In Acta apostolorum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
6.0
Ἄνδρες Ἰσραηλῖται, ἀκούσατέ µου τοὺς λόγους τούτους.
6.1
Οὐκ ἔστι κολακεία τὸ ῥῆµα· ἀλλ' ἐπειδὴ καθήψατο αὐτῶν σφοδρῶς, ἀνίησιν αὐτοὺς λοιπὸν, καὶ ἀναµιµνήσκει τοῦ∆ αυῒδ εὐκαίρως. Καὶ πάλιν ἀπὸ προοιµίου ἄρχεται· ἵνα µὴ θορυβηθῶσιν, ἐπειδὴ ἔµελλεν αὐτοὺς τοῦ Ἰησοῦ ἀναµιµνήσκειν. Ἀνωτέρω µὲν γὰρ οὐκ ἂν ἐθορυβήθησαν τοῦ προφήτου ἀκούοντες, τὸ δὲ ὄνοµα τοῦ Ἰησοῦ εὐθέως ἂν αὐτοῖς προσέστη. Καὶ οὐκ εἶπεν, Πείσθητε, ἀλλὰ, Ἀκούσατε, ὅπερ ἦν ἀνεπαχθές. Καὶ ὅρα, πῶς οὐδὲν λέγει τῶν ὑψηλῶν, ἀλλ' ἀπὸ τῶν σφόδρα ταπεινῶν ἄρχεται. Ἰησοῦν, φησὶ, τὸν Ναζωραῖον. Εὐθέως τὴν πατρίδα λέγει, ἥπερ ἐδόκει εὐτελὴς εἶναι. Καὶ οὐδὲν µέγα τέως λέγει περὶ αὐτοῦ, οὐδὲ οἷον ἄν τις εἶπε περὶ προφήτου. Ἰησοῦν, φησὶ, τὸν Ναζωραῖον, ἄνδρα ἀποδεδειγµένον ἀπὸ τοῦ Θεοῦ εἰς ὑµᾶς. Ὅρα, ποῖον ἦν τοῦτο µέγα, τὸ εἰπεῖν, ὅτι παρὰ τοῦ Θεοῦ ἀπεστάλη. Τοῦτο γὰρ ἄνω καὶ κάτω καὶ αὐτὸς ἐσπούδαζε καὶ Ἰωάννης καὶ οἱ ἀπόστολοι δεῖξαι. Ἄκουε γὰρ Ἰωάννου λέγοντος· Ἐκεῖνός µοι εἶπεν, ἐφ' ὃν ἂν ἴδῃς τὸ Πνεῦµα καταβαῖνον καὶ µένον ἐπ' αὐ τὸν, οὗτός ἐστιν. Αὐτὸς δὲ ὁ Χριστὸς καὶ µεθ' ὑπερβολῆς τοῦτο ποιεῖ, λέγων· Ἀπ' ἐµαυτοῦ οὐκ ἦλθον, ἐκεῖνός µε ἔπεµψε. Καὶ πανταχοῦ τῶν Γραφῶν τοῦτο µάλιστά ἐστι τὸ σπουδαζόµενον.∆ ιὰ τοῦτο καὶ ἅγιος οὗτος ὁ κορυφαῖος τοῦ µακαρίου χοροῦ, ὁ ἐραστὴς τοῦ Χριστοῦ, ὁ σφοδρὸς µαθητὴς, ὁ τὰς κλεῖς πιστευθεὶς τῶν οὐρανῶν, ὁτὴν ἀποκάλυψιν δεξάµενος τὴν πνευµατικὴν, καταστείλας αὐτοὺς τῷ φόβῳ, καὶ δείξας µεγάλων ἠξιωµένους, καὶ ποιήσας ἀξιοπίστους, τότε καὶ περὶἐκείνου διαλέγεται. Βαβαὶ, οἷον ἐτόλµησε µεταξὺ τῶν φονευσάντων εἰπεῖν, ὅτι ἀνέστη. Καὶ οὐ λέγει, ὅτι ἀνέστη εὐθέως, ἀλλ' ὅτι ἀπὸ τοῦ Θεοῦ εἰς ὑµᾶς ἥκει. Τοῦτο δὲ δῆλον οἷς ἐποίησεν. Οὐκέτι λέγει, ὅτι αὐτὸς, ἀλλ' ὅτι δι' αὐτοῦ ὁ Θεὸς, ἵνα µᾶλλον τῷ µετριάζειν ἐφελκύσηται, ἐφ' ᾧ αὐτοὺς, καὶ καλεῖ µάρτυρας, καί φησιν· Ἄνδρα ἀποδεδειγµένον ἀπὸ τοῦ Θεοῦ εἰς ὑµᾶς δυνάµεσι καὶ τέρασι καὶ σηµείοις οἷς ἐποίησε δι' αὐτοῦ ὁ Θεὸς ἐν µέσῳ ὑµῶν, καθὼς καὶ αὐτοὶ οἴδατε. Εἶτα ἐµπεσὼν εἰς τὸ τόλµηµα αὐτῶν τὸ ἐναγὲς ἐκεῖνο, ὅρα πῶς πειρᾶται αὐτοὺς ἀπαλλάξαι τοῦ ἐγκλήµατος· εἰ γὰρ καὶ ὡρισµένον ἦν, ὅµως ἀνδροφόνοι ἦσαν. Τοῦτον, φησὶ, τῇ ὡρισµένῃ βουλῇ καὶ προγνώσει τοῦ Θεοῦ ἔκδοτον λαβόντες, διὰ χειρῶν ἀνόµων προσπήξαντες ἀνείλετε. Μονονουχὶ τὰ αὐτὰ τῷ Ἰωσὴφ λέγων ῥήµατα, ἅπερ δὴ κἀκεῖνος ἔλεγε πρὸς τοὺς ἀδελφούς· Μὴ φοβεῖσθε, ὅτι ἀπέδοσθέ µε οὐχ ὑµεῖς, ἀλλ' ὁ Θεός µε ὧδε ἀπέστειλεν. Εἶτα εἰπὼν, ὅτι βουλὴ Θεοῦ, ἵνα µὴ εἴπωσιν, ἄρα καλῶς τοῦτο ἐποιήσαµεν, συλλογίζεται αὐτοὺς δι' οὗ προσέθηκε,∆ ιὰ χειρῶν ἀνόµωνπροσπήξαντες ἀνείλετε, Ἐνταῦθα τὸν Ἰούδαν αἰνίττεται· ἅµα δὲ αὐτοῖς δείκνυσιν, ὅτι οὐ τῆς αὐτῶν ἰσχύος ἦν, εἰ µὴ καὶ αὐτὸς συνεχώρησε καὶ ἐξέδωκεν ὁ Θεὸς αὐτόν. Τοῦτο γάρ ἐστι τὸ Ἔκδοτον. Οὕτως ὅλον ἐπὶ τὴν κεφαλὴν τοῦ Ἰούδα περιέστησε τὸ ἔγκληµα τοῦ παραδεδωκότος· αὐτὸς γὰρ αὐτὸν παρέδωκε τῷ φιλήµατι. Ἢ τοίνυν περὶ τούτου τὸ,∆ ιὰ χειρῶν ἀνόµων, ἢ τῶν στρατιωτῶν λέγει, δηλῶν, ὅτι Οὐδὲ ἁπλῶς ἀνείλετε, ἀλλὰ,∆ ιὰ τῶν ἀνόµων ἀνδρῶν. Καὶ θέα, πῶς πανταχοῦ σπουδάζουσι τὸ πάθος ὁµολογηθῆναι πρότερον. Τὰ δὲ τῆς ἀναστάσεως ἐπεὶ µέγα ἦν, τέως συσκιάζει, καὶ οὕτω πως µέσον αὐτὸ τίθησιν. Ἐκεῖνα µὲν γὰρ ὡµολόγητο, οἷον ὁ σταυρὸς καὶ ὁ θάνατος, ἡ δὲ ἀνάστασις οὔπω· διὸ καὶ ὕστερον περὶ ταύτης φησὶν ἐπάγων· Ὃν ὁ Θεὸς ἀνέστησε λύσας τὰς ὠδῖνας τοῦ θανάτου, καθότι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπ' αὐτοῦ. Ἐνταῦθά τι µέγα καὶ ὑψηλὸν ᾐνίξατο. Τὸ γὰρ, Οὐκ ἦν δυνατὸν, καὶ αὐτὸν διδόντα ἐµφαίνει κατασχεῖν· καὶ ὅτι καὶ αὐτὸς ὤδινε κατέχων αὐτὸν ὁ θάνατος, καὶ τὰ δεινὰ ἔπασχεν. Ὠδῖνα γὰρ θανάτου ἡ Γραφὴ τὸν κίνδυνον πανταχοῦ οἶδε καλεῖν· καὶ ὅτι οὕτως ἀνέστη, ὡς µηκέτι πάλιν ἀποθανεῖν. Ἢ τῷ εἰπεῖν, Καθότι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπ' αὐτοῦ, τοῦτο δηλοῦντός ἐστιν, ὅτι οὐ κοινὴ τοῖς ἄλλοις γέγονεν ἡ ἀνάστασις. Εἶτα πρὶν ἤ τι τὴν διάνοιαν αὐτῶν ἐννοῆσαι, ἐπέστησεν αὐτοῖς τὸν∆ αυῒδ πάντα λογισµὸν ἀνθρώπινον ἀναιροῦντα.∆ αυῒδ γὰρ, φησὶ, λέγει εἰς αὐτόν. Καὶ ὅρα, πῶς πάλιν ἡ µαρτυρία ταπεινή· διὰ δὴ τοῦτο καὶ ἄνωθεν αὐτὴν ἀνέλαβεν ἀπὸ τῶν ταπεινοτέρων, ἵνα δείξῃ, ὅτι οὐ τῶν λυπούντων ἦν ὁ θάνατος. Προωρώµην, φησὶ, τὸν Κύριον ἐνώπιόν µου διὰ παντὸς, ὅτι ἐκ δεξιῶν µού ἐστιν, ἵνα µὴ σαλευθῶ· ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν µου εἰς ᾄδου. Εἶτα πληρώσας τὴν µαρτυρίαν τὴν προφητικὴν, ἐπάγει· Ἄνδρες ἀδελφοί. Ὅταν µέλλῃ τι λέγειν µέγα, τούτῳ κέχρηται τῷ προοιµίῳ, διεγείρων αὐτοὺς καὶ οἰκειούµενος ἐντεῦθεν. Ἐξὸν εἰπεῖν, φησὶ, µετὰ παῤῥησίας πρὸς ὑµᾶς περὶ τοῦ πατριάρχου∆ αυΐδ. Πολλὴ ἡ ταπεινοφροσύνη· ἔνθα οὐδὲν ἔβλαπτε, συγκαταβαίνει.∆ ιά τοι τοῦτο καὶ οὐκ εἶπεν, ὅτι ταῦτα περὶ τοῦ Χριστοῦ εἴρηται, οὐ περὶ τοῦ∆ αυΐδ· σφόδρα συνετῶς, τῇ πολλῇ περὶ τὸν µακάριον∆ αυῒδ τιµῇ ἐντρέπων αὐτοὺς, καὶ περὶ τοῦ ὡµολογηµένου καὶ ὡς τολµηροῦ δοκοῦντος εἰρῆσθαι, παραιτούµενος αὐτοὺς οἷς ἐγκωµιάζει ἠρέµα.∆ ιὸ καὶ οὐ, Περὶ τοῦ∆ αυῒδ, φησὶν ἁπλῶς, ἀλλὰ, Περὶ τοῦ πατριάρχου∆ αυῒδ, ὅτι καὶ ἐτελεύτησε καὶ ἐτάφη. Οὐκέτι λέγει, Καὶ οὐκ ἀνέστη, ἀλλ' ἑτέρως ἐξ εὐθείας τὸ αὐτὸ παριστῶν καὶ λέγων· Καὶ τὸ µνῆµα αὐτοῦ ἐστιν ἐν ἡµῖν ἄχρι τῆς ἡµέρας ταύτης. Εἶτα ὃ ἐβούλετο κατασκευάσας, οὐδὲ οὕτως ἦλθεν ἐπὶ τὸν Χριστὸν, ἀλλὰ πάλιν µετ' ἐγκωµίων τῶν τοῦ∆ αυΐδ· Προφήτης οὖν ὑπάρχων, καὶ εἰδὼς, ὅτι ὅρκῳ ὤµωσεν αὐτῷ ὁ Θεός.
