Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In Acta apostolorum
John ChrysostomHom. Act. 57 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
57.0
Ἐγένετο δὲ µετὰ τρεῖς ἡµέρας, συγκαλέσασθαι τὸν Παῦλον τοὺς ὄντας τῶν Ἰουδαίων πρώτους. Συνελθόντων δὲ αὐτῶν, ἔλεγε πρὸς αὐτούς· Ἄνδρες ἀδελφοὶ, ἐγὼ οὐδὲν ἐναντίον ποιήσας τῷ λαῷ ἢ τοῖς ἔθεσι τοῖς πατρῴοις, δέσµιος ἐξ Ἱεροσολύµων παρεδόθην εἰς τὰς χεῖρας τῶν Ῥωµαίων· οἵ τινες ἀνακρίναντές µε, ἐβούλοντο ἀπολῦσαι, διὰ τὸ µηδεµίαν αἰτίαν θανάτου ὑπάρχειν ἐν ἐµοί. Ἀντιλεγόντων δὲ τῶν Ἰουδαίων, ἠναγκάσθην ἐπικαλέσασθαι Καίσαρα, οὐχ ὡς τοῦ ἔθνους µου ἔχων τι κατηγορῆσαι.∆ ιὰ ταύτην οὖν τὴν αἰτίαν παρεκάλεσα ὑµᾶς ἰδεῖν καὶ προσλαλῆσαι· ἕνεκεν γὰρ τῆς ἐλπίδος τοῦ Ἰσραὴλ, τὴν ἅλυσιν ταύτην περίκειµαι.
57.1
Καλῶς τοῦτο καὶ συµφερόντως ποιεῖ, τοὺς πρώτους τῶν Ἰουδαίων εἰς διάλεξιν συγκαλῶν. Ἐβούλετο γὰρ καὶ ἑαυτὸν ἀπαλλάξαι αἰτίας καὶ ἑτέρους· ἑαυτὸν µὲν, ἵνα µὴ κατηγορῶσιν αὐτοῦ, καὶ τοῦτο αὐτοὺς βλάπτῃ· ἐκείνους δὲ, ἵνα µὴ δόξῃ αὐτῶν εἶναι τὸ πᾶν· Εἰκὸς γὰρ κρατῆσαι φήµην, ὅτι ὑπὸ Ἰουδαίων παρεδόθη· τοῦτο δὲ ἱκανὸν ἦν αὐτοὺς πλῆξαι. Εὐθέως οὖν πρὸς τοῦτο ἵσταται, καὶ τὰ καθ' ἑαυτὸν οὕτω πως πράως ἀπολογεῖται. Ὅρα δὲ πῶς καὶ τὴν ἀπολογίαν ὑφαίνει, λέγων· Ἄνδρες ἀδελφοὶ, ἐγὼ οὐδὲν ἐναντίον ποιήσας τῷ λαῷ ἢ τοῖς ἔθεσι τοῖς πατρῴοις, δέσµιος ἐξ Ἱεροσολύµων παρεδόθην εἰς τὰς χεῖρας τῶν Ῥωµαίων. Εἶτα οὕτως εἰπὼν, ἐπειδὴ εἰκὸς ἦν τινας ἀκούοντας εἰπεῖν, Πῶς ἔχει λόγον ἁπλῶς σε παραδοῦναι; ἐπήγαγεν· Οἵτινες ἀνακρίναντές µε, ἐβούλοντο ἀπολῦσαι· ὡσεὶ ἔλεγε· Μαρτυροῦσιν οἱ Ῥωµαίων ἄρχοντες, οἳ καὶ ἀνέκριναν καὶ ἤθελον ἀπολύειν. Πῶς οὖν οὐκ ἀπέλυσαν; Ἀντιλεγόντων Ἰουδαίων, φησίν. Ὁρᾷς πῶς καθαιρεῖαὐτῶν τὰ ἐγκλήµατα; Εἰ γὰρ ἐβούλετο αὐξῆσαι, ἐνῆν καὶ καταφορικώτερον χρήσασθαι.