In Acta apostolorum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
5.0
Ἄνδρες Ἰουδαῖοι, καὶ οἱ κατοικοῦντες Ἱερουσα λὴµ ἅπαντες, τοῦτο ὑµῖν γνωστὸν ἔστω, καὶ ἐνωτίσασθε τὰῥήµατά µου.
5.1
Οὓς ξένους εἶπεν ἀνωτέρω, ἐνταῦθα πρὸς ἐκείνους ἀποτείνει τὸν λόγον· καὶ δοκεῖ µὲν ἐκείνοις διαλέγεσθαι, ὀρθοῖ δὲ τοὺς διαχλευάζοντας. Καὶ γὰρ ᾠκονοµήθη τινὰς διαχλευάσαι, ἵνα ἀρχὴν τῆς ἀπολογίας λάβῃ, καὶ ἀπολογούµενος διδάξῃ. Μέγα ἄρα ἐγκώµιον ἡγοῦντο, καὶ τὸ ἐν Ἱεροσολύµοις οἰκεῖν. Τοῦτο ὑµῖν, φησὶ, γνωστὸν ἔστω, καὶ ἐνωτίσασθε τὰ ῥήµατά µου. Προσεκτικωτέρους τέως αὐτοὺς ποιεῖ. Εἶτα καὶ ἀπολογεῖται. Οὐ γὰρ, ὡς ὑµεῖς ὑπολαµβάνετε, οὗτοι µεθύουσιν. Ὁρᾷς τὴν ἀπολογίαν, πῶς προσηνής; Καίτοι τὸ πλέον ἔχων τοῦ δήµου µεθ' ἑαυτοῦ, ἐπιεικέστερον ὅµως αὐτοῖς διαλέγεται· καὶ πρότερον ἀναιρεῖ τὴν ὑποψίαν τὴν πονηρὰν, καὶ τότε ἐκείνην ἵστησι.∆ ιὸ καὶ οὐκ εἶπεν, Οὐ γὰρ ὡς ὑµεῖς χλευάζετε, οὔτε, Ὡς ὑµεῖς γελᾶτε, ἀλλ', Ὡς ὑπολαµβάνετε, βουλόµενος οὐκ ἐπίτηδες τοῦτο λέγοντας δεῖξαι, ἀλλὰτέως αὐτοῖς περιθεῖναι ἀγνοίας µᾶλλον ἢ κακουργίας ἔγκληµα. Οὐ γὰρ, ὡς ὑµεῖς ὑπολαµβάνετε, οὗτοι µεθύουσιν· ἔστι γὰρ ὥρα τρίτη τῆς ἡµέρας. Καὶ τί φησι τοῦτο; οὐκ ἔνι καὶ ἐν τῇ τρίτῃ ὥρᾳ µεθύειν; Ἔνι, ἀλλ' οὐκ ἔστη πρὸς τοῦτο ἐπὶ πολύ· οὐδὲ γὰρ οὕτως εἶχον, ὡς διαχλευάζοντες αὐτοὶ ἔλεγον. Οὐκοῦν ἐντεῦθεν µανθάνοµεν, ὅτι πρὸς τὰ µὴ ἀναγκαῖα οὐ δεῖ πολὺν ἀναλίσκειν λόγον. Ἄλλως δὲ καὶ τὰ ἐπαγόµενα τούτου ἐστὶ συστατικά· καὶ λοιπὸν κοινῇ πρὸς πάντας ὁ λόγος γίνεται. Ἀλλὰ τοῦτό ἐστι τὸ εἰρηµένον διὰ τοῦ προφήτου Ἰωήλ· Καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡµέραις, λέγει Κύριος ὁ Θεός. Οὐδαµοῦ τέως ὄνοµα τοῦ Χριστοῦ, οὐδὲ ἡ ἐπαγγελία, αὐτοῦ ἐπαγγελία, ἀλλὰ τοῦ Πατρός. Ὅρα σύνεσιν. Οὐ παρῆλθε καὶ εἶπεν εὐθέως τὰ κατὰ τὸν Χριστὸν, ὅτι ἐκεῖνος ἐπηγγείλατο ταῦτα µετὰ τὸ σταυρωθῆναι· ἦ γὰρ ἂν πάντα ἀνέτρεψεν οὕτως εἰπών. Καὶ µὴν ἱκανὰ ἦν δεῖξαι αὐτοῦ, φησὶ, τὴν θεότητα. Ἀλλὰ πιστευόµενα( τὸ δὲ ζητούµενον τέως πιστευθῆναι ἦν), µὴ πιστευόµενα δὲ, καὶ καταλευσθῆναι αὐτοὺς ἂν ἐποίησεν. Ἐκχεῶ ἀπὸ τοῦ Πνεύµατός µου ἐπὶ πᾶσαν σάρκα.∆ ίδωσι καὶ αὐτοῖς ἐλπίδας χρηστὰς, εἴ γε θέλοιεν. Καὶ οὐκ ἀφίησιν αὐτῶν εἶναι τὸ πλεονέκτηµα, ὅπερ καὶ βασκανίαν ἐποίει, καὶ ταύτῃ τὸν φθόνον ὑποτεµνόµενος. Καὶ προφητεύσουσι, φησὶν, οἱ υἱοὶ ὑµῶν. Οὔτε ὑµῶν, φησὶ, κατόρθωµα τοῦτο, οὔτε µὴν ἐγκώµιον· εἰς τὰ παιδία τὰ ὑµέτερα διέβη ἡ χάρις· αὐτῶν υἱοὺς ἑαυτοὺς καλῶν, καὶ πατέρας ἐκείνους. Καὶ οἱ νεανίσκοι ὑµῶν ὁράσεις ὄψονται, καὶ οἱ πρεσβύτεροι ὑµῶν ἐνύπνια ἐνυπνιασθήσονται· καί γε ἐπὶ τοὺς δούλους µου καὶ ἐπὶ τὰς δούλας µου ἐν ταῖς ἡµέραις ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ Πνεύµατός µου, καὶ προφητεύσουσι. Τέως δείκνυσιν αὐτοὺς εὐδοκιµηκότας, Πνεύµατος ἅτε καταξιωθέντας· ἐκείνους δὲ οὐχὶ, ἅτε σταυρώσαντας. Οὕτω καὶ ὁ Χριστὸς βουλόµενος αὐτῶν µαλάξαι τὸν θυµὸν ἔλεγεν· Οἱ δὲ υἱοὶ ὑµῶν ἐν τίνι ἐκβάλλουσι τὰ δαιµόνια; Οὐκ εἶπεν, Οἱ µαθηταί µου· καὶ γὰρ ἐδόκει κολακεία εἶναι. Οὕτω καὶ αὐτὸς οὐκ εἶπεν, ὅτι οὐ µεθύουσιν, ἀλλὰ, Πνεύµατι φθέγγονται· καὶ οὐχ ἁπλῶς, ἀλλ' ἐπὶ τὸν προφήτην κατέφυγε, καὶ αὐτὸν ὑποδὺς ἰσχυρίζεται. Οὕτω τῆς µὲν κατηγορίας αὐτοὺς ἀπήλλαξε δι' ἑαυτοῦ, τῆς δὲ χάριτος ἐκεῖνον παράγει µάρτυρα. Ἐκχεῶ ἀπὸ τοῦ Πνεύµατός µου ἐπὶ πᾶσαν σάρκα. Οὕτως εἶπεν, ὅτι τοῖς µὲν δι' ὀνείρων, τοῖς δὲ καὶ ἐµφανῶς ἡ χάρις ἐξεχεῖτο. Καὶ γὰρ καὶ δι' ὀνείρων εἶδον οἱ προφῆται, καὶ ἀποκαλύψεις ἐδέξαντο. Εἶτα ἐπεξέρχεται τῇ προφητείᾳ ἐχούσῃ τι καὶ φοβερόν. Καὶ δώσω, φησὶ, τέρατα ἐν τῷ οὐρανῷ ἄνω, καὶ σηµεῖα ἐπὶ τῆς γῆς κάτω. Ταῦτα καὶ περὶ τῆς µελλούσης κρίσεως καὶ περὶ τῶν Ἱεροσολύµων τῆς ἁλώσεως λέγων αἰνίττεται. Αἷµα καὶ πῦρ, καὶ ἀτµίδα καπνοῦ. Ὅρα, πῶς τὴν ἅλωσιν ὑπέγραψεν. Ὁ ἥλιος µεταστραφήσεται εἰς σκότος, καὶ ἡ σελήνη εἰς αἷµα. Ἀπὸ τῆς διαθέσεως τῶν πασχόντων τοῦτο εἴρηκε. Λέγεται δ' οὖν ὅµως καὶ πολλὰ τοιαῦτα γεγενῆσθαι ἐν οὐρανῷ, καθὼς Ἰώσηπος µαρτυρεῖ. Ἅµα δὲ αὐτοὺς καὶ ἔπληξε, τοῦ σκότους ἀναµνήσας τοῦ γεγενηµένου, καὶ ποιῶν προσδοκᾷν τὰ µέλλοντα. Πρὶν ἢ ἐλθεῖν τὴν ἡµέραν Κυρίου τὴν µεγάλην καὶ ἐπιφανῆ. Μὴ γὰρ ἐπειδὴ ἀτιµωρητὶ νῦν ἁµαρτάνετε, φησὶ, θαρσήσητε. Ταῦτα δὴ προοίµιά ἐστι µεγάλης τινὸς ἡµέρας καὶ χαλεπῆς. Ὁρᾷς, πῶς αὐτῶν κατέσεισε τὴν ψυχὴν καὶ διεσάλευσε, καὶ τὸν γέλωτα µετέστρεψεν εἰς ἀπολογίαν; Εἰ γὰρ ταῦτα προοίµια τῆς ἡµέρας ἐκείνης, ἀνάγκη περὶ τῶν ἐσχάτων τὸν κίνδυνον ἐπηρτῆσθαι. Τί δαί; ἆρα λέγων τὰ φοβερὰ ἐπιµένει; Οὐδαµῶς. Ἀλλὰ τί; Πάλιν δίδωσιν αὐτοῖς ἀναπνεῦσαι, καί φησι· Καὶ ἔσται, πᾶς ὃς ἂν ἐπικαλέσηται τὸ ὄνοµα Κυρίου, σωθήσεται. Τοῦτο εἴρηται µὲν περὶ τοῦ Χριστοῦ, καθὼς Παῦλος λέγει· οὗτος δὲ οὐ τολµᾷ σαφῶς αὐτὸ ἀποκαλύψαι. Ἴδωµεν τοίνυν ἄνωθεν τὰ εἰρηµένα. Καλῶς ὡς πρὸς γελῶντας καὶ χλευάζοντας καθίσταται λέγων· Γνωστὸν ἔστω πᾶσιν ὑµῖν, καὶ ἐνωτίσασθε τὰ ῥήµατά µου. Ἀρχόµενος δὲ ἔλεγεν· Ἄνδρες Ἰουδαῖοι. Ἰουδαίους ἐµοὶ δοκεῖ λέγειν τοὺς τὴν Ἰουδαίαν κατοικοῦντας. Καὶ, εἰ βούλει, παραθώµεθα τὰ ῥήµατα ἐκεῖνα τὰ ἐν τῷ Εὐαγγελίῳ, ἵνα µάθῃς τίς ἐξαίφνης γέγονεν ὁ Πέτρος. Ἐξῆλθε, φησὶ, κόρη λέγουσα, Καὶ σὺ ἦσθα µετὰ Ἰησοῦ τοῦ Ναζωραίου. Ὁ δὲ, Οὐκ οἶδα τὸν ἄνθρωπον, ἀπεκρίνατο. Καὶ πάλιν ἐπερωτηθεὶς ἤρξατο καταναθεµατίζειν καὶ ὀµνύναι.
