In Acta apostolorum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
8.0
Ἐπὶ τὸ αὐτὸ δὲ Πέτρος καὶ Ἰωάννης ἀνέβαινον εἰς τὸ ἱερὸν, ἐπὶ τὴν ὥραν τῆς προσευχῆς τὴν ἐννάτην.
8.1
Πανταχοῦ φαίνονται οὗτοι πολλὴν ἔχοντες πρὸς ἀλλήλους ὁµόνοιαν. Τούτῳ νεύει ὁ Πέτρος· ὁµοῦ εἰς τὸν τάφον ἔρχονται οὗτοι· περὶ αὐτοῦ φησι τῷ Χριστῷ, Οὗτος δὲ τί; Τὰ µὲν οὖν ἄλλα σηµεῖα παρεῖδεν ὁ τὸ βιβλίον συγγράφων· ὃ δὲ πολλὴν εἶχε τὴν ἔκπληξιν καὶ πάντας ἐξένιζε, λέγει. Καὶ ὅρα πάλιν αὐτοὺς οὐ προηγουµένως ἐπ' αὐτὸ ἐρχοµένους· οὕτω φιλοτιµίας ἦσαν καθαροὶ, καὶ τὸν διδάσκαλον ἐµιµοῦντο τὸν αὐτῶν. Τί δαὶ ἀνῄεσαν εἰς τὸ ἱερόν; ἆρα ἔτι Ἰουδαϊκῶς ἔζων; Οὐχί· ἀλλὰ χρησίµως τοῦτο ποιοῦσι. Γίνεται γὰρ σηµεῖον πάλιν ἐκείνους τε βεβαιοῦν καὶ τοὺς ἄλλους ἐφελκόµενον· καὶ σηµεῖον, οἷον οὔπω ἦσαν ποιήσαντες. Φυσικὸν τὸ πάθος ἦν, καὶ κρεῖττον τέχνης ἰατρικῆς. Μᾶλλον δὲ τεσσαράκοντα ἔτη ἦν πεποιηκὼς ἐν τῇ χωλείᾳ, καθὼς προϊών φησι, καὶ οὐδεὶς αὐτὸν ἐν παντὶ τῷ χρόνῳ ἐθεράπευσεν. Ἴστε δὲ, ὅτι ταῦτα µάλιστα δυσκολώτερα, ἅπερ ἂν ἐκ γενετῆς εἴη. Τοσοῦτον ἦν τὸ δεινὸν, ὅτι οὐδὲ τὴν ἀναγκαίαν τροφὴν πορίζεσθαι δυνατὸς ἦν ἑαυτῷ. Καὶ ἐπίσηµος δὲ ὑπῆρχεν ἀπό τε τοῦ τόπου, ἀπό τε τοῦ πάθους· καὶ πῶς, ἄκουε. Καί τις ἀνὴρ χωλὸς, φησὶν, ἐκ κοιλίας µητρὸς αὐτοῦ ὑπάρχων ἐβαστάζετο, ὃν ἐτίθουν καθ' ἡµέραν εἰς τὴν θύραν τοῦ ἱεροῦ τὴν λεγοµένην Ὡραίαν, τοῦαἰτεῖν ἐλεηµοσύνην παρὰ τῶν εἰσπορευοµένων εἰς τὸ ἱερόν. Ἐλεηµοσύνην λαβεῖν ἄρα ἐζήτει, καὶ οὐκ ᾔδει, τίνες ἦσαν οἱ ἄνδρες Ὃς ἰδὼν Πέτρον καὶ Ἰωάννην µέλλοντας εἰσιέναι εἰς τὸ ἱερὸν, ἠρώτα ἐλεηµοσύνην λαβεῖν. Ἀτενίσας δὲ Πέτρος εἰς αὐτὸν σὺν τῷ Ἰωάννῃ, εἶπεν· Βλέψον εἰς ἡµᾶς. Τοῦτο ἀκούει· ὁ δὲ οὐδὲ οὕτως ἀνίσταται, ἀλλ' ἔτι µένει διενοχλῶν. Τοιοῦτον γὰρ ἡ πενία, καὶ δοῦναι ἀπαγορεύοντας ἐπιµένει καὶ ἀναγκάζει. Αἰσχυνθῶµεν οἱ ἐν ταῖς εὐχαῖς ἀποπηδῶντες. Ὅρα δέ µοι τὴν ἐπιείκειαν πῶς ἔδειξε Πέτρος εὐθὺς εἰπὼν, Βλέψον εἰς ἡµᾶς. Οὕτως αὐτῶν τὸ σχῆµα αὐτόθεν ἐδείκνυ τὸν τρόπον. Ὁ δὲ ἐπεῖχεν αὐτοῖς, προσδοκῶν τι παρ' αὐτῶν λαβεῖν. Εἶπε δὲ Πέτρος· Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει