In Acta apostolorum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
7.0
Ἀκούσαντες δὲ τοὺς λόγους τούτους, κατενύγη σαν τὴν καρδίαν, εἶπόν τε πρὸς τὸν Πέτρον καὶ τοὺς λοιποὺς ἀποστόλους· Τί ποιήσωµεν, ἄνδρες ἀδελφοί;
7.1
Ὁρᾷς, ὅσον ἐστὶν ἐπιείκεια ἀγαθόν; Αὕτη µᾶλλον τῆς σφοδρότητος τὰς καρδίας κατακεντεῖ τὰς ἡµετέρας, καὶ ὀξυτέραν δίδωσι τὴν πληγήν. Καθάπερ γὰρ ἐπὶ τῶν ἐσκιῤῥωµένων σωµάτων ὁ πλήττων οὐχ οὕτω ποιεῖ τὴν αἴσθησιν σφοδράν· ἂν δέ τις αὐτὰ µαλάξῃ πρότερον, καὶ ἁπαλὰ ἐργάσηται, τότε νύττει σφοδρότερον· οὕτω δὴ καὶ ἐνταῦθα πρότερον δεῖ µαλάξαι καὶ τότε νύξαι. Μαλάττει δὲ, οὐ θυµὸς, οὐδὲ κατηγορία σφοδρὰ, οὐδὲ ὀνείδη, ἀλλ' ἐπιείκεια· ἐκεῖνος µὲν γὰρ καὶ ἐπιτείνει τὴν πώρωσιν, αὕτη δὲ ἀναιρεῖ. Ὥστε ἂν ἐθέλῃς καθάψασθαί τινος ἠδικηκότος, µετὰ πολλῆς τῆς πραότητος αὐτῷ προσφέρου. Ὅρα γοῦν καὶ ἐνταῦθα τί ποιεῖ· ἀνέµνησεν αὐτοὺς τῶν οἰκείων τολµηµάτων πράως, καὶ οὐδὲν προσέθηκεν· εἶπε τοῦ Θεοῦ τὴν δωρεὰν, ἐπήγαγε τὴν χάριν µαρτυροῦσαν τοῖς γεγενηµένοις, καὶ ἔτι περαιτέρω τὸν λόγον ἐξήγαγεν. Ἠδέσθησαν τοῦ Πέτρου τὴν ἐπιείκειαν, ὅτι τοῖς τὸν∆ εσπότην αὐτοῦ σταυρώσασι καὶ κατ' αὐτῶν φονῶσιν, ἐν τάξει πατρὸς καὶ διδασκάλουκηδεµονικοῦ διελέγετο. Οὐχ ἁπλῶς ἐπείσθησαν, ἀλλὰ κατέγνωσαν ἑαυτῶν· ἦλθον εἰς αἴσθησιν τῶν γεγενηµένων Οὐ γὰρ ἀφῆκεν αὐτοῖς ἀρθῆναι τὸν θυµὸν, καὶ ἐπισκοτῆσαι τῇ διανοίᾳ· ἀλλὰ διὰ τῆς ταπεινοφροσύνης ὥσπερ τινὰ σκεδάσας ἀχλὺν τὴν ἀγανάκτησιν, οὕτως ἔδειξε τὸ τετολµηµένον. Καὶ γὰρ οὕτως ἔχει, ὅταν εἴπωµεν ἡµεῖς, ὅτι ἠδικήµεθα, ἐκεῖνοι πειρῶνται δεῖξαι, ὅτι οὐκ ἠδικήκασιν· ὅταν εἴπωµεν ἡµεῖς, ὅτι οὐκ ἠδικήµεθα, ἀλλ' ἠδικήκαµεν µᾶλλον, ἐκεῖνοι τὸ ἐναντίον ποιοῦσιν. Ὥστε εἰ βούλει τὸν ἠδικηκότα εἰς ἀγῶνα ἐµβαλεῖν, µὴ κατηγορήσῃς αὐτοῦ, ἀλλ' ἀγώνισαι, κἀκεῖνος κατηγορήσει. Φιλόνεικον γάρ ἐστι τὸ γένος τῶν ἀνθρώπων. Τοῦτο ὁ Πέτρος ἐποίησεν. Οὐ κατηγόρησεν αὐτῶν σφοδρῶς, ἀλλὰ καὶ ἐπειράθη σχεδὸν ἀγωνίσασθαι ἡµέρως κατὰ τὸ δυνατόν· διὰ τοῦτο αὐτῶν καθίκεται τῆς ψυχῆς. Καὶ πόθεν δῆλον, ὅτι κατενύγησαν; Ἀπὸ τῶν ῥηµάτων αὐτῶν. Τί γάρ φασι; Τί ποιήσωµεν, ἄνδρες ἀδελφοί; Οὓς πλάνους ἐκάλουν, ἀδελφοὺς νῦν καλοῦσιν. Οὐχὶ τοσοῦτον ἑαυτοὺς παρεξισάζοντες, ὅσον εἰς φιλοστοργίαν ἐπισπώµενοι καὶ κηδεµονίαν. Ἄλλως δὲ, ἐπειδὴ αὐτοὶ κατηξίωσαν τοῦτο καλέσαι αὐτοὺς, καί φασι, Τί ποιήσωµεν; οὐκ εἶπον εὐθέως· Οὐκοῦν µετανοῶµεν· ἀλλ' ἐπέτρεψαν ἑαυτοὺς αὐτοῖς. Καθάπερ ἐν ναυαγίῳ τις γενόµενος ἢ ἐν νόσῳ, τὸν κυβερνήτην ἰδὼν ἢ τὸν ἰατρὸν, πάντα αὐτῷ παραχωρεῖ τε καὶ πείθεται· οὕτω καὶ οὗτοι ὡµολογήκασιν ἐν ἐσχάτοις ὄντας ἑαυτοὺς, καὶ οὐδὲ ἐλπίδα σωτηρίας ἔχοντας. Καὶ ὅρα. Οὐκ εἶπον· Πῶς σωθῶµεν; ἀλλὰ, Τί ποιήσωµεν; Τί οὖν ὁ Πέτρος; Πάλιν ἐνταῦθα πάντων ἐρωτηθέντων, ἐκεῖνος ἀποκρίνεται, Μετανοήσατε, λέγων, καὶ βαπτισθήτω ἕκαστος ὑµῶν ἐπὶ τῷ ὀνόµατι Ἰησοῦ Χριστοῦ. Καὶ οὔπω λέγει, ὅτι Πιστεύσατε· ἀλλὰ, Βαπτισθήτω ἕκαστος ὑµῶν. Τοῦτο γὰρ ἐν τῷ βαπτίσµατι παρέλαβον. Εἶτα