6.2
Ταῦτα δὲ λέγει, ἵνα κἂν διὰ τὴν εἰς ἐκεῖνον τιµὴν καὶ τὸ γένος δέξωνται τὸν περὶ τῆς ἀναστάσεως λόγον· ὡς καὶ τῆς προφητείας βλαπτοµένης εἰ µὴ τοῦτο εἴη, καὶ τῆς εἰς αὐτοὺς τιµῆς. Καὶ εἰδὼς, φησὶν, ὅτι ὅρκῳ ὤµωσεν αὐτῷ ὁ Θεός. Οὐκ εἶπεν, Ἐπηγγείλατο ἁπλῶς, ἀλλ' ὃ πλέον ἦν, Ὅρκῳ ὤµοσε, Ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ τὸ κατὰ σάρκα ἀναστήσειν τὸν Χριστὸν, καθίσαι ἐπὶ τοῦθρόνου αὐτοῦ. Ὅρα τὸ ὑψηλὸν πῶς πάλιν ᾐνίξατο. Ἐπειδὴ γὰρ αὐτοὺς κατεπράϋνε τοῖς λόγοις, θαῤῥῶν τοῦτο παρενέθηκεν τοῦ προφήτου, καὶ περὶ τῆς ἀναστάσεως διαλέγεται. Ὅτι οὔτε ἡ ψυχὴ αὐτοῦ ἐγκατελείφθη εἰς ᾅδου, οὔτε ἡ σὰρξ αὐτοῦ εἶδε διαφθοράν. Τοῦτο πάλιν θαυµαστόν· δείκνυσι γὰρ, ὅτι οὐχ ὁµοία τοῖς ἄλλοις ἡ ἀνάστασις. Κατέσχε µὲν γὰρ αὐτὸν, οὐκ εἰργάσατο δὲ τὸ αὐτοῦ τότε ὁ θάνατος. Καὶ τὸ µὲν ἁµάρτηµα εἶπε συσκιάσας, τὴν δὲ τιµωρίαν οὐκ ἐπήγαγεν· ἀλλ' ὅτι µὲν ἀνεῖλον, ἐδήλωσε· λοιπὸν δὲ ἐπὶ τὸ σηµεῖον ἔρχεται τὸ τοῦ Θεοῦ. Ὅταν δὲ ἀποδειχθῇ, ὅτι δίκαιος ὁ ἀναιρεθεὶς, καὶ ὅτι Θεῷ φίλος, κἂν σιωπήσῃς τὴν κόλασιν, µᾶλλόν σου καταγνώσεται ἑαυτοῦ ὁ ἡµαρτηκώς. Πάντα τοίνυν ἀνατίθησι τῷ Πατρὶ, ἵνα δέξωνται τὰ λεγόµενα. Εἶτα τὸ, Οὐ δυνατὸν, ἀπὸ τῆς προφητείας ἐπάγει· ἴδωµεν τοίνυν ἄνωθεν πάλιν τὰ εἰρηµένα. Ἰησοῦν, φησὶ, τὸν Ναζωραῖον, ἄνδρα ἀποδεδειγµένον ἀπὸ τοῦ Θεοῦ εἰς ὑµᾶς· τουτέστιν, οὐκ ἀµφισβητούµενον, ἀλλ' ἀποδεδειγµένον διὰ τῶν ἔργων. Οὕτω καὶ ὁ Νικόδηµος ἔλεγε· Τὰ σηµεῖα ταῦτα οὐδεὶς δύναται ποιεῖν, ἃ σὺ ποιεῖς.∆ υνάµεσι, φησὶ, καὶ τέρασι καὶ σηµείοις, οἷς ἐποίησε δι' αὐτοῦ ὁ Θεὸς ἐν µέσῳ ὑµῶν. ὥστε οὐ λάθρα, εἰ ἐν µέσῳ. Πρῶτον ἀπὸ τῶν ἐκείνοις γνωρίµων ἄρχεται, καὶ τότε ἐπὶ τὰ ἄδηλα ἔρχεται. Ἔπειτα λέγων, Τῇ τοῦ Θεοῦ βουλῇ, δείκνυσιν, ὅτι οὐκ αὐτοὶ ἴσχυσαν, καὶ ὅτι σοφόν τι τὸ γινόµενον ἦν καὶ οἰκονοµία, εἴ γε παρὰ τοῦ Θεοῦ ἦν. Καὶ τὸ φορτικὸν ταχέως παρῆλθε. Σπουδὴ γὰρ αὐτοῖς πανταχοῦ, δεῖξαι, ὅτι τέθνηκε. Κἂν ὑµεῖς ἀρνήσησθε, φησὶν, ἐκεῖνοι µαρτυρήσουσιν. Ὁ δὲ τῷ θανάτῳ πράγµατα παρέχων, πολλῷ µᾶλλον τοῖς σταυρώσασιν· ἀλλ' οὐδὲν τοιοῦτον λέγει, ὅτι Ἠδύνατο ὑµᾶς ἀνελεῖν, ἀλλ' ἁπλῶς µόνον ἐνέφηνε. Τέως δὲ µανθάνοµεν καὶ ἡµεῖς διὰ τῶν εἰρηµένων τί ἐστι τὸ κατέχειν. Ὁ γὰρ ὠδίνων οὐ κατέχει τὸ κατεχόµενον, οὐδὲ δρᾷ, ἀλλὰ πάσχει καὶ ῥῖψαι σπεύδει. Καὶ καλῶς εἶπε·∆ αυῒδ γὰρ λέγει εἰς αὐτὸν, ἵνα µὴ εἰς τὸν προφήτην ἑλκύσῃς τὸ εἰρηµένον. Ὁρᾷς, πῶς ἑρµηνεύει λοιπὸν τὴν προφητείαν καὶ γυµνὴν τίθησι, δηλῶν πῶς ἐκάθισεν ἐπὶ τοῦ θρόνου αὐτοῦ; ἡ γὰρ κατὰ Πνεῦµα βασιλεία ἐν οὐρανοῖς. Ὅρα, πῶς µετὰ τῆς ἀναστάσεως καὶ τὴν βασιλείαν ἐνέφηνεν ἐν τῷ ἀναστῆναι.∆ είκνυσιν, ὅτι ἀνάγκην εἶχεν ὁ προφήτης· περὶ γὰρ αὐτοῦ ἦν ἡ προφητεία.