5.2
Ἀλλ' ὅρα ἐνταῦθα αὐτοῦ τὴν παῤῥησίαν καὶ τὴν πολλὴν ἐλευθεροστοµίαν. Οὐκ ἐπῄνεσε τοὺς εἰπόντας, ὅτι Ἀκούοµεν λαλούντων αὐτῶν ταῖς ἡµετέραις γλώσσαις τὰ µεγαλεῖα τοῦ Θεοῦ· ἀλλὰ καὶ βαρεῖ, τῇ πρὸς ἐκείνους βαρύτητι καὶ τούτους σπουδαιοτέρους ποιῆσαι βουλόµενος, καὶ κολακείας τὸν λόγον ἀπηλλαγµένον ἀποδεῖξαι. Πανταχοῦ γὰρ τοῦτο παρατηρεῖν καλὸν, καὶ πῶς ἐν τάξει συγκαταβάσεως πάσης κολακείας ὁ λόγος ἀπήλλακται καὶ πάσης ὕβρεως, ὅπερ δύσκολον. Τὸ δὲ καὶ ἐν τρίτῃ ὥρᾳ ταῦτα γενέσθαι, οὐχ ἁπλῶς ᾠκονόµηται. Ὅτε γὰρ τὸ λαµπρὸν τοῦ φωτὸς δείκνυται, τότε οὐ περὶ ἔργα ἔχουσιν οἱ ἄνθρωποι τὰ περὶ ἄριστον, τότε φαιδρὰ ἡ ἡµέρα, τότε πάντες εἰσὶν ἐπ' ἀγορᾶς. Ὁρᾷς καὶ ἐλευθερίας τὸν λόγον γέµοντα; Καὶ ἐνωτίσασθε τὰ ῥήµατά µου. Τοῦτο εἰπὼν, οὐδὲν προσέθηκεν, ἀλλ' ἐπήγαγε· Τοῦτό ἐστι τὸ εἰρηµένον διὰ τοῦ προφήτου Ἰωήλ· Καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡµέραις.∆ είκνυσι γὰρ λοιπὸν τὴν συντέλειαν οὖσαν ἐγγύς. Οὕτω τὸ, Ἐν ταῖς ἐσχάταις ἡµέραις, ἔχει τινὰ ἔµφασιν. Εἶτα ἵνα µὴ δόξῃ εἰς τοὺς υἱοὺς περιιστᾷν µόνον τὸ πρᾶγµα, ἐπάγει· Καὶ οἱ πρεσβύτεροι ὑµῶν ἐνύπνια ἐνυπνιασθήσονται. Ὅρα τὴν ἀκολουθίαν. Πρότερον υἱοί· καθὼς καὶ ὁ∆ αυΐδ φησιν· Ἀντὶ τῶν πατέρων σου ἐγεννήθησαν οἱ υἱοί σου· καὶ ὁ Μαλαχίας πάλιν, Ἐπιστρέψας καρδίας πατέρων ἐπὶ τέκνα. Καὶ ἐπὶ τοὺς δούλους µου, καὶ ἐπὶ τὰς δούλας µου. Καὶ τοῦτο ἀρετῆς τεκµήριον· δοῦλοι γὰρ αὐτοῦ γεγόναµεν, ἐλευθερωθέντες ἀπὸ τῆς ἁµαρτίας. Πολλὴ δὲ καὶ ἡ δωρεὰ, ὅταν καὶ ἐπὶ τὸ ἕτερον γένος µεταβαίνῃ τὸ χάρισµα, καὶ οὐχὶ πρὸς µίαν καὶ δευτέραν περιέστη ὥσπερ τὸ παλαιὸν, οἷον∆ εββώρανκαὶ Ὀλδάν. Καὶ οὐκ εἶπεν, ὅτι Πνεῦµά ἐστιν ἅγιον, οὐδὲ ἡρµήνευσε τὰ τοῦ προφήτου· ἀλλὰ τὴν προφητείαν µόνην εἰσήγαγε καθ' ἑαυτὴν ἀγωνιζοµένην. Καὶ οὐδὲν περὶ Ἰούδα τέως φθέγγεται, ἐπειδὴ τοῖς πᾶσιν ἦν δῆλον, οἵαν ἔδωκε δίκην, ἀλλὰ σιγᾷ, εἰδὼς οὐδὲν ὂν ἰσχυρότερον τοῦ ἀπὸ προφητείαςαὐτοῖς διαλέγεσθαι· τοῦτο καὶ τῶν πραγµάτων αὐτῶν ἰσχυρότερον. Σηµεῖα γὰρ ποιοῦντος τοῦ Χριστοῦ, πολλάκις ἀντέλεγον· ὅτε δὲ τὸν προφήτην παρήγαγεν αὐτοῖς ὁ Χριστὸς λέγοντα, Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ µου, Κάθου ἐκ δεξιῶν µου, ἐσίγησαν οὕτως, ὡς µηδένα λοιπὸνἰσχῦσαι ἀποκριθῆναι αὐτῷ λόγον. Καὶ πολλαχοῦ τῶν Γραφῶν καὶ αὐτὸς µέµνηται λέγων· Εἰ ἐκείνους θεοὺς εἶπε, πρὸς οὓς ὁ λόγος τοῦ Θεοῦ ἐγένετο. Μᾶλλον δὲ πανταχοῦ τοῦτο εὕροι τις ἄν.