Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In Acta apostolorum
John ChrysostomHom. Act. 9 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
9.0
Ἰδὼν δὲ, φησὶ, Πέτρος, ἀπεκρίνατο πρὸς τὸν λαόν· Ἄνδρες Ἰσραηλῖται, τί θαυµάζετε ἐπὶ τούτῳ, ἢ ἡµῖν τί ἀτενίζετε, ὡς ἰδίᾳ δυνάµει ἢ εὐσεβείᾳ πεποιηκόσι τοῦ περιπατεῖν αὐτόν;
9.1
Πλείονος αὕτη γέµει παῤῥησίας ἡ δηµηγορία. Τοῦτο δὲ ποιεῖ, οὐκ ἐπειδὴ ἐν τῇ προτέρᾳ ἐφοβεῖτο, ἀλλ' ἐπειδὴ οὐκ ἂν ἤνεγκαν ἐκεῖνοι ἄνθρωποι χλευασταὶ ὄντες καὶ γελωτοποιοί. Ὅθεν ἐκείνης µὲν ἀρχόµενος καὶ ἐπιστρέφει αὐτοὺς διὰ τοῦ προοιµίου εὐθὺς λέγων· Τοῦτο ὑµῖν γνωστὸν ἔστω, καὶ ἐνωτίσασθε τὰ ῥήµατά µου. Ἐνταῦθα δὲ οὐ δεῖται ταύτης τῆς κατασκευῆς. Οὐ γὰρ ἐῤῥᾳθύµουν· τὸ γὰρ σηµεῖον αὐτοὺς ἐπέστρεψεν ἅπαντας· ὅθεν καὶ δέους καὶ ἐκπλήξεως ἦσαν µεστοί.∆ ιὸ οὐδὲ ἐδέησεν αὐτῷ ἐντεῦθεν ἄρξασθαι, ἀλλ' ἑτέρωθεν, ὅθεν µάλιστα αὐτοὺς καὶ ᾠκειώσατο, διακρουσάµενος τὴν δόξαν τὴν παρ' αὐτῶν. Οὐδὲν γὰρ οὕτως ὠφελεῖ καὶ ἀνίησι τοὺς ἀκούοντας, ὡς τὸ µηδὲν περὶ ἑαυτοῦ λέγειν µέγα τὸν λέγοντα, ἀλλὰ καὶ τὴν ὑποψίαν ἀναιρεῖν. Μᾶλλον οὖν ἑαυτοὺς ἐδόξασαν καταφρονήσαντες δόξης, καὶ δείξαντες οὐκ ἀνθρώπινον, ἀλλὰ θεῖον ὂν τὸ γεγονός· καὶ ὅτι τοῦ θαυµάζειν µετ' αὐτῶν, οὐ τοῦ θαυµάζεσθαί εἰσιν ἄξιοι. Ὁρᾷς, πῶς φιλοτιµίας ὢν καθαρὸς, διωθεῖται τὴν εἰς αὐτὸν δόξαν; Οὕτω καὶ οἱ παλαιοὶ ἐποίουν, καθάπερ ὁ∆ ανιὴλ ἔλεγε· Καὶ ἐγὼ δὲ οὐκ ἐν σοφίᾳ τῇ οὔσῃ ἐν ἐµοί· καὶ πάλιν ὁ Ἰωσὴφ, Οὐχὶ διὰ τοῦ Θεοῦ ἡ διασάφησις αὐτῶν; καὶ ὁ∆ αυῒδ, Ὅτε ἤρχετο ὁ λέων καὶ ἡ ἄρκτος, ἐν ὀνόµατι Κυρίου ταῖς χερσὶν αὐτοὺς διέσπων. Καὶ οὗτοι νῦν· Τί ἡµῖν ἀτενίζετε ὡς ἰδίᾳ δυνάµει ἢ εὐσεβείᾳ πεποιηκόσι τοῦ περιπατεῖν αὐτόν; Οὐδὲ τοῦτο ἡµέτερον, φησίν· οὐ γὰρ ἐπειδὴ ἄξιοί ἐσµεν, ἐπεσπασάµεθα τοῦ Θεοῦ τὴν ῥοπήν. Ὁ Θεὸς Ἀβραὰµ, καὶ ὁ Θεὸς Ἰσαὰκ, καὶ ὁ Θεὸς Ἰακὼβ, ὁ Θεὸς τῶν πατέρων ἡµῶν. Ὅρα, πῶς ἑαυτὸν εἰσωθεῖ συνεχῶς εἰς τοὺς προγόνους, ἵνα µὴ δόξῃ καινόν τι εἰσάγειν δόγµα· καὶ ἐκεῖ τοῦ πατριάρχου∆ αυῒδ ἐµνηµόνευσε, καὶ ἐνταῦθα τῶν περὶ τὸν Ἀβραάµ. Ἐδόξασε τὸν Παῖδα αὐτοῦ Ἰησοῦν. Πάλιν ταπεινῶς, καθὼς ἐν τῷ προοιµίῳ. Εἶτα λοιπὸν ἐνδιατρίβει τῷ τολµήµατι, καὶ ἐπαίρει τὸ γεγενηµένον, ἀλλ' οὐχ, ὥσπερ πρότερον, συσκιάζει. Ποιεῖ δὲ τοῦτο, µᾶλλον αὐτοὺς ἐπαγαγέσθαι βουλόµενος. Ὅσῳ γὰρ ἐδείκνυ ὑπευθύνους, τοσούτῳ µᾶλλον τοῦτο ἐγίνετο. Ἐδόξασε, φησὶ, τὸν Παῖδα αὐτοῦ Ἰησοῦν, ὃν ὑµεῖς µὲν παρεδώκατε, καὶ ἠρνήσασθε αὐτὸν κατὰ πρόσω πον Πιλάτου, κρίναντος ἐκείνου ἀπολύειν.∆ ύο τὰ ἐγκλήµατα, καὶ ὅτι Πιλᾶτος ἤθελεν ἀπολύειν, καὶ ὅτι ὑµεῖς ἐκείνου θελήσαντος οὐκ ἠθελήσατε. Ὑµεῖς δὲ τὸν ἅγιον καὶ δίκαιον ἠρνήσασθε, καὶ ᾐτήσασθε ἄνδρα φονέα χαρισθῆναι ὑµῖν· τὸν δὲ ἀρχηγὸν τῆς ζωῆς ἀπεκτείνατε, ὃν ὁ Θεὸς ἤγειρεν ἐκ νεκρῶν, οὗ ἡµεῖς µάρτυρές ἐσµεν. Ὡσεὶ ἔλεγεν, Ἀντ' αὐτοῦ λῃστὴν ᾐτήσασθε. Σφόδρα ἐδείνωσε τὸ πρᾶγµα. Ἐπειδὴ γὰρ εἶχεν αὐτοὺς ὑπὸ τὴν χεῖρα, πλήττει λοιπὸν σφοδρῶς. Τὸν δὲ ἀρχηγὸν τῆς ζωῆς, φησίν. Ἐνταῦθα τὴν πίστιν τῆς ἀναστάσεως κατασκευάζει. Ὃν ὁ Θεὸς ἤγειρεν ἐκ νεκρῶν. Ἵνα µή τις εἴπῃ, Πόθεν τοῦτο δῆλον; οὐκέτι εἰς προφήτας καταφεύγει, ἀλλ' εἰς ἑαυτὸν, ἐπειδὴ λοιπὸν ἀξιόπιστος ἦν. Τότε µὲν γὰρ εἰπὼν, ὅτι ἀνέστη, τὸν∆ αυῒδ ἐπηγάγετο µάρτυρα· νυνὶ δὲ εἰπὼν τὸ αὐτὸ, τὸν χορὸν τὸν ἀποστολικόν. Οὗ ἡµεῖς ἐσµεν, φησὶ, µάρτυρες. Καὶ ἐπὶ τῇ πίστει τοῦ ὀνόµατος αὐτοῦ, τοῦτον ὃν θεωρεῖτε καὶ οἴδατε, ἐστερέωσε τὸ ὄνοµα αὐτοῦ, καὶ ἡ πίστις ἡ δι' αὐτοῦ ἔδωκεν αὐτῷ τὴν ὁλοκληρίανταύτην ἀπέναντι πάντων