∆ ιὰ τί µὴ εἶπε, Περὶ τῆς βασιλείας αὐτοῦ· ἀλλὰ, Περὶ τῆς ἀναστάσεως αὐτοῦ; Μέγα τοῦτο ἦν. Πῶς δὲ ἐπὶ τοῦ θρόνου ἐκάθισε; Βασιλεύων Ἰουδαίων. Εἰ δὲ Ἰουδαίων, πολλῷ µᾶλλον τῶν σταυρωσάντων αὐτόν. Οὐ γὰρ ἡ σὰρξ αὐτοῦ εἶδε, φησὶ, διαφθοράν. Τοῦτο τῆς ἀναστάσεως δοκεῖ µὲν ἧττον εἶναι, πλὴν τὸ αὐτό ἐστι. Τοῦτον τὸν Ἰησοῦν ἀνέστησεν ὁ Θεός. Ὅρα, πῶς οὐ καλεῖ αὐτὸν ἑτέρως. Οὗ πάντες ἡµεῖς ἐσµεν µάρτυρες. Τῇ δεξιᾷ οὖν τοῦ Θεοῦ ὑψωθείς. Πάλιν ἐπὶ τὸν Πατέρα καταφεύγει, καίτοι γε ἤρκει εἰπεῖν τὸ πρότερον· ἀλλ' οἶδεν ὅσον τοῦτό ἐστιν. Ἐνταῦθα καὶ περὶ τῆς ἀναλήψεως ᾐνίξατο, καὶ ὅτι ἐν τοῖς οὐρανοῖς ἐστιν, ἀλλ' οὐδὲ αὐτὸ φανερῶς λέγει. Τήν τε ἐπαγγελίαν, φησὶ, τοῦ Πνεύµατος τοῦ ἁγίου λαβών. Ὅρα, πῶς ἀρχόµενος µὲν οὐχ ἑαυτὸν ἔφη αὐτὸ καταπεποµφέναι, ἀλλὰ τὸν Πατέρα· ἐπειδὴ δὲ ἐµνήσθη τῶν σηµείων αὐτοῦ καὶ τῶν εἰς αὐτὸν γεγενηµένων παρὰ Ἰουδαίων, καὶ περὶ τῆς ἀναστάσεως διελέχθη, θαῤῥῶν λοιπὸν καὶ τὸνπερὶ τούτων εἰσάγει λόγον, πάλιν αὐτοὺς µάρτυρας δι' ἑκατέρων τῶν αἰσθήσεων παράγων· καὶ τῆς µὲν ἀναστάσεως συνεχῶς µέµνηται, τοῦ δὲ τολµήµατος αὐτῶν ἅπαξ, ἵνα µὴ αὐτοὺς βαρήσῃ. Τήν τε ἐπαγγελίαν, φησὶ, τοῦ Πνεύµατος τοῦ ἁγίου λαβών. Τοῦτο πάλιν µέγα. Οἶµαι δὲ νῦν ἐπαγγελίαν αὐτὸν λέγειν τὴν πρὸ τοῦ παθεῖν. Ὅρα, πῶς αὐτοῦ ποιεῖ αὐτὸ λοιπὸν ὅλον, µέγα λανθανόντως αὐτὸ ἐργαζόµενος. Εἰ γὰρ αὐτὸς ἐξέχεε, περὶ αὐτοῦ ὁ προφήτης εἴρηκεν ἀνωτέρω· Ἐν ταῖς ἐσχάταις ἡµέραις ἐκχεῶ ἀπὸ τοῦ Πνεύµατός µου ἐπὶ τοὺς δούλους µου καὶ ἐπὶ τὰς δούλας µου, καὶ δώσω τέρατα ἐν τῷ οὐρανῷ ἄνω. Ὅρα οἷα κεκρυµµένος ἐντίθησιν. Ἀλλ' ἐπειδὴ µέγα ἦν, πάλιν αὐτὸ συσκιάζει τῷ παρὰ τοῦ Πατρὸς λαβεῖν. Εἶπε τὰ γεγενηµένα ἀγαθὰ, τὰ σηµεῖα· εἶπεν, ὅτι βασιλεύς ἐστιν· ὅτι εἰς αὐτοὺς ἧκεν· εἶπεν, ὅτι αὐτὸς τὸ Πνεῦµα δίδωσιν. Ὅσα γὰρ ἂν εἴπῃ τις, εἰ µὴ εἰς τὸ συµφέρον τελευτήσει, εἰκῆ λέγει. Ὥσπερ καὶ Ἰωάννης ποιεῖ, Οὗτος ὑµᾶς, λέγων, βαπτίσει ἐν Πνεύµατι ἁγίῳ. Καὶ δείκνυσιν, ὅτι ὁ σταυρὸς οὐ µόνον αὐτὸν οὐκ ἠλάττωσεν, ἀλλὰ καὶ λαµπρότερον εἰργάσατο, εἴ γε πάλαι µὲν ἐπηγγέλλετο ὁ Θεὸς αὐτῷ, τότε δὲ ἔδωκεν. Ἢ ἐπαγγελίαν, φησὶν, ἣν ἡµῖν ἐπηγγείλατο. Οὕτω προῄδει ἐσοµένην, καὶ µείζονα ἡµῖν µετὰ τὸν σταυρὸν ἐχαρίσατο. Καὶ, Ἐξέχεε, φησίν. Ἐνταῦθα τὸ ἀξίωµα ἐµφαίνει· καὶ ὅτι οὐχ ἁπλῶς, ἀλλὰ καὶ µετὰ δαψιλείας.∆ ιὸ καὶ αὐτὸ τοῦτο δῆλον ποιῶν, ἐπάγει τὰ ἑξῆς. Λοιπὸν γὰρ θαῤῥούντως µετὰ τὴν τοῦ Πνεύµατος δόσιν, καὶ περὶ τῆς εἰς τοὺς οὐρανοὺς ἀναλήψεως διαλέγεται· καὶ οὐχ ἁπλῶς, ἀλλὰ πάλιν τὸν µάρτυρα παράγων, καὶ ἐκείνου ἀναµιµνήσκων περὶ οὗ ὁ Χριστὸς εἶπεν. Οὐ γὰρ∆ αυῒδ ἀνέβη, φησὶν, εἰς τοὺς οὐρανούς.