∆ ιὰ τοῦτο καὶ ἐνταῦθά φησιν· Ἐκχεῶ ἀπὸ τοῦ Πνεύµατός µου ἐπὶ πᾶσαν σάρκα· τουτέστι, τὰ ἔθνη. Ἀλλ' οὐδέπω ἀποκαλύπτει, οὐδὲ ἑρµηνεύει· οὐδὲ γὰρ συνέφερεν, ἐπεὶ καὶ τοῦτο ἀσαφές.∆ ώσω τέρατα ἐν τῷ οὐρανῷ ἄνω. Μᾶλλον γὰρ αὐτοὺς ἐφόβει ἀσαφὲς ὄν. Εἰ δὲ ἡρµήνευσε, µᾶλλον ἂν αὐτοῖς καὶ προσέστη. Εἶτα καὶ ὡς δῆλον παρίησι, τοιαύτην βουλόµενος δοῦναι δόξαν. Ἀµέλει γοῦν µετὰ ταῦτα αὐτοῖς ἑρµηνεύει, ὅτε περὶ τῆς ἀναστάσεως αὐτοῖς διαλέγεται· ὅτε προωδοποίησε τῷ λόγῳ.∆ ιὰ τοῦτο ἑκὼν παρίησιν, ἐπειδὴ οὐκ ἤρκει τὰ ἀγαθὰ ἐπισπάσασθαι· καίτοι τοῦτο οὐδέποτε γέγονεν. Οὐδεὶς γὰρ τότε διέφυγε· νῦν δὲ οἱ πιστοὶ διέφυγον ἐπὶ Οὐεσπασιανοῦ. Καὶ τοῦτό ἐστιν, ὃ λέγει· Εἰ µὴ ἐκολοβώθησαν αἱ ἡµέραι ἐκεῖναι, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ. Τὸ χαλεπώτερον πρότερον γέγονε· πρῶτον γὰρ συνέβη τοὺς κατοικοῦντας ἁλῶναι, καὶ τότε τὴν πόλιν κατασκαφῆναι καὶ ἐµπρησθῆναι. Εἶτα ἐπιµένει τῇ µεταφορᾷ, ἐγγὺς τῆς ὄψεως τῶν ἀκροατῶν ἄγων τὴν κατασκαφὴν καὶ τὴν ἅλωσιν. Ὁ ἥλιος µεταστραφήσεται εἰς σκότος, καὶ ἡ σελήνη εἰς αἷµα. Τί ἐστιν, εἰς αἷµα σελήνην µεταστραφῆναι;∆ οκεῖ µοι διὰ τούτου τὴν ὑπερβολὴν λέγειν τῆς σφαγῆς, καὶ πολλῆς ἀπορίας ἐπίτηδες τὸν λόγον ἐµπιπλᾷν. Καὶ ἔσται, πᾶς ὃς ἂν ἐπικαλέσηται τὸ ὄνοµα Κυρίου, σωθήσεται. Πᾶς, φησὶ, κἂν ἱερεὺς ᾖ( ἀλλ' οὐδέπω ἀποκαλύπτει), κἂν δοῦλος ᾖ, φησὶ, κἂν ἐλεύθερος. Οὐκ ἄρσεν γὰρ, οὐ θῆλυ ἐν Χριστῷ Ἰησοῦ, οὐ δοῦλος, οὐκ ἐλεύθερος. Εἰκότως· ταῦτα γὰρ ἐνταῦθα, ἔνθα πάντα σκιά. Εἰ γὰρ ἐν βασιλείοις οὐδεὶς εὐγενὴς οὐδὲ δυσγενὴς, ἀλλὰ ἀπὸ τῶν ἔργων ἕκαστος φαίνεται, καὶ ἐν τέχνῃ ἀπὸ τοῦ ἔργου ἕκαστος δείκνυται· πολλῷ µᾶλλον ἐν ἐκείνῃ τῇ καταστάσει. Πᾶς ὃς ἂν ἐπικαλέσηται. Ἐπικαλέσηται, οὐχ ἁπλῶς( Οὐ γὰρ πᾶς, φησὶν, ὁ λέγων µοι, Κύριε, Κύριε), ἀλλὰ µετὰ διαθέσεως, µετὰ βίου ἀρίστου, µετὰ παῤῥησίας τῆς προσηκούσης. Τέως ἀνεπαχθῆ ποιεῖ τὸν λόγον, τὸ τῆς πίστεως εἰσάγων, καὶ οὐ φοβερὸν κρύπτων τὸ τῆς κολάσεως. Πῶς;∆ εικνὺς, ὅτι ἐν ἐπικλήσει ἡ σωτηρία.
