Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In Acta apostolorum
John ChrysostomHom. Act. 54 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
54.0
Ἀνέστη δὲ ὁ βασιλεὺς καὶ ὁ ἡγεµὼν, ἥ τε Βερνίκη, καὶ οἱ συγκαθήµενοι αὐτοῖς· καὶ ἀναχωρήσαν τες ἐλάλουν πρὸς ἀλλήλους, λέγοντες, ὅτι Οὐδὲν θανάτου ἄξιον ἢ δεσµῶν πράσσει ὁ ἄνθρωπος οὗτος. Ἀγρίππας δὲ τῷ Φήστῳ ἔφη· Ἀπολελύσθαι ἐδύνατο ὁ ἄνθρωπος οὗτος, εἰ µὴ ἐπεκέκλητο Καίσαρα.
54.1
Ὅρα πῶς καὶ πάλιν ὑπὲρ αὐτοῦ ψηφίζονται· καὶ µετὰ τὸ εἰπεῖν, Μαίνῃ, ἀφιᾶσιν αὐτὸν, οὐ τοῦ θανάτου, ἀλλὰ καὶ τῶν δεσµῶν· καὶ τέλεον ἂν ἀφῆκαν, εἰ µὴ Καίσαρα ἐπεκέκλητο. Ἀλλὰ τοῦτο οἰκονοµικῶς γέγονεν· οὐ µόνον δὲ τοῦτο, ἀλλὰ καὶ τὸ µετὰ δεσµῶν ἀπελθεῖν.∆ ιὰ τοῦτο ἔλεγε· Μέχρι δεσµῶν ὡς κακοῦργος. Εἰ γὰρ ὁ Κύριος αὐτοῦ µετὰ ἀνόµων ἐλογίσθη, πολλῷ µᾶλλον οὗτος· ἀλλ' ὥσπερ ἐκεῖνος οὐκ ἐκοινώνησε τῆς δόξης, οὕτως οὐδὲ οὗτος. Τὸ γὰρ θαυµαστὸν τότε φαίνεται, τὸ ἀναµεµιγµένον τούτοις µηδὲν παρ' αὐτῶν βλάπτεσθαι. Ὡς δὲ ἐκρίθη τοῦ ἀποπλεῖν ἡµᾶς εἰς τὴν Ἰταλίαν, παρεδίδουν τόν τε Παῦλον καί τινας ἑτέρους δεσµώτας ἑκατοντάρχῃ, ὀνόµατι Ἰουλίῳ, σπείρας Σεβαστῆς. Ἐπιβάντες δὲ πλοίῳ Ἀδραµυτηνῷ, µέλλοντες πλεῖν τοὺς κατὰ τὴν Ἀσίαν τόπους, ἀνήχθηµεν, ὄντος σὺν ἡµῖν Ἀριστάρχου Μακεδόνος Θεσσαλονικέως. Τῇ δὲ ἑτέρᾳ κατήχθηµεν εἰς Σιδῶνα. Ὅρα µέχρι ποῦ συνέρχεται τῷ Παύλῳ καὶ Ἀρίσταρχος. Καλῶς καὶ χρησίµως πάρεστιν ὁ Ἀρίσταρχος, µέλλων ἅπαντα ἀπαγγέλλειν εἰς Μακεδονίαν. Φιλανθρώπως τε ὁ Ἰούλιος τῷ Παύλῳ χρησάµενος, ἐπέτρεψε πρὸς τοὺς φίλους πορευθέντα ἐπιµελείας τυχεῖν. Κἀκεῖθεν ἀναχθέντες ὑπεπλεύσαµεν τὴν Κύπρον διὰ τὸ τοὺς ἀνέµους εἶναι ἐναντίους. Ἐπέτρεψε, φησὶ, Ἰούλιος, φιλανθρώπως τῷ Παύλῳ χρησάµενος. Καλῶς ποιῶν τοῦτο ἐπιτρέπει, ὥστε ἐπιµελείας τυχεῖν ἀπελθόντα παρὰ τοὺς γνωρίµους· εἰκὸς γὰρ ἦν αὐτὸν ἀπὸ πολλῆς κακώσεως εἶναι τῶν δεσµῶν, τοῦ φόβου, τοῦ ἄγεσθαι καὶ φέρεσθαι. Ὅρα πῶς οὐδὲ τοῦτο κρύπτει, ὅτι ἐβούλετο ἐπιµελείας τυχεῖν. Πάλιν πειρασµοὶ, πάλιν ἄνεµοι ἐναντίοι. Ὅρα διὰ πάντων οὕτω τὸν βίον τῶν ἁγίων ὑφαινόµενον· ἐξέφυγον τὸ δικαστήριον, καὶ περιπίπτουσι ναυαγίῳ καὶ χειµῶνι· ὃ καὶ δηλῶν, ἐπάγει· Τό τε πέλαγος τὸ κατὰ τὴν Κιλικίαν καὶ Παµφυλίαν διαπλεύσαντες, κατήλθοµεν εἰς Μύρα τῆς Λυκίας. Κἀκεῖ εὑρὼν ὁ ἑκατόνταρχος πλοῖον Ἀλεξανδρῖνον πλέον εἰς τὴν Ἰταλίαν, ἀνεβίβασεν ἡµᾶς εἰς αὐτό. Εὑρὼν πλοῖον, φησὶν, Ἀλεξανδρῖνον. Εἰκότως εὑρίσκεται, ὥστε κἀκείνους ἀπαγγεῖλαι εἰς τὴν Ἀσίαν τὰ κατὰ τὸν Παῦλον καὶ τούτους εἰς τὴν Λυκίαν. Ὅρα τὸν Θεὸν οὐδὲν καινίζοντα οὐδὲ µεταβάλλοντα, ἀλλὰ ἀφιέντα αὐτὸν εἰς τοὺς ἀνέµους τοὺς ἀνεπιτηδείους πλεῖν. Ἀλλὰ καὶ οὕτω θαῦµα ἐργάζεται. Ὥστε γὰρ ἀσφαλῶς πλεῖν, οὐκ ἀφῆκεν αὐτοὺς εἰς πέλαγος, ἀλλ' ἀεὶ παρὰ γῆν ἔπλεον. Ἐν ἱκαναῖς δὲ ἡµέραις βραδυπλοοῦντες, καὶ µόλις γενόµενοι κατὰ τὴν Κνίδον, µὴ προσεῶντος ἡµᾶς τοῦ ἀνέµου, ὑπεπλεύσαµεν τὴν Κρήτην κατὰ Σαλµώνην· µόλις τε παραλεγόµενοι αὐτὴν, ἤλθοµεν εἰς τόπον τινὰ καλούµενον Καλοὺς λιµένας, ᾧ ἐγγὺς ἦν πόλις Λασαία. Ἱκανοῦ δὲ χρόνου διαγενοµένου, καὶ ὄντος ἤδη τοῦ πλοὸς ἐπισφαλοῦς διὰ τὸ καὶ τὴν νηστείαν ἤδη παρεληλυθέναι, παρῄνει ὁ Παῦλος, αὐτοῖς λέγων· Ἄνδρες, θεωρῶ, ὅτι µετὰ ὕβρεως καὶ πολλῆς ζηµίας οὐ µόνον τοῦ φορτίου καὶ τοῦ πλοίου, ἀλλὰ καὶ τῶν ψυχῶν ἡµῶν µέλλειν ἔσεσθαι τὸν πλοῦν. Ὁ δὲ ἑκατόνταρχος τῷ κυβερνήτῃ καὶ τῷ ναυκλήρῳ ἐπείθετο µᾶλλον, ἢ τοῖς ὑπὸ τοῦ Παύλου λεγοµένοις. Τὴν νηστείαν ἐνταῦθα τὴν τῶν Ἰουδαίων λέγειν ἡγοῦµαι. Μετὰ γὰρ τὴν Πεντηκοστὴν ἐξῆλθον ἐκεῖθεν µετὰ πολὺν χρόνον, ὡς ἐν αὐτῷ σχεδὸν τῷ χειµῶνι παραγενέσθαι εἰς τὰ µέρη τῆς Κρήτης. Καὶ τοῦτο δὲ οὐ µικρὸν θαῦµα, τὸ διασωθῆναι δι' αὐτὸν καὶ ἐκείνους. Ἄνδρες, θεωρῶ, ὅτι µετὰ ὕβρεως καὶ πολλῆς ζηµίας, φησὶν, οὐ µόνον τοῦ φορτίου καὶ τοῦ πλοίου, ἀλλὰ καὶ τῶν ψυχῶν ἡµῶν µέλλειν ἔσεσθαι τὸν πλοῦν. Ὁ µὲν οὖν Παῦλος ἐκέλευσε µένειν, καὶ τὰ µέλλοντα προλέγει· ἐκεῖνοι δὲ ἐπειγόµενοι, καὶ ὑπὸ τοῦ τόπου κωλυόµενοι, ἤθελον εἰς Φοίνικα παραχειµάσαι.
54.2
Καὶ σκόπει τὴν οἰκονοµίαν· πρῶτον µὲν ἦραν τὸ σκάφος καὶ ἐξήρχοντο, ἔπειτα ὡς ἐνέπεσεν ἄνεµος, ἐδίδουν τῷ φέροντι, καὶ µόλις ἐσώζοντο. Ἀνευθέτου δὲ τοῦ λιµένος ὑπάρχοντος πρὸς παραχειµασίαν, οἱ πλείους ἔθεντο βουλὴν ἀναχθῆναι ἐκεῖθεν, εἴ πως δύναιντο καταντήσαντες εἰςΦοίνικα παραχειµάσαι, λιµένα τῆς Κρήτης βλέποντα κατὰ λίβα καὶ κατὰ Χῶρον. Ὑποπνεύσαντος δὲ νότου, δόξαντες τῆς προθέσεως κεκρατηκέναι, ἄραντες Ἄσσον, παρελέγοντο τὴν Κρήτην. Μετ' οὐ πολὺ δὲ ἔβαλε κατ' αὐτὴν ἄνεµος τυφωνικὸς, ὁ καλούµενος Εὐροκλύδων· συναρπασθέντος δὲ τοῦ πλοίου καὶ µὴ δυναµένου ἀντοφθαλµεῖν τῷ ἀνέµῳ, ἐπιδόντες ἐφερόµεθα. Νησίον δέ τι ὑποδραµόντες καλούµενον Κλαύδην, µόλις ἰσχύσαµεν περικρατεῖς γενέσθαι τῆς σκάφης· ἣν ἄραντες, βοηθείαις ἐχρῶντο ὑποζωννύντες τὸ πλοῖον· φοβούµενοί τε µὴ εἰς τὴν Σύρτιν ἐκπέσωσι, χαλάσαντες τὰ ἱστία οὕτως ἐφέροντο. Σφοδρῶς δὲ χειµαζοµένων ἡµῶν, τῇ ἑξῆς ἐκβολὴν ἐποιοῦντο· καὶ τῇ τρίτῃ αὐτόχειρες τὴν σκευὴν τοῦ πλοίου ἐῤῥίψαµεν. Μήτε δὲ ἡλίου µήτε ἄστρων ἐπιφαινοµένων ἐπὶ πλείονας ἡµέρας, χειµῶνός τε οὐκ ὀλίγου ἐπικειµένου, λοιπὸν περιῃρεῖτο πᾶσα ἐλπὶς τοῦ σώζεσθαι ἡµᾶς. Πολλῆς δὲ ἀσιτίας ὑπαρχούσης, τότε σταθεὶς ὁ Παῦλος ἐν µέσῳ αὐτῶν, εἶπεν. Ὅρα· µετὰ τὸν τοσοῦτον χειµῶνα οὐκ ἐπεµβαίνων αὐτοῖς διαλέγεται, ἀλλὰ βουλόµενος κἂν εἰς τὸ µέλλον πιστευθῆναι. Ὅθεν καὶ τὰ γεγενηµένα παραλαµβάνει εἰς µαρτυρίαν τῆς τῶν ῥηθησοµένων ἀληθείας. Καὶ δύο προλέγει, ὅτι τε εἰς νῆσον ἐκπεσεῖν δεῖ, καὶ ὅτι τὸ µὲν πλοῖον ἀπολεῖται, οἱ δὲ ἐνόντες σωθήσονται( ὅπερ οὐκ ἦν στοχασµοῦ, ἀλλὰ προφητείας), καὶὅτι αὐτὸν Καίσαρι δεῖ παραστῆναι. Τὸ δὲ, Κεχάρισταί σοι ὁ Θεὸς ἅπαντας, ὅπερ εἶπεν, οὐκ ἀλαζονείας ἐστὶν, ἀλλὰ βουλοµένου προσαγαγέσθαι τοὺς ἐµπλέοντας· οὐχ ἵνα γὰρ αὐτῷ χάριν ἔχωσιν, ἀλλ' ἵνα πείθωνται τοῖς ὑπ' αὐτοῦ λεγοµένοις, οὕτως εἶπε. Τὸ δὲ, Κεχάρισταί σοι ὁ Θεὸς, τῷ Παύλῳ εἴρηται. Τοῦτο µονονουχὶ λέγων αὐτῷ· Ἄξιοι µὲν εἰσὶν ἀποθανεῖν, ἐπειδὴ παρήκουσαν· πλὴν εἰς τὴν χάριν τὴν σὴν τοῦτο γίνεται. Πολλῆς δὲ, φησὶν, ἀσιτίας ὑπαρχούσης, τότε σταθεὶς ὁ Παῦλος ἐν µέσῳ αὐτῶν εἶπεν· Ἔδει µὲν, ὦ ἄνδρες, πειθαρχήσαντάς µοι, µὴ ἀνάγεσθαι ἀπὸ τῆς Κρήτης, κερδῆσαί τε τὴν ὕβριν ταύτην καὶ τὴν ζηµίαν. Καὶ τανῦν παραινῶ ὑµᾶς εὐθυµεῖν· ἀποβολὴ γὰρ ψυχῆς οὐδεµία ἔσται ἐξ ὑµῶν, πλὴν τοῦ πλοίου. Παρέστη γάρ µοι ταύτῃ τῇ νυκτὶ ἄγγελος τοῦ Θεοῦ, οὗ εἰµι, ᾧ καὶ λατρεύω, λέγων· Μὴ φοβοῦ, Παῦλε· Καίσαρί σε δεῖ παραστῆναι· καὶ ἰδοὺ κεχάρισταί σοι ὁ Θεὸς πάντας τοὺς πλέοντας µετὰ σοῦ.∆ ιὸ εὐθυµεῖτε, ἄνδρες· πιστεύω γὰρ τῷ Θεῷ, ὅτι οὕτως ἔσται καθ' ὃν τρόπον λελάληταί µοι. Εἰς νῆσον δέ τινα δεῖ ἡµᾶς ἐκπεσεῖν. Ὡς δὲ τεσσαρεσκαιδεκάτη νὺξ ἐγένετο, διαφεροµένων ἡµῶν ἐν τῷ Ἀδρίᾳ κατὰ µέσον τῆς νυκτὸς, ὑπενόουν οἱ ναῦται προσάγειν τινὰ αὐτοῖς χώραν· καὶ βολίσαντες, εὗρον ὀργυιὰς
54.κ
· βραχὺ δὲ διαστήσαντες καὶ πάλιν βολίσαντες, εὗρον ὀργυιὰς
54.ιε
· φοβούµενοί τε µή πως εἰς τραχεῖς τόπους ἐκπέσωµεν, ἐκ πρύµνης ῥίψαντες ἀγκύρας τέσσαρας, εὔχοντο ἡµέραν γενέσθαι. Τῶν δὲ ναυτῶν ζητούντων φυγεῖν ἐκ τοῦ πλοίου, καὶ χαλασάντων τὴν σκάφην εἰς τὴν θάλασσαν, προφάσει ὡς ἐκ πρώρας µελλόντων ἀγκύραςἐκτείνειν, εἶπεν ὁ Παῦλος τῷ ἑκατοντάρχῃ καὶ τοῖς στρατιώταις· Ἐὰν µὴ οὗτοι µείνωσιν ἐν τῷ πλοίῳ, ὑµεῖς σωθῆναι οὐ δύνασθε. Τότε οἱ στρατιῶται ἀπέκοψαν τὰ σχοινία τῆς σκάφης, καὶ εἴασαν αὐτὴν ἐκπεσεῖν. Ἐνταῦθα δείκνυσιν, ὅτι ἔµελλον οἱ ναῦται φεύγειν ἀπιστοῦντες τῷ λεγοµένῳ· ὁ δὲ ἑκατόνταρχος πιστεύει σὺν τοῖς στρατιώταις.∆ ιὸ καί φησιν· Ἐὰν οὗτοι φύγωσιν, ὑµεῖς σωθῆναι οὐ δύνασθε· οὐ διὰ τοῦτο εἰπὼν, ἀλλ' ἵνα κατάσχῃ αὐτοὺς, καὶ ἡ προφητεία µὴ διαπέσῃ. Ὅρα καθάπερ ἐν ἐκκλησίᾳ παιδευοµένους αὐτοὺς τοῦ Παύλου τὴν φιλοσοφίαν, οὓς καὶ ἐκ µέσων αὐτῶν σώζει τῶν κινδύνων. Καὶ οἰκονοµικῶς ἀπιστεῖται ὁ Παῦλος, ἵνα µετὰ τὴν πεῖραν τῶν πραγµάτων πιστευθῇ· ὅπερ οὖν καὶ γέγονε. Καὶ παραινεῖ πάλιν µεταλαβεῖν τροφῆς, καὶ πείθονται· καὶ αὐτὸς πρῶτος µεταλαµβάνει, οὐ λόγῳ, ἀλλὰ καὶ ἔργῳ πείθων ὡς οὐδὲν ἔβλαψεν ὁ χειµὼν, ἀλλὰ µᾶλλον αὐτῶν τὰς ψυχὰς καὶ ὠφέλησεν. Ἄχρι δὲ οὗ ἔµελλεν ἡµέραν γίνεσθαι, παρεκάλει ὁ Παῦλος ἅπαντας µεταλαβεῖν τροφῆς, λέγων· Τεσσαρεσκαιδεκάτην σήµερον ἡµέραν προσδοκῶντες, ἄσιτοι διατελεῖτε µηδὲν προσλαβόµενοι.∆ ιὸ παρακαλῶ ὑµᾶς µεταλαβεῖν τροφῆς· τοῦτο γὰρ πρὸς τῆς ὑµετέρας σωτηρίας ὑπάρχει· οὐδενὸς γὰρ ὑµῶν θρὶξ τῆς κεφαλῆς πεσεῖται. Εἰπὼν δὲ ταῦτα, καὶ λαβὼν ἄρτον, εὐχαρίστησε τῷ Θεῷ ἐνώπιον πάντων, καὶ κλάσας ἤρξατο ἐσθίειν. Εὔθυµοι δὲ γενόµενοι πάντες, καὶ αὐτοὶ προσελάβοντο τροφῆς. Ἦµεν δὲ ἐν τῷ πλοίῳ αἱ πᾶσαι ψυχαὶ διακόσιαι ἑβδοµηκονταέξ. Κορεσθέντες δὲ τῆς τροφῆς, ἐκούφιζον τὸ πλοῖον, ἐκβαλλόµενοι τὸν σῖτον εἰς τὴν θάλασσαν. Ὅτε δὲ ἡµέρα ἐγένετο, τὴν γῆν οὐκ ἐπεγίνωσκον· κόλπον δέ τινα κατενόουν ἔχοντα αἰγιαλὸν, εἰς ὃν ἐβουλεύσαντο, εἰ δυνατὸν, ἐξῶσαι τὸ πλοῖον. Καὶ τὰς ἀγκύρας περιελόντες εἴων εἰς τὴν θάλασσαν, ἅµα ἀνέντες τὰς ζευκτηρίας τῶν πηδαλίων· καὶ ἐπάραντες τὸν ἀρτέµονα, τῇ πνεούσῃ κατεῖχον εἰς τὸν αἰγιαλόν. Περιπεσόντες δὲ εἰς τόπον διθάλασσον, ἐπώκειλαν τὴν ναῦν· καὶ ἡ µὲν πρῶρα ἐρείσασα, ἔµεινεν ἀσάλευτος, ἡ δὲ πρύµνα ἐλύετο ὑπὸ τῆς βίας τῶν κυµάτων.
54.3
Πάλιν πειρᾶται ὁ διάβολος ἐµποδίσαι τῇ προφητείᾳ· καὶ ἐβουλεύοντό τινας ἀνελεῖν, ἀλλ' οὐκ εἴασεν ὁ ἑκατόνταρχος, ἵνα τὸν Παῦλον σώσῃ· οὕτως ἤδη ᾠκειωµέ νος ἦν αὐτῷ. Τῶν δὲ στρατιωτῶν βουλὴ ἐγένετο, ἵνα τοὺς δεσµώτας ἀποκτείνωσι, µή τις ἐκκολυµβήσας διαφύγῃ. Ὁ δὲ ἑκατόνταρχος βουλόµενος διασῶσαι τὸν Παῦλον, ἐκώλυσεν αὐτοὺς τοῦ βουλήµατος, ἐκέλευσέ τε τοὺς δυναµένους κολυµβᾷν ἀποῤῥίψανταςπρώτους ἐπὶ τὴν γῆν ἐξιέναι, καὶ τοὺς λοιποὺς οὓς µὲν ἐπὶ σανίσιν, οὓς δὲ ἐπί τινων τῶν ἀπὸ τοῦ πλοίου. Καὶ οὕτως ἐγένετο πάντας διασωθῆναι ἐπὶ τὴν γῆν. Καὶ διασωθέντες, τότε ἐπέγνωσαν, ὅτι Μελίτη ἡ νῆσος καλεῖται. Ὁρᾷς ὅσον γέγονεν ἀγαθὸν ἀπὸ τοῦ χειµῶνος; Οὐκ ἄρα ἐγκαταλείψεως ἦν ὁ χειµών. Καὶ πῶς, φησὶν, ἔφερον ἄσιτοι ὄντες καὶ µηδενὸς µεταλαβόµενοι; Ὁ φόβος κατεῖχεν αὐτοὺς καὶ οὐκ εἴα εἰς ἐπιθυµίαν τροφῆς ἐµπεσεῖν, µέλλοντας ὑπὲρ τῶν ἐσχάτων κινδυνεύειν. Τὸ µὲν οὖν γενόµενον ἀπὸ τοῦ καιροῦ ἐγένετο· τὸ δὲ θαῦµα µεῖζον, ὅτι ἐν καιρῷ τοιούτῳ ἐκ µέσων ἐσώθησαν τῶν κινδύνων, αὐτός τε καὶ δι' αὐτὸν οἱ λοιποί. Καὶ ἐπάραντες τὸν ἀρτέµονα, τῇ πνεούσῃ κατεῖχον εἰς τὸν αἰγιαλόν. Τοῦτο εἶπε, τὴν βίαν δεῖξαι βουλόµενος, ἢν ὑπέµενον χειµαζόµενοι· πολλάκις γὰρ οὐχ οὕτω ποιοῦσι.∆ ιὸ καὶ κατήγαγον τὴν ὀθόνην, τουτέστι τὰ ἱστία( ὅταν γὰρ σφοδρὸς ἄνεµος ᾖ, τοῦτο γίνεται), ἐγκόπτοντες τοῦ πνεύµατος τὴν ῥύµην. Ταῦτα δὲ πάσχουσιν ἐν τῷ Ἀδρίᾳ, ἔνθα τὸ σώζεσθαι χαλεπόν. Ἦµεν δὲ ἐν τῷ πλοίῳ αἱ πᾶσαι ψυχαὶ διακόσιαι ἑβδοµηκονταέξ. Καὶ πόθεν δῆλον, ὅτι τοσοῦτοι ἦσαν οἱ συµπλέοντες; Εἰκὸς ἦν αὐτοὺς ἐρωτᾷν τὴν αἰτίαν, δι' ἣν πλέουσι, καὶ µαθεῖν πάντα. Οἱ δὲ οὐδενὸς µετέλαβον, ὅτι οὐκ ἦν αὐτοῖς φροντὶς τροφῆς, ἅτε οὐ περὶ τῶν τυχόντων ὄντος τοῦ κινδύνου. Καὶ ὅρα πῶς οὐχ ἁπλῶς οὐδὲ ἡ παρολκὴ τοῦ πλοὸς γέγονε τῷ Παύλῳ, οὐδὲ ἄκαιρος ὁ πλοῦς, ἀλλὰ ποιεῖται αὐτὸν διδασκαλίας καιρόν. Οὐ µικρὸν δὲ τοῦτο, εἴ γε πάντες οὗτοι ἐπίστευσαν. Ἀλλ' ἴδωµεν ἄνωθεν τὰ εἰρηµένα. Ἱκανοῦ δὲ χρόνου διαγενοµένου, καὶ ὄντος ἤδη ἐπισφαλοῦς τοῦ πλοὸς, παρῄνει ὁ Παῦλος λέγων αὐτοῖς· Ἄνδρες, θεωρῶ, ὅτι µετὰ ὕβρεως καὶ ζηµίας µέλλειν ἔσεσθαι τὸν πλοῦν. Ὅρα τὸ ἄτυφον· ἵνα µὴ δόξῃ προφητεύειν, ἀλλ' ὡς ἀπὸ στοχασµοῦ λέγειν, Θεωρῶ, φησίν· οὐ γὰρ ἂν ἐδέξαντο, εὐθέως εἰ τοῦτο εἶπε. Πρότερον γοῦν προφητεύει, καὶ λέγει· Ὁ Θεὸς, ᾧ λατρεύω, ἐνάγων αὐτούς. Πῶς οὖν οὐκ ἐγένετο µετὰ ζηµίας ψυχῶν; Ἐγένετο ἂν, εἰ µὴ ὁ Θεὸς διέσωσεν. Ὅσον γὰρ κατὰ τὴν φύσιν τοῦ πράγµατος, ἀπώλοντο ἄν· ἀλλ' ὁ Θεὸς ἐκώλυσεν. Ὁ δὲ ἑκατοντάρχης, φησὶ, τῷ κυβερνήτῃ µᾶλλον ἐπείθετο ἢ τοῖς ὑπὸ τοῦ Παύλου λεγοµένοις. Ἵνα δειχθῇ, ὅτι οὐκ ἀπὸ στοχασµοῦ ταῦτα ἔλεγεν, ὁ κυβερνήτης τὰ ἐναντία λέγει, καὶ ταῦτα ἔµπειρος ὤν· οὕτως οὐκ ἀπὸ στοχασµοῦ ἦν τὰ λεγόµενα. Ἀνευθέτου δὲ τοῦ λιµένος, φησὶν, ὑπάρχοντος. Ὅρα καὶ ὁ τόπος διδάσκει µὴ ἀπὸ στοχασµοῦ εἶναι, ἀνεύθετος ὤν· µᾶλλον δὲ ἀπὸ στοχασµοῦ φαίνονται λέγοντες ἐκείνων οἱ πλείους, οἳ καὶ βουλεύονται ἀναχθῆναι ἐκεῖθεν· ἀλλ' οὐδὲν αὐτοῖς πλέον ἐκ τούτου γίνεται· περιπίπτουσι γὰρ κλύδωνι, καὶ ἐκβολὴν ὧν ἐπεφέροντο ποιοῦνται.∆ ιὸ καὶ τοῦτο δηλῶν, ἐπήγαγε· Σφοδρῶς δὲ χειµαζοµένων ἡµῶν, αὐτόχειρες τὴν σκευὴν τοῦ πλοίου ἐῤῥίψαµεν. Ἵνα µὴ ἔχωσι µετὰ ταῦτα ἀπειθεῖν, ταῦτα συγχωρεῖται. Καὶ χαλεπὸς χειµὼν ἐγείρεται, καὶ πολὺ τὸ σκότος γίνεται. Εἶτα ἵνα µὴ ἀπόλωνται, καὶ ὁ σῖτος ῥίπτεται καὶ πάντα· τοῦτο γάρ ἐστι, Τὴν σκευὴν τοῦ πλοίου ἐῤῥίψαµεν. Πολλῆς δὲ ἀσιτίας ὑπαρχούσης, εἶπεν ὁ Παῦλος· Ἔδει πειθαρχήσαντάς µοι κερδῆσαι τὴν ζηµίαν. Εἶδες, πῶς οὐ µικρὰ πρὸς τὴν ἀκρόασιν συνεβάλετο καὶ ὁ χειµὼν καὶ τὸ σκότος; Καὶ ὅρα πῶς πείθεται ὁ ἑκατόνταρχος, ὥστε καὶ τὴν σκάφην ἀφεῖναι καὶ ἀπολέσαι. Εἰ δὲ οἱ ναῦται οὐδέπω ἐπείσθησαν, ἀλλ' ὕστερον πείθονται, µὴ θαυµάσῃς· καὶ γὰρ τὸ γένος τὸ τούτων ἰταµόν πώς ἐστι καὶ σκληρὸν πρὸς τὸ πείθεσθαι. Σὺ δέ µοι σκόπει τὴν σύνεσιν καὶ ἐντεῦθεν τοῦ Παύλου. Οὐ γὰρ ἐπιτιµᾷ καὶ τραχύνεται, ἀλλ' ἡµέρως, Οὕτως ἔδει, φησίν. Ἤδει γὰρ, ὅτι οὐκ ἔστιν εὐπαράδεκτος ἐγκαλῶν τις ἐν συµφορᾷ, ἀλλ' ὅταν καὶ τὰ πλείονα παρατρέχῃ τῆς συµφορᾶς, τότε εὐπαράδεκτος γίνεται. Τότε τοίνυν ἐπιτίθεται, ὅτε πᾶσα ἡ ἐλπὶς τοῦ σωθῆναι περιῃρέθη· τότε καὶ τὰ χρηστὰ προλέγει. Ὡς δὲ τεσσαρεσκαιδεκάτη νὺξ ἐγένετο, φησὶ, φοβούµενοι ηὔχοντο ἡµέραν γενέσθαι. Ἵνα µή τις εἴπῃ, ὅτι οὐδὲν γέγονε, τοῦτο ἐπήγαγε, δεικνὺς πάντα γεγονότα. Ὅτι δὲ γέγονε, καὶ ὁ φόβος µαρτυρεῖ· Ηὔχοντο γὰρ, φησὶν, ἡµέραν γενέσθαι φοβούµενοι. Καὶ ὁ τόπος χαλεπός· κατὰ γὰρ τὸν Ἀδρίαν ταῦτα συµβαίνει· καὶ ἡ ἀσιτία ἡ πολλή· Τεσσαρεσκαιδεκάτην γὰρ σήµερον ἡµέραν προσδοκῶντες ἄσιτοι διατελεῖτε. Ὥστε ἐξ ἁπάντων ἐν µέσῳ ἦσαν θανάτου· διὸ καὶ ἐπάγει· Παρακαλῶ ὑµᾶς προσλαβεῖν τροφῆς. Τοῦτο γὰρ πρὸς τῆς ὑµετέρας σωτηρίας ὑπάρχει· τουτέστι, Μή ποτε λιµῷ διαφθαρῆτε, τροφῆς µεταλάβετε. Λαβὼν δὲ ἄρτον, φησὶν, εὐχαρίστησε τῷ Θεῷ.
