In Acta apostolorum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
53.0
Τῇ οὖν ἐπαύριον ἐλθόντος τοῦ Ἀγρίππα καὶ τῆς Βερνίκης µετὰ πολλῆς φαντασίας, καὶ εἰσελθόν των εἰςτὸ ἀκροατήριον σύν τε τοῖς χιλιάρχοις καὶ ἀνδράσι τοῖς κατ' ἐξοχὴν οὖσι τῆς πόλεως, καὶ κελεύσαντος τοῦ Φήστου, ἤχθη ὁ Παῦλος.
53.1
Ὅρα οἷον συλλέγεται ἀκροατήριον τῷ Παύλῳ· Τοῖς κατ' ἐξοχὴν, φησὶ, τῆς πόλεως· τοὺς δορυφόρους γὰρ πάντας συναγαγὼν ὁ ἄρχων καὶ ὁ βασιλεὺς, οὕτως ἀπαντῶσι. Σὺν αὐτοῖς δὲ καὶ οἱ χιλίαρχοι καὶ οἱ πρῶτοι τῆς πόλεως παραγεγόνασιν· τούτους γὰρ κατ' ἐξοχὴν καλεῖ. Εἶτα καὶ Παῦλος ἄγεται· καὶ ὅρα, πῶς αὐτοῦ ἀχθέντος ἀνακηρύττεται ὑπὸ τοῦ Φήστου· οὐ µόνον γὰρ αὐτὸν ἀφίησι τῶν ἐγκληµάτων, ἀλλὰ καὶ ὑπεραπολογεῖται. Τί λέγων; Ἀγρίππα βασιλεῦ, καὶ πάντες οἱ συµπαρόντες ἡµῖν ἄνδρες, θεωρεῖτε τοῦτον, περὶ οὗ πᾶν τὸ πλῆθος τῶν Ἰουδαίων ἐνέτυχόν µοι ἔν τε Ἱεροσολύµοιςκαὶ ἐνθάδε, ἐπιβοῶντες µὴ δεῖν ζῇν αὐτὸν µηκέτι. Ἐγὼ δὲ καταλαβόµενος µηδὲν ἄξιον θανάτου αὐτὸν πεπραχέναι, καὶ αὐτοῦ δὲ τούτου ἐπικαλεσαµένου τὸν Σεβαστὸν, ἔκρινα πέµπειν αὐτόν. Περὶ οὗ ἀσφαλές τι γράψαι τῷ κυρίῳ οὐκ ἔχω· διὸ προήγαγον αὐτὸν ἐφ' ὑµῶν καὶ µάλιστα ἐπὶ σοῦ, βασιλεῦ Ἀγρίππα, ὅπως τῆς ἀνακρίσεως γενοµένης, σχῶ τι γράψαι. Ἄλογον γάρ µοι δοκεῖ, πέµποντα δέσµιον µὴ καὶ τὰς κατ' αὐτοῦ αἰτίας σηµᾶναι. Σκόπει, πῶς ἐκείνων µὲν κατηγορεῖ, τοῦτον δὲ ἀφίησιν. Ὢ τῆς τῶν δικαιωµάτων περιουσίας! ὅπως καταδικάσῃ, οὐχ εὑρίσκει ὁ ἄρχων, µυρίας γενοµένης ἐξετάσεως· ἐκεῖνοι δὲ τοῦτον ἄξιον θανάτου ἔφασκον εἶναι.∆ ιὰ τοῦτο καὶ ἔλεγεν· Ἐγὼ δὲ καταλαβόµενος, φησὶ, µηδὲν ἄξιον θανάτου πεπραχέναι αὐτόν· εἶτα ἐπήγαγε, λέγων· Περὶ οὗ ἀσφαλές τι γράψαι τῷ κυρίῳ οὐκ ἔχω. Καὶ τοῦτο τῆς τοῦ Παύλου καθαρότητος τὸ µηδὲν ἔχειν τὸν δικαστὴν, ὅ τι εἴπῃ περὶ αὐτοῦ.∆ ιὸ προήγαγον αὐτὸν, φησὶν, ἐφ' ὑµῶν· Ἄλογον γάρ µοι δοκεῖ εἶναι, πέµποντα δέσµιον, µὴ καὶ τὰς κατ' αὐτοῦ αἰτίας σηµᾶναι. Ὅρα εἰς οἵας ἐνέβαλον οἱ Ἰουδαῖοι τοὺς ἄρχοντας αὐτῶν ἀπορίας µεγάλας. Τί οὖν ὁ Ἀγρίππας; Ἐπὶ τούτοις βουλόµενός τι µαθεῖν, πρὸς τὸν Παῦλον ἔφη· Ἐπιτρέπεταί σοι ὑπὲρ σεαυτοῦ λέγειν. Τῇ πολλῇ περὶ τοῦ ἀκοῦσαι ἐπιθυµίᾳ ἐπιτρέπει αὐτῷ λέγειν ὁ βασιλεύς. Ὁ δὲ Παῦλος µετὰ παῤῥησίας φθέγγεται λοιπὸν, οὐ κολακεύων, ἀλλὰ διὰ τοῦτο µακάριον ἑαυτὸν φάσκων εἶναι, ἐπειδὴ πρὸς πάντα εἰδότα τὸνλόγον ποιεῖται· καὶ ὅτι διὰ τοῦτο, ἄκουε ἃ δὴ καὶ προτείνεται λέγων· Τότε ὁ Παῦλος ἀπελογεῖτο, ἐκτείνας τὴν χεῖρα. Περὶ πάντων ὧν ἐγκαλοῦµαι ὑπὸ Ἰουδαίων, βασιλεῦ Ἀγρίππα, ἥγηµαι ἐµαυτὸν µακάριον, ἐπὶ σοῦ µέλλων ἀπολογεῖσθαι σήµερον, µάλιστα γνώστην ὄντασε πάντων τῶν κατὰ Ἰουδαίους ἐθῶν καὶ ζητηµάτων· διὸ δέοµαί σου µακροθύµως ἀκοῦσαί µου. Καίτοι γε, εἰ συνῄδει ἑαυτῷ, φοβηθῆναι ἐχρῆν παρὰ τῷ πάντα εἰδότι δικαζόµενον· ἀλλὰ καθαροῦ συνειδότος τοῦτό ἐστιν, τὸ µὴ παραιτεῖσθαι δικαστὴν τὸν ἀκριβῶς εἰδότα τὰ γεγενηµένα, ἀλλὰ καὶ χαίρειν· ὅθεν καὶ µακάριον ἑαυτὸν ἡγεῖται, καὶ λέγει·∆ έοµαί σου µακροθύµως ἀκοῦσαί µου. Ἐπειδὴ µέλλει λόγον ἐκτείνειν καὶ λέγειν τι περὶ ἑαυτοῦ, διὰ τοῦτο προλαβὼν παρεκάλεσε, καί φησι· Τὴν µὲν οὖν βίωσίν µου τὴν ἐκ νεότητος, τὴν ἀπαρχῆς γενοµένην ἐν τῷ ἔθνει µου ἐν Ἱεροσολύµοις, ἴσασι πάντες οἱ Ἰουδαῖοι, προγινώσκοντές µε ἄνωθεν, ἐὰν θέλωσι µαρτυρεῖν, ὅτι κατὰ τὴν ἀκριβεστάτην αἵρεσιν τῆς ἡµετέρας θρησκείας ἔζησα Φαρισαῖος. Ὃ λέγει, τοῦτό ἐστι· Πῶς ἂν στασιαστὴς ἐγενόµην, ὁ νέος τοιοῦτος ὢν καὶ µαρτυρούµενος ὑπὸ πάντων; Εἶτα καὶ ἀπὸ τῆς αἱρέσεως ἡ πίστις οὗ εἶπεν· ἐπάγει γάρ· Κατὰ τὴν ἀκριβεστάτην αἵρεσιν τῆς θρησκείας ἔζησα. Καὶ ἐπεὶ πάλιν εἰκὸς ἦν τινας εἰπεῖν· Τί οὖν, εἰ ἡ µὲν αἵρεσις θαυµαστὴ, σὺ δὲ πονηρός; ὅρα πῶς τὸ ὑφορµοῦν θεραπεύει· µάρτυρας γὰρ καλεῖ πάντας τοὺς Ἰουδαίους τοὺς γινώσκοντας τὸν αὐτοῦ βίον καὶ τὴν ἀναστροφήν. Ἴσασι γὰρ, φησὶ, πάντες Ἰουδαῖοι, προγινώσκοντές µε ἄνωθεν, ἐὰν θέλωσι µαρτυρεῖν. Καὶ νῦν ἐπ' ἐλπίδι τῆς πρὸς τοὺς πατέρας ἡµῶν γενοµένης ἐπαγγελίας ὑπὸ τοῦ Θεοῦ, ἕστηκα κρινόµενος· εἰς ἣν τὸ δωδεκάφυλον ἡµῶν, ἐν ἐκτενείᾳ νύκτα καὶ ἡµέραν λατρεῦον, ἐλπίζει καταντῆσαι· περὶ ἧς ἐλπίδος ἐγκαλοῦµαι, βασιλεῦ Ἀγρίππα, ὑπὸ Ἰουδαίων. Τί; ἄπιστον κρίνεται παρ' ὑµῖν, εἰ ὁ Θεὸς νεκροὺς ἐγείρει;∆ ύο τίθησι περὶ ἀναστάσεως λογισµοὺς, ἕνα µὲν τὸν ἀπὸ προφητῶν· καὶ οὐ παράγει προφήτην, ἀλλ' αὐτὴν τῶν Ἰουδαίων τὴν δόξαν· ἄλλον δὲ τὸν καὶ ἰσχυρότερον τὸν ἀπὸ πραγµάτων. Ποῖον δὴ τοῦτον; Ὅτι διελέχθη αὐτῷ ὁ Χριστὸς, ἀναστὰς ἐκ νεκρῶν. Καὶ κατασκευάζει καὶ τοῦτον ἀπὸ λογισµῶν, τὴν προτέραν αὐτοῦ µανίαν διηγούµενος ἀκριβῶς· εἶτα καὶ µετὰ ἐγκωµίου τῶν Ἰουδαίων· Νύκτα καὶ ἡµέραν λατρεῦον ἐλπίζει, φησὶ, καταντῆσαι. Ὥστε εἰ καὶ µὴ ἀλήπτου βίου ἤµην, ὑπὲρ τούτων οὐκ ἔδει κρίνεσθαι, βασιλεῦ Ἀγρίππα. Εἶτα καὶ ἄλλος λογισµός. Τί; ἄπιστον κρίνεται παρ' ὑµῖν, εἰ ὁ Θεὸς νεκροὺς ἐγείρει; Εἰ γὰρ µὴ τοιαύτη δόξα ἦν, εἰ γὰρ µὴ ἀνατεθραµµένοι ἦσαν ἐν τούτοις τοῖς δόγµασι, νῦν δὲ εἰσεφέρετο, ἴσως οὐκ ἂν ἐδέξατό τις τὸν λόγον. Εἶτα λέγει, πῶς ἐδίωκε· καὶ τοῦτο κατασκευαστικόν· καὶ τοὺς ἀρχιερεῖς παράγει µάρτυρας, καὶ τὰς ἔξω πόλεις, καὶ ὅτι ἤκουσε λέγοντος αὐτῷ· Σκλῆρόν σοι πρὸς κέντρα λακτίζειν. Ἔπειτα δείκνυσι καὶ τοῦ Θεοῦ τὴν φιλανθρωπίαν, ὅτι καὶ διωκόµενος ὤφθη, καὶ ὅτι Οὐκ ἐµὲ µόνον εὐεργέτησεν, ἀλλὰ καὶ ἑτέροις ἔπεµψε διδάσκαλον.
53.2
∆ είκνυσι δὲ καὶ τὴν προφητείαν, ἣν ἤκουσεν Εἰς τοῦτο ὤφθην σοι· ἐξαιρούµενός σε ἐκ τοῦ λαοῦ καὶ τῶν ἐθνῶν, εἰς οὓς ἐγώ σε ἀποστέλλω. Ταῦτα πάντα δεικνὺς, ἔλεγεν· Ἐγὼ µὲν οὖν ἔδοξα ἐµαυτῷ πρὸς τὸ ὄνοµα Ἰησοῦ τοῦ Ναζωραίου δεῖν πολλὰ ἐναντία πρᾶξαι. Ὃ καὶ ἐποίησα ἐν Ἱεροσολύµοις, καὶ πολλοὺς τῶν ἁγίων ἐγὼ φυλακαῖς κατέκλεισα, τὴν παρὰ τῶν ἀρχιερέων ἐξουσίαν λαβών· ἀναιρουµένων τε αὐτῶν κατήνεγκα ψῆφον· καὶ κατὰ πάσας τὰς συναγωγὰς πολλάκις τιµωρῶν αὐτοὺς, ἠνάγκαζον βλασφηµεῖν· περισσῶς τε ἐµµαινόµενος αὐτοῖς, ἐδίωκον ἕως καὶ εἰς τὰς ἔξω πόλεις. Ἐν οἷς καὶ πορευόµενος εἰς τὴν∆ αµασκὸν µετ' ἐξουσίας καὶ ἐπιτροπῆς τῆς παρὰ τῶν ἀρχιερέων, ἡµέρας µέσης κατὰ τὴν ὁδὸν εἶδον, βασιλεῦ, οὐρανόθενὑπὲρ τὴν λαµπρότητα τοῦ ἡλίου περιλάµψαν µε φῶς, καὶ τοὺς σὺν ἐµοὶ πορευοµένους. Πάντων δὲ καταπεσόντων ἡµῶν εἰς τὴν γῆν, ἤκουσα φωνὴν λαλοῦσαν πρός µε καὶ λέγουσαν τῇ Ἑβραΐδι διαλέκτῳ· Σαοὺλ, Σαοὺλ, τί µε διώκεις; σκληρόν σοι πρὸς κέντρα λακτίζειν. Ἐγὼ δὲ εἶπον· Τίς εἶ, Κύριε; Ὁ δὲ εἶπεν· Ἐγώ εἰµι Ἰησοῦς, ὃν σὺ διώκεις. Ἀλλὰ ἀνάστηθι, καὶ στῆθι ἐπὶ τοὺς πόδας σου· εἰς τοῦτο γὰρ ὤφθην σοι, προχειρίσασθαί σε ὑπηρέτην καὶ µάρτυρα ὧν τε εἶδες, ὧν τε ὀφθήσοµαί σοι, ἐξαιρούµενός σε ἐκ τοῦ λαοῦ καὶ τῶν ἐθνῶν, εἰς οὓςἐγώ σε ἀποστέλλω, ἀνοῖξαι ὀφθαλµοὺς αὐτῶν τοῦ ἀποστρέψαι ἀπὸ σκότους εἰς φῶς, καὶ τῆς ἐξουσίας τοῦ Σατανᾶ ἐπὶ τὸν Θεὸν, τοῦ λαβεῖν αὐτοὺς ἄφεσινἁµαρτιῶν καὶ κλῆρον ἐν τοῖς ἡγιασµένοις πίστει τῇ εἰς ἐµέ. Σκόπει, πῶς ἡµέρως διαλέγεται. Ὁ Θεὸς φησὶν, εἶπε πρός µε, ὅτι Ὤφθην σοι προχειρίσασθαι σε ὑπηρ έτην καὶ µάρτυρα, ὧν τε εἶδες, ὧν τε ὀφθήσοµαι σοι, ἐξαιρούµενός σε ἐκ τοῦλαοῦ καὶ τῶν ἐθνῶν, εἰς οὓς ἐγώ σε ἀποστέλλω, ἀνοῖξαι ὀφθαλµοὺς αὐτῶν, τοῦ ἀποστρέψαι ἀπὸ σκότους εἰς φῶς, καὶ τῆς ἐξουσίας τοῦ Σατανᾶ ἐπὶ τὸν Θεὸν, τοῦ λαβεῖν αὐτοὺς ἄφεσιν ἁµαρτιῶν. Ὡσεὶ ἔλεγε· Τούτοις