ὑµῶν. Ζητῶν τὸ πρᾶγµα εἰπεῖν, εὐθέως τὸ σηµεῖον ἐπάγει. Ἐνώπιον, φησὶ, πάντων ὑµῶν. Ἐπειδὴ σφόδρα αὐτῶν καθήψατο, καὶ ἔδειξεν ἀναστάντα τὸν σταυρωθέντα, πάλιν ἀνίησι, διδοὺς αὐτοῖς ἐξουσίαν µετανοίας, λέγων· Καὶ νῦν, ἀδελφοὶ, οἶδα, ὅτι κατὰ ἄγνοιαν ἐπράξατε, καθὼς καὶ οἱ ἄρχοντες ὑµῶν. Κατὰ ἄγνοιαν ἐπράξατε. Μία αὕτη ἀπολογία· δευτέρα, Καθὼς καὶ οἱ ἄρχοντες ὑµῶν. Ὥσπερ ὁ Ἰωσὴφ τοῖς ἀδελφοῖς ἔλεγεν, ὅτι Ὁ Θεός µε ἀπέστειλεν ἔµπροσθεν ὑµῶν· µᾶλλον δὲ, ὃ συνεσταλµένως εἶπεν ἐκεῖ, Τῇ ὡρισµένῃ βουλῇ καὶ προγνώσει τοῦ Θεοῦ ἔκδοτον λαβόντες, τοῦτο πλατύνει ἐνταῦθα. Ὁ δὲ Θεὸς, ἃ προκατήγγειλε διὰ στόµατος πάντων τῶν προφητῶν παθεῖν τὸν Χριστὸν αὐτοῦ, ἐπλήρωσεν οὕτως. Ἅµα δείκνυσιν, ὅτι οὐκ ἐκείνων ἐστὶν, ἐὰν τοῦτο δειχθῇ, καὶ ὅτι κατὰ Θεοῦ βουλὴν γέγονε. Τῷ δὲ εἰπεῖν, Ἃ προκατήγγειλε, τὰ ῥήµατα, ἃ ἐπὶ τοῦ σταυροῦ ὠνείδιζον, αἰνίττεται, Εἰ θέλει αὐτὸν, σωσάτω αὐτὸν, λέγοντες. Εἶπε γὰρ, Υἱὸς Θεοῦ εἰµι· πέποιθεν ἐπ' αὐτόν· καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ. Λῆρος οὖν, ὦ ἀνόητοι, ταῦτα; Ἄπαγε· ἀλλ' οὕτως ἔδει γενέσθαι· καὶ µαρτυροῦσιν οἱ προφῆται. Ὥστε οὐ παρὰ οἰκείαν ἀσθένειαν οὐ κατέβη, ἀλλὰ παρὰ δύναµιν. Καὶ τίθησιν αὐτὸ ἐν τάξει ἀπολογίας τῆς ὑπὲρ Ἰουδαίων, ἵνα καὶ δέξωνται. Ἐπλήρωσε, φησὶν, οὕτως. Ὁρᾷς, πῶς τὸ πᾶν ἐκεῖ ἀνάγει; Μετανοήσατε οὖν, φησὶ, καὶ ἐπιστρέψατε. Καὶ οὐ λέγει, Ἀπὸ τῶν ἁµαρτιῶν ὑµῶν, ἀλλ', Εἰς τὸ ἐξαλειφθῆναι ὑµῶν τὰς ἁµαρτίας, τὸ αὐτὸ δηλῶν. Εἶτα τὸ κέρδος ἐπάγει· Ὅπως ἂν ἔλθωσι καιροὶ ἀναψύξεως ἀπὸ προσώπου τοῦ Κυρίου.∆ είκνυσιν ἐνταῦθα ταλαιπωρηθέντας αὐτοὺς, καὶ πολλοῖς κατεργασθέντας κακοῖς.∆ ιὸ καὶ οὕτως εἶπεν, εἰδὼς ὅτι πρὸς τὸν πάσχοντα καὶ παραµυθίαν ζητοῦντα οὗτος ἂν ἁρµόσειεν ὁ λόγος.