5.3
Τί λέγεις; εἰπέ µοι· σωτηρίας µέµνησαι µετὰ σταυρόν; Ἀνάσχου τέως· πολλὴ γὰρ ἡ φιλανθρωπία τοῦ Θεοῦ. Καὶ τοῦτο οὐχ ἧττον τῆς ἀναστάσεως αὐτὸν δείκνυσι Θεὸν, καὶ τῶν σηµείων, τὸ τούτους προσκαλεῖσθαι. Τὸ γὰρ σφόδρα ἀγαθὸν, τοῦτο Θεοῦ µάλιστα ἴδιον.∆ ιὰ τοῦτο καὶ λέγει· Οὐδεὶς ἀγαθὸς, εἰ µὴ εἷς ὁ Θεός. Ἀλλὰ µὴ τὴν ἀγαθότητα εἰς ἀφορµὴν ῥᾳθυµίας λάβωµεν· καὶ γὰρ καὶ κολάζει καθάπερ Θεός. Αὐτὰ γοῦν ταῦτα αὐτὸς εἰργάσατο ὁ εἰπὼν, Ὃς ἂν ἐπικαλέσηται τὸ ὄνοµα Κυρίου, σωθήσεται. Τὰ κατὰ τὴν Ἱερουσαλὴµ λέγω, τὴν ἀφόρητον ἐκείνην κόλασιν· ἧς βούλοµαι ὀλίγα πρὸς ὑµᾶς εἰπεῖν, χρησιµεύοντα ἡµῖν καὶ πρὸς Μαρκιωνιστὰς καὶ πρὸς ἄλλους πολλοὺς τῶν αἱρετικῶν. Ἐπειδὴ γὰρ λέγουσιν ἀγαθὸν Θεὸν τὸν Χριστὸν, ἐκεῖνον δὲ πονηρὸν, ἴδωµεν τίς ταῦτα ἐποίησε. Τίς τοίνυν ταῦτα εἰργάσατο; ὁ πονηρὸς, τούτῳ ἀµύνων; Οὐδαµῶς. Πῶς οὖν αὐτοῦ ἀλλότριος; Ἀλλ' ὁ ἀγαθός; Ἀλλὰ δείκνυται καὶ ὁ Πατὴρ καὶ ὁ Υἱὸς πεποιηκώς· ὁ µὲν Πατὴρ πολλαχοῦ, ὡς ὅταν λέγῃ, ἐν τῷ ἀµπελῶνι πέµπειν τὰ στρατεύµατα αὐτοῦ· ὁ δὲ Υἱὸς, ὅταν λέγῃ, Τοὺς δὲ ἐχθρούς µου ἀγάγετε καὶ κατασφάξατε ἐνώπιόν µου, τοὺς µὴ θελήσαντάς µε αὐτῶν βασιλεῦσαι. Ἄλλως δὲ καὶ αὐτὸς λέγει τὰς θλίψεις τὰς ἐσοµένας, ὧν οὐδὲν ὠµότερον γέγονε τῶν πώποτε πεπραγµένων, καὶ αὐτὸς αὐτὰς ἀπεφήνατο. Θέλεις οὖν ἀκοῦσαι τὰ γεγενηµένα; Ὀβελίσκοις αὐτοὺς διέπειραν. Τί τούτων ἰδεῖν βαρύτερον; Ἀλλὰ τὸ τῆς γυναικὸς βούλει πάθος διηγήσοµαι καὶ τὴν τραγῳδίαν ἐκείνην, ἥτις πᾶσαν ἀπέκρυψε συµφοράν; ἀλλὰ τοὺς λιµοὺς καὶ τοὺς λοιµούς; Καὶ παρίηµι τὰ τούτων χαλεπώτερα. Ἠγνοήθη παρ' ἐκείνοις ἡ φύσις, ἠγνοήθη ὁ νόµος· τὰ θηρία ὑπερηκόντισαν. Πάντα δὲ ταῦτα ὑπὸ τῆς ἀνάγκης τῶν πολέµων γέγονε, τοῦ Θεοῦ βουλοµένου καὶ τοῦ Χριστοῦ. Ταῦτα καὶ πρὸς Μαρκιωνιστὰς ἁρµόσει, καὶ πρὸς τοὺς ἀπιστοῦντας τῇ γεέννῃ· ἱκανὰ γὰρ αὐτῶν ἐπιστοµίσαι τὴν ἀναισχυντίαν. Τῶν ἐν Βαβυλῶνι κακῶν οὐχὶ ταῦτα χαλεπώτερα; τῶν λιµῶν ἐκείνων οὐχὶ ταῦτα πολλῷ βαρύτερα; Περὶ τούτων καὶ αὐτὸς ἀπεφήνατο ὁ Χριστὸς, λέγων· Ἔσται θλίψις οἵα οὐ γέγονεν, οὐδὲ µὴ γένηται. Πῶς οὖν λέγουσί τινες, ὅτι· εἴασεν αὐτοῖς ὁ Χριστὸς τὴν ἁµαρτίαν; Τάχα δοκεῖ κοινὸν εἶναι τὸ ζήτηµα· ἀλλ' ὑµεῖς αὐτὸ ἱκανοὶ λῦσαι. Οὐδεὶς οὐδαµοῦ πλάσµα τοιοῦτον ἔχει δεῖξαι, οἷον ἐπὶ τῆς ἀληθείας γέγονε. Καὶ εἰ µὲν Χριστιανὸς ὁ ταῦτα γράφων ἦν, κἂν ὕποπτος ὁ λόγος ἦν· εἰ δὲ Ἰουδαῖος, καὶ Ἰουδαῖος ζηλωτὴς, µετὰ τὸ Εὐαγγέλιον ἐλθὼν, πῶς οὐ πᾶσι κατάδηλα τὰ γενόµενα; Ὄψει γὰρ αὐτὸν πανταχοῦ καὶ ἐπαίροντα τὰ Ἰουδαϊκά. Οὐκοῦν ἔστι καὶ γέεννα, καὶ ἀγαθός ἐστιν ὁ Θεός. Ἆρα ἐφρίξατε ταῦτα ἀκούσαντες; Ἀλλὰ ταῦτα ἐνταῦθα γινόµενα οὐδέν ἐστι πρὸς τὰ ἐκεῖ. Πάλιν ἀναγκάζοµαι