ἐπείσθην, ταύτῃ τῇ ὀπτασίᾳ µε ἐπηγάγετο, καὶ οὕτως ἔπεισεν, ὥστε µὴ ἀναβάλλεσθαι. Ὅθεν, βασιλεῦ Ἀγρίππα, οὐκ ἐγενόµην ἀπειθὴς τῇ οὐρανίῳ ὀπτασίᾳ· ἀλλὰ τοῖς ἐν∆ αµασκῷ πρῶτον καὶ Ἱεροσολύµοις, εἰς πᾶσάν τε τὴν χώραν τῆς Ἰουδαίας, καὶ τοῖς ἔθνεσιν ἀπαγγέλλω µετανοεῖν, καὶ ἐπιστρέφειν ἐπὶ τὸνΘεὸν, ἄξια τῆς µετανοίας ἔργα πράσσοντας. Ὁ τοίνυν καὶ τοὺς ἄλλους παιδεύων περὶ βίου ἀρίστου, πῶς ἂν αὐτὸς στάσεως καὶ φιλονεικίας, φησὶν, ἀρχηγὸς γέγονα; Ἕνεκα τούτων οἱ Ἰουδαῖοί µε συλλαβόµενοι ἐν τῷ ἱερῷ, ἐπειρῶντο διαχειρίσασθαι. Ἐπικουρίας οὖν τυχὼν τῆς παρὰ τοῦ Θεοῦ ἄχρι τῆς ἡµέρας ταύτης ἕστηκα, µαρτυρόµενος µικρῷ τε καὶ µεγάλῳ, οὐδὲν ἐκτὸς λέγων ὧν τε οἱπροφῆται ἐλάλησαν µελλόντων γίνεσθαι, καὶ Μωϋσῆς· εἰ παθητὸς ὁ Χριστὸς, εἰ πρῶτος ἐξ ἀναστάσεως νεκρῶν φῶς µέλλει καταγγέλλειν τῷ τε λαῷ καὶ τοῖς ἔθνεσιν. Ὅρα, πῶς ἐκτὸς κολακείας ἐστὶν ὁ λόγος αὐτοῦ, καὶ τὸ πᾶν ἐπιγράφει τῷ Θεῷ. Εἶτα ἡ παῤῥησία. Ἀλλ' οὐδὲ νῦν ἀφίσταµαι· καὶ τὸ ἀσφαλές· Ἀπὸ γὰρ προφητῶν ἰσχυρίζοµαι, Εἰ παθητὸς ὁ Χριστὸς, εἰ πρῶτος ἐξ ἀναστάσεως νεκρῶν φῶς µέλλει καταγγέλλειν· ὡσεὶ ἔλεγεν, ὅτι Πρῶτος ὁ Χριστὸς ἀναστὰς, οὐκέτι ἀποθνήσκει.∆ ῆλον ἐκ τοῦ πᾶσι καταγγεῖλαι τοῦτο καὶ εἰς ἑαυτοὺς προσδοκᾷν. Εἶτα τὴν παῤῥησίαν ὁ Φῆστος ἰδὼν, ἐπειδὴ πρὸς τὸν βασιλέα διελέγετο, µὴ µεθιστάµενος τοῦ πρὸς αὐτὸν ἀποβλέπειν, ὥσπερ ἔπαθέ τι, καί φησι· Μαίνη, Παῦλε. Ὅτι δὲ παθὼν τοῦτο λέγει, ἄκουε τῶν ἑξῆς· Ταῦτα δὲ αὐτοῦ διαλεγοµένου, ὁ Φῆστος µεγάλῃ τῇ φωνῇ ἔφη· Μαίνῃ, Παῦλε, τὰ πολλά σε γράµµατα εἰς µανίαν περιτρέπει. Τί οὖν ὁ Παῦλος; µετὰ ἐπιεικείας ἀποκρινόµενος, Οὐ µαίνοµαι, φησὶ, κράτιστε Φῆστε, ἀλλὰ ἀληθείας καὶ σωφροσύνης ῥήµατα ἀποφθέγγοµαι. Εἶτα καὶ τὴν αἰτίαν διδάσκει, δι' ἣν πρὸς τὸν βασιλέα τὸν λόγον ἀπέστρεψεν· Ἐπίσταται γὰρ περὶ τούτων ὁ βασιλεὺς, πρὸς ὃν καὶ παῤῥησιαζόµενος λαλῶ· λανθάνειν γὰρ τούτων αὐτόν τι οὐ πείθοµαι οὐδέν· οὐ γάρ ἐστιν ἐν γωνίᾳ πεπραγµένον τοῦτο. Πιστεύεις, βασιλεῦ Ἀγρίππα, τοῖς προφήταις; Οἶδα, ὅτι πιστεύεις. Τοῦτο οὕτως εἶπε, µονονουχὶ διασύρων καὶ λέγων πρὸς αὐτούς· Οἶδα, ὅτι πάντα οἶδεν ἀκριβῶς· καὶ ἔδει µὲν πρώτους ὑµᾶς ταῦτα εἰδέναι( τὸ γὰρ ἐπαγόµενον τοῦτο δηλοῖ, τὸ, Οὐ γάρ ἐστιν ἐν γωνίᾳ πεπραγµένον τοῦτο), ἀλλ' οὐκ ἠθελήσατε. Πιστεύεις, βασιλεῦ Ἀγρίππα, τοῖς προφήταις; Οἶδα ὅτι πιστεύεις. Ὁ δὲ Ἀγρίππας πρὸς τὸν Παῦλον ἔφη· Ἐν ὀλίγῳ µε πείθεις Χριστιανὸν γενέσθαι. Ὁ δὲ Παῦλος εἶπεν· Εὐξαίµην ἂν τῷ Θεῷ, καὶ ἐν ὀλίγῳ, καὶ ἐν πολλῷ, οὐ µόνον σὲ, ἀλλὰ καὶ πάντας τοὺς ἀκούοντάς µου σήµερον, γενέσθαι τοιούτους, ὁποῖος κἀγώεἰµι, παρεκτὸς τῶν δεσµῶν τούτων. Ὅρα πῶς εὔχεται, λέγων· Εὐξαίµην ἂν ἔγωγε τῷ Θεῷ[ οὐκ] ἐν ὀλίγῳ, τουτέστι, παρὰ µικρόν. Καὶ οὐχ ἁπλῶς εὔχεται, ἀλλὰ καὶ ἐπιτεταµένως. Τοιούτους, φησὶ, γενέσθαι πάντας, οὐ µόνον σὲ, ἀλλὰ καὶ πάντας, ὁποῖος κἀγώ εἰµι. Εἶτα καὶ προστίθησι· Παρεκτὸς τῶν δεσµῶν τούτων· οὐκ ἀποδυσπετῶν διὰ τὰ δεσµὰ, οὐδὲ αἰσχυνόµενος διότι ἐδέδετο( τοῦτο γὰρ ἦν αὐτῷ, εἴπερ τι ἄλλο, ἄξιον δόξης)· ἀλλὰ πρὸς τὴν ἐκείνων ὑπόληψιν ἀφορῶν, οὕτως εἶπε.∆ ιὰ τοῦτο προσέθηκε τὸ, Παρεκτὸς τῶν δεσµῶν τούτων. Ἀλλ' ἴδωµεν ἄνωθεν τὰἀνεγνωσµένα. Τῇ οὖν ἐπαύριον εἰσελθόντων εἰς τὸ ἀκροατήριον, κελεύσαντος τοῦ Φήστου, φησὶν, ἤχθη ὁ Παῦλος. Ἀπέστησαν λοιπὸν οἱ Ἰουδαῖοι τῇ ἐφέσει χρησαµένου ἐκείνου, καὶ τότε αὐτῷ λαµπρὸν τὸ θέατρον γίνεται· µετὰ πολλῆς γὰρ τῆς φαντασίας ὁ βασιλεὺς καὶ πᾶν τὸ πλῆθος τῶν Ἰουδαίων παρῆσαν οὐχ οἱ µὲν, οἱ δὲ οὔ. Τὸ πλῆθος τῶν Ἰουδαίων, φησὶ, συνέτυχόν µοι, ἔν τε Ἱεροσολύµοις καὶ ἐνθάδε, ἐπιβοῶντες µὴ δεῖν αὐτὸν ζῇν µηκέτι.