54.4
Ὅρα, τὸ εὐχαριστῆσαι αὐτὸν ἐπὶ τοῖς γεγενηµένοις οὐ µόνον αὐτοὺς ἐπέῤῥωσεν, ἀλλὰ καὶ εὐθύµους ποιεῖ. Ἦµεν δὲ, φησὶ, πᾶσαι αἱ ψυχαὶ ἐν τῷ πλοίῳ διακόσιαι ἑβδοµηκονταέξ. Περὶ τούτων ἔλεγεν· Ἀποβολὴ ψυχῆς οὐδεµία ἔσται ἐξ ὑµῶν. Τοῦτο πεπληροφορηµένης ψυχῆς, τὸ εἰπεῖν, ὅτι σωθήσονται. Κορεσθέντες δὲ τῆς τροφῆς ἐκούφιζον τὸ πλοῖον ἐκβαλλόµενοι τὸν σῖτον. Ὁρᾷς; πρὸς τὸ λαβεῖν τροφὴν πείθονται µόνον· ἀλλ' οὕτω λοιπὸν τὸ πᾶν ἔῤῥιψαν ἐπὶ τὸν Παῦλον, ὡς καὶ τὸν σῖτον ἐκβαλεῖν. Ὅρα αὐτοὺς καὶ τὰ ἀνθρώπινα ποιοῦντας, καὶ οὐ κωλύοντα τὸν Παῦλον. Ὅτε δὲ, φησὶν, ἡµέρα ἐγένετο, ἀνῆκαν τὰς ζευκτηρίας.∆ ιαλύεται τὸ πλοῖον ἐν ἡµέρᾳ, ἵνα µὴ τῷ φόβῳ διαλυθῶσιν, ἵνα ἴδῃς ἔργῳ τὴν προφητείαν. Τῶν δὲ στρατιωτῶν βουλὴ ἐγένετο, ἵνα τοὺς δεσµώτας ἀποκτείνωσιν. Ὁρᾷς ὅτι καὶ κατὰ τοῦτο τῷ Παύλῳ ἐχαρίσθησαν; διὰ γὰρ αὐτὸν οὐκ εἴασεν αὐτοὺς ἀναιρεθῆναι ὁ ἑκατόνταρχος. Οὕτω µοι δοκοῦσιν ὡµολογηµένοι εἶναι κακοὶ ἐκεῖνοι, ὥστε ἑλέσθαι αὐτοὺς καὶ ἀνελεῖν ἀλλ' οὐδὲν πλέον γέγονε, τοῦ βουλήµατος κωλυθέντος, ἀλλ' οἱµὲν ἐξεκολύµβησαν, οἱ δὲ ἐπὶ σανίδων ἐφέροντο, καὶ πάντες οὕτως ἐσώθησαν, καὶ ἡ προφητεία τέλος ἐλάµβανεν, εἰ καὶ µὴ τῷ χρόνῳ σεµνή τις οὖσα· οὐ γὰρ πρὸ πολλῶν ἐτῶν αὐτὴν προεῖπεν, ἀλλὰ τῇ φύσει τῶν πραγµάτων ἑπόµενος· ἀνέλπιστα γὰρ ἦν πάντα, καὶ διὰ τῆς οἰκείας σωτηρίας ἐµάνθανον τίς ὁ Παῦλος ἦν. Ἀλλ' εἴποι ἄν τις·∆ ιὰ τί µὴ καὶ τὸ πλοῖον διέσωσεν; Ἵνα µάθωσιν οἷον κίνδυνον διέφυγον· ὅτι οὐκ ἀνθρωπίνης βοηθείας ἦν τὸ πᾶν, ἀλλὰ τῆς τοῦ Θεοῦ χειρὸς χωρὶς πλοίου σωζούσης. Ὥστε οἱ δίκαιοι κἂν ἐν χειµῶνι ὦσι, κἂν ἐν θαλάσσῃ, κἂν ἐν πελάγει, οὐδὲν πάσχουσι δεινὸν, ἀλλὰ καὶ ἑτέρους συνδιασώζουσιν. Εἰ πλοῖον κινδυνεῦον καὶ ναυάγιον ὑποµένον, καὶ δεσµῶται διὰ Παῦλον ἐσώθησαν, ἐννόησον, τί ἐστιν ἅγιον ἄνδρα εἶναι ἐν οἰκίᾳ· πολλοὶ γὰρ οἱ χειµῶνες καὶ ἡµῖν ἐφίστανται, καὶ πολλῷ τούτων χαλεπώτεροι, ἀλλὰ δύναται καὶ ἡµᾶς χαρίσασθαι, µόνον ἐὰν πειθώµεθα τοῖς ἁγίοιςκαθάπερ ἐκεῖνοι, ἂν ποιῶµεν ἃ προστάττουσιν. Οὐ γὰρ ἁπλῶς σώζονται, ἀλλὰ καὶ αὐτοὶ πίστιν εἰσήνεγκαν. Κἂν δέσµιος ᾖ ὁ ἅγιος, τῶν λελυµένων µείζονα ἐργάζεται. Καὶ σκόπει τοῦτο ἐνταῦθα γεγενηµένον. Ὁ λελυµένος ἑκατόνταρχος αὐτοῦ ἐδεῖτο τοῦ δεδεµένου· ὁ ἐπιστήµων κυβερνήτης τοῦ µὴ κυβερνήτου ἔχρῃζε, µᾶλλον δὲ τοῦ ὄντως κυβερνήτου. Οὐ γὰρ τοιοῦτον ἐκυβέρνα σκάφος, ἀλλὰ τῆς οἰκουµένης τὴν Ἐκκλησίαν, παρ' ἐκείνου µαθὼν τοῦ καὶ θαλάσσης∆ εσπότου, οὐκ ἀνθρωπίνῃ τέχνῃ, ἀλλὰ πνευµατικῇ σοφίᾳ. Ἐν τῷ σκάφει