ἀηδὴς φαίνεσθαι καὶ φορτικὸς καὶ βαρύς· ἀλλὰ τί πάθω; Εἰς τοῦτο κεῖµαι. Καθάπερ παιδαγωγὸς χαλεπὸς εἰς τοῦτο κεῖται, εἰς τὸ µισεῖσθαι παρὰ τῶν παιδαγωγουµένων· οὕτω δὴ καὶ ἡµεῖς. Πῶς γὰρ οὐκ ἄτοπον, τοὺς µὲν παρὰ βασιλέων τάξιν τινὰ ταχθέντας, κἂν ἀηδὲς ᾖ τὸ προσταττόµενον ποιεῖν· ἡµᾶς δὲ διὰ τὴν παρ' ὑµῶν µέµψιν ἐλλείπειν τὴν τάξιν, ἣν ἐτάχθηµεν; Ἄλλος ἔργον ἔχει ἕτερον· ὑµῶν δὲ πολλοὶ ἔργον ἔχουσι, τὸ ἐλεεῖν, τὸ φιλανθρωπεύεσθαι, ἡδεῖς εἶναι καὶ προσηνεῖς τοῖς εὐεργετουµένοις. Ἡµεῖς δὲ τοῖς ὠφελουµένοις βαρεῖς φαινόµεθα καὶ χαλεποὶ, καὶ φορτικοὶ καὶ ἀηδεῖς· οὐ γὰρ δι' ὧν τέρποµεν ὠφελοῦµεν, ἀλλὰ δι' ὧν δάκνοµεν. Τοιοῦτός ἐστι καὶ ὁ ἰατρός. Ἀλλ' ἐκεῖνος µὲν οὐ σφόδρα ἀη δής· εὐθέως γὰρ τῆς αὐτοῦ τέχνης τὴν ὠφέλειαν παρέχεται· ἡµεῖς δὲ ἐν τῷ µέλλοντι. Τοιοῦτός ἐστι καὶ ὁ δικαστὴς, λυπηρὸς τοῖς νοσοῦσι καὶ στασιάζουσι. τοιοῦτος ὁ νοµοθέτης, λυπηρὸς τοῖς νοµοθετουµένοις. Ἀλλ' οὐχ ὁ καλῶν ἐπὶ τρυφὴν, οὐδὲ ὁ δηµοτελεῖς ποιῶν ἑορτὰς καὶ πανηγύρεις, οὐδὲ ὁ στεφανῶν τὸν δῆµον· ἀλλὰ προσηνεῖς οὗτοι, εὐωχοῦντες τὰς πόλεις θεάµασι παντοδαποῖς, εἰσφέροντες, ἀναλίσκοντες.∆ ιὰ τοῦτο καὶ εὐφηµίαις αὐτοὺς ἀµείβονται οἱ παθόντες εὖ, καὶ παραπετάσµασι, καὶ λαµπάδων πλήθει, καὶ στέµµασι, καὶ κλάδοις, καὶ ἐσθῆτι λαµπρᾷ. Ἂν δὲ τὸν ἰατρὸν ἴδωσιν οἱ κάµνοντες, στυγνοὶ καὶ κατηφεῖς γίνονται· ἂν τὸν δικαστὴν ὁµοίως οἱ στασιάζοντες, συνεσταλµένοι γίνονται, οὐχὶ διαχέονται, οὐδὲ ὀρχοῦνται, πλὴν ὅταν κἀκεῖνος εἰς ἐκείνην µεταστῇ τὴν τάξιν. Ἴδωµεν οὖν τίνες µάλιστα τὰς πόλεις ὠφελοῦσιν, οἱ τὰς ἑορτὰς ταύτας ἄγοντες, καὶ τὰς θαλίας, καὶ τὰς τραπέζας τὰς πολυτελεῖς, καὶ τὰς τέρψειςτὰς ποικίλας· ἢ οἱ πάντα ἐκεῖνα συστείλαντες, καὶ τὸ ξύλον ἐπιφερόµενοι, καὶ µάστιγας, καὶ δηµίους, καὶ στρατιώτας φοβεροὺς, καὶ φωνὴν προϊέµενοι πολλοῦτρόµου γέµουσαν, καὶ ἐπισκήπτοντες, καὶ κατηφεῖν ποιοῦντες, καὶ ῥάβδῳ ἀποσοβοῦντες τοὺς ἐπὶ τῆς ἀγορᾶς. Ἴδωµεν τοίνυν ποῦ τὸ κέρδος λήγει. Οὗτοι µὲν γάρ εἰσιν ἀηδεῖς, ἐκεῖνοι δὲ ποθεινοί. Τί οὖν ἀπ' ἐκείνων γίνεται τῶν τερπόντων; Ἡδονή τις ψυχρὰ, µέχρι τῆς ἑσπέρας µένουσα καὶ τῇ ἐπιούσῃ διαῤῥέουσα, γέλως ἄτακτος, ῥήµατα ἀπρεπῆ καὶ διακεχυµένα. Τί δαὶ ἀπὸ τούτων; Φόβος, σωφροσύνη, λογισµὸς συνεσταλµένος, ψυχῆς ἐπιείκεια, ῥᾳθυµίας ἀναίρεσις, χαλινὸς τῶν ἔνδον ὄντων παθῶν, τεῖχος τῶν ἔξωθεν ἐπιόντων.∆ ιὰ τούτους τὰς οὐσίας ἔχοµεν ἕκαστος, δι' ἐκείνας δὲ τὰς ἑορτὰς καὶ ἐπιβλαβῶς κενοῦµεν αὐτὰς, οὐ λῃστῶν ἐπεισελθόντων, ἀλλὰ τῆς µεθ' ἡδονῆς λῃστευούσης κενοδοξίας. Ὁρᾷ τὸν λῃστὴν ἕκαστος ἐκφοροῦντα πάντα, καὶ ἥδεται. Καινὸς τῆς λῃστείας ὁ τρόπος· ἔπεισε τοὺς ἀποδυοµένους εὐφραίνεσθαι.