µοι· ὃ δὲ ἔχω, τοῦτό σοι δίδωµι. Οὐκ εἶπεν, ὅτι Τοῦ ἀργυρίου πολλῷ βέλτιόν σοι δίδωµι· ἀλλὰ τί; Ἐν τῷ ὀνόµατι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου ἔγειραι καὶ περιπάτει. Καὶ πιάσας αὐτὸν τῆς δεξιᾶς χειρὸς, ἤγειρεν. Οὕτω καὶ ὁ Χριστὸς ἐποίησε. Πολλάκις λόγῳ ἐθεράπευσε, πολλάκις ἔργω, πολλάκις καὶ τὴν χεῖρα προσήγαγεν, ὅπου ἦσαν ἀσθενέστεροι κατὰ τὴν πίστιν, ἵνα µὴ δόξῃ ἀπὸταὐτοµάτου γίνεσθαι. Καὶ πιάσας αὐτὸν τῆς δεξιᾶς χειρὸς, ἤγειρε. Τοῦτο ἐποίησε δήλην τὴν ἀνάστασιν· ἀναστάσεως γὰρ ἦν εἰκών. Καὶ παραχρῆµα ἐστερεώθησαν αὐτοῦ αἱ βάσεις καὶ τὰ σφυρά. Καὶ ἐξαλλόµενος ἔστη, καὶ περιεπάτει. Πειράζων ἴσως ἑαυτὸν καὶ πλείονα τὴν βάσανον ἐποιεῖτο, µὴ ἄρα ἁπλῶς ἐστι τὸ γεγονός. Ἀσθενεῖς ἦσαν αὐτῷ οἱ πόδες, οὐ κεκοµµένοι. Τινὲς δέ φασιν, ὅτι καὶ ἠγνόει περιπατεῖν. Καὶ εἰσῆλθε σὺν αὐτοῖς περιπατῶν εἰς τὸ ἱερόν. Ὄντως θαύµατος ἄξιον. Οὐκ αὐτοὶ αὐτὸν ἐπάγονται, ἀλλ' αὐτὸς ἀκολουθεῖ, διὰ τῆς ἀκολουθήσεως τοὺς εὐεργέτας δεικνὺς, καὶ διὰ τοῦ µετὰ τὸ ἅλλεσθαι αἰνεῖν τὸν Θεὸν, οὐκ ἐκείνους θαυµάζων, ἀλλὰ τὸν Θεὸν τὸν δι' ἐκείνων ἐνεργήσαντα. Οὕτως εὐχάριστος ἦν ὁ ἀνήρ. Ἀλλ' ἴδωµεν ἄνωθεν τὰ εἰρηµένα. Ἀνέβαινον, φησὶν, ἐπὶ τὴν ὥραν τῆς προσευχῆς τὴν ἐννάτην. Τάχα κατὰ τὸν καιρὸν τοῦτον βαστάζοντες τὸν χωλὸν ἐτίθουν, ὅτε µάλιστα εἰσῄεσαν οἱ ἄνθρωποι εἰς τὸ ἱερόν. Ἵνα δὲ µὴ νοµίσῃ τις, ὅτι δι' ἕτερόν τι αὐτὸν ἐβάσταζον, καὶ οὐχὶ διὰ τὸ λαβεῖν, ὅρα, πῶς τοῦτο σαφῶς παρέστησε δι' ὧν λέγει· Ἐτίθουν αὐτὸν ὥστε ἐλεηµοσύνην λαβεῖν παρὰ τῶν εἰσπορευοµένων εἰς τὸ ἱερόν.∆ ιὰ τοῦτο καὶ τόπων µέµνηται, ἔλεγχον διδοὺς ὧν γράφει. Καὶ πῶς, φησὶν, αὐτὸν οὐ προσήγαγον τῷ Χριστῷ; Ἴσως ἦσαν ἄπιστοι οἱ τῷ ἱερῷ προσεδρεύοντες, ὅπου γε οὐδὲ τοῖς ἀποστόλοις αὐτὸν προσήγαγον, ἰδόντες αὐτοὺς εἰσιόντας, καὶ θαύµαταπεποιηκότας τοιαῦτα. Ἠρώτα, φησὶν, ἐλεηµοσύνην λαβεῖν· ὥσπερ τινὰς εὐλαβεῖς ἄνδρας ἀπὸ τοῦ σχήµατος αὐτοὺς τάχα κατενόησε· διὰ τοῦτο καὶ ἐπεῖχεν αὐτοῖς. Ὅρα δὲ, πῶς ὁ Ἰωάννης πανταχοῦ σιγᾷ, ὁ δὲ Πέτρος καὶ ὑπὲρ αὐτοῦ ἀπολογεῖται· Ἀργύριον, φησὶ, καὶ χρυσίον οὐχ ὑπάρχει µοι. Οὐκ εἶπεν, Οὐκ ἔχω ἐνταῦθα, οἷα ἡµεῖς λέγοµεν· ἀλλ' ὅλως, Οὐκ ἔχω. Τί οὖν ὁ χωλός; Καὶ παρορᾷς µε τὸν ἱκέτην; Οὒ, φησὶν, ἀλλ' ἐξ ὧν ἔχω λάβε. Ὁρᾷς, πῶς ἄτυφος ὁ Πέτρος, καὶ οὐκ ἐπιδεικτιῶν οὐδὲ πρὸς αὐτὸν τὸν εὐεργετούµενον; Τὸ στόµα τοίνυν καὶ ἡ χεὶρ τὸ πᾶν εἰργάσατο. Τοιοῦτοί τινες ἦσαν καὶ Ἰουδαῖοι χωλεύοντες· καὶ δέον αἰτῆσαι ὑγείαν, οἱ δὲ µᾶλλον χρήµατα αἰτοῦσι χαµαὶ κείµενοι· οἳ καὶ διὰ τοῦτο τῷ ἱερῷ προσήδρευον, ἵνα χρηµατίζωνται. Τί οὖν ὁ Πέτρος; Οὐχ ὑπερεῖδεν αὐτὸν, οὐ πλουτοῦντά τινα ἐζήτησεν, οὐδὲ εἶπεν, Ἂν µὴ εἰς ἐκεῖνον γένηται τὸ θαῦµα, οὐδὲν µέγα ἐστίν· οὐ τιµήν τινα προσεδόκησε παρ' αὐτοῦ, οὐδὲ παρόντων τινῶν ἐθεράπευσεν αὐτόν· ἐν γὰρ τῇ εἰσόδῳ ἦν ὁ ἀνὴρ, οὐκ ἔνθα τὸ πλῆθος ἦν ἔνδον. Ἀλλ' οὐδὲν τούτων ἐζήτησεν ὁ Πέτρος, οὐδὲ εἰσελθὼν ἐκήρυξεν, ἀλλ' ἀπὸ µόνου τοῦ σχήµατος τὸν χωλὸν ἐπεσπάσατο πρὸς τὴν αἴτησιν. Καὶ τὸ θαυµαστὸν, ὅτι ταχέως ἐπίστευσεν. Οἱ γὰρ χρονίων ἀπαλλαγέντες παθῶν, µόλις πιστεύουσι καὶ αὐτῇ τῇ ὄψει. Καὶ θεραπευθεὶς λοιπὸν σὺν τοῖς ἀποστόλοις ἦν, εὐχαριστῶν τῷ Θεῷ. Καὶ εἰσῆλθε, φησὶ, σὺν αὐτοῖς περιπατῶν εἰς τὸ ἱερὸν, ἁλλόµενος καὶ αἰνῶν τὸν Θεόν.
8.2
Ὅρα, πῶς οὐκ ἠρεµεῖ, τοῦτο µὲν ὑπὸ τῆς ἡδονῆς, τοῦτο δὲ ἐµφράττων αὐτῶν τὰ στόµατα. Ἐµοὶ δὲ δοκεῖ καὶ ἵνα µὴ νοµισθῇ τις ὑπόκρισις, διὰ τοῦτο ἅλλεσθαι αὐτόν· τοῦτο γὰρ λοιπὸν οὐκ ἦν ὑποκρίσεως. Εἰ γὰρ µηδὲ ἁπλῶς ἐπιβῆναι δυνατὸν ἦν αὐτῷ τὸ πρότερον, καὶ ταῦτα τοῦ λιµοῦ καταναγκάζοντος( οὐ γὰρ ἂν εἵλετο πρὸς τοὺς βαστάζοντας διανέµεσθαιτὰ τῆς ἐλεηµοσύνης, ἑαυτῷ δυνάµενος ἀρκεῖν), πολλῷ µᾶλλον τότε. Πῶς δὲ καὶ ὑπεκρίνατο ἂν ὑπὲρ τῶν µὴ δεδωκότων ἐλεηµοσύνην; Ἀλλ' εὐχάριστος ἦν ὁ ἀνὴρ καὶ µετὰ τὴν ὑγείαν. Ἑκατέρωθεν οὖν πιστὸς δείκνυται, ἀπό τε τῆς εὐχαριστίας, ἀπό τε τοῦ συµβεβηκότος. Οὐ µὴν πᾶσι γνώριµος ἦν, ὅθεν καὶ ἐπεγίνωσκον αὐτόν. Καὶ εἶδον αὐτὸν, φησὶ, πᾶς ὁ λαὸς περιπατοῦντα καὶ αἰνοῦντα τὸν Θεὸν, ἐπεγίνωσκόν τε αὐτὸν, ὅτι οὗτός ἐστιν ὁ πρὸς τὴν ἐλεηµοσύνην καθήµενος ἐπὶτῇ Ὡραίᾳ πύλῃ τοῦ ἱεροῦ. Καὶ καλῶς εἶπεν, Ἐπεγίνωσκον· ὡς καὶ ἀγνοουµένου λοιπὸν ἀπὸ τοῦ πράγµατος. Ταύτῃ γὰρ τῇ λέξει κεχρήµεθα ἐπὶ τῶν µόλις γνωριζοµένων. Ἔδει γοῦν πιστευθῆναι, ὅτι ἀφίησι τὰ ἁµαρτήµατα τὸ ὄνοµα τοῦ Χριστοῦ, ὅπου γε καὶ τοιαῦτα ἐργάζεται. Κρατοῦντος δὲ τοῦ ἰαθέντος τὸν Πέτρον καὶ τὸν Ἰωάννην, συνῆλθε πᾶς ὁ λαὸς ἐπὶ τῇ στοᾷ τῇ καλουµένῃ Σολοµῶντος ἔκθαµβοι. Ἀπὸ τῆς εὐνοίας τῆς εἰς αὐτοὺς καὶ τῆς φιλίας οὐκ ἐχωρίζετο αὐτῶν· ἴσως δὲ καὶ εὐχαριστῶν αὐτοῖς καὶ ἐπαινῶν. Καὶ συνέδραµε, φησὶ, πᾶς ὁ λαός. Ἰδὼν δὲ αὐτοὺς ὁ Πέτρος, ἀπεκρίνατο. Πάλιν αὐτὸς καὶ ἐργάζεται καὶ δηµηγορεῖ. Τότε µὲν οὖν αὐτοὺς εἰς τὴν ἀκρόασιν διήγειρε τὸ πρᾶγµα τὸ περὶ τὰς γλώσσας, νυνὶ δὲ τοῦτο· καὶ τότε µὲν ἀρχὴν ἔλαβεν ἀπὸ τῶν ἐγκληµάτων, νῦν δὲ ἀπὸ τῆς ὑπονοίας. Ἴδωµεν οὖν, τί διενήνοχεν αὕτη ἡ δηµηγορία ἐκείνης, καὶ κατὰ τί κοινωνεῖ. Ἐκείνη µὲν οὖν ἐν τῇ οἰκίᾳ γίνεται, οὐδέπω προσελθόντος οὐδενὸς, οὐδὲ αὐτῶν τι ἐργασαµένων· αὕτη δὲ πάντων θαυµαζόντων, τοῦ θεραπευθέντος πλησίον ἑστῶτος· οὐδενὸς ἀµφιβάλλοντος, καθάπερ τότε, ὅτε ἔλεγον, ὅτι Γλεύκους µεµεστωµένοι εἰσί. Καὶ τότε µετὰ τῶν ἀποστόλων πάντων ὢν διελέγετο· νῦν δὲ µετὰ τοῦ Ἰωάννου µόνου· λοιπὸν γὰρ θαῤῥεῖ καὶ σφοδρότερος γίνεται. Τοιοῦτον γὰρ ἡ ἀρετὴ, ἀρχὴν λαβοῦσα πρόεισι, καὶ οὐδαµοῦ ἵσταται. Ὅρα δὲ καὶ πῶς ᾠκονοµήθη ἐν τῷ ἱερῷ γενέσθαι τὸ σηµεῖον, ἵνα καὶ ἄλλοι θαῤῥήσωσιν. Οὐκ ἐν παραβύστῳ γὰρ αὐτό που ἐργάζονται, ἢ καὶ λανθανόντως· ἀλλ' οὔτε ἔνδον ἐν τῷ ἱερῷ, ἔνθα τὸ πολὺ πλῆθος ἦν. Πῶς οὖν ἐπιστεύθη, φησίν; Ὅτι αὐτὸς ὁ θεραπευθεὶς ἐκήρυττε τὴν εὐεργεσίαν. Οὐδὲ γὰρ ἂν ἐψεύσατο, οὐδ' ἂν ἐπ' ἄλλους τινὰς ἦλθεν. Ἤτοι οὖν, ὡς εὐρυχωρίας οὔσης, ἐκεῖ τὸ σηµεῖον εἰργάσαντο, ἢ ὡς κεχωρισµένου τοῦ τόπου. Καὶ ὅρα τὸ γενόµενον. Ἐφ' ἑτέραν ἀνῆλθον πρόφασιν, καὶ ἕτερα ἐργάζονται. Οὕτω καὶ Κορνήλιος ἄλλα νηστεύων ηὔχετο, καὶ ἄλλα ὁρᾷ. Μέχρι δὲ τότε πανταχοῦ τὸν Χριστὸν Ναζωραῖον ὀνοµάζουσιν. Ἐν τῷ ὀνόµατι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου, φησὶν, ἔγειραι καὶ περιπάτει. Τέως γὰρ τοῦτο ἦν τὸ ζητούµενον, τὸ πιστευθῆναι αὐτόν. Μὴ δὴ πρὸς τὴν ἀρχὴν ἀποκάµωµεν τοῦ διηγήµατος· ἀλλ' εἰ καὶ κατόρθωµά τις εἰπὼν διαλίπῃ, πάλιν ἀναλάβωµεν τὴν ἀρχήν. Ἂν ἐν ἕξει γενώµεθα, ταχέως πρὸς τὸ τέλος ἥξοµεν· ταχέως πρὸς τὴν κορυφὴν στησόµεθα. Σπουδὴ γὰρ, φησὶ, σπουδὴν γεννᾷ, καὶ ῥᾳθυµία ῥᾳθυµίαν. Ὁ µικρόν τι κατωρθωκὼς ἔλαβε παράκλησιν ἐπὶ τὸ µεῖζον ἐλθεῖν, καὶ µᾶλλον ἐξ ἐκείνου περαιτέρω χωρῆσαι. Καὶ καθάπερ τὸ πῦρ ὅσα ἂν περιλάβῃ ξύλα, τοσούτῳ σφοδρότερον γίνεται· οὕτω καὶ προθυµία, ὅσους ἂν διεγείρῃ λογισµοὺς εὐσεβεῖς, τοσούτῳ µᾶλλον κατὰ τῶν ἄλλων ὁπλίζεται. Οἷόν τι λέγω· Ἑστήκασιν ἐν ἡµῖν καθάπερ ἄκανθαι ἐπιορκία, ψεῦδος, ὑπόκρισις, δόλος, κακουργία, λοιδορία, σκώµµατα, γελωτοποιίαι, αἰσχρολογίαι, εὐτραπελίαι· πάλιν ἐν ἄλλῳ µέρει πλεονεξία, ἁρπαγὴ, ἀδικία, συκοφαντία, ἐπιβουλαί· πάλιν ἐπιθυµία πονηρὰ, ἀκαθαρσία, ἀσέλγεια, πορνεία, µοιχεία· πάλιν φθόνος, ζηλοτυπία, ὀργὴ, θυµὸς, µνησικακία, ἀνταπόδοσις, βλασφηµία. µυρία τοιαῦτα· ἂν τὰ πρότερα κατορθώσωµεν, οὐκ ἐκεῖνα µόνον κατώρθωται, ἀλλὰ δι' ἐκείνων καὶ τὰ µετὰ ταῦτα. Ἰσχυρότερος γὰρ γίνεται λοιπὸν ὁ λογισµὸς πρὸς τὴν ἐκείνων ἀνατροπήν. Οἶον, ὁ πολλὰ ὀµνὺς ἂν περιέλῃ τὸ σατανικὸν ἔθος τοῦτο, οὐ τοῦτο µόνον αὐτῷ κατώρθωται, ἀλλὰ καὶ ἑτέρα εὐλάβεια ἐπεισῆκται. Οὐδεὶς γὰρ, οἶµαι, τῶν οὐκ ὀµνυόντων εὐκόλως θελήσει ἄλλο τι πρᾶξαι πονηρὸν, ἀλλὰ τὴν ἤδη κατορθωθεῖσαν ἀρετὴν αἰσχυνθήσεται. Καθάπερ γὰρ ὁ φορῶν ἱµάτιον καλὸν αἰσχύνεται βορβόρῳ ἐγκυ λίσαι ἑαυτόν· οὕτω δὴ καὶ οὗτος. Ἀπὸ δὲ τούτου ἥξει εἰς τὸ µὴ ὀργίζεσθαι, µηδὲ τύπτειν, µηδὲ ὑβρίζειν. Ἂν γὰρ ἅπαξ τὰ µικρὰ κατορθώσῃ, τὸ πᾶν ἤνυσται. Συµβαίνει δὲ πολλάκις καὶ τὸ ἐναντίον, ἅπαξ κατορθώσαντάς τι πάλιν ἀπὸ ῥᾳθυµίας τοῖς αὐτοῖς περιπεσεῖν, ὡς ἐκ τούτου καὶ εἰς ἀδύνατονπεριστῆναι λοιπὸν τὸ πρᾶγµα. Οἷον, ἐθήκαµεν ἑαυτοῖς νόµον µὴ ὀµνύναι, κατωρθώσαµεν ἡµέρας τρεῖς ἢ καὶ τέσσαρας· µετ' ἐκείνας εἰς ἀνάγκην περιπεσόντες, τὸ συλλεχθὲν κέρδος ἅπαν ἐσκορπίσαµεν· εἰς ῥᾳθυµίαν λοιπὸν ἐµπίπτοµεν καὶ ἀπόγνωσιν, ὡς µηδὲ τῶν αὐτῶν ἅψασθαι βουληθῆναι πάλιν· καὶ εἰκότως. Ὁ γάρ τι οἰκοδοµήσας ἑαυτῷ, εἶτα ἰδὼν καθῃρηµένον τὸ οἰκοδόµηµα, ῥᾳθυµότερος ἔσται περὶ τὸ πάλιν οἰκοδοµεῖν. Ἀλλ' οὐ δεῖ ῥᾳθυµεῖν οὐδὲ οὕτως· ἀλλὰ πάλιν ἔχεσθαι τῆς σπουδῆς.
8.3
Θῶµεν τοίνυν ἑαυτοῖς νόµους καθηµερινούς· τέως ἀπὸ τῶν εὐκόλων ἀρξώµεθα· περικόψωµεν ἡµῶν τὴν πολυορκίαν τοῦ στόµατος, χαλινὸν ἐπιθῶµεν τῇ γλώττῃ, µηδεὶς ὀµνύτω τὸν Θεόν. Οὐκ ἔστιν ἐνταῦθα δαπάνη, οὐκ ἔστιν ἐνταῦθα κάµατος, οὐκ ἔστιν ἐνταῦθα χρόνου µελέτη· ἀρκεῖ θελῆσαι, καὶ τὸ πᾶν γέγονε· συνηθείας γὰρ τὸ πρᾶγµά ἐστι. Ναὶ παρακαλῶ καὶ δέοµαι, σπουδὴν τοιαύτην εἰσενέγκωµεν. Εἰπὲ δή µοι, εἰ χρήµατα ἐκέλευσα εἰσενεγκεῖν, οὐκ ἂν προθύµως ἕκαστος τὰ κατὰ δύναµιν συνεβάλεσθε; εἴ µε ἐν κινδύνοις ἑωρᾶτε τοῖς ἐσχάτοις, οὐκ ἂν καὶ ἀπὸ τῆς σαρκὸς, εἴ γε οἷόν τε ἦν, ἀποτεµόντες ἔδοτε ἄν; Ἐν κινδύνῳ καὶ νῦν εἰµι καὶ πολλῷ, καὶ ὡς ἂν εἰ καὶ µετὰ τούτου καὶ δεσµωτήριον ᾤκουν, ἢ µυρίας ἔλαβον πληγὰς, ἢ εἰς µέταλλα ἐτύγχανον, οὐκ ἂντούτου πλέον ἤλγησα. Χεῖρα τοίνυν ὀρέξατε. Ἐννοήσατε γὰρ, ὅσος κίνδυνος, µηδὲ τὸ µικρότατον τοῦτο( µικρότατον δὲ λέγω, ὅσον εἰς πόνον ἥκει) δυνηθῆναι κατορθῶσαι. Τί ἐρῶ τότε ἐγκαλούµενος; διατί µὴ διηλέγχθης; διατί µὴ ἐπέταξας; διατί µὴ νόµον ἔθηκας; διατί τοὺς µὴ πειθοµένους οὐκ ἐκώλυσας; Οὐκ ἀρκεῖ µοι εἰπεῖν, ὅτι ἐνουθέτησα. Ἀλλὰ καὶ σφοδροτέρας, φησὶν, ἐπιτιµήσεως ἔδει· ἐπεὶ καὶ ὁ Ἠλεὶ ἐνουθέτει. Ἀλλὰ µὴ γένοιτο ὑµᾶς ἐκείνοις παραβαλεῖν τοῖς παισί. Κἀκεῖνος ἐνουθέτει, καὶ ἔλεγε· Μὴ τέκνα, µὴ ποιεῖτε οὕτω· πονηρὰ ἡ ἀκοὴ, ἣν ἐγὼ ἀκούω περὶ ὑµῶν. Ἀλλὰ προϊοῦσα ἡ Γραφή φησιν, ὅτι οὐκ ἐνουθέτει τοὺς υἱοὺς αὐτοῦ. Τοῦτο δὲ λέγει, ἐπειδὴ οὐ σφοδρῶς, οὐδὲ µετ' ἐπιπλήξεως τοῦτο ἐποίει. Πῶς γὰρ οὐκ ἄτοπον, ἐν µὲν ταῖς συναγωγαῖς τῶν Ἰουδαίων οὕτως ἰσχυροὺς εἶναι τοὺς νόµους, κἂν ὁ διδάσκων ἐπιτάξῃ πάντα γίνεσθαι· ἐνταῦθα δὲ οὕτως ἡµᾶς καταπεφρονῆσθαι καὶ ἀπεῤῥῖφθαι; Οὐ τῆς ἐµαυτοῦ δόξης µοι µέλει( δόξα γὰρ ἐµὴ, ἡ ὑµετέρα εὐδοκίµησις), ἀλλὰ τῆς ὑµετέρας σωτηρίας. Καθ' ἑκάστην ἡµέραν βοῶµεν, ἐνηχοῦµεν ὑµῶν ταῖς ἀκοαῖς· ὁ δὲ ἀκούων οὐδείς· καὶ οὐδὲν σφοδρὸν ἐπιδεικνύµεθα. Φοβοῦµαι, µὴ τῆς ἀκαίρου ταύτης καὶ πολλῆς φιλανθρωπίας λόγον κατὰ τὴν µέλλουσαν ἡµέραν ὑπόσχωµεν.