τούτῳ πολλὰ ναυάγια, πολλὰ κύµατα, πνεύµατα πονηρίας, Ἔσωθεν µάχαι, ἔξωθεν φόβοι· ὥστε ὁ ὄντως κυβερνήτης ἐκεῖνος ἦν. Ὅρα δὴ τὸν βίον ἡµῶν ἅπαντα πῶς τοιοῦτός ἐστι. Ποτὲ µὲν γὰρ φιλανθρωπίας ἀπολαύοµεν, ποτὲ δὲ χειµῶνος, ποτὲ καὶ παρ' οἰκείαν ἀβουλίαν, καὶ παρὰ τὸ ῥᾳθυµεῖν δὲ µυρίοις ἐµπίπτοµεν κακοῖς· µᾶλλον δὲ τοῦτο γίνεται, παρὰ τὸ µὴ ἀκούειν Παύλου, ὅταν ἐπειγώµεθά που ἀπελθεῖν, ἔνθα µὴ κελεύει. Συµπλεῖ γὰρ καὶ νῦν ἡµῖν, ἀλλ' οὐ δεδεµένος, καθάπερ τότε· παραινεῖ καὶ νῦν, καὶ λέγει τοῖς ἐν τῇ θαλάττῃ ταύτῃ· Προσέχετε ἑαυτοῖς· εἰσελεύσονται γὰρ µετὰ τὴν ἄφιξίν µου λύκοι βαρεῖς εἰς ὑµᾶς· καὶ πάλιν, Ἐν ὑστέροις καιροῖς ἐνστήσονται καιροὶ χαλεποὶ, καὶ ἔσονται οἱ ἄνθρωποι φίλαυτοι, φιλάργυροι, ἀλαζόνες. Τοῦτο πάντων χαλεπώτερον τῶν πνευµάτων.
54.5
Μένωµεν οὖν ἔνθα κελεύει ἐπὶ τῆς πίστεως, ἐπὶ τοῦ λιµένος τοῦ ἀσφαλοῦς· αὐτοῦ µᾶλλον ἀκούωµεν, ἢ τοῦ κυβερνήτου τοῦ ἐν ἡµῖν, τουτέστι τοῦ λογισµοῦ. Μὴ ἅπερ ἂν ὑποβάλλῃ οὗτος, ποιῶµεν, µὴ ἅπερ ὁ ναύκληρος, ἀλλὰ ἅπερ ἂν ὁ Παῦλος· µυρίους τοιούτους διῆλθε χειµῶνας. Μὴ τῇ πείρᾳ µανθάνωµεν, ἀλλὰ πρὸ τῆς πείρας κερδάνωµεν καὶ ὕβριν καὶ ζηµίαν. Ἄκουσον τί φησιν· Οἱ βουλόµενοι πλουτεῖν, ἐµπίπτουσιν εἰς πειρασµόν. Πειθώµεθα τοίνυν αὐτῷ, ἐπεὶ καὶ ἐκεῖνοι µὴ πεισθέντες, ὁρᾶτε τί ἔπαθον. Καὶ πάλιν ἑτέρωθι λέγει, τί ποιεῖ ναυάγια· Οἵτινες, φησὶν, ἐναυάγησαν περὶ τὴν πίστιν. Σὺ δὲ µένε ἐν οἷς ἔµαθες καὶ ἐπιστώθης. Πειθώµεθα Παύλῳ· κἂν ἐν µέσῳ ὦµεν χειµῶνι, πάντως ἀπαλλαγησόµεθα τῶν κινδύνων, κἂν τεσσαρεσκαίδεκα ἡµέραις ἄσιτοι διαµένωµεν, κἂν ἡ ἐλπὶς τῆς σωτηρίαςἐκπέσῃ, κἂν ἐν σκότῳ ὦµεν καὶ γνόφῳ, πεισθέντες αὐτῷ, ἀπαλλαγησόµεθα τῶν κινδύνων. Πλοῖον εἶναι νοµίζωµεν τὴν οἰκουµένην πᾶσαν, κἀν τούτῳ τοὺς κακούργους καὶ µυρία ἔχοντας δεινὰ, τοὺς µὲν ἄρχοντας, τοὺς δὲ φύλακας, τοὺς δὲδικαίους, οἷος Παῦλος, τοὺς δὲ δεσµίους, ταῖς ἁµαρτίαις δεδεµένους· ἂν µὲν οὖν Παύλῳ πειθώµεθα, οὐ δεδεµένοι ἀπολλύµεθα, ἀλλὰ καὶ λυόµεθα· χαριεῖται καὶ ἡµᾶς αὐτῷ ὁ Θεός. Ἢ οὐκ οἴει δεσµὸν εἶναι χαλεπὸν τὰ ἁµαρτήµατα καὶ τὰ πάθη; οὐ γὰρ δὴ χεῖρες µόνον εἰσὶ δεδεµέναι, ἀλλ' ὁ πᾶς ἄνθρωπος. Εἰπὲ γάρ µοι, ὅταν τις χρήµατα πολλὰ κεκτηµένος µὴ ἀναλίσκῃ µηδὲ δαπανᾷ, ἀλλὰ κατέχῃ, οὐχὶ παντὸς δεσµίου χαλεπώτερον τῇ φειδωλίᾳ δεσµεῖταιδεσµῷ ἀῤῥαγεῖ; Τί δαὶ, ὅταν τις εἱµαρµένῃ ἑαυτὸν ὑποβάλλῃ, οὐχὶ πάλιν ἄλλοις οὗτος δεσµοῖς δέδεται; Τί δαὶ, ὅταν παρατηρήσεσι; τί δαὶ, ὅταν συµβόλοις; οὐχὶ παντὸς δεσµοῦ ταῦτα χαλεπώτερα; τί δαὶ, ὅταν