5.4
Ἀλλ' οὐκ ἐκεῖ τοιοῦτον οὐδέν· ἀλλὰ πᾶσιν ἀπετείχισεν ὁ Θεὸς καθάπερ κοινὸς Πατὴρ, καὶ τοῖς ὁρωµένοις, καὶ τοῖς µὴ ὁρωµένοις. Βλέπετε γὰρ, φησὶ, τὴν ἐλεηµοσύνην ὑµῶν µὴ ποιεῖν ἔµπροσθεν τῶν ἀνθρώπων. Μανθάνει ψυχὴ ἐντεῦθεν ἀδικίαν φεύγειν. Ἀδικία γὰρ, οὐ τὸ χρήµατα πλεονεκτεῖν µόνον, ἀλλὰ καὶ τὸ πλέον τῆς ὡρισµένης τροφῆς διδόναι τῇ γαστρὶ, καὶ τὴν εὐφροσύνην τῶν οἰκείων ἐξάγεινµέτρων, καὶ ποιεῖν ἐκβακχεύεσθαι. Ἐκεῖθεν σωφροσύνην µανθάνει, ἐντεῦθεν ἀκολασίαν. Οὐ γὰρ τὸ µιγῆναι γυναικὶ µόνον ἀκολασία, ἀλλὰ καὶ τὸ ἀκολάστοις ἰδεῖν ὀφθαλµοῖς. Ἐκεῖθεν ἐπιείκειαν µανθάνει, ἐντεῦθεν τῦφον. Πάντα γάρ µοι, φησὶν, ἔξεστιν, ἀλλ' οὐ πάντα συµφέρει. Ἐκεῖθεν κοσµιότητα, ἐντεῦθεν ἀσχηµοσύνην. Τὰ γὰρ ἐν τοῖς θεάτροις παρίηµι. Ὅτι δὲ οὐδὲ ἡδονή τίς ἐστιν, ἀλλὰ λύπη, δείξατέ µοι µετὰ µίαν ἡµέραν τῆς ἑορτῆς τούς τε ἀναλώσαντας, τούς τε ἑστιαθέντας τοῖς θεάµασι, καὶ ὄψειαὐτοὺς µὲν ἐν κατηφείᾳ ἅπαντας, ἐν µείζονι δὲ ἐκεῖνον τὸν ἀναλωκότα. Καὶ εἰκότως· ἔτερψε γὰρ τῇ προτεραίᾳ τὸν ἰδιώτην· καὶ ὁ µὲν ἰδιώτης ἐν εὐθυµίᾳ ἦν καὶ ἡδονῇ πολλῇ· τέως γὰρ τῇ ἐσθῆτι ἔχαιρε τῇ λαµπρᾷ· τὴν χρῆσιν δὲ αὐτῆς οὐκ ἔχων, ἀλλ' ὁρῶν ἑαυτὸν ἀποδυόµενον, ἤλγει καὶ ἐδάκνετο. Ἐκεῖνος δὲ ὁ ἀναλίσκων, καὶ τὴν οἰκείαν εὐπραγίαν µικρὰν ὁρᾷν πρὸς τὴν ἐκείνου ἐδόκει.∆ ιὰ τοῦτο τῇ ὑστεραίᾳ ἀντιδιδόασιν ἀλλήλοις, καὶ τὸ πλέον τῆς ἀθυµίας ἐκεῖνος δέχεται. Εἰ δὲ ἐν τοῖς ἔξωθεν τοσαύτην ἔχει ἀηδίαν τὰ τέρποντα, τὰ δὲ ἐπιστύφοντα ὠφέλειαν, πολλῷ µᾶλλον ἐν τοῖς πνευµατικοῖς.∆ ιὰ τοῦτο µηδεὶς ἀγανακτεῖ τοῖς νόµοις, ἀλλὰ καὶ κοινὴν ὠφέλειαν ἅπαντες τίθενται τὸ πρᾶγµα. Οὐ γὰρ ἄλλοθέν ποθεν ξένοι καὶ πολέµιοι τῶν νοµοθετουµένων ἐλθόντες ταῦτα διετάξαντο, ἀλλ' αὐτοὶ οἱ πολῖται, οἱ προστάται, οἱ κηδεµόνες· καὶ τοῦτο σωτηρίας καὶ εὐνοίας τεκµήριον τυγχάνειν ἡγοῦνται, τὸ νόµους θέσθαι. Καίτοι γε κολάσεως οἱ νόµοι γέµουσι, καὶ οὐκ ἔστιν εὑρεῖν νόµον κολάσεως χωρίς. Πῶς οὖν οὐκ ἄτοπον, τοὺς µὲν ἐκείνους ἐξηγουµένους τοὺς νόµους, καὶ σωτῆρας καὶ εὐεργέτας καὶ προστάτας ἀποκαλεῖν, ἡµᾶς δὲ βαρεῖς τινας καὶχαλεποὺς ἡγεῖσθαι, ἂν τοὺς τοῦ Θεοῦ νόµους λέγωµεν; Ὅταν γὰρ περὶ γεέννης διαλεγώµεθα, ἐκείνους τοὺς νόµους κινοῦµεν· καὶ καθάπερ οἱ ἔξωθεν τοὺς φονικοὺς, τοὺς περὶ λωποδυτῶν, τοὺς γαµικοὺς, καὶ πάντας τοὺς τοιούτους, οὕτω καὶ ἡµεῖς τοὺς κολαστικοὺς, οὓς οὐκἄνθρωπος ἔθηκεν, ἀλλ' αὐτὸς ὁ µονογενὴς τοῦ Θεοῦ Παῖς. Ὁ ἀνελεήµων κολαζέσθω, φησί· τοῦτο γὰρ ἡ παραβολὴ βούλεται. Ὁ µνησικακῶν τιµωρείσθω τιµωρίαν ἐσχάτην, ὁ ὀργιζόµενος εἰκῆ, εἰς τὸ πῦρ ἐµβαλλέσθω· ὁ λοιδορῶν, τιννύτω δίκην ἐν τῇ γεέννῃ. Εἰ δὲ νοµίζετε ξένους ἀκούειν νόµους, µὴ θορυβηθῆτε. Εἰ γὰρ µὴ ξένους ἔµελλε θήσειν, τί καὶ παρεγένετο ὁ Χριστός; Ἐκεῖνα γὰρ δῆλα ἡµῖν ἐστιν, ὅτι τὸν φονέα καὶ τὸν µοιχὸν δεῖ κολάζεσθαι. Εἰ τοίνυν τὰ αὐτὰ ἐµέλλοµεν ἀκούσεσθαι, τίς χρεία ἦν οὐρανίου διδασκάλου;∆ ιὰ τοῦτο οὐ λέγει, Ὁ µοιχὸς κολαζέσθω, ἀλλ' Ὁ βλέπων ἀκολάστοις ὀφθαλµοῖς. Καὶ ποῦ, καὶ πότε δώσει δίκην, προστίθησι. Καὶ οὐκ εἰς ἄξονας, οὐδὲ εἰς κύρβεις τοὺς νόµους κατέθετο, οὐδὲ στήλας ἀνέστησε χαλκᾶς καὶ γράµµατα ἐνεχάραξεν· ἀλλὰ ψυχὰς ἡµῖν ἀναστήσας δώδεκα τὰς τῶν ἀποστόλων, ἐν ταῖς ἐκείνων διανοίαις διὰ τοῦ Πνεύµατος ταῦτα τὰ γράµµατα γέγραφε. Ταῦτα ὑµῖν παραγινώσκοµεν εἰκότως ἡµεῖς. Εἰ γὰρ Ἰουδαίοις τοῦτο θεµιτὸν ἦν, ἵνα µηδεὶς εἰς ἄγνοιαν ἔχῃ καταφεύγειν, πολλῷ µᾶλλον ἡµῖν. Εἰ δὲ λέγοι τις Οὐδὲ ἀκούω, οὐδὲ κρῖµα ἔχω, ταύτῃ µάλιστα κολάζεται. Εἰ γὰρ µηδεὶς ἦν ὁ διδάσκων, ἐνῆν εἰς ταῦτα καταφεύγειν· εἰ δέ ἐστιν, οὐκ ἔτι. Ὅρα γοῦν Ἰουδαίους πῶς ἀποστερεῖ συγγνώµης, λέγων· Εἰ µὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁµαρτίαν οὐκ εἶχον. Καὶ πάλιν ὁ Παῦλος· Ἀλλὰ λέγω, µὴ οὐκ ἤκουσαν; Μενοῦν γε εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν. Τότε γὰρ συγγνώµη ἐστὶν, ὅταν µηδεὶς ᾖ ὁ λέγων· ὅταν δὲ ὁ σκοπὸς κάθηται καὶ τοῦτο ἔχῃ ἔργον, οὐκ ἔτι συγγνώµη. Μᾶλλον δὲ οὐκ ἐβούλετο ὁ Χριστὸς εἰς ἐκείνας τὰς στήλας ἐνορᾷν ἡµᾶς µόνον, ἀλλὰ καὶ αὐτοὺς εἶναι στήλας. Ἐπειδὴ δὲ ἀναξίους ἑαυτοὺς τῶν γραµµάτων τούτων κατεστήσαµεν, κἂν εἰς ἐκείνας ἴδωµεν. Καθάπερ γὰρ αἱ στῆλαι ἑτέροις ἀπειλοῦσιν, αὐταὶ δὲ οὐκ εἰσὶν ὑπεύθυνοι, ὥσπερ οὐδὲ οἱ νόµοι· οὕτω καὶ οἱ µακάριοι ἀπόστολοι. Καὶ ὅρα· οὐκ ἐν ἑνὶ τόπῳ ἡ στήλη ἕστηκεν αὕτη, ἀλλὰ πανταχοῦ περιφέρεται τὰ γράµµατα. Κἂν εἰς Ἰνδοὺς ἀπέλθῃς, ἀκούσῃ τούτων· κἂν εἰς Ἱσπανίαν, κἂν πρὸς αὐτὰ τῆς γῆς τὰ τέρµατα, οὐδεὶς ἀνήκοος τυγχάνει, πλὴν εἰ µὴ παρὰ τὴν οἰκείαν ῥᾳθυµίαν. Μὴ δὴ δυσχεραίνετε, ἀλλὰ προσέχετε τοῖς λεγοµένοις· ἵνα δυνηθῆτε τῶν τῆς ἀρετῆς ἔργων ἐπιλαβέσθαι, καὶ τυχεῖν τῶν αἰωνίων ἀγαθῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡµῶν, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳΠνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.