∆ ιὸ µεγάλῃ καὶ λαµπρᾷ τῇ φωνῇ κηρύττω πᾶσι, καὶ διαµαρτύροµαι, ὥστε τοὺς τὴν παράβασιν ταύτην ἐπιδεικνυµένους, τοὺς τὰ ἐκ τοῦπονηροῦ φθεγγοµένους( τοῦτο γάρ ἐστιν ὁ ὅρκος), τῶν οὐδῶν µὴ ἐπιβαίνειν τῶν ἐκκλησιαστικῶν. Προθεσµία δὲ ὑµῖν ἔστω ὁ µὴν ὁ παρὼν, ὥστε κατορθῶσαι. Μὴ γάρ µοι εἴπῃς, ὅτι Μὲ ἡ τῶν πραγµάτων ἀνάγκη κατεπείγει, ὅτι ἀπιστοῦµαι. Τέως τοὺς ἀπὸ τῆς συνηθείας περίκοπτε. Οἶδα, ὅτι πολλοὶ γελάσονται ἡµᾶς, ἀλλὰ βέλτιον ἡµᾶς γελᾶσθαι νῦν, ἢ κλαίεσθαι τότε· γελάσονται δὲ ὅσοι µαίνονται. Τίς γὰρ, εἰπέ µοι, νοῦν ἔχων φυλαττοµένης ἐντολῆς γελάσεται; Εἰ δὲ ἄρα γελάσονται, ἀλλ' οὐχ ἡµᾶς, ἀλλὰ τὸν Χριστὸν οἱ τοιοῦτοι γελάσονται. Ἐφρίξατε τὸ εἰρηµένον; Οἶδα κἀγώ. Εἰ µὲν οὖν ἐγὼ τὸν νόµον τοῦτον εἰσήγαγον, ἐµὸς ἂν εἴη καὶ ὁ γέλως· εἰ δὲ ὁ νοµοθέτης ἕτερός ἐστιν, ἐκεῖ διαβαίνει ἡ χλευασία. Καὶ ἐνεπτύσθη ποτὲ ὁ Χριστὸς, καὶ ἐπὶ κόῤῥης ἐπλήγη καὶ ἐῤῥαπίσθη. Ἀνέχεται καὶ νῦν ταῦτα, καὶ οὐδὲν ἀπεικός.∆ ιὰ τοῦτο γέεννα ἡτοίµασται, διὰ τοῦτο σκώληξ ἀτελεύτητος. Ἰδοὺ πάλιν λέγω καὶ διαµαρτύροµαι· Ὁ βουλόµενος γελάτω, ὁ βουλόµενος χλευαζέτω· εἰς τοῦτο κείµεθα, εἰς τὸ γελᾶσθαι καὶ χλευάζεσθαι, εἰς τὸ πάντα παθεῖν. Περικαθάρµατα τοῦ κόσµου ἐσµὲν, κατὰ τὸν µακάριον Παῦλον. Εἴ τις µὴ βούλεται κατορθῶσαι τοῦτο τὸ ἐπίταγµα, ὥσπερ σάλπιγγί τινι διὰ τοῦ λόγου ἀπαγορεύω τῶν οὐδῶν µὴ ἐπιβαίνειν τῶν ἐκκλησιαστικῶν τῷτοιούτῳ, κἂν ἄρχων ᾖ, κἂν αὐτὸς ὁ τὸ διάδηµα περικείµενος. Ἢ καθέλετέ µε ταυτησὶ τῆς ἀρχῆς, ἢ µένοντα µὴ περιβάλλετε κινδύνοις. Οὐκ ἀνέχοµαι ἐπὶ τὸν θρόνον τοῦτον ἀναβαίνειν µὴ µεγάλα κατορθῶν. Εἰ γὰρ µὴ τοῦτο δυνατὸν, βέλτιον ἑστάναι κάτω. Ἄρχοντος γὰρ µηδὲν τοὺς ἀρχοµένους ὠφελοῦντος οὐδὲν ἀθλιώτερον. Ἔτι συντείνατε ἑαυτοὺς, καὶ προσέχετε, παρακαλῶ· ἢ µᾶλλον εἰπεῖν, συντείνωµεν ἑαυτοὺς, καὶ πάντως ἔσται τι πλέον. Νηστεύσατε, παρακαλέσατε τὸν Θεὸν, καὶ ἡµεῖς µεθ' ὑµῶν, ὥστε τὴν ὀλέθριον ταύτην ἐξελεῖν συνήθειαν. Οὐδὲν µέγα ἐστὶ γενέσθαι διδασκάλους τῆς οἰκουµένης· οὐ µικρὸν ἀκουσθῆναι πανταχοῦ, ὅτι δὴ ἐν τῇδε τῇ πόλει οὐδείς ἐστιν ὁ ὀµνύς. Ἐὰν τοῦτο γένηται, οὐ τῶν οἰκείων κατορθωµάτων λήψεσθε µόνον τὸν µισθὸν, ἀλλὰ καὶ τῆς ὑπὲρ τῶν ἀδελφῶν σπουδῆς· ὅπερ γὰρ ὑµῖν εἰµι ἐγὼ, τοῦτο ὑµεῖς τῇ οἰκουµένῃ γενήσεσθε. Πάντως καὶ ἕτεροι ζηλώσουσιν ὑµᾶς· πάντως ἔσεσθε λύχνος ἐπὶ λυχνίας κείµενος. Καὶ τοῦτό ἐστι, φησὶ, τὸ πᾶν; Οὐ τοῦτό ἐστι τὸ πᾶν, ἀλλὰ τοῦτο ἀρχὴ τῶν ἄλλων. Ὁ µὴ ὀµνὺς, πάντως ἐπὶ εὐλάβειαν ἥξει καὶ ἑτέραν, καὶ ἑκὼν καὶ ἄκων, καὶ αἰσχυνόµενος καὶ φοβούµενος. Ἀλλ' οὐκ ἀνέχονται πολλοὶ, φησὶν, ἀλλ' ἀποπηδῶσιν. Ἀλλὰ βέλτιον εἷς ποιῶν τὸ θέληµα Κυρίου, ἢ µυρίοι παράνοµοι. Ἀπὸ γοῦν