∆ ιὸ καὶ οὕτως εἰπὼν, ἐπήγαγεν· Ἠναγκάσθην ἐπικαλέσασθαι Καίσαρα· ὥστε συγγνώµης τὸ πᾶν ἐστιν. Εἶτα, ἵνα µηδεὶς εἴπῃ, Τί οὖν; καὶ ἵνα αὐτῶν κατηγορήσῃς, τοῦτο πεποίηκας; διὰ τῆς ἐπαγωγῆς διορθοῦται τὸ ὑφορµοῦν, καὶ λέγει· Οὐχ ὡς τοῦ ἔθνους µου ἔχων τι κατηγορῆσαι· τουτέστιν, Ἐπεκαλεσάµην Καίσαρα οὐχ ὥστε κατηγορῆσαι, ἀλλ' ὥστε διαφυγεῖν τὸν κίνδυνον. Ἕνεκεν γὰρ ὑµῶν τὴν ἅλυσιν ταύτην περίκειµαι. Τοσοῦτον ἀπέχω, φησὶν, ἐχθρῶς πρὸς ἡµᾶς διακεῖσθαι, ὅτι καὶ τὴν ἅλυσιν περίκειµαι. Τί οὖν ἐκεῖνοι; Οὕτως ἐχειρώθησαν τῷ λόγῳ, ὡς µὴ µόνον ὑπὲρ ἑαυτῶν, ἀλλὰ καὶ ὑπὲρ τῶν συγγενῶν ἀπολογήσασθαι· ὅθεν τοῦτο δηλῶν ἐπάγει· Οἱ δὲ εἶπον πρὸς αὐτόν· Ἡµεῖς οὔτε γράµµατα περὶ σοῦ ἐδεξάµεθα ἀπὸ τῆς Ἰουδαίας, οὔτε παραγενόµενός τις τῶν ἀδελφῶν ἀπήγγειλεν ἢ ἐλάλησέ τι περὶ σοῦ πονηρόν. Ἀξιοῦµεν δὲ παρὰ σοῦ ἀκοῦσαι ἃ φρονεῖς· περὶ µὲν γὰρ τῆς αἱρέσεως ταύτης γνωστόν ἐστιν ἡµῖν, ὅτι πανταχοῦ ἀντιλέγεται. Ὡσεὶ ἔλεγον· Οὔτε διὰ γραµµάτων, οὔτε δι' ἀνθρώπων ἐγνώρισάν τι. 10] περὶ σοῦ πονηρόν· πλὴν ἀλλ' ἀκοῦσαι βουλόµεθα παρὰ σοῦ. Οὕτω προκατέβαλον τὴν οἰκείαν γνώµην δεικνύντες, καί φασι· Περὶ µὲν γὰρ τῆς αἱρέσεως ταύτης γνωστόν ἐστιν ἡµῖν, ὅτι πανταχοῦ ἀντιλέγεται. Οὐκ εἶπον, ὅτι Ἀντιλέγοµεν, ἀλλ' Ἀντιλέγεται, κατηγορίας ἑαυτοὺς ἀπολύοντες. Ταξάµενοι δὲ αὐτῷ ἡµέραν, ἧκον πρὸς αὐτὸν εἰς τὴν ξενίαν πλείονες· οἷς ἐξετίθετο διαµαρτυρόµενος τὴν βασιλείαν τοῦ Θεοῦ, πείθων τε αὐτοὺς τὰ περὶ τοῦ Ἰησοῦ ἀπό τε τοῦ νόµου Μωϋσέως καὶ τῶν προφητῶν, ἀπὸ πρωῒἕως ἑσπέρας. Καὶ οἱ µὲν ἐπείθοντο τοῖς λεγοµένοις, οἱ δὲ ἠπίστουν. Εἶδες πῶς οὐκ εὐθέως ἀποκρίνεται, ἀλλὰ δίδωσιν αὐτοῖς ἡµέραν τοῦ ἐλθεῖν καὶ ἀκοῦσαι· οἷς καὶ παραγενοµένοις διελέγετο ἀπό τε τοῦ νόµου Μωϋσέως καὶ τῶν προφητῶν. Καὶ οἱ µὲν ἐπείθοντο, οἱ δὲ ἠπίστουν. Ἀσύµφωνοι δὲ ὄντες πρὸς ἀλλήλους, ἀπελύοντο, εἰπόντος τοῦ Παύλου ῥῆµα ἕν· Καλῶς τὸ Πνεῦµα τὸ ἅγιον ἐλάλησε διὰ Ἡσαΐου τοῦ προφήτου πρὸς τοὺς πατέρας ἡµῶν, λέγον· Πορεύθητι πρὸς τὸν λαὸν τοῦτον, καὶ εἰπόν· Ἀκοῇ ἀκούσετε καὶ οὐ µὴ συνῆτε, καὶ βλέποντες βλέψετε καὶ οὐ µὴ ἴδητε. Ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶ βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλµοὺς αὐτῶν ἐκάµµυσαν, µή ποτε ἴδωσι τοῖς ὀφθαλµοῖς καὶ τοῖςὠσὶν ἀκούσωσι, καὶ τῇ καρδίᾳ συνῶσι, καὶ ἐπιστρέψωσι, καὶ ἰάσωµαι αὐτούς. Ὅτε ἀνεχώρουν ἀντιτασσοµένων αὐτῶν, τότε τὸν Ἡσαΐαν ἐφίστησιν, οὐκ ἐκείνους ὑβρίσαι βουλόµενος, ἀλλὰ τούτους στηρίξαι. Τί λέγοντα; Ἀκοῇ ἀκούσετε καὶ οὐ µὴ συνῆτε. Ὁρᾷςπῶς αὐτοὺς ἐξέβαλε πάσης συγγνώµης; εἴ γε καὶ τὸν προφήτην ἔχοντες προαναφωνήσαντα πόῤῥωθεν ταῦτα οὐκ ἀπεστράφησαν. Τῷ δὲ εἰπεῖν, Καλῶς, δείκνυσι καὶ δικαίως ἐκβεβληµένους. Ὥστε τοῖς ἔθνεσι δέδοται γνῶναι τὸ µυστήριον τοῦτο. Οὐδὲν οὖν θαυµαστὸν, εἰ ἀντέλεγον· ἄνωθεν τοῦτο προελέγετο. Εἶτα πάλιν τὸν ζῆλον κατ' αὐτῶν κινεῖ τὸν ἐξ ἐθνῶν, ἐπάγων καὶ λέγων· Γνωστὸν οὖν ἔστω ὑµῖν, ὅτι τοῖς ἔθνεσιν ἀπεστάλη τοῦτο τὸ σωτήριον τοῦ Θεοῦ· αὐτοὶ καὶ ἀκούσονται. Καὶ ταῦτα αὐτοῦ εἰπόντος, ἀπῆλθον οἱ Ἰουδαῖοι, πάλιν ἔχοντες ἐν ἑαυτοῖς συζήτησιν. Ἔµεινε δὲ ὁ Παῦλος διετίαν ὅλην ἐν ἰδίῳ µισθώµατι καὶ ἀπεδέχετο πάντας τοὺς εἰσπορευοµένους πρὸς αὐτὸν, κηρύσσων τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ διδάσκων τὰ περὶ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, µετὰ πάσης παῤῥησίας ἀκωλύτως. Ἀµήν. Ἐνταῦθα δείκνυσι τὴν αὐτοῦ ἐλευθερίαν λοιπόν· κηρύττει γὰρ ἀκωλύτως ἐν Ῥώµῃ ὁ ἐν Ἰουδαίᾳ κωλυθεὶς, καὶ ἔµεινεν ἐπὶ δύο ἔτη διδάσκων ἐκεῖ.