ἐπιθυµίᾳ ἀλόγῳ καὶ ἔρωτι; Τίς διαῤῥήξει τούτους ὑµῖν τοὺς δεσµούς; Τοῦ Θεοῦ χρεία ὥστε λυθῆναι. Καὶ ἓν µὲν τούτων ἀρκεῖ κίνδυνον ἐµποιῆσαι· ὅταν δὲ καὶ δεσµὰ καὶ χειµὼν, ἐννόησον ὅσον τὸ τῶν κινδύνων. Τί γὰρ οὐχ ἱκανὸν διαφθεῖραι; οὐχ ὁ λιµὸς, ὁ χειµὼν, ἡ κακία τῶν ἐµπλεόντων, τὸ τοῦ καιροῦ ἀνεπιτήδειον; Ἀλλὰ πρὸς ταῦτα πάντα ἔστη ἡ λαµπρότης Παύλου. Οὕτω δὴ καὶ νῦν· κατέχωµεν παρ' ἑαυτοῖς τοὺς ἁγίους, καὶ οὐκ ἔσται χειµών· µᾶλλον δὲ, κἂν ᾖ χειµὼν, ἔσται εὐδία καὶ γαλήνη πολλὴ, καὶ ἀπαλλαγὴ τῶν κινδύνων· ἐπειδὴ τὸν ἅγιον εἶχε φίλον ἡ χήρα ἐκείνη, καὶ ὁ θάνατος ἐλύθη τοῦ παιδίου, καὶ τὸν παῖδα πάλιν ζῶντα ἀπελάµβανεν. Ἔνθα πόδες ἁγίων ἐπιβαίνουσιν, οὐδὲν ἔσται λυπηρόν· κἂν γένηται, πρὸς δοκιµὴν καὶ πρὸς µείζονα δόξαν τοῦ Θεοῦ. Ἔθισον τὸ ἔδαφος τῆς οἰκίας ὑπὸ τοιούτων πατεῖσθαι ποδῶν, καὶ οὐ πατήσει δαίµων ἐκεῖ· καὶ µάλα εἰκότως. Ὥσπερ γὰρ ἔνθα ἂν εὐωδία ᾖ, οὐχ ἕξει χώραν δυσωδία· οὕτω καὶ ἔνθα µύρον ἐστὶ τὸ ἅγιον, ἀποπνίγεται δαίµων, εὐφραίνει τοὺς συνόντας, διαχέει ψυχὴν, ἀνίησιν. Ἔνθα ἄκανθαι, ἐκεῖ θηρία· ἔνθα φιλοξενία, οὐκ εἰσὶν ἄκανθαι· ἡ γὰρ ἐλεηµοσύνη εἰσελθοῦσα παντὸς δρεπάνου τοµώτερον ἀναιρεῖ τὰς ἀκάνθας, παντὸς πυρὸς σφοδρότερον. Μὴ φοβηθῇς· αἰδεῖται τὰ ἴχνη τῶν ἁγίων, καθάπερ λέοντας ἀλώπεκες.∆ ίκαιος γὰρ, φησὶν, ὡς λέων πέποιθεν. Εἰσαγάγωµεν τούτους τοὺς λέοντας εἰς τὴν οἰκίαν, καὶ πάντα φυγαδεύεται τὰ θηρία, οὐ βοώντων αὐτῶν µεγάλα, ἀλλ' ἁπλῶς φθεγγοµένων. Οὐ γὰρ βρυχηθµὸς λέοντος οὕτω φυγαδεύει τὰ θηρία, ὡς εὐχὴ δικαίου φυγαδεύει δαίµονας· ἂν φθέγξηται µόνον, κατεπτήχασι. Καὶ ποῦ νῦν τοιοῦτοι, φησὶ, εἰσί; Πανταχοῦ, ἂν πιστεύωµεν ἡµεῖς, ἂν ζητῶµεν, ἂν περιεργαζώµεθα. Ποῦ ἐζήτησας, εἰπέ µοι; πότε τοῦτο ἔργον ἔσχες; πότε πρᾶγµα τοῦτο ἔθου; Εἰ δὲ οὐ ζητεῖς, µὴ θαυµάσῃς, ὅτι οὐχ εὑρίσκεις· Ὁ γὰρ ζητῶν εὑρίσκει, οὐχ ὁ µὴ ζητῶν. Ἄκουσον τοὺς ἐν ταῖς ἐρηµίαις ὄντας· ἀπάγαγε χρυσίον καὶ ἀργύριον· πανταχοῦ τῆς οἰκουµένης εἰσί. Κἂν µὴ ἐν τῇ οἰκίᾳ δέξῃ, ἄπελθε σὺ πρὸς αὐτὸν, συγγένου τῷ ἀνδρὶ, πρὸς τὸ οἴκηµα γένου τὸ ἐκείνου, ἵνα δυνηθῇς ἐπιτυχεῖν, καὶ τῆς παρ' αὐτοῦεὐλογίας ἀπολαῦσαι. Μεγάλη γὰρ ἡ παρὰ τῶν ἁγίων εὐλογία, ἧς ἐπιτυγχάνειν σπουδάζωµεν, ἵνα διὰ τῶν εὐχῶν τούτων βοηθούµενοι, τῆς παρὰ τοῦ αὐτοὺς ἐνδυναµοῦντοςΘεοῦ φιλανθρωπίας ἀπολαύσωµεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ µονογενοῦς αὐτοῦ Υἱοῦ, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Intertext edge

Open linked passage

Note