9.2
Καὶ ὅρα, πῶς ὁδῷ προβαίνει. Ἐν µὲν τῇ πρώτῃ δηµηγορίᾳ ἠρέµα τὴν ἀνάστασιν καὶ τὴν ἐν οὐρανῷ κάθισιν ᾐνίξατο· ἐνταῦθα δὲ καὶ τὴν ἐµφανῆ παρουσίαν. Καὶ ἀποστείλῃ τὸν προκεχειρισµένον Ἰησοῦν Χριστὸν, ὃν δεῖ οὐρανὸν µὲν δέξασθαι· ἀντὶ τοῦ, ἀνάγκη ἐστίν· ἄχρι χρόνων ἀποκαταστάσεως πάντων.∆ ιατί νῦν οὐκ ἔρχεται, ἡ αἰτία δήλη. Ὧν ἐλάλησε, φησὶν, ὁ Θεὸς διὰ στόµατος τῶν ἁγίων αὐτοῦ προφητῶν τῶν ἀπ' αἰῶνος. Μωσῆς µὲν εἶπεν πρὸς τοὺς πατέρας, ὅτι Προφήτην ὑµῖν ἀναστήσει Κύριος ὁ Θεὸς ὑµῶν ἐκ τῶν ἀδελφῶν ὑµῶν ὡς ἐµέ· αὐτοῦ ἀκούσεσθε κατὰ πάντα, ὅσα ἂν λαλήσῃ πρὸς ὑµᾶς. Ἐκεῖ µὲν τοῦ∆ αυῒδ ἐµνηµόνευσεν, ἐνταῦθα δὲ Μωσέως. Πάντων, φησὶν, ὧν ἐλάλησεν ὁ Θεός. Οὐ λέγει, Ὧν εἶπεν ὁ Χριστὸς, ἀλλ', Ὧν ἐλάλησεν ὁ Θεὸς, ἔτι τῷ συσκιάζειν µᾶλλον αὐτοὺς ἐπαγόµενος εἰς πίστιν ἠρέµα. Εἶτα ἐπὶ τὸ ἀξιόπιστον καταφεύγει, λέγων· Προφήτην ὑµῖν ἀναστήσει Κύριος ὁ Θεὸς ἐκ τῶν ἀδελφῶν ὑµῶν ὡς ἐµέ· αὐτοῦ ἀκούσεσθε κατὰ πάντα. Εἶτα καὶ ἡ τιµωρία πολλή. Ἔσται δὲ, φησὶ, πᾶσα ψυχὴ, ἥτις ἂν µὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου, ἐξολοθρευθήσεται ἐκ τοῦ λαοῦ. Καὶ πάντες δὲ οἱ προφῆται ἀπὸ Σαµουὴλ καὶ τῶν καθεξῆς ὅσοι ἐλάλησαν καὶ κατήγγειλαν τὰς ἡµέρας ταύτας. Ἐνταῦθα καλῶς τὸν ὄλεθρον ἔθηκεν. Ὅταν γάρ τι λέγῃ µέγα, ἐπὶ τοὺς πρώτους καταφεύγει. Καὶ µαρτυρίαν εὗρεν ἀµφότερα ἔχουσαν, ὥσπερ ἐκεῖ εἶπεν· Ἕως ἂν θῇ τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ. Τὸ γὰρ θαυµαστὸν, ὅτι ὁµοῦ τὰ δύο, καὶ ὑποταγὴ καὶ παρακοὴ, καὶ ἡ τιµωρία. Ὡς ἐµὲ, φησί. Τί τοίνυν πτοεῖσθε; Ὑµεῖς ἐστε υἱοὶ τῶν προφητῶν. Ὥστε ὑµῖν ἔλεγον, καὶ δι' ὑµᾶς πάντα γέγονεν. Ἐπειδὴ γὰρ διὰ τὸ τόλµηµα ἐνόµιζον ἑαυτοὺς ἠλλοτριῶσθαι( καὶ γὰρ οὐκ ἔχει λόγον τὸν αὐτὸν, νῦν µὲν σταυροῦσθαι, νῦν δὲ ὡς οἰκείουςθεραπεύειν), δείκνυσιν, ὅτι καὶ ἐκεῖνο κατὰ προφητείαν, καὶ τοῦτο. Ὑµεῖς ἐστε, φησὶν, υἱοὶ τῶν προφητῶν, καὶ τῆς