57.2
Ἀλλ' ἴδωµεν ἄνωθεν τὰ εἰρηµένα.∆ ιὰ ταύτην οὖν, φησὶ, τὴν αἰτίαν παρεκάλεσα ὑµᾶς ἰδεῖν· τουτέστι, διὰ τοῦτο ἠβουλήθην, ὥστε µὴ ἐξεῖναί τινι κατηγορεῖν καὶ τὰ παριστάµενα λέγειν, ὅτι δὴ τὰς χεῖρας αὐτῶν διαφυγὼν ἐπὶ τοῦτο ἦλθον· οὐ γὰρ ἑτέροις διδοὺς κακὰ, ἀλλ' αὐτὸς φεύγων κακὰ, ἦλθον. Οἱ δὲ πρὸς αὐτόν· Ἀξιοῦµεν ἀκοῦσαι παρὰ σοῦ ἃ φρονεῖς. Ὅρα καὶ αὐτοὺς ἡµερώτερον διαλεγοµένους· Ἀξιοῦµεν, φησὶ, καὶ βούλονται ἀπολογήσασθαι καὶ ὑπὲρ ἐκείνων· διὸ καὶ ἧκον ταξάµενοι αὐτῷ ἡµέραν. Τοῦτο δὲ τοῦ σφόδρα ἑαυτῶν καταγνῶναι τεκµήριον καὶ τοῦ µὴ θαῤῥεῖν. Εἰ γὰρ ἐθάῤῥουν, κἂν τοῦτο ἐποίησαν καὶ συνῆλθον, ὥστε αὐτὸν συναρπάσαι. νῦν δὲ µὴ θαῥῥοῦντες, καὶ ἐλθεῖν ὤκνησαν· ἄλλως τε καὶ τῷ πολλάκις ἐπιχειρῆσαι ἔδειξαν, ὅτι οὐκ ἐθάῤῥουν. Καὶ οἱ µὲν ἐπείθοντο τοῖς λεγοµένοις, φησὶν, οἱ δὲ ἠπίστουν, καὶ ἀσύµφωνοι ὄντες ἀπελύοντο· τουτέστι, µὴ πιστεύοντες ἀνεχώρουν. Ὅρα πῶς οὐ ῥάπτουσιν ἐπιβουλὰς νῦν κατ' αὐτοῦ, ἀλλ' ἐν τῇ Ἰουδαίᾳ, ἔνθα ὡς ἐν τυραννίδι ἦσαν. Τίνος οὖν ἕνεκεν ᾠκονόµησεν ἐκεῖ αὐτὸν ἀπελθεῖν, καίτοι εἶπε, Σπεῦσον, ἔξελθε ἐξ Ἱερουσαλήµ; Ἵνα δειχθῇ καὶ αὐτῶν ἡ κακία, καὶ ἡ προφητεία τοῦ Χριστοῦ ἀληθὴς, ὅτι οὐκ ἀνέχονται· καὶ ὥστε µαθεῖν πάντας, ὅτι ἕτοιµός ἐστι παθεῖν, καὶ ὥστε εἰς παράκλησιν τῶν ἐν Ἰουδαίᾳ γενέσθαι τὸ οἰκονοµούµενον· καὶ γὰρ κἀκεῖ πολλὰ ἔπαθε δεινά. Εἰ δὲ κηρύττων τὰ Ἰουδαϊκὰ, ταῦτα ἔπασχεν, εἰ ἐκήρυττε τὰ τῆς δόξης τοῦ Χριστοῦ, πῶς ἂν ἠνέσχοντο; Ἁγνιζόµενος οὐκ ἐγένετο φορητὸς, καὶ πῶς κηρύσσων φορητὸς ἦν; Τί ἐγκαλεῖτε ὑµεῖς; τί ἠκούσατε; Οὐδὲν τοιοῦτον εἶπεν ἁπλῶς. Ὤφθη, καὶ πάντας παρώξυνεν. Εἰκότως ἄρα τοῖς ἔθνεσιν ἀπενεµήθη ἡ σωτηρία, εἰκότως µακρὰν ἐπέµφθη, κἀκεῖ µέλλων τοῖς ἔθνεσι διαλέγεσθαι. Σκόπει δέ· πρώτους Ἰουδαίους καλεῖ, ἔπειτα δείξας αὐτοῖς τὰ πράγµατα, τότε ἐπὶ τὰ ἔθνη ἔρχεται. Τὸ δὲ οὕτως εἰπεῖν, ὅτι Εἶπε τὸ Πνεύµα, οὐδὲν θαυµαστόν· καὶ γὰρ ἄγγελος λέγεται λέγειν ἅπερ ἂν ὁ Κύριος εἴπῃ. Καλῶς εἶπε, φησὶ, τὸ Πνεῦµα τὸ ἅγιον· ἀλλ' ἐνταῦθα µὲν οὕτως, ἐκεῖ δὲ οὐκέτι. Ἄλλως δὲ καὶ ὅταν διηγῆταί τις περὶ τῶν ὑπὸ τοῦ ἀγγέλου λεχθέντων, οὐ λέγει, Καλῶς εἶπεν ὁ ἄγγελος, ἀλλὰ, Καλῶς εἶπεν ὁ Κύριος, καλῶς εἶπε τὸ Πνεῦµα· ὡσεὶ ἔλεγεν· Οὐκ ἐµοὶ ἀπιστεῖτε, ἀλλὰ τῷ Πνεύµατι. Ὥστε ἄνωθεν τοῦτο προῄδει ὁ Θεός. Οἵτινες ἀνακρίναντές µε, φησὶν, ἐβούλοντο ἀπολῦσαι· τουτέστιν, οὐδὲν εὑρόντες ἄξιον καταδίκης ἐν ἐµοὶ, ἀπολύειν ἤθελον. Καὶ δέον ἐκείνους ἐξελέσθαι, παρέδωκαν εἰς χεῖρας Ῥωµαίων· καὶ τοσαύτη ἡ περιουσία τῆς ἐλευθερίας, ὅτι οὐδὲ ἐκεῖνοι ἴσχυσαν κατακρῖναι, ἀλλὰ δέσµιον παρέδωκαν. Ἠναγκάσθην, φησὶν, ἐπικαλέσασθαι Καίσαρα, οὐχ ὡς τοῦ ἔθνους µου ἔχων τι κατηγορῆσαι· τουτέστιν, οὐχ ἵνα κακοῖς ἑτέρους περιβάλω, ἀλλ' ἵνα κακῶν ἐµαυτὸν ἀπαλλάξω, τοῦτο ἐποίησα, καὶ οὐχ ἑκὼν, ἀλλ' ἀναγκασθείς. Ὅρα οἰκειότητα ῥηµάτων· οὐκ ἀλλοτριοῦται αὐτοὺς, ἀλλ' οἰκειοῦται τῷ εἰπεῖν, Τοῦ ἔθνους µου. Πάλιν δὲ κατασπείρει τὸ δόγµα. Καὶ οὐκ εἶπεν, Οὐ κατηγορῶ, ἀλλ', Οὐκ ἔχω τι κατηγορῆσαι, καίτοι τοιαῦτα παθὼν οὕτω δεινά. Οὐδὲν οὖν τούτων φησὶν, ἵνα µὴ φορτικὸν ποιήσῃ τὸν λόγον· οὐδὲ χαρίζεσθαι αὐτοῖς δοκεῖ. Καὶ διὰ τοῦτο οὐ λέγει, ἀλλ' αἰνίττεται µόνον καὶ παρατρέχει· τοῦτο γὰρ ἦν τέως τὸ σπουδαζόµενον, τὸ δεῖξαι ὅτι Ῥωµαίοις παρέδωκαν δέσµιον. Τοὺς δὲ καταδικάσαι δέον ἐκείνους, δέον κατηγορῆσαι, µᾶλλον ἀπολογοῦνται· δι' ὧν δὲ συµφαίνουσι τὴν ἀπολογίαν, κατηγοροῦσιν αὐτῶν. Γνωστόν ἐστιν ἡµῖν, ὅτι πανταχοῦ, φησὶν, ἀντιλέγεται. Ἀλλ' εἰ καὶ τοῦτο συµβαίνει, ὅµως καὶ πιστεύετε πανταχοῦ. Οἷς ἐξετίθετο, φησὶν, ἀπό τε νόµου καὶ προφητῶν. Ὅρα πάλιν οὐκ ἀπὸ σηµείων, ἀλλ' ἀπὸ νόµου καὶ προφητῶν ἐπιστοµίζοντα αὐτοὺς, καὶ πανταχοῦ τοῦτο ποιοῦντα· καίτοι γε ἐνῆν καὶ σηµεῖα ποιῆσαι, ἀλλὰ λοιπὸν οὐκ ἔτι πιστὸν τὸ πρᾶγµα ἦν· µέγα γὰρ τοῦτο σηµεῖον, τὸ ἀπὸ νόµου καὶ τῶν προφητῶν διαλέγεσθαι. Εἶτα ἵνα µὴ νοµίσῃς παράδοξον εἶναι, τὸ µεῖναι αὐτοὺς ἀπειθοῦντας, ἐπάγει καὶ προφητείαν τὴν λέγουσαν· Ἀκοῇ ἀκούσετε, καὶ οὐ µὴ συνῆτε· µᾶλλον, φησὶ, νῦν ἢ τότε· καὶ ὄψεσθε, καὶ οὐ µὴ ἴδητε· µᾶλλον