53.3
Ὅρα τὴν µανίαν· ἐβόων, δεῖν αὐτὸν ἀποθανεῖν λέγοντες. Ἐντεῦθεν δείκνυσιν, ὅτι δικαίως ἐπεκαλέσατο Καίσαρα. Εἰ γὰρ οὐδὲν µὲν εἶχον δεινὸν εἰπεῖν, ἐκεῖνοι δὲ ἐµεµήνεσαν, εἰκότως ἐπ' ἐκεῖνον ἔρχεται. Ὅπως τῆς ἀνακρίσεως ὑφ' ὑµῶν γενοµένης, σχῶ τί γράψαι, φησίν. Ὁρᾷς, πῶς βασανίζεται πολλάκις τὸ πρᾶγµα; Καὶ τῆς ἀπολογίας τοίνυν ταύτης Ἰουδαῖοι αἴτιοι, ἣν ἔµελλον µανθάνειν καὶ οἱ ἐν τῇ Ῥώµῃ. Περὶ πάντων ὧν ἐγκαλοῦµαι, βασιλεῦ Ἀγρίππα, φησὶν, ἥγηµαι ἐµαυτὸν µακάριον, µέλλων ἐπὶ σοῦ ἀπολογεῖσθαι. Ὅρα πῶς κήρυκες ἄκοντες καὶ τῆς οἰκείας γίνονται κακίας καὶ τῆς Παύλου ἀρετῆς καὶ αὐτῷ τῷ κρατοῦντι· ὥστε λαµπρότερον ἀπήγετο Παῦλος, ἢ εἰ χωρὶς δεσµῶν ἀπῆλθεν· οὐκέτι γὰρ ὡς πλάνος καὶ γόης τοσούτων αὐτὸν ἀφέντων δικαστῶν ἀπήγετο. Πάντα τοίνυν ἀποδυσάµενος παρ' οἷς ἐτέχθη καὶ ἐτράφη, οὐχ ἁπλῶς, ἀλλ' οὕτω καθαρὸς ὑποψίας ἐπιβαίνει τῆς Ῥώµης. Καὶ οὐκ εἶπε· Τί δὴ τοῦτο; ἅπαξ ἐπεκαλεσάµην Καίσαρα· µυριάκις ἐκρίθην· µέχρι πότε; ἀλλὰ τί; Πάλιν ἕτοιµος ἐγένετο δοῦναι εὐθύνας καὶ ἐπὶ τοῦ µάλιστα εἰδότος τὰ κατὰ Ἰουδαίους.∆ ιὸ καὶ µετὰ πολλῆς τῆς παῤῥησίας ἀπολογεῖται, ἅτε οὐκ ὄντων κυρίων τῶν καταδικαζόντων αὐτόν· ὃς, καίπερ οὐκ ὄντων κυρίων, ἀλλὰ τῆς ἀποφάσεως ἐκείνης κρατούσης, ὅτι Πρὸς Καίσαρα πορεύσῃ, δίδωσι λόγον ὅµως, καὶ πολλὰς τὰς εὐθύνας περὶ πάντων· οὐ περὶ τῶν µὲν, περὶ τῶν δὲ οὔ. Μονονουχὶ δὲ τοῦτο λέγει δι' ὧν ἀποκρίνεται· Ἐγκαλοῦσιν ὑπὲρ στάσεως, ἐγκαλοῦσιν ὑπὲρ αἱρέσεως, καὶ ὅτι τὸν ναὸν ἐβεβήλωσα· περὶ πάντων ἀπολογοῦµαι· Τὴν µὲν οὖν βίωσίν µου τὴν ἐκ νεότητος ἴσασι πάντες οἱ Ἰουδαῖοι· ὅτι µὲν οὐ τοῦ ἐµοῦ τρόπου τὸ στάσεις ποιεῖν, αὐτοὶ µάρτυρες οἱ κατήγοροι. Ὃ καὶ πρὸ τούτου λέγει· Ζηλωτὴς ὑπάρχων τῶν πατρικῶν µου παραδόσεων, τοῦτο καὶ ἐνταῦθα αἰνίττεται διὰ τοῦ εἰπεῖν, Τὴν ἐκ νεότητός µου βίωσιν. Καὶ ὅτε ὅλος ὁ δῆµος παρῆν, τότε καλεῖ αὐτῶν τὴν µαρτυρίαν. Οὐκ ἐπὶ τοῦ δικαστηρίου δὲ τοῦ Λυσίου τοῦτο ποιεῖ µόνον, ἀλλὰ καὶ ἐπὶ τοῦ Φήστου· καὶ πάλιν ἐνταῦθα, ὅτε πλείους παρῆσαν· ἐκεῖ δὲ οὐ πολλῆς ἀπολογίας ἔδει, τῶν γραµµάτων τοῦ Λυσίου ἀφιέντων αὐτόν. Ἴσασι, φησὶ, πάντες Ἰουδαῖοι προγινώσκοντές µε ἄνωθεν. Καὶ οὐ λέγει, ποταπὸς αὐτοῦ ὁ βίος, ἀλλὰ ἀφίησιν αὐτῶν τῷ συνειδότι, καὶ τὸ πᾶν ἐν τῇ αἱρέσει τίθησι, δεικνὺς ἐντεῦθεν οὐκ ἂν ἑλόµενος αὐτὴν, εἰπονηρὸς ἦν καὶ µοχθηρός. Ὑπὲρ τῆς αἱρέσεως τοίνυν ταύτης, ἧς, φησὶν, ἕστηκα κρινόµενος. Αὕτη καὶ παρ' αὐτοῖς πρεσβεύεται, διὰ ταύτην ηὔχοντο, διὰ ταύτην λατρεύουσιν, ἵνα ταύτης τύχωσι· ταύτην ἐγὼ καταγγέλλω, καὶ περὶ τῆς ἐλπίδος ταύτης ἐγκαλοῦµαι. Ἄρα µαινοµένων ἐστὶ πάντα µὲν ὑπὲρ τοῦ τυχεῖν ταύτης ποιεῖν, τὸν δὲ εἰς