δείκνυσι καὶ τὸ κέρδος· Εἰς ἄφεσιν ἁµαρτιῶν· καὶ λήψεσθε τὴν δωρεὰν τοῦ ἁγίου Πνεύµατος. Εἰ δωρεὰν λήψεσθε, εἰ ἄφεσιν ἔχει τὸ βάπτισµα, τί µέλλετε; Εἶτα πιθανὸν τὸν λόγον ποιῶν, ἐπήγαγεν· Ὑµῖν γάρ ἐστιν ἡ ἐπαγγελία. Ταύτην καὶ ἐνταῦθα λέγει, ἣν εἶπε καὶ ἄνω διαλεγόµενος. Καὶ τοῖς τέκνοις ὑµῶν, φησί. Οὐκοῦν µείζων ἡ δωρεὰ, ὅταν τῶν ἀγαθῶν καὶ κληρονόµους ἔχωσι. Καὶ πᾶσι, φησὶ, τοῖς εἰς µακράν. Εἰ Τοῖς εἰς µακρὰν, πολλῷ µᾶλλον ὑµῖν τοῖς ἐγγύς. Ὅσους ἂν προσκαλέσηται Κύριος ὁ Θεὸς ἡµῶν. Ὅρα πότε λέγει, Τοῖς εἰς µακράν. Ὅτε αὐτοὺς εὗρεν ᾠκειωµένους καὶ κατεγνωκότας ἑαυτῶν· ψυχὴ γὰρ ὅταν ἑαυτὴν καταδικάσῃ, οὐκέτι φθονεῖν δύναται. Ἑτέροις τε λόγοις πλείοσι διεµαρτύρατο καὶ παρεκάλει, λέγων. Ὅρα αὐτὸν πανταχοῦ ἐπιτέµνοντα, καὶ οὐ φιλοτιµούµενον, οὐδὲ ἐπιδεικτιῶντα,∆ ιεµαρτύρατο, φησὶ, καὶ παρεκάλει, λέγων. Ἀπηρτισµένη αὕτη διδασκαλία, τὸ µὲν φόβου, τὸ δὲ ἀγάπης ἔχουσα. Σώθητε ἀπὸ τῆς γενεᾶς τῆς σκολιᾶς ταύτης. Οὐδὲν περὶ µελλόντων φησὶν, ἀλλὰ περὶ τῶν παρόντων, οἷς καὶ µάλιστα ἐνάγονται ἄνθρωποι· καὶ δείκνυσιν, ὅτι τὸ κήρυγµα καὶ τῶν παρόντων καὶ τῶν µελλόντων ἀπαλλάττει κακῶν. Οἱ µὲν οὖν ἀσµένως ἀποδεξάµενοι τὸν λόγον αὐτοῦ, ἐβαπτίσθησαν· καὶ προσετέθησαν τῇ ἡµέρᾳ ἐκείνῃ ψυχαὶ ὡσεὶ τρισχίλιαι. Πῶς οἴει τοῦτο τοὺς ἀποστόλους ἀνακτήσασθαι µᾶλλον τοῦ σηµείου; Ἦσαν δὲ προσκαρτεροῦντες ὁµοθυµαδὸν τῇ διδαχῇ τῶν ἀποστόλων καὶ τῇ κοινωνίᾳ.∆ ύο ἀρεταὶ, καὶ τὸ προσκαρτερεῖν, καὶ τὸ ὁµοθυµαδόν. Τοῦτο δέ φησι, ἵνα δείξῃ, ὅτι πολὺν χρόνον αὐτοὺς ἐδίδασκον. Καὶ τῇ κοινωνίᾳ, καὶ τῇ κλάσει τοῦ ἄρτου, καὶ τῇ προσευχῇ. Πάντα κοινῇ, πάντα µετὰ καρτερίας ἐποίουν, φησί. Ἐγένετο δὲ πάσῃ ψυχῇ φόβος τῶν πιστευσάντων, πολλά τε τέρατα καὶ σηµεῖα διὰ τῶν ἀποστόλων ἐγίνετο. Εἰκότως. Οὐ γὰρ ὡς τῶν τυχόντων κατεφρόνουν, οὐδὲ τοῖς ὁρωµένοις προσεῖχον, ἀλλὰ πεπύρωτο αὐτῶν ἡ διάνοια. Ἐπειδὴ δὲ ἄνωθεν ἦν πολὺς ῥέων ὁ Πέτρος, καὶ ἐδείκνυ τὰς ἐπαγγελίας καὶ τὰ µέλλοντα, εἰκότως ἐξέστησαν τῷ φόβῳ, καὶ ἐµαρτύρει τοῖς λεγοµένοιςτὰ θαύµατα. Καθάπερ οὖν ἐπὶ τοῦ Χριστοῦ πρότερον σηµεῖα, εἶτα διδασκαλία, εἶτα θαύµατα· οὕτω καὶ νῦν. Πάντες δὲ οἱ πιστεύοντες ἦσαν ἐπιτοαυτὸ, καὶ εἶχον ἅπαντα κοινά. Ὅρα εὐθέως ὅση ἡ ἐπίδοσις. Οὐ γὰρ ἐν ταῖς εὐχαῖς µόνον ἡ κοινωνία, οὐδὲ ἐν τῇ διδασκαλίᾳ, ἀλλὰ καὶ ἐν τῇ πολιτείᾳ. Καὶ τὰ κτήµατα καὶ τὰς ὑπάρξεις ἐπίπρασκον, καὶ διεµέριζον αὐτὰ πᾶσι, καθότι ἄν τις χρείαν εἶχεν. Ὅρα, πόσος φόβος αὐτοῖς ἐνεγένετο; Καὶ διεµέριζον αὐτά. Τοῦτο εἶπε, τὸ οἰκονοµικὸν δηλῶν. Καθότι ἄν τις χρείαν εἶχεν. Οὐχ ἁπλῶς, καθάπερ οἱ παρ' Ἕλλησι φιλόσοφοι, οἱ µὲν ἀνῆκαν τὴν γῆν, οἱ δὲ εἰς θάλασσαν ἔῤῥιψαν πολὺ χρυσίον, ὅπερ οὐχ ὑπεροψίᾳ χρηµάτων ἦν, ἀλλὰ µωρία καὶ ἄνοια. Πανταχοῦ γὰρ ἐσπούδασεν ὁ διάβολος ἀεὶ τοῦ Θεοῦ τὰ κτίσµατα διαβάλλειν, ὡς οὐκ ἐνὸν καλῶς χρήσασθαι χρήµασι. Καθ' ἡµέραν τε προσκαρτεροῦντες ὁµοθυµαδὸν ἐν τῷ ἱερῷ. Ἐνταῦθα τὸν τρόπον διδάσκει, καθ' ὃν τῆς διδασκαλίας ἀπέλαυον.
7.2
Καὶ σκόπει, πῶς οὐδὲν ἐποίουν ἕτερον Ἰουδαῖοι, οὐ µικρὸν, οὐ µέγα, ἀλλὰ τῷ ἱερῷ προσήδρευον. Ἅτε γὰρ σπουδαιότεροι γεγενηµένοι, καὶ περὶ τὸν τόπον εὐλάβειαν πλείονα εἶχον. Οὐ γὰρ ἀπέσπων αὐτοὺς οἱ ἀπόστολοι τέως, ὥστε µὴ βλάψαι. Κλῶντές τε κατ' οἶκον ἄρτον, µετελάµβανον τροφῆς ἐν ἀγαλλιάσει καὶ ἀφελότητι καρδίας, αἰνοῦντες τὸν Θεὸν, καὶ ἔχοντες χάριν πρὸς ὅλον τὸν λαόν. Τὸν ἄρτον ἐµοὶ δοκεῖ λέγων, καὶ τὴν νηστείαν ἐνταῦθα σηµαίνειν καὶ τὸν σκληρὸν βίον· τροφῆς γὰρ, οὐ τρυφῆς µετελάµβανον. Ἐντεῦθεν, ἀγαπητὲ, µάνθανε, ὡς οὐχ ἡ τρυφὴ, ἀλλ' ἡ τροφὴ τὴν ἀπόλαυσιν ποιεῖ· καὶ ὡς οἱ τρυφῶντες, ἐν λύπῃ, οἱ δὲ µὴ τρυφῶντες, ἐν χαρᾷ. Ὁρᾷς, ὅτι οἱ Πέτρου λόγοι καὶ τοῦτο εἶχον, τὸν τοῦ βίου σωφρονισµόν; Οὕτως οὐκ ἔνι γενέσθαι ἀγαλλίασιν, µὴ ἀφελείας οὔσης. Καὶ πῶς, φησὶν, Εἶχον χάριν πρὸς ὅλον τὸν λαόν;∆ ι' ὧν ἐποίουν διὰ τῆς ἐλεηµοσύνης. Μὴ γάρ µοι, εἰ οἱ ἀρχιερεῖς ἐπέστησαν αὐτοῖς ὑπὸ φθόνου καὶ βασκανίας, τοῦτο ἴδῃς· ἀλλ' ὅτι πρὸς τὸν λαὸν χάριν εἶχον. Ὁ δὲ Κύριος προσετίθει τοὺς σωζοµένους καθ' ἡµέραν τῇ Ἐκκλησίᾳ. Πάντες δὲ οἱ πιστεύοντες ἦσαν ἐπιτοαυτό. Οὕτω πανταχοῦ καλὸν ἡ ὁµόνοια. Ἑτέροις τε λόγοις διεµαρτύρατο. Τοῦτο εἶπε, δεικνὺς, ὅτι οὐκ ἤρκει τὰ λεχθέντα· ἢ καὶ ἐκεῖνα µὲν, ὥστε πρὸς πίστιν ἐπαχθῆναι, ταῦτα δὲ, τίνα χρὴ τὸν πιστὸν ποιεῖν, εἴρηται. Καὶ οὐκ εἶπεν, Ἐπὶ τῷ σταυρῷ, ἀλλ', Ἐπὶ τῷ ὀνόµατι Ἰησοῦ Χριστοῦ βαπτισθήτω ἕκαστος ὑµῶν. Οὐδὲ ἀναµιµνήσκει αὐτοὺς συνεχῶς τοῦ σταυροῦ, ἵνα µὴ ὀνειδίζειν δόξῃ, ἀλλ' ἁπλῶς, Μετανοήσατε, φησὶ, καὶ βαπτισθήτω ἕκαστος ἐν τῷ ὀνόµατιἸησοῦ Χριστοῦ εἰς ἄφεσιν ἁµαρτιῶν. Καὶ µὴν ἑτέρως ἔχει τῶν ἐνταῦθα δικαστηρίων ὁ νόµος· ἀλλ' ἐπὶ τοῦ κηρύγµατος ὅταν ὁ ἡµαρτηκὼς ὁµολογήσῃ, τότε σώζεται. Ὅρα, πῶς οὐ τὸ µεῖζον παρέδραµεν ὁ Πέτρος· ἀλλὰ πρότερον τὴν χάριν εἰπὼν, τότε καὶ ἐκεῖνο ἐπήγαγε, λέγων· Λήψεσθε τὴν δωρεὰν τοῦ ἁγίου Πνεύµατος. Ἀξιόπιστος ὁ λόγος αὐτόθεν ἐξ ὧν αὐτοὶ ἔλαβον. Τέως γὰρ τὸ εὔκολον λέγει καὶ πολλὴν ἔχον δωρεὰν, καὶ τότε ἐπὶ τὸν βίον ἄγει, εἰδὼς, ὅτι ὑπόθεσις αὐτοῖς ἔσται σπουδῆς, τὸ ἤδη γεύσασθαι τῶντοσούτων ἀγαθῶν. Ἐπεὶ δὲ ἐπόθει ἀκοῦσαι ὁ ἀκροατὴς, τί ἦν τῶν πλειόνων λόγων τὸ κεφάλαιον, καὶ τοῦτο προστίθησι, δεικνὺς ὅτι ἡ δωρεὰ τοῦ ἁγίου Πνεύµατος. Οἱ µὲν οὖν ἀποδεξάµενοι τὸν λόγον ἐπῄνεσαν τὰ λεχθέντα, καίτοι φόβου γέµοντα, καὶ µετὰ τὴν συγκατάθεσιν τότε ἐπὶ τὸ βάπτισµα ἔρχονται. Ἀλλ' ἴδωµεν ἄνωθεν τὰ εἰρηµένα. Ἦσαν, φησὶ, προσκαρτεροῦντες τῇ διδαχῇ. Ἐκ τούτου δῆλον, ὅτι οὐ µίαν ἡµέραν, οὐδὲ δύο καὶ τρεῖς, ἀλλ' ἐπὶ πολλὰς ἐδιδάσκοντο, ἅτε ἐφ' ἕτερον µεταστάντες βίον. Καὶ ἐγένετο πάσῃ ψυχῇ φόβος. Εἰ πάσῃ, καὶ τῶν µὴ πιστευσάντων. Εἰκὸς δὲ αὐτοὺς παθεῖν τοσαύτην ἀθρόον µεταβολὴν ἰδόντας· τάχα δὲ καὶ ἀπὸ τῶν σηµείων, Οὐχὶ, Ὁµοῦ δὲ, ἀλλ', Ὁµοθυµαδὸν, εἶπεν, ἐπειδὴ ἔνι ὁµοῦ µὲν εἶναί τινας, οὐ µὴν δὲ ὁµοθυµαδὸν, διῃρηµένους ταῖς γνώµαις. Λόγοις τε παρεκάλει. Καὶ οὐδὲ ἐνταῦθα λέγει τὴν διδασκαλίαν, ἐπιτέµνων τὸν λόγον· ἐξὸν δὲ µανθάνειν, ὅτι ὡς νέους παῖδας ἔτρεφον τῇ τροφῇ τῇ πνευµατικῇ. Καὶ ἄγγελοι γεγόνασι λοιπὸν ἐξαίφνης. Καὶ διεµέριζον καθὸ χρείαν τις εἶχεν. Εἶδον, ὅτι τὰ πνευµατικὰ κοινὰ, καὶ οὐδεὶς ἕτερος ἑτέρου πλέον ἔχει, καὶ ταχέως ἦλθον ἐπὶ τὸ τὰ αὐτῶν πᾶσι διαδιδόναι. Πάντες δὲ οἱ πιστεύοντες ἦσαν ἐπιτοαυτό. Ὅτι δὲ οὐ τόπῳ ἦσαν ἐπιτοαυτὸ, δῆλον ἐξ ὧν ἐπήγαγε λέγων, Καὶ πάντα εἶχον κοινά. Πάντες δὲ, φησὶν, οὐχ ὁ µὲν, ὁ δὲ οὔ. Τοῦτο πολιτεία ἀγγελικὴ, µηδὲν αὐτῶν λέγειν ἴδιον εἶναι. Ἐντεῦθεν ἡ ῥίζα τῶν κακῶν ἐξεκόπη, καὶ δι' ὧν ἔπραττον ἔδειξαν, ὅτι ἤκουσαν. Ἄρα τοῦτο ἦν ὃ ἔλεγε, Σώθητε ἀπὸ τῆς γενεᾶς τῆς σκολιᾶς ταύτης. Καὶ προσετέθησαν τῇ ἡµέρᾳ ἐκείνῃ ψυχαὶ ὡσεὶ τρισχίλιαι. Ἐπειδὴ τρισχίλιοι γεγόνασιν, ἐξήγαγον αὐτοὺς λοιπὸν ἔξω, οἳ καὶ µετὰ παῤῥησίας, ἅτε πολλῆς οὔσης ἤδη, καθ' ἡµέραν ἀνῄεσαν καὶ προσήδρευον ἐν τῷ ἱερῷ· ἐπεὶ καὶ Πέτρος καὶ Ἰωάννης µικρὸν ὕστερον τὸ αὐτὸ ποιοῦσιν· οὐδὲν γὰρ τέως παρεκίνουν τῶν Ἰουδαϊκῶν. Καὶ αὐτὴ δὲ ἡ εἰς τὸν τόπον τιµὴ διέβαινε πρὸς τὸν τοῦ ἱεροῦ∆ εσπότην. Εἶδες εὐλαβείας ἐπίδοσιν; Χρήµατα ἔῤῥιψαν, καὶ ἔχαιρον, καὶ πολλὴ ἦν ἡ εὐφροσύνη· µείζονα γὰρ ἦν ἃ ἐλάµβανον ἀγαθά. Οὐδεὶς ὠνείδιζεν, οὐδεὶς ἐφθόνει, οὐδεὶς ἐβάσκαινεν, οὐκ ἦν τῦφος, οὐκ ἦν ἐξουδένωσις· καθάπερ παιδία ἐνόµιζον οὕτω παιδεύεσθαι, ὡς ἀρτίτοκοι οὕτω διέκειντο. Καὶ τί ὡς ἐν ἀµυδρᾷ λέγω εἰκόνι; Εἰ µέµνησθε ὡς, ὅτε τὴν πόλιν ἡµῖν ἔσεισεν ὁ Θεὸς, καὶ πάντες ἦσαν συνεσταλµένοι, οὕτω τότε ἐκεῖνοι διέκειντο· οὐδεὶς ὕπουλος ἦν, οὐδεὶς πονηρός. Καὶ γὰρ τοιοῦτον φόβος, τοιοῦτον ἡ θλῖψις. Οὐκ ἦν τὸ ψυχρὸν ῥῆµα τὸ, Ἐµὸν, καὶ τὸ, Σόν.∆ ιὰ τοῦτο ἀγαλλίασις ἦν ἐπὶ τῆς τραπέζης· οὐδεὶς ὡς ἐξ ἰδίων ἐσθίων διέκειτο, οὐδεὶς ὡς ἐξ ἀλλοτρίων· καίτοι δοκεῖ αἴνιγµα εἶναι. Οὔτε ἀλλότρια ἐνόµιζον εἶναι τὰ τῶν ἀδελφῶν· δεσποτικὰ γὰρ ἦν· οὔτε ἴδια, ἀλλὰ τῶν ἀδελφῶν. Οὔτε ὁ πένης ᾐσχύνετο, οὔτε ὁ πλούσιος ἐτυφοῦτο. Τοῦτό ἐστιν ἀγαλλίασις. Κἀκεῖνος ὡς εὐεργετούµενος διέκειτο, καὶ εὖ πάσχων µᾶλλον, καὶ οὗτοι ὡς δοξαζόµενοι ταύτῃ, καὶ πάνυ πρὸς αὐτοὺς ἦσαν συνδεδεµένοι. Ἐπειδὴ γὰρ ἐν ταῖς τῶν χρηµάτων διανοµαῖς καὶ ὕβρεις, καὶ ἀπονοίας, καὶ λύπας γίνεσθαι συµβαίνει, διὰ τοῦτο ἔλεγεν ὁ Ἀπόστολος· Μὴ ἐκ λύπης, ἢ ἐξ ἀνάγκης. Ὅρα, πόσα αὐτοῖς µαρτυρεῖ; Πίστιν γνησίαν, βίον ὀρθὸν, τὴν ἐν ἀκροάσει καρτερίαν, τὴν ἐν εὐχαῖς, τὴν ἐν ἀφελείᾳ, τὴν ἐν εὐφροσύνῃ.