νῦν ἢ τότε. Πρὸς ἐκείνους εἴρηται ταῦτα τοὺς ἀπιστήσαντας, ἃ καὶ οὐχ ὑβρίζοντος ἦν, ἀλλὰ τὸ σκάνδαλον ἀναιροῦντος. Γνωστὸν οὖν ἔστω ὑµῖν, φησὶν, ὅτι τοῖς ἔθνεσιν ἀπεστάλη τὸ σωτήριον τοῦ Θεοῦ· αὐτοὶ καὶ ἀκούσονται. Τί οὖν ἡµῖν διαλέγῃ; ταῦτα οὐκ ᾔδεις; Ναὶ, ἀλλ' ὥστε πεισθῆναι ἀπολογοῦµαι, καὶ µηδενὶ δοῦναι λαβήν. Ἔµεινε δὲ ὁ Παῦλος διετίαν ὅλην, φησὶ, διδάσκων µετὰ πάσης παῤῥησίας ἀκωλύτως. Καλῶς τοῦτο προσέθηκεν· ἔνι γὰρ µετὰ παῤῥησίας λέγειν, ἀλλὰ κεκωλυµένως. Τὴν οὖν παῤῥησίαν Παύλου οὐδὲν ἐνέκοψεν, ἀλλὰ καὶ ἀκωλύτως ἔλεγεν. Ἔµεινε δὲ ὁ Παῦλος διετίαν ὅλην, φησὶν, ἐν ἰδίῳ µισθώµατι· οὕτως ἦν ἀπέριττος, µᾶλλον δὲ οὕτω τὸν διδάσκαλον αὐτοῦ ἐµιµεῖτο ἐν πᾶσιν, ὅτι καὶ τὴν οἴκησιν εἶχεν, οὐκ ἐξ ἀλλοτρίων πόνων, ἀλλ' ἀφ' ὧναὐτὸς εἰργάζετο· τοῦτο γὰρ σηµαίνει τὸ, Ἐν ἰδίῳ µισθώµατι. Ὅτι δὲ καὶ ὁ∆ εσπότης οἰκίαν οὐκ ἐκέκτητο, ἄκουε αὐτοῦ λέγοντος πρὸς τὸν οὐκ ὀρθῶς εἰπόντα· Ἀκολουθήσω σοι, ὅπου ἂν ἀπέρχῃ· Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσι, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις· ὁ δὲ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει, ποῦ τὴν κεφαλὴν κλίνῃ. Οὕτως ἐξ ἑαυτοῦ τὸ µηδὲν κεκτῆσθαι ἐπαίδευσε, µηδὲ σφόδρα τοῖς βιωτικοῖς προσηλῶσθαι. Καὶ ἀπεδέχετο τοὺς εἰσπορευοµένους, φησὶ, πρὸς αὐτὸν, κηρύσσων τὴν βασιλείαν τοῦ Θεοῦ. Ὅρα οὐδὲν περὶ τῶν παρόντων, ἀλλὰ περὶ τῆς τοῦ Θεοῦ βασιλείας πάντα φθεγγόµενον. Ὁρᾷς οἰκονοµίαν Θεοῦ; Μέχρι τούτων τὸν λόγον ἵστησιν ὁ συγγραφεὺς, καὶ ἀφίησι διψῶντα τὸν ἀκροατὴν, ὥστε τὸ λοιπὸν ἀφ' ἑαυτοῦ συλλογίζεσθαι. Τοῦτο καὶ οἱ ἔξω ποιοῦσι· τὸ γὰρ πάντα εἰδέναι, νωθῆ ποιεῖ καὶ ἐκλελυµένον. Τοῦτο δὲ ποιεῖ, καὶ οἷα τὰ µετὰ ταῦτα, οὐ λέγει, περιττὸν ὅσον πρὸς τοὺς ἐντυγχάνοντας τοῖς συγγραφεῖσιν ἡγούµενος, καὶ ἀπὸ τούτων µανθάνονταςτὸ προστιθέναι τῷ λόγῳ· πάντως γὰρ οἷα τὰ πρότερα, τοιαῦτα ἔσχε καὶ τὰ µετὰ τοῦτο. Ἄκουε δὲ καὶ οἷα µετὰ ταῦτα γράφων πρὸς Ῥωµαίους, φησὶν, Ὡς ἂν πορεύωµαι εἰς τὴν Ἱσπανίαν, ἐλεύσοµαι πρὸς ὑµᾶς.