ταύτην πιστεύοντα ἐλαύνειν. Ἐγὼ µὲν οὖν ἔδοξα ἐµαυτῷ πρὸς τὸ ὄνοµα Ἰησοῦ τοῦ Ναζωραίου, φησὶ, δεῖν πολλὰ ἐναντία πρᾶξαι· τουτέστιν, Ἔκρινα ταῦτα ποιεῖν, ὅτι οὐκ ἤµην τῶν µαθητῶν τοῦ Χριστοῦ, ἀλλὰ τῶν πολεµούντων αὐτῷ ὑπῆρχον. Ὅθεν καὶ ἀξιόπιστος γίνεται µάρτυς, ὅτι ὁ µυρία ποιῶν, καὶ πολεµῶν τοὺς πιστεύοντας, καὶ πείθων βλασφηµεῖν, καὶ πάντα κινῶν, πόλεις, ἄρχοντας, καὶ δι' ἑαυτοῦ ταῦτα πράττων, οὕτως ἐξαίφνης µεταβέβληται. Εἶτα πάλιν οἱ µάρτυρες οἱ συνόντες· εἶτα δείκνυσιν ἑαυτὸν δικαίως πεισθέντα, ἀπό τε τοῦ φωτὸς, ἀπό τε τῶν προφητῶν, ἀπό τε τῶν ἐκβάσεων, ἀπό τε τῶν νῦν γεγενηµένων. Ἐπήγαγε γάρ· Ἡµέρας µέσης κατὰ τὴν ὁδὸν, εἶδον περιλάµψαν µε φῶς, καὶ τοὺς σὺν ἐµοὶ πορευοµένους. Ὅρα γοῦν, πῶς καὶ ἀπὸ τῶν προφητῶν, καὶ ἀπὸ τούτων αὐτοὺς πιστοῦται. Ἵνα γὰρ µὴ δόξῃ καινοτοµεῖν, καίτοι ἔχων µεγάλα εἰπεῖν, πάλιν ἐπὶ τοὺς προφήτας καταφεύγει, καὶ τὰ αὐτῶν εἰς µέσον τίθησι. Τοῦτο µὲν οὖν ἀξιοπιστότερον ἅτε νῦν γενόµενον· ἀλλ' ἐπειδὴ µόνος εἶδε, πάλιν αὐτὸ ἀπὸ προφητῶν πιστοῦται. Καὶ ὅρα αὐτὸν οὐχ ὁµοίως διαλεγόµενον ἐν δικαστηρίῳ, καὶ ἐν ἐκκλησίᾳ· ἐκεῖ µὲν οὖν λέγει, ὅτι καὶ Ἀνείλετε· ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον, ὥστε µὴ πλέον ἐκκαῦσαι τὸν θυµόν· ἀλλὰ τὸ αὐτὸ δείκνυσιν, εἰπὼν, Εἰ παθητὸς ὁ Χριστός. Οὕτως ἀφίησιν αὐτοὺς ἐγκληµάτων. Ὅπερ οὖν ἐγὼ καταγγέλλω, εἰ ἀνέστη πρῶτος ἐκ τῶν νεκρῶν, ἐκ τῶν προφητῶν δείκνυµι· καὶ γὰρ καὶ οἱ προφῆται τοῦτο καταγγέλλουσιν. Οὐκοῦν δέξασθε τὸν λόγον ὡς τὸν αὐτοῦ ὄντα τῶν προφητῶν. Ἐπεὶ δὲ εἶπε τὴν ὄψιν, λοιπὸν καὶ µετὰ ἀδείας καὶ τὰ κατορθώµατα λέγει. Ποῖα ταῦτα; Τοῦ ἀνοῖξαι αὐτῶν, φησὶν, ὀφθαλµοὺς, καὶ ἀποστρέψαι ἀπὸ σκότους εἰς φῶς, καὶ ἀπὸ τῆς ἐξουσίας τοῦ Σατανᾶ ἐπὶ τὸν Θεόν. Εἰς τοῦτο γὰρ ὤφθην σοι· τουτέστιν, οὐχ ὥστε κολάσαι, ἀλλ' ὥστε ἀπόστολον ποιῆσαι. Ὅρα, τὰ συνέχοντα κακὰ τοὺς ἀπίστους δείκνυσι, τὸν Σατανᾶν, τὸ σκότος, ὥσπερ καὶ τὰ ἀγαθὰ τῶν πιστῶν, τὸ φῶς, τὸν Θεὸν, τὸν κλῆρον τῶν ἁγίων. Καὶ οὐχ ἁπλῶς µετανοεῖν παραινεῖ, ἀλλὰ καὶ βίον ἐπιδείκνυσθαι θαυµαστόν. Καὶ ὅρα πανταχοῦ τὰ ἔθνη συµπλεκόµενα τῷ λόγῳ· οἱ γὰρ παρόντες ἐξ ἐθνῶν ἦσαν. Μαρτυρόµενος, φησὶ, µικρῷ τε καὶ µεγάλῳ, τουτέστι καὶ ἐπισήµῳ καὶ ἀσήµῳ. Τοῦτο διὰ τοὺς στρατιώτας οὕτως εἶπεν. Εἶτα ἀφεὶς τὴν τάξιν τοῦ ἀπολογουµένου, τὴν τοῦ διδασκάλου ἔλαβε.∆ ιὸ καὶ ὁ Φῆστός φησι πρὸς αὐτόν· Μαίνῃ. Εἶτα, ἵνα µὴ δόξῃ αὐτὸς διδάσκαλος εἶναι, ἐπάγει τοὺς προφήτας, τὸν Μωσέα· Εἰ παθητὸς, φησὶν, ὁ Χριστὸς, εἰ πρῶτος ἐξ ἀναστάσεως νεκρῶν φῶς µέλλει καταγγέλλειν τῷ τε λαῷ καὶ τοῖς ἔθνεσιν. Ὁ Φῆστος µεγάλῃ τῇ φωνῇ ἔφη. Οὕτω θυµοῦ ἦν καὶ ὀργῆς ἡ φωνή.
53.4
Τί οὖν ὁ Παῦλος; Οὐ γάρ ἐστι, φησὶν, ἐν γωνίᾳ πεπραγµένον τοῦτο. Ἐνταῦθα περὶ τοῦ σταυροῦ λέγει τοῦτο, περὶ τῆς ἀναστάσεως· καὶ ὅτι πανταχοῦ τῆς οἰκουµένης γέγονε τὸ δόγµα, Πιστεύεις, βασιλεῦ, φησὶν, Ἀγρίππα; Οὐκ εἶπε, Τῇ ἀναστάσει, ἀλλὰ, Τοῖς προφήταις. Εἶτα προκαταλαµβάνει αὐτὸν, καί φησιν· Οἶδα, ὅτι πιστεύεις. Πρὸς ὃν καὶ ὁ Ἀγρίππας· Ἐν ὀλίγῳ µε πείθεις Χριστιανὸν γενέσθαι. Οὐκ ἐνόησεν ὁ Παῦλος τί ἐστιν, Ἐν ὀλίγῳ, ἀλλ' ἐνόµισεν, ὅτι Ἐξ ὀλίγου· διὸ καὶ πρὸς τοῦτο ἀποκρίνεται· οὕτως ἰδιώτης ἦν. Καὶ οὐκ εἶπεν, Οὐ βούλοµαι, ἀλλ' Εὔχοµαι, οὐ µόνον σὲ, ἀλλὰ καὶ πάντας τοὺς ἀκούοντας. Ὅρα κολακείας ἀπηλλαγµένον τὸν λόγον. Εὔχοµαι, φησὶ, σήµερον γενέσθαι πάντας τοιούτους, ὁποῖος καὶ ἐγώ εἰµι, παρεκτὸς τῶν δεσµῶν τούτων, Ὅρα· ὁ καυχώµενος ἐπὶ τοῖς δεσµοῖς, ὁ προφέρων αὐτοὺς καθάπερ ἅλυσιν χρυσῆν, τούτοις ἀπεύχεται νῦν. Καὶ µὴ θαυµάσῃς· ἔτι γὰρ ἀσθενέστερον διέκειντο, καὶ συγκαταβατικώτερος ἦν ὁ λόγος αὐτῷ. Ἐπεὶ, ὅτι τὰ δε σµὰ βέλτιον ἡγεῖτο, ἄκουε πῶς ἀεὶ ἐν ταῖς ἐπιστολαῖς πάντων προτίθησι τῶν ἄλλων, λέγων· Παῦλος δέσµιος Ἰησοῦ Χριστοῦ· καὶ πάλιν, Τούτου χάριν τὴν ἅλυσιν περίκειµαι, ἀλλ' ὁ λόγος τοῦ Θεοῦ οὐ δέδεται· καὶ, Ἄχρι δεσµῶν ὡς κακοῦργος. Ὅρα· οὐχὶ,∆ εσµῶν, µόνον, ἀλλὰ καὶ, Ὡς κακοῦργος, προσέθηκεν, αὔξων τὴν ἀπὸ τῶν δεσµῶν δόξαν.∆ ιπλῆ δὲ ἡ τιµωρία, καὶ ὅτι ἐδέδετο, καὶ ὅτι ὡς κακοῦργος. Εἰ µὲν γὰρ οὕτως ἐδέδετο ὡς ἐπ' ἀγαθῷ, ἔφερέ τινα ἂν παραµυθίαν τὸ πρᾶγµα· νῦν δὲ καὶ ὡς κακοῦργος, καὶ ὡς ἐπὶ τοῖς δεινοῖς ἁλούς· καὶ ὅµως οὐδενὸς τούτων ἐφρόντιζε. Τοιοῦτον ψυχὴ πτερωθεῖσα τῷ οὐρανίῳ ἔρωτι. Εἰ γὰρ οἱ τὸν αἰσχρὸν τοῦτον ἐρῶντες ἔρωτα, οὐδὲν ἡγοῦνται οὔτε ἔνδοξον οὔτε τίµιον, ἀλλ' ἐκεῖνα, ὅσα ἂν αὐτοῖς πρὸς τὴν ἐπιθυµίαν συντείνῃ, ταῦτα κρίνεται καὶ ἔνδοξα καὶ ἔντιµα, καὶ τοῦτο πάντα αὐτοῖς ἐστιν ἡ ἐρωµένη, πολλῷ µᾶλλον οἱ τούτῳ ἁλόντες τῷ ἔρωτι, οὐδὲν ἡγοῦνται τὰ ἐπιτίµια. Εἰ δὲ οὐ νοοῦµεν τὰ λεγόµενα, οὐ θαυµαστόν· ἄπειροι γάρ ἐσµεν τῆς φιλοσοφίας ταύτης. Εἰ γάρ τις ἁλῷ τῷ πυρὶ τοῦ Χριστοῦ, τοιοῦτος γίνεται, οἷος ἂν γένηται ἄνθρωπος µόνος ἐπὶ τῆς γῆς οἰκῶν· οὕτως οὐδενὸς αὐτῷ µέλει δόξης καὶ ἀτιµίας· ἀλλ' ὥσπερ ἂν εἰ µόνος οἰκῶν οὐδενὸς ἂν ἐφρόντισεν, οὕτως οὐδὲ τότε ὁ τοιοῦτος φροντίζει. Πειρασµῶν δὲ οὕτω καταφρονεῖ καὶ µαστίγων καὶ δεσµωτηρίων, ὥσπερ ἂν εἰ ἐν ἀλλοτρίῳ σώµατι ταῦτα ἔπασχεν, ἢ ὥσπερ ἂν εἰ ἀδαµάντινονἐκέκτητο σῶµα· τῶν δὲ ἡδέων τῶν ἐν τῷ βίῳ οὕτω καταγελᾷ, καὶ ἀνεπαίσθητος αὐτῶν ἐστιν, ὥσπερ τῶν νεκρῶν σωµάτων ἡµεῖς, ἢ αὐτοὶ ὄντες νεκροί. Τοσοῦτον δὲ ἀπέχει ἁλῶναι πάθει τινὶ, ὅσον χρυσὸς πυρούµενος ὁ καθαρὸς ἂν ἀπόσχοιτο κηλῖδος. Ὥσπερ γὰρ µυῖαι εἰς µέσην φλόγα οὐκ ἂν ἐµπέσοιεν, ἀλλὰ φεύγουσιν, οὕτω καὶ τὰ πάθη οὐδὲ ἐγγὺς γενέσθαι τούτου τολµᾷ. Καὶ τούτων ἐβουλόµην µὲν ἀφ' ἡµῶν τὰ παραδείγµατα παραγαγεῖν δύνασθαι· ἐπειδὴ δὲ ἀποροῦµεν, ἀνάγκη πρὸς αὐτὸν τοῦτον καταφυγεῖν. Ὅρα γοῦν αὐτὸν πρὸς πάντα τὸν κόσµον πῶς διέκειτο. Ἐµοὶ κόσµος ἐσταύρωται, φησὶ, κἀγὼ τῷ κόσµῳ· τουτέστι, Νεκρός εἰµι τῷ κόσµῳ, κἀκεῖνος ἐµοὶ νεκρός. Καὶ πάλιν· Ζῶ δὲ οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐµοὶ Χριστός. Τοῦτο µόνου Παύλου λέγειν ἐστιν, ἡµῶν δὲ τῶν ἐκείνου τοσοῦτον ἀπολειποµένων, ὅσον τῆς γῆς ὁ οὐρανὸς, ἐγκαλύπτεσθαι, ὡς µηδὲ τὸ στόµα διᾶραι τολµᾷν. Ὅτι δὲὡς ἐν ἐρηµίᾳ ἦν, καὶ οὕτως ἑώρα τὰ παρόντα, ἄκουε αὐτοῦ λέγοντος· Μὴ σκοπούντων ἡµῶν τὰ βλεπόµενα, ἀλλὰ τὰ µὴ βλεπόµενα. Τί λέγεις; Καὶ µὴν τὸ ἐναντίον οὗ λέγεις ἐστί· τὰ µὲν γὰρ ἀόρατα οὐ βλέποµεν, τὰ δὲ ὁρατὰ βλέποµεν. Ὁποίους ἔσχες ὀφθαλµοὺς, τοιοῦτοί εἰσιν οἱ παρὰ τοῦ Χριστοῦ δεδοµένοι· καθάπερ γὰρ οὗτοι τὰ µὲν ὁρώµενα ὁρῶσι, τὰ δὲ οὐχ ὁρώµενα οὐχ ὁρῶσιν· οὕτως ἐκεῖνοι τοὐναντίον· οὐδεὶς τὰ ἀόρατα βλέπων, τὰ ὁρατὰ βλέπει· οὐδεὶς τὰ ὁρώµενα βλέπων, τὰ ἀόρατα βλέπει. Ἢ οὐχὶ καὶ παρ' ἡµῖν τοῦτο γίνεται; Ὅταν γὰρ τὸν νοῦν συστρέψαντες λογιζώµεθά τι τῶν ἀοράτων, µετέωροι τῶν ἐνεργειῶν ἡµῖν γίνονται αἱ ὄψεις. Καταφρονήσωµεν δόξης, γελᾶσθαι βουλώµεθα µᾶλλον, ἢ ἐπαινεῖσθαι. Ὁ µὲν γὰρ γελώµενος, οὐδὲν βλάπτεται· ὁ δὲ ἐπαινούµενος, µεγάλα. Μὴ µέγα φρονῶµεν ἐπὶ τοῖς ἐκφοβοῦσι τοὺς ἀνθρώπους, ἀλλ' ὡς ἐπὶ τῶν παίδων τοῦτο πράττωµεν· οὐδὲ γὰρ εἴ τινα ἴδοιµεν ἐκφοβοῦντα παιδία, θαυµάζοµεν τοῦτον· εἰ γάρ τις φοβεῖ, παιδία φοβεῖ· ἄνδρα γὰρ οὐκ ἂν δύναιτο φοβεῖν. Καὶ καθάπερ οἱ ἐκφοβοῦντες ἢ τὰς βλεφαρίδας ἕλκοντες ἄνω, ἢ ἄλλως τὸ πρόσωπον διαστρέφοντες τοῦτο ποιοῦσιν, ὑγιεινὸν δὲ ἔχοντες καὶ ἥµερον τὸὄµµα, οὐκ ἂν δύναιντο τοῦτο ποιῆσαι· οὕτω δὴ καὶ οὗτοι, τὸ διορατικὸν τῆς διανοίας διαστρέφοντες, τοῦτο ποιοῦσιν. Ὥστε ἥµερόν γε ἄνθρωπον καὶ καλὸν τῇ ψυχῇ οὐδεὶς ἂν φοβηθείη, ἀλλ' αἰδούµεθα πάντες, τιµῶµεν, ἐντρεπόµεθα. Οὐχ ὁρᾶτε, πῶς ὁ φοβερὸς καὶ µισητός ἐστι καὶ πᾶσιν ἡµῖν ἀπευκτός; Τί γὰρ τῶν δυναµένων φοβεῖν µόνον οὐκ ἀποστρεφόµεθα; οὐχὶ θηρία, οὐχὶ φωνὰς, οὐχὶ ὄψεις, οὐχὶ τόπους, οὐχὶ ἀέρα, οἷον τὸ σκότος;
53.5
Μὴ δὴ µέγα νοµίζωµεν, εἰ ἄνθρωποι φοβοῦνται ἡµᾶς. Πρῶτον µὲν γὰρ οὐδεὶς ἡµᾶς ἄνθρωπος πτοεῖται· δεύτερον, τὸ καὶ πτοουµένους ἡµᾶς µὴ µέγα τοῦτο εἶναι. Μέγα ἀγαθὸν ἡ ἀρετή· καὶ ὅρα πῶς µέγα. Ἄθλια τὰ πράγµατα νοµίζοντες, δι' ὧν συνέστηκεν, αὐτὴν θαυµάζοµεν καὶ µακαρίζοµεν. Τίς γὰρ οὐκ ἂν µακαρίσειε τὸν φιλόσοφον, καίτοι πενία, καὶ ὅσα τοιαῦτα, ἄθλια εἶναι δοκεῖ; Ὅταν οὖν διὰ τῶν ἀθλίων εἶναι δοκούντων λάµπῃ, ὅρα τὴν ὑπερβολήν. Μέγα φρονεῖς ἐπὶ δυναστείᾳ, ἄνθρωπε; Καὶ ποία δυναστεία, εἰπέ µοι, ἐχειροτονήθη; Παρὰ ἀνθρώπων ἐγένου δυνατός· ἔνδοθεν χειροτόνησον σεαυτόν. Ἄρχων γὰρ οὐχ ὁ καλούµενός ἐστιν, ἀλλ' ὁ ὤν. Ὥσπερ γὰρ ἰατρὸν οὐκ ἂν ποιήσειε βασιλεὺς οὐδὲ ῥήτορα, οὕτως οὐδὲ ἄρχοντα· οὐ γὰρ τὰ γράµµατα ποιεῖ ἄρχοντα, οὐδὲ τὸ ὄνοµα. Ἐπεὶ, εἰ βούλει, οἰκοδοµείτω τις ἰατρεῖον, ἐχέτω καὶ µαθητὰς, ἐχέτω καὶ ὄργανα καὶ φάρµακα, καὶ εἰσίτω πρὸς τοὺς κάµνοντας· ἆρα ἀρκεῖ ταῦτα ποιῆσαι ἰατρόν; Οὐδαµῶς· ἀλλὰ δεῖ τῆς τέχνης, καὶ ταύτης ἄνευ, οὐ µόνον ταῦτα οὐδὲν ὠφελεῖ, ἀλλὰ καὶ βλάπτει· τὸν γὰρ οὐκ ἰατρὸν βέλτιον µηδὲ ἔχειν φάρµακα. Ὁ µὲν οὖν µὴ ἔχων οὔτε σώζει οὔτε ἀπόλλυσιν· ὁ δὲ ἔχων, ἀπόλλυσιν, οὐκ εἰδὼς, ὅπως χρήσηται· ἐπειδὴ οὐκ ἐν τῇ φύσει τῶν φαρµάκων ἐστὶν ἡ σωτηρία µόνον, ἀλλὰ καὶ ἐν τῇ τέχνῃ τοῦ προσάγοντος· τούτου γὰρ µὴ ὄντος, πάντα διέφθαρται. Τοιοῦτος καὶ ὁ ἄρχων ἐστίν· ἔχει ὄργανα, τὴν φωνὴν, τὸν θυµὸν, τοὺς δηµίους, τὰς ὑπερορίας, τὰς τιµὰς, τὰς δωρεὰς, τοὺς ἐπαίνους· ἔχει καὶ φάρµακα, τοὺς νόµους· ἔχει καὶ κάµνοντας, τοὺς ἀνθρώπους· ἔχει ἐργαστήριον, τὸ δικαστήριον· ἔχει µαθητὰς, τοὺς στρατιώτας· ἂν οὖν µὴ εἰδῇ τὴν ἐπιστήµην τὴν ἰατρικὴν, οὐδὲν τούτων ὄφελος. Ὁ δικαστὴς ἰατρὸς ψυχῶν ἐστιν, οὐχὶ σωµάτων· εἰ δὲ αὕτη ἡ σωµάτων τοσαύτης δεῖται ἐπιµελείας, πολλῷ µᾶλλον ἡ τῆς ψυχῆς, ἐπειδὴ καὶ µείζων ψυχὴ σωµάτων. Οὐκ ἄρα τὸ ὄνοµα ἔχειν ἄρχοντος ἄρχοντά ἐστιν εἶναι· ἐπεὶ καὶ ἄλλοι καλοῦνται µεγάλα ὀνόµατα· οἷον Παῦλος, Πέτρος, Ἰάκωβος, Ἰωάννης· ἀλλ' οὐκ ἀπὸ τῶν ὀνοµάτων εἰσὶν ἅπερ καλοῦνται, καθάπερ οὐδὲ ἐγώ· ἀλλ' εἰµὶ τοῦ µακαρίου µὲν ἐκείνου ὁµώνυµος, οὐ µὴν συνώνυµος· οὐκ εἰµὶ Ἰωάννης, ἀλλὰ καλοῦµαι. Οὕτω κἀκεῖνοι οὐκ εἰσὶν ἄρχοντες, ἀλλὰ καλοῦνται. Εἰσὶ δὲ ἐκεῖνοι ἄρχοντες καὶ χωρὶς τούτων, ὥσπερ καὶ ἰατρὸς, κἂν µὴ χρῆται τῇ ἐπιστήµῃ, ἔχῃ δὲ αὐτὴν ἐν τῇ ψυχῇ, ἰατρός ἐστιν. Εἰσὶν ἄρχοντες ἑαυτῶν ἄρχοντες. Τρία γὰρ ταῦτά ἐστι ψυχῇ, οἰκία, πόλις, οἰκουµένη· καὶ ὁδῷ τὰ πράγµατα προβαίνει.