7.3
∆ ύο ἦν ἱκανὰ ἐµβαλεῖν αὐτοὺς εἰς ἀθυµίαν, ἥ τε νηστεία, καὶ τὸ τὰ χρήµατα διαδίδοσθαι. Οἱ δὲ καὶ δι' ἀµφότερα ἔχαιρον. Τίς γὰρ τοὺς οὕτω διακειµένους οὐκ ἂν ἠγάπησεν ὡς πατέρας κοινούς· Οὐδὲν ἔτικτον πονηρὸν κατ' ἀλλήλων· τὸ πᾶν ἐπέτρεπον τῇ χάριτι τοῦ Θεοῦ. Οὐκ ἦν φόβος, καὶ ταῦτα ἐν µέσοις κινδύνοις ἐµβεβληκότων αὐτῶν.∆ ιὰ γοῦν τῆς ἀφελείας τὴν πᾶσαν αὐτῶν ἐδήλωσεν ἀρετὴν, πολὺ καὶ τῆς τῶν χρηµάτων ὑπεροψίας, καὶ τῆς νηστείας, καὶ τῆς ἐν ταῖς εὐχαῖςκαρτερίας µείζονα οὖσαν. Οὕτω δὲ καὶ καθαρῶς ᾔνουν τὸν Θεὸν, µᾶλλον δὲ τοῦτό ἐστιν αἰνεῖν τὸν Θεόν. Ὅρα δὲ καὶ ἐνταῦθα αὐτοὺς ἀπολαµβάνοντας εὐθέως τὰς ἀµοιβάς. Τὸ γὰρ ἔχειν χάριν πρὸς τὸν λαὸν, τοῦτό ἐστιν, ὅτι ποθεινοί τινες ἦσαν καὶ ἐπέραστοι. Τίς γὰρ οὐκ ἂν ἀγάσαιτο, τίς δὲ οὐκ ἂν θαυµάσειεν ἄνθρωπον τὸ ἦθος ἁπλοῦν, ἢ τίς οὐκ ἂν συνδεθείη τῷ µηδὲν ὕπουλον ἔχοντι; Τίνων δὲ ἄλλων ἐστὶν ἡ σωτηρία ἢ τούτων; τίνων δὲ τὰ µεγάλα ἀγαθά; Οὐχὶ ποιµένες εὐηγγελίσθησαν πρότεροι; οὐχὶ Ἰωσὴφ ἁπλοῦς τις ὢν ἄνθρωπος, ὥστε µὴ διὰ µοιχείας ὑποψίαν φοβηθέντα αὐτὸν ἐργάσασθαί τι πονηρόν; οὐχὶ ἀγροίκους ἐξελέγετο τοὺς ἀπλάστους; Ψυχὴ γὰρ, φησὶν, εὐλογηµένη πᾶσα ἁπλῆ· καὶ πάλιν, Ὁ δὲ πορευόµενος ἁπλῶς, πορεύεται πεποιθώς. Ναὶ, φησίν· ἀλλὰ καὶ φρονήσεως δεῖ. Τί γὰρ ἄλλο ἐστὶν ἁπλότης ἀλλ' ἢ φρόνησις; Ὅταν γὰρ µηδὲν ὑποπτεύῃς πονηρὸν, οὔτε τεκτῆναι δύνασαι πονηρόν· ὅταν µηδὲν ἔχῃς τῶν δεινῶν, οὐδὲ µνησικακῆσαι δυνήσῃ. Ὕβρισέ τις; οὐκ ἤλγησας· ἐκακηγόρησεν; οὐδὲν ἔπαθες· ἐβάσκηνεν; οὐδὲ οὕτως ἔπαθές τι. Ὁδός τίς ἐστιν ἐπὶ φιλοσοφίαν ἡ ἁπλότης. Οὐδεὶς οὕτως ἐστὶ τὴν ψυχὴν καλὸς, ὡς ὁ ἁπλοῦς. καθάπερ γὰρ ἐν τῷ σώµατι ὁ µὲν στυγνὸς καὶ κατηφὴς καὶ σύννους, κἂν καλὸς ᾖ, τὸ πολὺ τῆς ὡραιότητος ὑποτέµνεται· ὁ δὲ ἀνειµένος καὶ ἠρέµα µειδιῶν τὴν ὄψιν, ἐπιτείνει τὴν ὡραιότητα· οὕτω δὴ καὶ ἐπὶ τῆς ψυχῆς, ὁ µὲν σύννους κἂν µυρία ἔχῃ κατορθώµατα, ἠφάνισεν αὐτά· ὁ δὲ ἀνειµένος καὶ ἁπλοῦς, τοὐναντίον. Καὶ φίλον τὸν τοιοῦτον µετὰ ἀσφαλείας ἄν τις εἰργάσαιτο, καὶ ἐχθρὸν γενόµενον καταλλάξειεν. Οὐ γὰρ δεῖ φυλακῆς καὶ προφυλακῆς, οὐδὲ δεσµῶν καὶ συνδέσµων ἐπὶ τοῦ τοιούτου, ἀλλὰ πολλὴ µὲν αὐτῷ ἔσται ἡ ἄνεσις, πολλὴ δὲ καὶ τοῖς συνοῦσιν αὐτῷ. Τί οὖν, ἂν εἰς πονηροὺς, φησὶν, ἄνδρας ὁ τοιοῦτος ἐµπέσῃ; Ὁ Θεὸς ὁ προστάξας εἶναι ἀπλάστους, ὀρέξει χεῖρα. Τί τοῦ∆ αυῒδ ἀπλαστότερον ἦν; τί δὲ τοῦ Σαοὺλ πονηρότερον; Τίς οὖν περιεγένετο; Τί δαὶ ἐπὶ τοῦ Ἰωσήφ; οὐχ ὁ µὲν ἀπλάστως προσῄει τῇ δεσποίνῃ, ἡ δὲ κακούργως; Τί οὖν, εἰπέ µοι, ἐκεῖνος ἠδίκηται; Τί δαὶ τοῦ Ἄβελ ἀπλαστότερον ἦν; τί δαὶ τοῦ Κάϊν κακουργότερον; Ὁ Ἰωσὴφ δὲ πάλιν οὐκ ἀπλάστως ἐκέχρητο τοῖς ἀδελφοῖς; οὐ διὰ τοῦτο εὐδοκίµησεν, ὅτι ὁ µὲν ἀνυπόπτως πάντα ἐφθέγγετο, οὗτοι δὲ κακούργως ἐδέχοντο; Καὶ ἅπαξ εἶπε τὰ ὀνείρατα, καὶ πάλιν εἶπε, καὶ οὐκ ἐφυλάξατο· καὶ πάλιν πρὸς αὐτοὺς ἀπῄει τροφὰς ἀποίσων, καὶ οὐδὲν ἐφυλάττετο, τὸ πᾶν ἐπιτρέπων τῷ Θεῷ· ἀλλ' ὅσῳ ἐκεῖνοι πρὸς αὐτὸν οὕτω διέκειντο ὡς πρὸς πολέµιον, οὕτως ἐκεῖνος ὡς πρὸς ἀδελφούς. Καὶ ἠδύνατο ὁ Θεὸς µὴ ἀφεῖναι αὐτὸν ἐµπεσεῖν, ἀλλ' ἀφῆκεν, ἵνα δειχθῇ τὸ θαῦµα, καὶ ὅτι κἂν τὰ αὐτῶν ἐπιδείξωνται, ἐκεῖνος ἀνώτερος ἔσται. Ὥστε κἂν λάβῃ πληγὴν, οὐ παρ' ἑαυτοῦ, ἀλλὰ παρ' ἑτέρου λαµβάνει. Ὁ δὲ πονηρὸς ἑαυτὸν µὲν πλήττει πρότερον, ἕτερον δὲ οὐδένα· οὕτως ἐστὶ καὶ ἑαυτῷ πολέµιος. Τοῦ τοιούτου ἀεὶ ἀθυµίας ἡ ψυχὴ µεστὴ, τῶν λογισµῶν ἀεὶ συνδεδεµένων· κἂν ἀκοῦσαι, κἂν εἰπεῖν τι δέῃ πάντα µετὰ ἐγκληµάτων ποιεῖ, πάντα µετὰ αἰτίας. Φιλία τῶν τοιούτων καὶ ὁµόνοια πόῤῥω καὶ µακρὰν ἐσκήνωνται· µάχαι δὲ παρ' αὐτοῖς καὶ ἔχθραι καὶ ἀηδίαι, καὶ ἑαυτοὺς ὑποπτεύουσιν οἱ τοιοῦτοι. Τούτοις οὐδὲ ὕπνος ἡδὺς, οὔτε ἄλλο οὐδέν. Ἂν δὲ καὶ γυναῖκα ἔχωσι. βαβαὶ, πρὸς πάντας ἐχθροὶ γίνονται καὶ πολέµιοι· ζηλοτυπίαι µυρίαι, φόβος διηνεκής· πονηρὸς δὲ παρὰ τὸ πονεῖν εἴρηται. Οὕτω γοῦν καὶ ἡ Γραφὴ πόνον ἀεὶ τὴν πονηρίαν καλεῖ, ὡς ὅταν λέγῃ, Ὑπὸ τὴν γλῶσσαν αὐτοῦ κόπος καὶ πόνος· καὶ ἀλλαχοῦ πάλιν, Καὶ τὸ πλεῖον αὐτῶν κόπος καὶ πόνος. Εἰ δὲ θαυµάζοι τις, πόθεν µὲν παρὰ τὴν ἀρχὴν τοιοῦτοι γεγόνασι, νῦν δὲ οὐ τοιοῦτοι, µαθέτω τὴν θλῖψιν αἰτίαν, τὴν διδάσκαλον τῆς φιλοσοφίας, τὴνµητέρα τῆς εὐλαβείας. Ὅτε χρηµάτων ἀναίρεσις ἦν, τότε οὐδὲ πονηρία ἦν. Ναὶ, φησίν· αὐτὸ γὰρ τοῦτο ἐρωτῶ· νῦν δὲ πόθεν ἡ τοσαύτη πονηρία· πόθεν ἐκείνοις µὲν ἐπῆλθε τοῖς τρισχιλίοις καὶ πεντακισχιλίοις εὐθέως ἑλέσθαι τὴν ἀρετὴν, καὶ ὁµοῦ οὕτως ἐγένοντο φιλόσοφοι, νῦν δὲ µόλις εἷς εὑρίσκεται; τότε δὲ οὕτω συνεφώνουν; τί τὸ ποιῆσαν αὐτοὺς σφοδροὺς καὶ διεγηγερµένους; τί αὐτοὺς ἄφνω ἐπύρωσεν; Ἐπειδὴ µετὰ πολλῆς προσῆλθον τῆς εὐλαβείας· ἐπειδὴ τὰ τῶν τιµῶν οὐκ ἦν καθάπερ νῦν· ἐπειδὴ πρὸς τὰ µέλλοντα µετέστησαν αὐτῶν τὴν διάνοιαν, καὶ οὐδὲν τῶν παρόντων προσεδόκων. Τοῦτό ἐστι πεπυρωµένης ψυχῆς, τὸ τοῖς δεινοῖς ἐνστρέφεσθαι· τοῦτο ἐνόµιζον ἐκεῖνοι χριστιανισµὸν εἶναι. Ἀλλ' οὐχ ἡµεῖς· νῦν γὰρ τὰς ἀνέσεις ἐνταῦθα ζητοῦµεν.∆ ιὰ τοῦτο οὐδὲ, ὅταν δέῃ, τούτων ἐπιτευξόµεθα. Τί ποιήσωµεν, ἠρώτων ἐκεῖνοι, ἀπογινώσκοντες ἑαυτῶν; Ὑµεῖς δὲ τὸ ἐναντίον, Τί ποιήσοµεν; λέγοµεν ἐπιδεικνύµενοι πρὸς τοὺς παρόντας, καὶ µέγα φρονοῦντες ἐφ' ἑαυτοῖς. Ἅπερ ἔδει γενέσθαι ἐποίουν ἐκεῖνοι, ἡµεῖς δὲ τοὐναντίον. Κατέγνωσαν ἑαυτῶν ἐκεῖνοι, ἀπέγνωσαν αὐτῶν τῆς σωτηρίας· διὰ τοῦτο τοιοῦτοι γεγόνασιν. Ἔγνωσαν ὅσον ἔλαβον δῶρον.
7.4
Πῶς δὲ ὑµεῖς ἔσεσθε τοιοῦτοι, ἀπεναντίας ἐκείνοις ἅπαντα πράττοντες; Ἐκεῖνοι ἅµα ἤκουσαν καὶ ἐβαπτίσαντο· οὐκ εἶπον ταῦτα τὰ ῥήµατα τὰ ψυχρὰ, ἅπερ ἡµεῖς νῦν, οὐδὲ τὴν ἀναβολὴν ἐπραγµατεύσαντο· καίτοι γε οὐ πάντα ἤκουσαν τὰ δικαιώµατα, ἀλλὰ µόνον, τὸ, Σώθητε ἀπὸ τῆς γενεᾶς ταύτης. Οὐκ ὀκνηροὺς αὐτοὺς ἐποίησεν, ἀλλὰ ἀπεδέξαντο τοὺς λόγους· καὶ ὅτι ἀπεδέξαντο, διὰ τῶν ἔργων ἐδήλωσαν, καὶ ἔδειξαν ἑαυτοὺς τίνες ἦσαν. Ἅµα γὰρ ἐνέβησαν εἰς τὸν ἀγῶνα, ἀπεδύσαντο τὰ ἱµάτια· ἡµεῖς δὲ ἐµβαίνοντες, µετὰ ἱµατίων παλαίειν βουλόµεθα.∆ ιὰ τοῦτο οὐ δεῖται πόνων ὁ ἀνταγωνιστὴς, ἀλλ' ἐν αὐτοῖς περιπλακέντες πολλάκις κατηνέχθηµεν. Ταὐτὸν γὰρ ποιοῦµεν, ὥσπερ ἂν εἴ τις ἄνδρα ἀθλητὴν κεκονιµένον. µέλανα, γυµνούµενον ἰδὼν, πολὺν καὶ ἀπὸ τῆς ἄµµου καὶ τοῦ ἡλίου πηλὸν ἔχοντα, καὶ ἀνακεχρωσµένον τῷ ἐλαίῳ, καὶ τῷ ἱδρῶτι, καὶ τῷ πηλῷ, αὐτὸςµύρων ὄζων, σηρικὰ λαβὼν ἱµάτια καὶ χρυσᾶ ὑποδήµατα, καὶ στολὴν µέχρι σφυρῶν καθιεµένην, καὶ χρυσία περὶ τὴν κεφαλὴν, συµπλέκοιτο εἰσιών. Ὁ γὰρ τοιοῦτος οὐκ ἐµποδισθήσεται µόνον, ἀλλὰ καὶ πᾶσαν τὴν φροντίδα περὶ τὸ µὴ µολῦναι µηδὲ διαῤῥῆξαι τοὺς χιτῶνας ἔχων, ἐκ πρώτηςεὐθέως προσβολῆς πεσεῖται, καὶ ὅπερ δέδοικεν, εὐθέως τοῦτο πείσεται, περὶ ἐκεῖνα τὰ καίρια τὴν ζηµίαν λαβών. Καιρὸς ἀγῶνος ἐνέστηκε· σὺ δὲ περιβάλλῃ σηρικά; καιρὸς γυµνασίας, καιρὸς σταδίου· σὺ δὲ καθάπερ ἐν ποµπῇ κοσµεῖς σαυτόν; Καὶ πῶς περιέσῃ; Μή µοι πρὸς τὰ ἔξω ἴδῃς, ἀλλὰ πρὸς τὰ ἔσω. Ταῖς γὰρ τούτων φροντίσι, καθάπερ σχοινίοις χαλεποῖς, πάντοθεν ἡ ψυχὴ συνδέδεται, χεῖρα οὐκ ἐῶσα ἀντᾶραι, οὐδὲ ἐπανατείνασθαι τῷ πολεµίῳ, µαλακοὺς ἐργαζοµένη καὶ ἁπαλούς. Ἀγαπητὸν, πάντων ἀπαλλαγέντα δυνηθῆναι περιγενέσθαι τῆς ἀκαθάρτου δυνάµεως ἐκείνης.∆ ιὰ τοῦτο καὶ ὁ Χριστὸς, ὡς οὐκ ἀρκούσης τῆς τῶν χρηµάτων µόνον ἀποβολῆς, ὅρα τί φησι. Πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς, καὶ δεῦρο ἀκολούθει µοι. Εἰ δὲ, οὐδὲ ὅταν ἀποδυσώµεθα τὰ χρήµατα, οὐδέπω ἐν ἀσφαλείᾳ ἑστήκαµεν, ἀλλὰ καὶ ἑτέρας τινὸς τέχνης καὶ ἀκριβείας ἡµῖν δεῖ· πολλῷ µᾶλλον ἔχοντες, οὐδὲν ἐργασόµεθα µέγα, ἀλλὰ καταγέλαστοι καὶ τοῖς θεαταῖς καὶ αὐτῷ γενησόµεθα τῷ πονηρῷ. Κἂν γὰρ διάβολος µὴ ᾖ, κἂν ὁ παλαίων µηδεὶς ᾖ, µυρίαι πάντοθεν ὁδοὶ πρὸς τὴν γέενναν τὸν φιλοχρήµατον ἄγουσι. Ποῦ νῦν εἰσιν οἱ λέγοντες,∆ ιατί ὁ διάβολος γέγονεν; Ἰδοὺ ἐνταῦθα ὁ διάβολος οὐδὲν ἐργάζεται, ἀλλὰ τὸ πᾶν ἡµεῖς. Καὶ µὴν οἱ ἐν τοῖς ὄρεσι ταῦτα λέγειν ὤφειλον, οἱ µετὰ σωφροσύνην καὶ χρηµάτων ὑπεροψίαν καὶ τὴν τῶν ἄλλων καταφρόνησιν, πατέρα, καὶ οἰκίας, καὶ ἀγροὺς, καὶ γυναῖκα, καὶ παιδία ἀφεῖναι