57.3
Ὁρᾷς πῶς πάντα προεώρα ἡ ἁγία καὶ θεία κεφαλὴ, ὁ τῶν οὐρανῶν ὑψηλότερος, ὁ ψυχὴν ἔχων πάντα ὁµοῦ περιλαβεῖν δυναµένην, ὁ τὰ πρῶτακατέχων, Παῦλος; οὗ τοῖς εἰδόσι καὶ τὸ ὄνοµα µόνον ἀρκεῖ πρὸς διέγερσιν ψυχῆς πρὸς νῆψιν, πρὸς τὸ πάντα ὕπνον ἀποτινάξασθαι. Ἐδέξατο αὐτὸν Ῥώµη δεδεµένον, ἀπὸ θαλάσσης ἀναβάντα, ἐκ ναυαγίου διασωθέντα, καὶ ἀπηλλάγη τοῦ ναυαγίου τῆς πλάνης. Καθάπερ γάρ τις βασιλεὺς ναυµαχήσας καὶ νικήσας, ἐπέβαινε τῆς βασιλικωτάτης ἐκείνης πόλεως. Περὶ τούτων ἔγραφεν· Ἐλεύσοµαι καὶ συναναπαύσοµαι ὑµῖν ἐν πληρώµατι εὐλογίας τοῦ Εὐαγγελίου· καὶ πάλιν, Πορεύοµαι διακονήσων εἰς Ἱερουσαλήµ. Τουτέστιν, ὅπερ ἔλεγεν, Ἐλεηµοσύνας ποιήσων εἰς τὸ ἔθνος µου, παρεγενόµην. Ἐγγύτερος ἦν λοιπὸν τοῦ στεφάνου· ἐδέξατο αὐτὸν ἡ Ῥώµη δεδεµένον, καὶ εἶδε στεφανωθέντα καὶ ἀνακηρυχθέντα. Ἐκεῖ Συναναπαύσοµαι ὑµῖν, ἔφη. Ἐνταῦθα πορεύοµαι, διακονήσων εἰς Ἱερουσαλήµ. Τὸ δὲ ἀρχὴ τοῦ δρόµου πάλιν ἦν, καὶ τρόπαια τροπαίοις συνῆπτεν, ἀκατάπληκτος ὤν. Κόρινθος αὐτὸν κατέσχε δύο ἔτη, καὶ Ἀσία τρία, καὶ αὕτη δύο τέως, ὥστε δεύτερον ἐπέβη, ὅτε καὶ ἐτελειώθη. Ἐν τῇ πρώτῃ µου ἀπολογίᾳ, φησὶν, οὐδείς µοι συµπαρεγένετο. Οὕτω διέφυγε τότε, καὶ πᾶσαν ἐµπλήσας τὴν οἰκουµένην τοῦ κηρύγµατος, κατέλυσεν οὕτω τὸν βίον. Τί ἐβούλου µαθεῖν τὰ µετὰ ταῦτα; Τοιαῦτά ἐστι κἀκεῖνα· δεσµὰ, βάσανοι, µάχαι, φυλακαὶ, ἐπιβουλαὶ, συκοφαντίαι, θάνατοι καθηµερινοί. Εἶδες αὐτοῦ µικρὸν µέρος; Τοιοῦτον νόει καὶ τὸ λοιπόν. Ὥσπερ ἐπὶ τοῦ οὐρανοῦ, ὅσον ἂν ἴδῃς αὐτοῦ, τοσοῦτόν ἐστι καὶ τὸ ἄλλο· οὐρανοῦ γὰρ ἂν µέρος θεάσῃ ἓν, ὅπου ἂν ἀπέλθῃς, τοιοῦτον ὄψει καὶ τὸ λοιπόν· ἢ καθάπερ ἡλίου τὰς ἀκτῖνας κἂν ἐκ µέρους ἴδῃς, στοχάζῃ ἐκ τούτων οἷος ὁ ἥλιος, οὕτω καὶ ἐπὶ Παύλου. Τὰς πράξεις εἶδες ἐκ µέρους αὐτοῦ, πᾶσαι τοιαῦται τυγχάνουσι, κινδύνων γέµουσαι. Οὐρανὸς ἦν ἐκεῖνος ἥλιον δικαιοσύνης ἔχων, οὐ τοιοῦτον, ὥστε καὶ οὐρανοῦ βελτίων ὁ ἀνήρ. Μικρὸν οἴει τοῦτο εἶναι; Οὐκ ἔγωγε οἶµαι. Ὅταν ἀπόστολον εἴπῃς, εὐθέως πάντες αὐτὸν ἐννοοῦσιν· ὅταν Βαπτιστὴν, εὐθέως