∆ εῖ τοίνυν τὸν µέλλοντα ἐπιστήσεσθαι οἰκίας, καὶ καλῶς αὐτὴν οἰκοδοµήσειν, πρότερον τὴν ψυχὴν τὴν ἑαυτοῦ ῥυθµίζειν· οἰκία γὰρ αὐτοῦ ἐστιν· εἰ δὲ τὴν ἑαυτοῦ µὴ δύναιτο, ἔνθα µία ψυχὴ, ἔνθα κύριος αὐτὸς, ἔνθα ἀεὶ σύνεστιν ἑαυτῷ, πῶς τοὺς ἄλλους οἰκοδοµήσει; Ὁ τὴν ψυχὴν τὴν ἑαυτοῦ ῥυθµίσαι δυνάµενος, καὶ τὸ µὲν ποιῶν ἄρχειν, τὸ δὲ ἄρχεσθαι, οὗτος καὶ οἰκίαν δυνήσεται· ὁ δὲ οἰκίαν, καὶ πόλιν· ὁ δὲ πόλιν, καὶ οἰκουµένην. Εἰ δὲ ψυχὴν οὐκ ἂν δύναιτο, πῶς οἰκουµένην δυνήσεται; Ταῦτά µοι εἴρηται, ἵνα µὴ ὦµεν ἐπτοηµένοι πρὸς ἀρχὰς, ἵνα εἰδῶµεν, τί ποτέ ἐστιν ἀρχή· τοῦτο γὰρ οὐκ ἀρχὴ, ἀλλὰ κατάγελως καὶ δουλεία, καὶ µυρία ἕτερα ἄν τις καλέσειεν. Εἰπέ µοι, τί ἐστιν ἄρχοντος ἴδιον; ἆρα οὐχὶ τὸ ὠφελεῖν τοὺς ἀρχοµένους καὶ εὐεργετεῖν; Τί οὖν, ἂν τοῦτο µὴ γένηται; πῶς ἑτέρους ὠφελήσει ὁ ἑαυτὸν µὴ ὠφελήσας; ὁ µυρίας ἔχων τυραννίδας ἐν τῇ ψυχῇ τῶν παθῶν, πῶς τὰς ἑτέρων ἐκκόψει; Οὕτω καὶ τρυφή· οὐχ αὕτη ἐστὶ τρυφὴ, ἀλλ' ἑτέρα. Ὥσπερ γὰρ ἄρχων ἐδείχθη οὐχ οὗτος, ἀλλ' ἕτερος· οὕτω καὶ ὁ τρυφῶν ἕτερός ἐστι.∆ οκεῖ µὲν γὰρ εἶναι τρυφὴ, τὸ τῆς ἡδονῆς ἀπολαύειν καὶ γαστρίζεσθαι· οὐκ ἔστι δὲ τοῦτο, ἀλλὰ τοὐναντίον, τὸ ψυχὴν ἔχειν θαυµαστὴν καὶ ἐν ἡδονῇ εἶναι. Ἔστω γάρ τις ἐσθίων, πίνων, σπαταλῶν, ἔπειτα φροντιζέτω καὶ ἀθυµείτω· µὴ δύναται οὗτος εἶναι ἐν τρυφῇ; Οὐκ ἄρα τὸ ἐσθίειν καὶ πίνειν τρυφὴ, ἀλλὰ τὸ ἐν ἡδονῇ εἶναι. Ἔστω τις ξηρὸν λαµβάνων ἄρτον, καὶ ἐµπιπλάσθω µετ' εὐφροσύνης· ἆρα τοῦτο ἡδονή; Οὐκοῦν καὶ τρυφή. Ἴδωµεν οὖν, τίνι παραγίνεται αὕτη, τοῖς πλουτοῦσιν ἢ τοῖς µὴ πλουτοῦσιν; Οὔτε τούτοις ἁπλῶς, οὔτε ἐκείνοις, ἀλλὰ τοῖς οὕτω κατασκευάζουσι τὴν ψυχὴν τὴν ἑαυτῶν, ὥστε µὴ πολλὰς ἔχειν ἀθυµιῶν ὑποθέσεις. Καὶ ποῖός ἐστιν οὗτος ὁ βίος; ἴσως ἐρεῖ τις· ὁρῶ γὰρ κεχηνότας ἅπαντας καὶ βουλοµένους ἀκοῦσαι, τίς ἐστιν ὁ βίος οὗτος ὁ µὴ ἔχων ἀθυµίας. Οὐκοῦν ὁµολογείσθω παρ' ὑµῶν πρῶτον, ὅτι τοῦτο ἡδονὴ, τοῦτο τρυφὴ, ὅταν ἀθυµία µὴ ἐνοχλῇ, καὶ µὴ ἀπαιτῇ παρ' ἐµοῦ κρέα καὶ οἶνον καὶκαρυκεύµατα καὶ ἱµάτια σηρικὰ καὶ πλῆθος τραπέζης. Ἀλλ' ἂν δείξω τούτων χωρὶς παρόντα τὸν βίον τὸν τοιοῦτον, ταύτην τὴν ἡδονὴν ἀγάπησον, τοῦτον τὸν βίον· τὰ γὰρ πολλὰ ἐκ τοῦ µὴ λογίζεσθαι δεόντως παραγίνεται ἡµῖν τῶν λυπηρῶν. Τίς οὖν πλείονα λυπηθήσεται, ὁ µηδενὸς αὐτῶν φροντίζων, ἢὁ φροντίζων; ὁ φοβούµενος τὰς µεταβολὰς, ἢ ὁ µὴ φοβούµενος; ὁ βασκανίαν, ὁ φθόνον, ὁ συκοφαντίας, ὁ ἐπιβουλὰς, ὁ ἀπώλειαν δεδοικὼς, ἢ ὁ τούτων ἐκτός; ὁ πλειόνων δεόµενος, ἢ ὁ µηδενός; ὁ µυρίοις δουλεύων, ἢ ὁ µηδενί; ὁ µυρίων χρείαν ἔχων, ἢ ὁ ἐλεύθερος; ὁ ἕνα δεσπότην δεδοικὼς, ἢ ὁ µυρίους; Οὐκοῦν µείζων ἡ ἡδονὴ ἐνταῦθα. Ταύτην τοίνυν διώκωµεν, καὶ µὴ περὶ τὰ παρόντα ὦµεν ἐπτοηµένοι· ἀλλὰ καταγελῶµεν πάσης τῆς τοῦ βίου φαντασίας, καὶ πανταχοῦ τῆς συµµετρίας ὦµεν, ἵνα δυνηθῶµεν ἄλυπον τὸν βίον τοῦτον διαγαγεῖν, καὶτῶν ἐπηγγελµένων ἀγαθῶν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦνκαὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.