὐτοῦ ἔστιν ἀκοῦσαι λέγοντος· Ἐν λιµῷ καὶ δίψει. Οἱ προφῆται ἐλίµωττον, ἢ οὐχί; Κἀκεῖνοι ἀπεδυσπέτουν. Πάλιν Παῦλόν µοι φέρεις, πάλιν τοὺς προφήτας, δέκα καὶ εἴκοσιν ἀνθρώπους. Ἀλλὰ πόθεν βούλει; Ἀπὸ τῶν πολλῶν, φησὶ, δεῖξόν µοί τινας φέροντας γενναίως. Ἀλλὰ τὸ σπάνιον ἀεὶ τοιοῦτον, καὶ ὀλίγοι οἱ καλοί. Εἰ βούλει δὲ, καὶ καθ' ἑαυτὸ τὸ πρᾶγµα ἐξετάσωµεν. Ἴδωµεν τίνος ἡ φροντὶς µείζων καὶ δριµυτέρα, καὶ τίνος εὐφορωτέρα. Οὐχ ὁ µὲν ὑπὲρ τῆς ἀναγκαίας µεριµνᾷ τροφῆς, ὁ δὲ ὑπὲρ µυρίων πραγµάτων ταύτης ἀφέµενος; Οὐ δέδοικεν ὑπὲρ λιµοῦ ὁ πλούσιος, ἀλλ' ὑπὲρ ἑτέρων δέδοικε· πολλάκις ὑπὲρ σωτηρίας αὐτῆς. Οὐκ ἔχει τὴν ἀµεριµνίαν τῆς τροφῆς ὁ πένης, ἀλλ' ἔχει τὴν ἑτέραν ἀµεριµνίαν, τὴν ἀσφάλειαν, τὴν ἡσυχίαν, τὴν ἄδειαν.
52.5
Ἄλλως δὲ, εἰ µὴ κακὸν τὸ ἀδικεῖν, ἀλλὰ καλὸν, διὰ τί αἰσχυνόµεθα; διὰ τί ἐγκαλυπτόµεθα; διὰ τί ὀνειδιζόµενοι ἀγανακτοῦµεν καὶ δυσχεραίνοµεν; Εἰ µὴ καλὸν τὸ ἀδικεῖσθαι διὰ τί ἐναβρυνόµεθα καὶ ἐγκαλλωπιζόµεθα τῷ πράγµατι, καὶ δικαιολογούµεθα ἐν τούτῳ; Θέλεις µαθεῖν πῶς τοῦτο ἐκείνου βέλτιον; Ὅρα τοὺς ἐν τούτῳ, ὅρα τοὺς ἐν ἐκείνῳ.∆ ιὰ τί νόµοι; διὰ τί δικαστήρια; διὰ τί τιµωρίαι; οὐχὶ δι' ἐκείνους ὡς νοσοῦντας καὶ κάµνοντας; Ἀλλ' ἡ ἡδονὴ πολλὴ, φησί. Μὴ εἴπωµεν τὰ µέλλοντα· τὰ παρόντα ἐξετάσωµεν. Τί χεῖρον ἀνδρὸς τοιαύτην ἔχοντος ὑποψίαν; τί σφαλερώτερον; τί σαθρότερον; οὐκ ἐν ναυαγίῳ διαπαντός ἐστι; Κἂν δίκαιόν τι πράττῃ, οὐ πιστεύεται, ἀπὸ τῆς δυνάµεως καταδικαζόµενος παρὰ πάντων· πάντας γὰρ τοὺς συνοικοῦντας κατηγόρους ἔχει· οὐ φιλίᾳ χρήσασθαι δύναται· οὐδεὶς γὰρ ἂν ἕλοιτο ταχέως τοιαύτην δόξαν ἔχοντος ἀνθρώπου γενέσθαι φίλος, ὥστε µὴ κοινωνῆσαι αὐτῷ τῆς ὑπολήψεως. Καθάπερ θηρίον, οὕτω πάντες ἀποστρέφονται· καθάπερ λυµεῶνα καὶ ἐχθρὸν καὶ ἀνδροφόνον καὶ τῆς φύσεως πολέµιον, τὸν ἄδικον ἄνθρωπον. Ἂν εἰς δικαστήριον ἐµπέσῃ, οὐδὲ κατηγόρου δεῖται ὁ ἠδικηκὼς, τῆς δόξης ἀντὶ παντὸς κατηγόρου καταδικαζούσης αὐτόν. Ἀλλ' οὐχ ὁ ἀδικούµενος οὕτως, ἀλλὰ πάντας ἔχει προστάτας, συναλγοῦντας, χεῖρα ὀρέγοντας· ἐπ' ἀσφαλείᾳ ἕστηκεν. Εἰ καλὸν τὸ ἀδικεῖν καὶ ἀσφαλὲς, ὁµολογείτω τις εἶναι ἄδικος· εἰ δὲ οὐ τολµᾷ, τί δήποτε ὡς ἀγαθὸν