τὸν Ἰωάννην. Τίνι ἄν τις παραβάλῃ τὰ ἐκείνου ῥήµατα; θαλάσσῃ, ἢ καὶ ὠκεανῷ; Ἀλλ' οὐδὲν ἴσον. Πολλῷ ταύτης δαψιλέστερα τὰ ῥεύµατα τὰ τούτου, καθαρώτερα καὶ βαθύτερα, ὥστε καὶ θάλασσαν καὶ οὐρανὸν οὐκ ἄν τις ἁµάρτοι τὴν Παύλουκαρδίαν εἰπὼν, τὸ µὲν διὰ τὸ καθαρὸν, τὸ δὲ διὰ τὸ βαθύ. Θάλασσά ἐστιν, οὐκ ἀπὸ πόλεως εἰς πόλιν ἄγουσα τοὺς ἐµπλέοντας, ἀλλ' ἀπὸ γῆς εἰς οὐρανόν· εἴ τις ταύτην πλέοι τὴν θάλασσαν, ἐξ οὐρίας πλεύσεται. Ἐν ταύτῃ τῇ θαλάσσῃ οὐκ ἄνεµοι, ἀλλ' ἀντὶ ἀνέµων Πνεῦµα θεῖον ἅγιον τὰς ἐµπλεούσας παραπέµπει ψυχάς· οὐκ ἔστιν ἐνταῦθα κύµατα, οὐκ ἔστι σκόπελος, οὐκ ἔστι θηρία· πάντα γαληνά. Θάλασσά ἐστι λιµένος γαληνοτέρα καὶ ἀσφαλεστέρα, οὐδὲν ἁλµυρὸν ἔχουσα, ἀλλὰ πηγὴν[ καθαρὰν καὶ] ἥδιστα ῥέουσαν νάµατα, ἡλίου λαµπροτέρανκαὶ διειδεστέραν· θάλασσά ἐστι, οὐ λίθους ἔχουσα τιµίους, οὐδὲ ἁλουργίδα τοιαύτην, ἀλλὰ κτήµατα πολλῷ τούτων βελτίω. Ὁ βουλόµενος εἰς τοῦτο καθεῖναι τὸ πέλαγος ἑαυτὸν, οὐ κολυµβητῶν δεῖται, οὐκ ἐλαίου, ἀλλὰ φιλοσοφίας πολλῆς· εὑρήσει ἐν αὐτῷ πάντα τὰ ἀγαθὰ τὰ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Ὁ τοιοῦτος καὶ δυνήσεται γενέσθαι βασιλεὺς, καὶ πάντα τὸν κόσµον λαβεῖν, καὶ ἐν τιµῇ εἶναι µεγίστῃ· ὁ ταύτην πλέων τὴν θάλασσαν οὐδέποτε ναυάγιον ὑποστήσεται, ἀλλὰ πάντα εἴσεται καλῶς. Ἀλλ' ὥσπερ οἱ ταύτης ἄπειροι τῆς θαλάσσης ἀποπνίγονται, οὕτω δὴ καὶ ἐνταῦθα· ὅπερ δὴ πάσχουσι καὶ αἱρετικοὶ τοῖς ὑπὲρ δύναµιν ἐγχειροῦντες.∆ εῖ δὴ τὸ βάθος τοίνυν εἰδέναι, ἢ µὴ κατατολµᾷν. Ἂν µέλλωµεν πλεῖν τὸ πέλαγος τοῦτο, εὔζωνοι γενώµεθα. Οὐκ ἠδυνήθην ὑµῖν, φησὶ, λαλῆσαι ὡς πνευµατικοῖς, ἀλλ' ὡς σαρκικοῖς. Μηδεὶς ἀκαρτέρητος τοῦτο πλείτω τὸ πέλαγος. Κατασκευάσωµεν ἑαυτοῖς πλοῖα, τουτέστιν σπουδὴν, προθυµίαν, εὐχὰς, ὥστε διανύσαι τὸ πέλαγος ἐν ἡσυχίᾳ· καὶ γὰρ τὸ ὕδωρ τοῦτο ζῶν ἐστι. Καθάπερ εἴ τις πυρὸς λάβοι στόµα, οὕτως ὁ Παῦλον εἰδὼς στοµοῦται· καθάπερ εἴ τις µάχαιραν ὀξεῖαν ἔχοι, οὕτως ὁ τοιοῦτος πάλιν ἀκάθεκτος γίνεται. Καὶ πρὸ

Intertext edge

Open linked passage

Note