µυριάκις ἑλόµενοι. Ἀλλ' ἐκεῖνοι µάλιστα ταῦτα οὐ λέγουσιν· ἃ δὲ οὐδέποτε λέγειν ἐχρῆν, οὗτοι λέγουσιν. Ἐκεῖνα ὄντως τοῦ διαβόλου τὰ παλαίσµατα· εἰς ταῦτα δὲ οὐδὲ καθεῖναι ἄξιον. Ἀλλὰ αὐτὴν, φησὶ, τὴν φιλοχρηµατίαν ὁ διάβολος ἐνίησι. Καὶ ἀπόφυγε, καὶ µὴ καταδέξῃ, ἄνθρωπε. Νῦν δὲ, ἂν µέν τινα ἴδῃς τινὸς ἀπὸ δρυφάκτου κατασκευάζοντα βόρβορον, εἶτα τὸν ὁρῶντα καταχεόµενον αὐτοῦ ἑστῶτα καὶ τὸ πᾶν δεχόµενον τῇ κεφαλῇ, οὐ µόνον οὐκ ἐλεεῖς, ἀλλὰ καὶ ἀγανακτεῖς, καὶ φὴς αὐτὸν δικαίως πεπονθέναι, καὶ, Μὴ µωρὸς ἴσθι, ἕκαστος πρὸς αὐτὸν φθέγγεται· καὶ οὐ τὸν βάλλοντα τοσοῦτον αἰτιᾷ, ἀλλὰ τὸν δεχόµενον. Νυνὶ δὲ οἶδας, ὅτι τοῦ διαβόλου ἡ φιλοχρηµατία· οἶδας, ὅτι µυρίων κακῶν τοῦτο αἴτιον· ὁρᾷς αὐτὸν καθάπερ βόρβορον κατασκευάζοντα τοὺς συρφετοὺς λογισµοὺς καὶ αἰσχρούς· καὶ γυµνῇ τῇ κεφαλῇ δεχόµενος τὴν ἀκαθαρσίαν τὴν ἐκείνου οὐ νοεῖς, δέον µικρὸν ἐκκλίναντα τοῦ παντὸς ἀπηλλάχθαι; Καθάπερ ἂν ἐκεῖνος τὸν τόπον ἐκκλίνας ἀπηλλάγη· οὕτω καὶ σὺ µὴ δέχου τοὺς τοιούτους λογισµοὺς, καὶ φεύξῃ τὴν ἁµαρτίαν, ἀπόκρουσαι τὴν ἐπιθυµίαν. Καὶ πῶς ἀποκρούσοµαι; φησίν. Εἰ µὲν Ἕλλην ἦς, καὶ τὰ παρόντα ἐθαύµαζες µόνα, τάχα πολλῆς ἦν δυσκολίας τὸ πρᾶγµα, καίτοι γε ἐκεῖνοι κατώρθωσαν τοῦτο· ἄνθρωπος δὲ τὸν οὐρανὸν προσδοκῶν καὶ τὰ ἐν τοῖς οὐρανοῖς, λέγεις, Πῶς ἀποκρούσοµαι; Εἰ τοὐναντίον ἔλεγον, τότε ἐχρῆν ἀπορεῖν· εἰ ἔλεγον, Ἐπιθύµησον χρηµάτων. Καὶ πῶς ἐπιθυµήσω χρηµάτων; ἔφης ἂν, τοιαῦτα ὁρῶν. Εἰπέ µοι, εἰ χρυσοῦ προκειµένου καὶ λίθων τιµίων ἔλεγον, Ἐπιθύµησον µολύβδου· ἆρα οὐκ ἦν ἀπορίας; Εἶπες γὰρ ἂν, Πῶς δύναµαι; Εἰ δὲ ἔλεγον, Μὴ ἐπιθυµήσῃς, τοῦτο εὐκολώτερον ἦν. Οὐ θαυµάζω τοὺς καταφρονοῦντας, ἀλλὰ τοὺς µὴ καταφρονοῦντας· σφόδρα ψυχῆς τοῦτο νωθείας πεπληρωµένης, µυιῶν καὶ κωνώπων οὐδὲν διαφερούσης, χαµαὶ συροµένης, ἰλυσπωµένης ἐν τῷ βορβόρῳ, οὐδὲνµέγα φανταζοµένης Τί λέγεις; ζωὴν µέλλεις κληρονοµεῖν αἰώνιον, καὶ λέγεις, Πῶς καταφρονήσω τῆς παρούσης ὑπὲρ ἐκείνην; µὴ γὰρ ἀµφήριστά ἐστι τὰ πράγµατα; Ἱµάτιον µέλλεις λαµβάνειν βασιλικόν· καὶ λέγεις, Πῶς καταφρονήσω τῶν ῥακίων; εἰς τὴν τοῦ βασιλέως µέλλεις ἄγεσθαι οἰκίαν· καὶ λέγεις, Πῶς καταφρονήσω τῆς πενιχρᾶς τῆς παρούσης; Ὄντως ἡµεῖς ἐσµεν αἴτιοι πανταχοῦ, οἱ µὴ θέλοντες διεγερθῆναι µικρόν. Οἱ γὰρ θελήσαντες, πάντες κατώρθωσαν· καὶ κατώρθωσαν µετὰ πολλῆς τῆς σφοδρότητος καὶ τῆς εὐκολίας. Γένοιτο δὲ καὶ ὑµᾶς πεισθέντας τῇ ἡµετέρᾳ παραινέσει κατορθῶσαι, καὶ ζηλωτὰς γενέσθαι τῶν κατωρθωκότων, χάριτι καὶ φιλανθρωπίᾳ τοῦµονογενοῦς αὐτοῦ Υἱοῦ, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.