6.3
Ἐνταῦθα οὐκ ἔτι µεθ' ὑποστολῆς δηµηγορεῖ, ἔχων τὸ ἀπὸ τῶν εἰρηµένων θάρσος, οὐδὲ λέγει. Ἐξὸν εἰπεῖν, οὐδὲ ὅσα τοιαῦτα· λέγει δὲ φανερῶς, Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ µου, Κάθου ἐκ δεξιῶν µου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Εἰ δὲ τοῦ∆ αυῒδ Κύριος, πολλῷ µᾶλλον αὐτῶν. Κάθου ἐκ δεξιῶν µου. Τὸ πᾶν ἐνταῦθα τέθεικεν. Ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Ἐνταῦθα καὶ φόβον ἐπέστησε µέγαν, καθάπερ ἐν τῇ ἀρχῇ ἔδειξεν, οἷα τοὺς φίλους ἐργάζεται, οἷα τοὺς ἐχθρούς. Καὶ πάλιν τὴν κράτησιν, ἵνα µὴ ἀπιστῆται, τῷ Πατρὶ ἀνατίθησιν. Ἐπεὶ οὖν µεγάλα ἐφθέγξατο, πάλιν ἐπὶ τὰ ταπεινὰ τὸν λόγον κατάγει. Ἀσφαλῶς οὖν γινωσκέτω, φησὶ, πᾶς οἶκος Ἰσραήλ· τουτέστι, Μὴ ἀµφισβητεῖτε, µηδὲ ἀµφιβάλλετε. Εἶτα καὶ ἐπιτακτικῶς λοιπόν· Ὅτι καὶ Κύριον αὐτὸν καὶ Χριστὸν ὁ Θεὸς ἐποίησε. Τοῦτο ἀπὸ τοῦ∆ αυῒδ καὶ ἀπὸ τοῦ Ψαλµοῦ ἐµνηµόνευσε.∆ έον γὰρ εἰπεῖν, Ἀσφαλῶς οὖν γινωσκέτω πᾶς οἶκος Ἰσραὴλ, ὅτι ἐκ δεξιῶν κάθηται, ὅπερ ἦν µέγα, τοῦτο ἀφεὶς, ἕτερον ἐπάγει τὸ πολὺ ταπεινότερονεἰπὼν, Ἐποίησε, τουτέστι, Κατέστησεν. Ὥστε οὐδὲν περὶ οὐσιώσεως ἐνταῦθα, ἀλλὰ πᾶν φησι περὶ τούτου. Τοῦτον τὸν Ἰησοῦν, ὃν ὑµεῖς ἐσταυρώσατε. Καλῶς ἐνταῦθα ἔληξε, διασείων αὐτῶν τὴν διάνοιαν. Ἐπειδὴ γὰρ ἔδειξεν ἡλίκον ἐστὶ, τότε λοιπὸν, καὶ τὸ τόλµηµα ἐγύµνωσεν, ὥστε µεῖζον δεῖξαι καὶ τῷ φόβῳ αὐτοὺς ἑλεῖν. Οὐ γὰρ οὕτως οἱ ἄνθρωποι ταῖς εὐεργεσίαις ἐπάγονται, ὡς τῷ φόβῳ σωφρονίζονται. Οἱ δὲ θαυµαστοὶ καὶ µεγάλοι καὶ Θεῷ φίλοι, οὐδενὸς τούτων δέονται· οἷος ὁ Παῦλος ἦν. Οὐ γὰρ βασιλείας, οὐ γεέννης λόγον ἐποιεῖτο. Τοῦτό ἐστι φιλεῖν τὸν Χριστὸν, τοῦτο µὴ µισθωτὸν εἶναι, µηδὲ πραγµατείαν καὶ καπηλείαν ἡγεῖσθαι, ἀλλ' ὄντως ἐνάρετον εἶναι, καὶ διὰ τὸ τῷ Θεῷφίλον πάντα ποιεῖν. Πόσων οὖν δακρύων ἄξιοι, ὅταν τοσοῦτον ὀφείλοντες µέτρον, µηδὲ ὡς κάπηλοι µετίωµεν τὴν βασιλείαν τῶν οὐρανῶν; Τοσαῦτα ἡµῖν ὑπισχνεῖται, καὶ οὐδὲ οὕτως ἀκούοµεν; Τί ταύτης τῆς ἔχθρας ἴσον γένοιτο ἄν; Καίτοι γε οἱ περὶ χρήµατα µαινόµενοι, κἂν ἐχθροὺς, κἂν δούλους, κἂν πολεµιωτάτους εὕρωσι, κἂν πάντα κακοὺς, µόνον δὲ προσδοκήσωσιν, ὅτι χρήµαταδι' αὐτῶν δυνήσονται λαβεῖν, πάντα ποιοῦσι, καὶ κολακεύουσι, καὶ θεραπεύουσι, καὶ δοῦλοι γίνονται, καὶ πάντων ἡγοῦνται αὐτοὺς σεµνοτέρους εἶναι, ἵνα τιλάβωσι παρ' αὐτῶν· ἡ γὰρ τῶν χρηµάτων ἐλπὶς οὐδὲν τούτων αὐτοὺς ἀφίησιν ἐννοῆσαι. Βασιλεία δὲ οὐκ ἴσχυσεν ὅσα χρήµατα, µᾶλλον δὲ οὐδὲ τὸ πολλοστόν· καίτοι οὐδὲ ὁ τυχών ἐστιν ὁ ἐπαγγελλόµενος αὐτὴν, ἀλλ' ὁ ἀσυγκρίτως καὶ τῆς βασιλείας αὐτῆς µείζων. Ὅταν δὲ καὶ τὸ ἐπαγγελλόµενον βασιλεία, καὶ Θεὸς ὁ ταύτην διδοὺς, µέγα καὶ αὐτὸ τὸ παρὰ τοιούτου λαµβάνειν. Νῦν δὲ ταὐτὸν γίνεται, ὥσπερ ἂν εἰ βασιλεὺς µὲν κληρονόµους αὐτοῦ καὶ συγκληρονόµους τῷ υἱῷ βουλόµενος ποιῆσαι µετὰ µυρίας καὶ ἑτέραςεὐεργεσίας, καταφρονοῖτο· λῄσταρχος δὲ µυρία καὶ ἡµᾶς καὶ τοὺς γονεῖς τοὺς ἡµετέρους διαθεὶς, καὶ µυρίων γέµων κακῶν, καὶ καταισχύνας ἡµῶν καὶ τὴν δόξαν καὶ τὴν σωτηρίαν, ἕνα µόνον ὀβολὸν δείξας προσκυνοῖτο παρ' ἡµῶν. Βασιλείαν ἐπαγγέλλεται ὁ Θεὸς, καὶ καταφρονεῖται· γέενναν προξενεῖ ὁ διάβολος, καὶ τιµᾶται. Οὗτος Θεὸς, ἐκεῖνος διάβολος. Ἀλλ' ἴδωµεν τῶν ἐπιταγµάτων τὸ διάφορον. Εἰ γὰρ µηδὲν τούτων ἦν, µηδὲ οὗτος µὲν Θεὸς, ἐκεῖνος δὲ διάβολος· µηδὲ οὗτος µὲν βασιλείαν, ἐκεῖνος δὲ γέενναν προεξένει· αὐτὴ τῶν ἐπιταγµάτων ἡ φύσις οὐχ ἱκανὴ πεῖσαι τούτῳ προσθέσθαι; Τί δαὶ καὶ ἑκάτερος ἐπιτάττει; Ἐκεῖνος τὰ καταισχύνοντα, οὗτος τὰ ἐνδόξους ποιοῦντα· ἐκεῖνος τὰ µυρίαις περιβάλλοντα συµφοραῖς καὶ ἀσχηµοσύναις, οὗτος τὰ πολλὴν τὴν ἄνεσιν ἔχοντα. Ὅρα γάρ· Οὗτος λέγει, Μάθετε ἀπ' ἐµοῦ, ὅτι πρᾶός εἰµι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑµῶν· ἐκεῖνός φησιν, Ἄγριος ἔσο καὶ ἀνήµερος, καὶ ἀκρόχολος καὶ ὀργίλος, καὶ θηρίον µᾶλλον, ἢ ἄνθρωπος. Ἴδωµεν οὖν, τί χρησιµώτερον, τί δαὶ ὠφελιµώτερον. Ἀλλὰ µὴ τοῦτο µόνον, ἀλλ' ἐννόησον, ὅτι ὁ µὲν διάβολός ἐστι· µάλιστα γὰρ ἂν ἐκεῖνο δειχθῇ, πάλιν τὰ νικητήρια ἔσται µείζονα. Οὐ γὰρ ὁ εὔκολα ἐπιτάττων οὗτος κηδεµὼν, ἀλλ' ὁ συµφέροντα. Ἐπεὶ καὶ πατέρες φορτικὰ ἐπιτάττουσι, καὶ δεσπόται πάλιν ὁµοίως δούλοις· ἀλλὰ διὰ τοῦτο οἱ µέν εἰσι πατέρες, οἱ δὲ δεσπόται· ἐκεῖνοι δὲ ἀνδραποδισταὶ καὶ λυµεῶνες καὶ πάντα τὰ ἐναντία. Πλὴν ὅτι καὶ ἡδονὴν ἔχει, δῆλον ἐκεῖθεν. Ἐν τίσι γὰρ νοµίζεις εἶναι τὸν ἀκρόχολον, ἐν τίσι δὲ τὸν ἀνεξίκακον καὶ πρᾶον, οὐχὶ τούτου µὲν ἡ ψυχὴ ἐρηµίᾳ τινὶ πολλὴν ἐχούσῃ τὴν ἡσυχίαν ἔοικεν· ἡ ἐκείνου δὲ ἀγορᾷ καὶ θορύβῳ, ἔνθα πολλὴ ἡ κραυγὴ τῶν ἀκολούθων καὶ καµήλοις, καὶ ἡµιόνοις. καὶ ὄνοις, µεγάλα τοῖς προσιοῦσιν ἐµβοώντων, ὥστε µὴ καταπατηθῆναι; οὐχ ἡ µὲν τοῦ τοιούτου ταῖς µέσαις πάλιν τῶν πόλεων ἐοικυῖά ἐστιν, ἔνθα νῦν µὲν ἐντεῦθεν ἀργυροκόπων, νῦν δὲ ἐκεῖθεν τῶν χαλκοτύπων ὁ ἦχοςπολὺς γίνεται, καὶ οἱ µὲν ἐπηρεάζουσιν, οἱ δὲ ἐπηρεάζονται; Ἀλλ' ἡ τούτου κορυφῇ τινι ἔοικεν ὄρους, λεπτὴν µὲν ἔχοντι τὴν αὔραν, καθαρὰν δὲ τὴν ἀκτῖνα δεχοµένῳ, διειδῆ τὰ νάµατα προχέοντι τῶν πηγῶν, καὶπολλὰς τῶν ἀνθέων προβαλλοµένῳ τὰς χάριτας, τῶν ἐαρινῶν ὁµοίως λειµώνων τε καὶ παραδείσων, καὶ φυτοῖς καὶ ἄνθεσι κοµώντων καὶ καταῤῥύτοις ὕδασιν· εἴ τις δὲ καὶ ἠχὴ γένοιτο, λιγυρὰ καὶ πολλὴν καταχέουσα τῶν ἀκουόντων τὴν ἡδονήν. Ἢ γὰρ ὄρνιθες ᾠδικοὶ ἄκροις τῶν δένδρων ἐφιζάνουσι τοῖς πετάλοις, καὶ τέττιγες, καὶ ἀηδόνες, καὶ χελιδόνες, συµφώνως µίαν τινὰ ἀποτελοῦσι µουσικήν· ἢ ζέφυρος ἠρέµα τῶν πετάλων τοῖς δένδροις προσπίπτων, πίτυς καὶ πεύκας συριζούσας, καὶ κύκνους πολλάκις µιµεῖται· ἢ λειµὼν ῥόδα προβάλλων καὶ κρίνα ἀλλήλοις προσκεκλικότα καὶ κυανίζοντα, καθάπερ πέλαγος κυανὸν ἠρέµα κυµατούµενον δείκνυσι. Μᾶλλον δὲ πολλὰς εἰκόνας εὕροι τις ἄν. Ὅταν µὲν γὰρ εἰς τὰ ῥόδα τις ἀποβλέψῃ, τὴν ἶριν οἰήσεται καθορᾷν· ὅταν δὲ εἰς τὰ ἴα, θάλατταν κυµατουµένην· ὅταν δὲ εἰς τὰ κρίνα, τὸν οὐρανόν. Οὐ τῇ θέᾳ δὲ µόνον, οὐδὲ τῇ ὄψει τέρποιτο ἂν τότε ὁ τοιοῦτος, ἀλλὰ καὶ τῷ σώµατι αὐτῷ. Ἐκεῖνον γὰρ µᾶλλον ἀνίησί τε καὶ ἀναπνεῖν ποιεῖ, ὥστε νοµίζειν ἐν οὐρανῷ µᾶλλον εἶναι, ἢ ἐπὶ γῆς.