µετέρχεται; Ἴδωµεν δὲ πῶς καὶ ἐν ἡµῖν αὐτοῖς, ἂν γένηται τοῦτο, πόσα γίνεται κακά. Εἰπὲ γάρ µοι, ἄν τι τῶν ἐν ἡµῖν τὸ οἰκεῖον ὑπερβὰν µέτρον τοῦ ἑτέρου ἐφίηται, καὶ βουληθῇ ἀφεὶς ὁ σπλὴν τὸν οἰκεῖον τόπον λαβεῖν τὸ ἀλλότριον µετὰτοῦ οἰκείου, οὐχὶ νόσος τοῦτό ἐστι; Τὸ ὑγρὸν πάλιν τὸ ἐν ἡµῖν, ὁ χυµὸς, εἰ πάντα πληρώσει, οὐχὶ ὕδερος τοῦτό ἐστι; Μετ' ἐκείνου ἡ χολὴ πάλιν εὐρυχωρίαν ζητείτω, καὶ πανταχοῦ διαχείσθω τὸ αἷµα. Τί δὲ ἐν τῇ ψυχῇ ὁ θυµὸς, ἡ ἐπιθυµία, καὶ τὰ ἄλλα πάντα, ἐὰν ὑπερβῇ τὸ µέτρον, οὐχὶ ἑαυτὸν συνδιέφθειρεν; Οὕτω καὶ ἡ τροφή· ἐὰν ὑπὲρ ὃ δύναται πέπτεσθαι προσληφθῇ, νόσοις τὸ σῶµα περιέβαλε. Πόθεν γὰρ αἱ ποδαλγίαι; πόθεν αἱ παρέσεις καὶ ὁ κλόνος τοῦ σώµατος; ἆρα οὐκ ἀπὸ τῆς τῶν τροφῶν ἀµετρίας; Πάλιν ἐν τῷ σώµατι ἐὰν πλεῖον βουληθῇ λαβεῖν ὁ ὀφθαλµὸς, ἢ πλέον ἰδεῖν τοῦ ὡρισµένου θελήσειεν, ἢ µεῖζον ἀναλάβοι φῶς, ἔβλαψε µᾶλλον ἢ ὠφέλησετὸ ὑπὲρ µέτρον. Εἰ δὲ ἔνθα ἀγαθόν τι τὸ φῶς ἐστι, ὁ ὀφθαλµὸς εἰ πλέον ἰδεῖν θελήσειεν ἀπόλλυται· ὅταν λαµπρότερον ἴδῃ, ἐννόησον ἐπὶ τοῦ κακοῦ. Ἡ ἀκοὴ ἐὰν µεγάλην δέξηται φωνὴν, ἀπόπληκτος ἡ διάνοια γίνεται· ὁ νοῦς ἐπειδὰν τὰ ὑπὲρ ἑαυτὸν λογίσηται, ἐκπλήττεται, καὶ ὅπερ ἂν πλέον τοῦ δέοντος γένηται, παραπόλλυσι. Τοῦτο γὰρ πλεονεξία, πλέον ἔχειν τοῦ ὡρισµένου. Οὕτω δὴ καὶ ἐπὶ χρηµάτων, ὅταν βουλώµεθα ἐπιτιθέναι φορτία πλείονα, εἰ καὶ µὴ αἰσθανόµεθα, χαλεπὸν ἐν ἑαυτοῖς τρέφοµεν τὸ θηρίον, πολλὰἔχοντες, πολλῶν δεόµενοι, φροντίσι µυρίαις περιβάλλοντες ἑαυτοὺς, πολλὰς τῷ διαβόλῳ παρέχοντες λαβάς.∆ ιὰ τοῦτο οὐδὲ χρεία καµάτου ἐπὶ τῶν πλουτούντων τῷ διαβόλῳ· ἕτοιµοι γὰρ αὐτῷ πρὸς καταφορὰν ἀπὸ τοῦ πλούτου µάλιστα γίνονται. Ἀλλ' οὐκ ἐπὶ τῶν πενίᾳ συζώντων, ἀλλὰ πᾶν τὸ ἐναντίον. Οὕτως αὐτὰ καθ' ἑαυτὰ ἀπόλλυσι τὰ πράγµατα.∆ ιὸ παρακαλῶ ἀπέχεσθαι τῆς τούτων ἐπιθυµίας, ἵνα δυνηθῶµεν διαδράναι τὰς τοῦ πονηροῦ παγίδας, καὶ ἀρετῆς ἐπιλαβόµενοι τῶν αἰωνίωνἀγαθῶν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ, τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ, ἅµα τῷ ἁγίῳ Πνεύµατι, δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰςτοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.