In Acta apostolorum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
55.0
Οἱ δὲ βάρβαροι παρεῖχον οὐ τὴν τυχοῦσαν φιλανθρωπίαν ἡµῖν. Ἀνάψαντες γὰρ πυρὰν, προσελάβοντο πάντας ἡµᾶς, διὰ τὸν ὑετὸν τὸν ἐφεστῶτα καὶ διὰ τὸ ψῦχος. Συστρέψαντος δὲ τοῦ Παύλου φρυγάνων πλῆθος, καὶ ἐπιθέντος ἐπὶ τὴν πυρὰν, ἔχιδνα ἐκ τῆς θέρµης διεξελθοῦσα, καθήψατο τῆς χειρὸς αὐτοῦ.
55.1
Πῶς παρεῖχον τὴν φιλανθρωπίαν οἱ βάρβαροι, ἑρµηνεύει· Ἀνάψαντες γὰρ, φησὶ, πυρὰν, προσελάβοντο πάντας ἡµᾶς. Ἐπεὶ οὐδὲν ὄφελος ἀλλαχόθεν τῆς σωτηρίας ἦν, τοῦ χειµῶνος µέλλοντος αὐτοὺς διαφθείρειν, ἀνάπτουσι τὴν πυράν. Εἶτα ὁ Παῦλος λαβὼν φρύγανα ἐπετίθει ἐπὶ τὴν πυράν· ὃ καὶ δηλῶν ἐπάγει λέγων· Συστρέψαντος δὲ τοῦ Παύλου φρυγάνων πλῆθος. Ὅρα αὐτὸν ἐνεργοῦντα, καὶ οὐδαµοῦ θαυµατουργοῦντα ἁπλῶς, ἀλλ' ἀπὸ χρείας· καὶ ἐν τῷ χειµῶνι γὰρ αἰτίας οὔσης προεφήτευσεν, ἀλλ' οὐχ ἁπλῶς, καὶ ἐνταῦθα πάλιν φρύγανα συλλέγει καὶ ἐπιτίθησιν. Ὅρα οὐδὲν τετυφωµένον ποιοῦντα οὐδὲ περιττὸν, ἀλλ' ὥστε διασωθῆναι αὐτοὺς, καὶ θέρµης τινὸς ἀπολαῦσαι. Εἶτα ἔχιδνα ἐκ τῆς θέρµης ἐξελθοῦσα, τῆς χειρὸς αὐτοῦ ἅπτεται· καὶ ὅτι ἥψατο, δῆλον ποιεῖ τοῦτο ἐκ τῆς ἐπαγωγῆς, λέγων· Ὡς δὲ εἶδον οἱ βάρβαροι τὸ θηρίον κρεµάµενον ἐκ τῆς χειρὸς αὐτοῦ, ἔλεγον πρὸς ἀλλήλους· Πάντως φονεύς ἐστιν ὁ ἄνθρωπος οὗτος, ὃν διασωθέντα ἐκ τῆς θαλάσσης ἡ δίκη ζῇν οὐκ εἴασε. Καλῶς καὶ τοῦτο συνεχωρήθη, ὥστε καὶ ἰδεῖν αὐτοὺς καὶ φθέγξασθαι ταῦτα, ἵνα ὅταν γένηται, µὴ ἀπιστῆται τὸ θαῦµα. Ὅρα τὴν φυσικὴν κρίσιν διηρθρωµένην καὶ παρὰ βαρβάροις, καὶ αἰδεσίµως αὐτοὺς πρὸς ἀλλήλους λέγοντας, καὶ µηδὲ καταγινώσκοντας ἁπλῶς. Οὕτω καὶ οὗτοι πρότερον βλέπουσιν, ἵνα µᾶλλον θαυµάσωσιν. Ὁ µὲν οὖν ἀποτιναξάµενος τὸ θηρίον εἰς τὸ πῦρ, ἔπαθεν οὐδὲν κακόν· οἱ δὲ προσεδόκων αὐτὸν µέλλειν πίµπρασθαι, ἢ καταπίπτειν ἄφνω νεκρόν. Ἐπὶ πολὺ δὲ αὐτῶν προσδοκώντων καὶ θεωρούντων µηδὲν ἄτοπον εἰς αὐτὸν γινόµενον, µεταβαλλόµενοι ἔλεγον θεὸν αὐτὸν εἶναι. Οἳ ἐνόµιζον αὐτὸν πίµπρασθαι, τουτέστι διαῤῥήγνυσθαι, οὗτοι θεασάµενοι, ὅτι οὐδὲν κακὸν ἔπαθε, λέγουσιν, ὅτι θεός ἐστι. Πάλιν ἄλλη τούτων ὑπερβολὴ τιµῆς, ὥσπερ καὶ τῶν ὄχλων τῶν ἐν Λυκαονίᾳ. Ἐν δὲ τοῖς περὶ τὸν τόπον ἐκεῖνον χωρία ὑπῆρχε τῷ πρώτῳ τῆς νήσου, ὀνόµατι Ποπλίῳ· ὃς ἀναδεξάµενος ἡµᾶς τρεῖς ἡµέρας φιλοφρόνως ἐξένισεν. Ἰδοὺ πάλιν ἄλλος φιλόξενος ὁ Πόπλιος, καὶ πλούσιος καὶ εὐπορώτατος. Οὗτος οὐδὲν ἰδὼν, ἀλλ' ἀπὸ τῆς συµφορᾶς µόνης ἐλεήσας αὐτοὺς, ὑπεδέξατο καὶ ἐθεράπευσεν. Ἐγένετο δὲ τὸν πατέρα τοῦ Ποπλίου πυρετοῖς καὶ δυσεντερίᾳ συνεχόµενον κατακεῖσθαι· πρὸς ὃν ὁ Παῦλος εἰσελθὼν καὶ προσευξάµενος, ἐπιθεὶς τὰς χεῖρας αὐτῷ, ἰάσατο αὐτόν. Ὥστε ἄξιος ἦν τοῦ παθεῖν καλῶς· διὸ καὶ ἀµοιβὴν αὐτῷ ἀποδιδοὺς τῆς ἀποδοχῆς ἰάσατο αὐτόν. Τούτου δὲ γενοµένου, καὶ οἱ λοιποὶ οἱ ἔχοντες ἀσθενεῖς ἐν τῇ νήσῳ, προσήρχοντο καὶ ἐθεραπεύοντο· οἳ καὶ πολλαῖς τιµαῖς ἐτίµησαν ἡµᾶς, καὶ ἀναγοµένοις ἐπέθεντο τὰ πρὸς τὴν χρείαν· τουτέστι, καὶ ἡµῖν ἔδωκαν ἀναγοµένοις τὰ πρὸς τὴν χρείαν καὶ τοῖς ἄλλοις. Ὅρα αὐτοὺς οὐδὲ τοῦ χειµῶνος ἀπαλλαγέντας µένοντας ἀτηµελήτους, ἀλλὰ καὶ τὴν ὑποδοχὴν φιλότιµον γενοµένην δι' αὐτόν· τρεῖς γὰρ µῆνας ἦσαν ἐκεῖ τρεφόµενοι πάντες. Καὶ ὅτι τοσοῦτον χρόνον ἐποίησαν, ἄκουε πῶς τοῦτο ἑρµηνεύων ἐπάγει· Μετὰ δὲ τρεῖς µῆνας ἀνήχθηµεν ἐν πλοίῳ παρακεχειµακότι ἐν τῇ νήσῳ Ἀλεξανδρίνῳ, παρασήµῳ∆ ιοσκούροις. Καὶ καταχθέντες εἰς Συρακούσας, ἐπεµείναµεν ἡµέρας τρεῖς. Ὅθεν περιελθόντες κατηντήσαµεν εἰς Ῥήγιον· καὶ µετὰ µίαν ἡµέραν ἐπιγενοµένου νότου, δευτεραῖοι ἤλθοµεν εἰς Ποτιόλους· οὗ εὑρόντες ἀδελφοὺς, παρεκλήθηµεν ἐπ' αὐτοῖς ἐπιµεῖναι ἡµέρας ἑπτά· καὶ οὕτως εἰς τὴν Ῥώµην ἤλθοµεν. Κἀκεῖθεν οἱ ἀδελφοὶ ἀκούσαντες τὰ περὶ ἡµῶν, ἐξῆλθον εἰς ἀπάντησιν ἡµῖν, ἄχρις Ἀππίου φόρου, καὶ Τριῶν ταβερνῶν. Οὓς ἰδὼν ὁ Παῦλος, εὐχαριστήσας τῷ Θεῷ, ἔλαβε θάρσος. Ὅρα διὰ Παῦλον πάντα γινόµενα ταῦτα, ὥστε πιστεῦσαι τοὺς δεσµώτας, τοὺς στρατιώτας, τὸν ἑκατόνταρχον. Εἰ γὰρ αὐτολίθινοι ἦσαν, καὶ δι' ὧν συµβουλεύσαντος ἤκουσαν, καὶ δι' ὧν προειπόντος, καὶ δι' ὧν θαυµατουργήσαντος, καὶ δι' ὧν θρέψαντοςἀπέλαυσαν, µεγάλα ἂν ἐφαντάσθησαν περὶ αὐτοῦ. Ὅρα ὅταν ὀρθὴ κρίσις ᾖ, καὶ µὴ προκατειληµµένη πάθει τινὶ, πῶς εὐθέως λαµβάνει τὰς κρίσεις τὰς ὀρθὰς καὶ τὰς ψήφους διεγνωσµένας. Ἤδη καὶ τῆς Σικελίας τὸ κήρυγµα ἥψατο· οὕτω δι έδραµε καὶ ἐν Ποτιόλοις, ἔνθα καὶ ἀδελφούς τινας εὑρόντες ἐπιµένουσι παρ' αὐτοῖς. Εἶτα καὶ ἄλλοι κατὰ φήµην αὐτοῖς ἀπαντῶσι· τοσαύτη ἦν ἡ προθυµία τῶν ἀδελφῶν, ὅτι οὐκ ἐθορύβησεν αὐτοὺς τὸ ἐν δεσµοῖς εἶναι τὸν Παῦλον, ἀλλ' ἐξῆλθον εἰς ἀπάντησιν. Ὅρα δέ µοι αὐτὸν καὶ ἀνθρώπινόν τι παθόντα. Θάρσος γὰρ, φησὶν, ἔλαβεν ἰδὼν τοὺς ἀδελφούς. Καίτοι τοσαῦτα σηµεῖα ἐργασάµενος, ἀλλ' ὅµως ἔλαβε καὶ ἀπὸ τῆς ὄψεως προσθήκην. Ἀπὸ τούτου µανθάνοµεν, ὅτι ἀνθρωπίνως καὶ παρεκαλεῖτο, καὶ τοὐναντίον. Ὅτε δὲ ἤλθοµεν εἰς Ῥώµην, ἐπετράπη τῷ Παύλῳ µένειν καθ' ἑαυτὸν σὺν τῷ φυλάσσοντι αὐτὸν στρατιώτῃ. Ὁρᾷς; συνεχωρήθη αὐτῷ καθ' ἑαυτὸν µένειν. Οὐ µικρὸν καὶ τοῦτο τεκµήριον τοῦ πάνυ θαυµασθῆναι αὐτόν· οὐ γὰρ δὴ µετὰ τῶν ἄλλων ἠρίθµουν αὐτόν. Ἐγένετο δὲ µετὰ τρεῖς ἡµέρας συγκαλέσασθαι αὐτὸν τοὺς ὄντας τῶν Ἰουδαίων πρώτους. Μετὰ τρεῖς ἡµέρας ἐκάλεσε τοὺς πρώτους τῶν Ἰουδαίων, ὥστε µὴ προληφθῆναι αὐτῶν τὰς ἀκοάς. Καὶ τί κοινὸν πρὸς ἐκείνους εἶχεν; οὐ γὰρ ἂν αὐτοὶ ἔµελλον κατηγορήσειν αὐτοῦ. Ἀλλ' ὅµως οὐ τούτου ἐφρόντιζεν, ἀλλὰ τοῦτο διδάξαι καὶ µὴ προστῆναι αὐτοῖς τὰ λεγόµενα.