6.4
Ἔστι καὶ ἑτέρα τις ἠχὴ, ὅταν ὕδωρ ἀπὸ τῆς ἀκρωρείας διὰ χαραδρῶν αὐτοµάτως φερόµενον, καὶ ταῖς ὑποκειµέναις ψηφῖσιν ἠρέµα ἐπιψοφοῦν ἡσύχῳκτύπῳ, οὕτως ἐκλύῃ τὰ µέλη ἡµῶν τῇ ἡδονῇ, ὥστε καὶ ταχέως τὸν λυσιµελῆ τοῖς ὀφθαλµοῖς ὕπνον ἐπάγειν. Ἡδέως ἠκούσατε τοῦ διηγήµατος· τάχα καὶ ἐρασταὶ γεγόνατε ἐρηµίας. Ἀλλὰ ταύτης τῆς ἐρηµίας ἡδίων πολλῷ τοῦ µακροθύµου ἡ ψυχή. Οὐ γὰρ ἵνα λειµῶνα ὑπογράψωµεν, οὐδὲ ἵνα πρὸς ἐπίδειξιν τὸν λόγον ἀγάγωµεν, ταύτης ἡψάµεθα τῆς εἰκόνος· ἀλλ' ἵνα διὰ τῆς ὑπογραφῆς ἰδόντες, ὅση τῶν µακροθύµων ἡ ἡδονὴ, καὶ ὅτι πολλῷ ἀνδρὶ µακροθύµῳ συγγινόµενος ἄν τις καὶ ἥδοιτο καὶ ὠφελοῖτο, ἢτοιούτοις ὁµιλήσας χωρίοις, τούτους µεταδιώκητε. Ὅταν γὰρ µηδὲ πνεῦµα σφοδρὸν ἀπὸ ταύτης ἐξέρχηται τῆς ψυχῆς, ἀλλ' ἥµεροί τινες λόγοι καὶ προσηνεῖς, καὶ ὄντως ἐκεῖνο τὸ τοῦ ζεφύρουἤρεµον εἰκονίζοντες, καὶ παραινέσεις, οὐδὲν µὲν ἔχουσαι στῦφον, τοὺς δὲ ὄρνιθας τοὺς ᾠδικοὺς µιµούµεναι· πῶς οὐ τοῦτο βέλτιον; Οὐ γὰρ σώµατι προσπίπτει τοῦ λόγου ἡ αὔρα, ἀλλὰ ψυχὰς ἀνίησιν. Οὐκ ἂν ἰατρὸς πυρέττοντα ἄνθρωπον οὕτω ταχέως ἀπαλλάξειε τοῦ πυρετοῦ, δι' οἱασδήποτε σπουδῆς, ὡς µακρόθυµος ἀνὴρ καὶ ὀργίλον καὶ καιόµενονὑπὸ τῆς ὀργῆς λαβὼν, καταψύξειε διὰ τοῦ πνεύµατος τῶν οἰκείων λόγων. Καὶ τί λέγω ἰατρόν; Οὐδὲ σίδηρος πεπυρωµένος καὶ ὕδατι βαπτόµενος οὕτω ταχέως τῆς θέρµης ἀφίσταται, ὡς εἰς µακρόθυµον ψυχὴν ἄνθρωπος ὀργίλος ἐµπεσών. Καθάπερ δὲ ἐπὶ τῆς ἀγορᾶς, εἰ εἰσέλθοιεν ᾠδικοὶ ὄρνιθες, καὶ λῆρος εἶναι δοκοῦσιν· οὕτω δὴ καὶ τὰ παραγγέλµατα τὰ ἡµέτερα, εἰς ψυχὰς ἀκροχόλους ἐµπίπτοντα. Ἄρα ἡδίων ἐπιείκεια χολῆς καὶ θρασύτητος. Καὶ οὐ τοῦτο µόνον, ἀλλὰ τὸ µὲν ὁ διάβολος, τὸ δὲ ὁ Θεὸς ἐπέταξεν. Ὁρᾶτε, ὅτι οὐχ ἁπλῶς εἶπον, ὅτι εἰ καὶ µὴ διάβολος ἦν καὶ Θεὸς, αὐτὰ τὰ ἐπιτάγµατα ἱκανὰ ἦν ἡµᾶς ἀποστῆσαι. Ὁ µὲν γὰρ καὶ ἑαυτῷ ἡδὺς, καὶ τοῖς ἄλλοις ὠφέλιµος· ὁ δὲ καὶ ἑαυτῷ ἀηδὴς, καὶ τοῖς ἄλλοις βλαβερός. Οὐδὲν γὰρ ἀτερπέστερον ἀνθρώπου χολῶντος, οὐδὲν φορτικώτερον, οὐδὲν ἐπαχθέστερον, οὐδὲν αἰσχρότερον, ὥσπερ οὖν τοῦ οὐκ εἰδότος χολᾷν οὐδὲν ἥδιον. Θηρίῳ συνοικεῖν κάλλιον, ἢ ἀνθρώπῳ τοιούτῳ. Ἐκεῖνο µὲν γὰρ ἐπειδὰν ἅπαξ ἡµερωθῇ, φυλάττει τὸν αὐτοῦ νόµον· τοῦτον δὲ ὁσάκις ἂν ἡµερώσῃς, πάλιν ἐκθηριοῦται, ἅπαξ εἰς ἕξιν ἑαυτόν τινα τοιαύτην καταστήσας. Καθάπερ γὰρ ἡµέρα λευκὴ καὶ φαιδρὰ, καὶ χειµὼν γέµων πολλῆς τῆς κατηφείας, ἕτερα ἀλλήλων εἰσίν· οὕτως ἡ τοῦ ὀργιζοµένου ψυχὴ καὶ τοῦ ἐπιεικοῦς. Ἀλλὰ µήπω τὰ τοῖς ἄλλοις ἴδωµεν βλαβερὰ συµβαίνοντα, ἀλλὰ τὰ ἑαυτοῖς· καίτοι καὶ τοῦτο οὐ µικρὰ βλάβη, ἑτέρῳ τι δοῦναι κακόν· πλὴν ἀλλὰ τέως τοῦτο σκοπῶµεν. Ποῖος δήµιος πλευρὰς οὕτω καταξᾶναι δυνήσεται; τίνες ὀβελίσκοι πεπυρωµένοι διέπειραν σῶµα; ποία µανία οὕτως ἐκστήσειεν ἂν τῶν κατὰ φύσιν φρενῶν, ὡς ὀργὴ καὶ παραπληξία; Οἶδα πολλοὺς ἀπὸ ὀργῆς νόσους τεκόντας. Καὶ οἱ χαλεποὶ τῶν πυρετῶν, µάλιστα οὗτοί εἰσιν. Εἰ δὲ σῶµα οὕτω λυµαίνονται, ἐννόησον τὴν ψυχήν. Μὴ γὰρ λογίσῃ, ὅτι οὐχ ὁρᾷς· ἀλλ' ἐννόησον, ὅτι εἰ τὸ δεχόµενον τὴν κακίαν οὕτω βλάπτεται, τὸ τίκτον πόσην ἂν ὑποδέξηται βλάβην; Πολλοὶ τοὺς ὀφθαλµοὺς ἀπώλεσαν, πολλοὶ εἰς νόσον βαρυτάτην κατέπεσον. Ὁ µέντοι φέρων γενναίως, πάντα ὑποστήσεται εὐκόλως. Ἀλλ' ὅµως καὶ τοιαῦτα ἐπιτάττει φορτικὰ, καὶ τούτων µισθὸν ἡµῖν τίθησι τὴν γέενναν. Καὶ διάβολός ἐστι καὶ ἐχθρὸς τῆς σωτηρίας τῆς ἡµετέρας, καὶ µᾶλλον τούτῳ πειθόµεθα ἢ τῷ Χριστῷ, Σωτῆρι ὄντι καὶ εὐεργέτῃ, καὶ τοιαῦτα λέγοντι, ἃκαὶ ἡδίω καὶ ὠφελιµώτερα καὶ χρησιµώτερά ἐστι, καὶ ἡµᾶς καὶ τοὺς συνόντας ἡµῖν ὠφελεῖ τὰ µέγιστα. Οὐδὲν ὀργῆς χεῖρον, ἀγαπητὲ, οὐδὲν ἀκαίρου θυµοῦ· οὐ δεῖται πολλῆς τῆς ἀναβολῆς· ὀξὺ τὸ πάθος ἐστί. Πολλάκις καὶ ῥῆµα ἐξέβαλέ τις ὑπὸ θυµοῦ, οὗ εἰς τὴν θεραπείαν ὁλοκλήρου δεῖται βίου· καὶ εἰργάσατό τι, ὃ πᾶσαν αὐτοῦ τὴν ζωὴν ἀνέτρεψε. Τὸ γὰρ χαλεπὸν τοῦτό ἐστιν, ὅτι καὶ ἐν βραχεῖ καιρῷ, καὶ διὰ µιᾶς πράξεως, καὶ δι' ἑνὸς ῥήµατος µόνον τῶν αἰωνίων ἡµᾶς πολλάκις ἐξέβαλεν ἀγαθῶν, καὶ µυρίους ἐκένωσε πόνους.∆ ιὸ παρακαλῶ, πάντα ποιεῖν, ὥστε τὸ θηρίον τοῦτο χαλινοῦν. Ἀλλὰ ταῦτα µὲν περὶ ἐπιεικείας καὶ θυµοῦ· εἰ δὲ καὶ τὰ ἄλλα τις προχειρίσαιτο τῷ λόγῳ, οἷον πλεονεξίαν, ὑπεροψίαν χρηµάτων, ἀσέλγειαν, σωφροσύνην, φθόνον, χρηστότητα, καὶ ἀντεξετάσοι, καὶ ἄλλο εἴσεται ἔτι διάφορον, Εἴδετε, πῶς ἀπὸ τῶν προσταγµάτων µόνον ὁ µὲν Θεὸς, ὁ δὲ διάβολος ὢν δείκνυται; Πειθώµεθα τοίνυν τῷ Θεῷ, καὶ µὴ εἰς βάραθρα ἑαυτοὺς ἐµβάλωµεν, ἀλλ' ἕως ἐστὶ καιρὸς, πάντα ἀπονιψώµεθα τὰ τὴν ψυχὴν λυµαινόµενα, ἵνα τῶναἰωνίων ἀγαθῶν ἐπιτύχωµεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶεἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.