τούτου πάντα ἀνατέτραπται, πάντα ἄνω καὶ κάτω γέγονεν, ὅτι καθάπερ ἐν τοῖς θεάτροις πλήθους ἐφιέµεθα, οὐ πλήθους δοκίµου. Τί γὰρ ὄχλος, εἰπέ µοι, δυνήσεται ὀνῆσαι; Βούλει µαθεῖν, ὅτι ὄχλος οἱ ἅγιοί εἰσιν, οὐχ οἱ πολλοί; Ἐξαγάγετε εἰς πόλεµον ἑκατὸν µυριάδας καὶ ἕνα ἅγιον· ἴδωµεν τίς πλείονα κατορθοῖ. Ἐξῆλθεν ὁ Ἰησοῦς ὁ τοῦ Ναυὴ εἰς τὸν πόλεµον, καὶ µόνος ἅπαντα κατώρθωσεν, ὥστε οἱ ἄλλοι οὐδὲν ὤνησαν. Ὁ πολὺς ὄχλος, ἀγαπητὲ, ὅταν θέληµα τοῦ Θεοῦ µὴ ποιῇ, οὐδὲν διενήνοχε τῶν οὐκ ὄντων. Εὔχοµαι µὲν οὖν, καὶ βούλοµαι, καὶ ἡδέως ἂν καὶ κατεκόπην· ὥστε κοσµῆσαι πλήθει τὴν Ἐκκλησίαν, ἀλλὰ πλήθει δοκίµῳ· εἰ δὲ τοῦτο οὐχ οἷόν τε, τοὺς ὀλίγους αὐτοὺς δοκίµους εἶναι βούλοµαι. Οὐχ ὁρᾶτε, ὅτι βέλτιον ἕνα λίθον τίµιον ἔχειν, ἢ µυρίους ὀβολούς; οὐχ ὁρᾶτε, ὅτι βέλτιον τὸν ὀφθαλµὸν ὑγιαίνοντα ἔχειν, ἢ τούτου πεπηρωµένου πολυσαρκίᾳ βαρύνεσθαι; οὐχ ὁρᾶτε, ὅτιβέλτιον πρόβατον ἓν ὑγιαῖνον ἔχειν, ἢ µυρία ψώρας ἐµπεπλησµένα; οὐχ ὁρᾶτε, ὅτι εὐτεκνία µετὰ ὀλιγοτεκνίας βελτίων, ἢ πολυπαιδία µετὰ κακοπαιδίας; οὐχ ὁρᾶτε, ὅτι ἐν µὲν τῇ βασιλείᾳ ὀλίγοι, ἐν δὲ τῇ γεέννῃ πολλοί; Τί ἐµοὶ καὶ τῷ πλήθει; τί τὸ ὄφελος; Οὐδέν· ἀλλὰ µᾶλλον τοῖς ἄλλοις λύµη. Ταὐτὸν γάρ ἐστιν, οἷον ἂν εἴ τις ἐξὸν δέκα ὑγιαίνοντας ἔχειν ἢ µυρίους νοσοῦντας, ἐπεισάγοι τοῖς δέκα τοὺς µυρίους. Οἱ πολλοὶ µηδὲν κατορθοῦντες, οὐδὲν ἕτερον ἡµῖν προξενήσουσιν, ἀλλ' ἢ κόλασιν τότε, καὶ κατὰ τὸ παρὸν ἀδοξίαν. Οὐδεὶς γὰρ ὅτι πολλοί ἐσµεν ἐρεῖ, ἀλλ' ὅτι ἄχρηστοι, µέµφεται. Τοῦτο γοῦν ἡµῖν ἀεὶ λέγουσιν, ὅταν εἴπωµεν, ὅτι Πολλοί ἐσµεν· Ἀλλὰ κακοὶ, φησίν. Ἰδοὺ πάλιν ἀπαγορεύω καὶ λαµπρᾷ βοῶ τῇ φωνῇ, µηδεὶς νοµιζέτω γέλωτα εἶναι· Ἀπείρξω καὶ κωλύσω τοὺς µὴ πειθοµένους· καὶ ἕως ἂν ἐν τῷ θρόνῳ καθέζωµαι τούτῳ, οὐδὲν προήσοµαι τῶν αὐτοῦ δικαιωµάτων. Ἂν µέ τις καταβιβάσῃ, λοιπὸν ἀνεύθυνός εἰµι· ἕως δ' ἂν ὑπεύθυνος ὦ, οὐ δύναµαι παριδεῖν, οὐ διὰ τὴν ἐµὴν κόλασιν, ἀλλὰ διὰ τὴν ὑµετέραν σωτηρίαν· σφόδρα γὰρ ὑµῶν ἐρῶ τῆς σωτηρίας. Ὑπὲρ τούτου δάκνοµαι καὶ ἀλγῶ. Ἀλλὰ πείσθητε, ἵνα καὶ ἐνταῦθα καὶ ἐν τῷ µέλλοντι πολὺν λάβητε τὸν µισθὸν, καὶ κοινῇ τῶν αἰωνίων ἀπολαύσωµεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳτοῦ µονογενοῦς αὐτοῦ Υἱοῦ, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι, δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.