διαθήκης, ἧς διέθετο ὁ Θεὸς πρὸς τοὺς πατέρας ὑµῶν, λέγων πρὸς Ἀβραάµ· Καὶ ἐν τῷ σπέρµατί σου εὐλογηθήσονται πᾶσαι αἱ πατριαὶ τῆς γῆς. Ὑµῖν πρῶτον, φησὶν, ὁ Θεὸς ἀναστήσας τὸν Παῖδα αὐτοῦ ἀπέστειλεν. Ἄρα καὶ ἑτέροις· ἀλλ' ὑµῖν πρῶτον τοῖς σταυρώσασιν. Εὐλογοῦντα ὑµᾶς, ἐν τῷ ἀποστρέφειν ἕκαστον ἀπὸ τῶν πονηριῶν. Ἴδωµεν δὲ ἀκριβέστερον ἄνωθεν τὰ ἀναγνωσθέντα. Τέως κατασκευάζει, ὅτι αὐτοὶ ἐποίησαν τὸ θαῦµα ἐν τῷ εἰπεῖν· Τί θαυµάζετε; Καὶ οὐκ ἀφίησιν ἀπιστεῖσθαι τὸ λεγόµενον. Καὶ ἵνα ἀξιοπιστότερον αὐτὸ ποιήσῃ, προκαταλαµβάνει αὐτῶν τὴν κρίσιν· Ἡµῖν, φησὶ, τί ἀτενίζετε, ὡς ἰδίᾳ δυνάµει ἢ εὐσεβείᾳ πεποιηκόσιν; Εἰ τοῦτο ὑµᾶς ταράττει καὶ θορυβεῖ, µάθετε, τίς ὁ ποιήσας, καὶ µὴ ἐκπλήττεσθε. Καὶ ὅρα πανταχοῦ, ὅτι ἐπὶ τὸν Θεὸν ὅταν καταφεύγῃ, καὶ εἴπῃ παρ' αὐτοῦ γίνεσθαι πάντα, τότε ἀδεῶς αὐτοῖς ἐπιπλήττει.∆ ιὰ τοῦτο καὶ ἀνωτέρω ἔλεγεν, Ἄνδρα ἀποδεδειγµένον ἀπὸ Θεοῦ εἰς ὑµᾶς. Καὶ πανταχοῦ ἀναµιµνήσκει αὐτοὺς τοῦ τολµήµατος, ἵνα καὶ τὸ θαῦµα δειχθῇ, καὶ ἡ ἀνάστασις κυρωθῇ. Ἐνταῦθα δὲ καὶ ἄλλο προσέθηκεν· οὐκ ἔτι γὰρ Ναζωραῖον λέγει, ἀλλὰ τί; Ὁ Θεὸς, φησὶ, τῶν πατέρων ἡµῶν ἐδόξασε τὸν Παῖδα αὐτοῦ Ἰησοῦν. Ὅρα καὶ τὸ ἄτυφον. Οὐκ ἐνεκάλεσεν, οὐδὲ εἶπεν εὐθέως· Καὶ νῦν πιστεύετε· ἰδοὺ ἄνθρωπος τεσσαράκοντα ἔτη χωλὸς ὢν, ἐν τῷ ὀνόµατι Ἰησοῦ Χριστοῦ ἀνέστη. Οὐχ οὕτως εἶπεν· φιλονεικοτέρους γὰρ ἂν ἐποίησεν· ἀλλὰ τέως αὐτοὺς ἐπαινεῖ, ὅτι ἐθαύµαζον τὸ γεγενηµένον. Καὶ πάλιν ἀπὸ τοῦ προγόνου καλεῖ. Καὶ οὐ λέγει, Ὁ Ἰησοῦς αὐτὸν ἐθεράπευσε· καίτοι γεαὐτὸς αὐτὸν ἐθεράπευσεν· ἀλλ', ἵνα µὴ λέγωσι, Καὶ πῶς ἔχει ταῦτα λόγον, εἰ τὸν παράνοµον δοξάζει; διὰ τοῦτο αὐτοὺς ἀναµιµνήσκει τῆς κρίσεως τῆς ἐπὶ Πιλάτου, δεικνὺς, ὅτι εἰ θέλοιεν προσέχειν, οὐκ ἔστι παράνοµος· οὐ γὰρ ἂν ὁ Πιλᾶτος ἠθέλησεν αὐτὸν ἀπολῦσαι. Καὶ οὐκ εἶπε, Θελήσαντος, ἀλλὰ, Κρίναντος ἐκείνου ἀπολύειν· δηλῶν, ὅτι τὸν µὲν ἑτέρους ἀνελόντα ᾐτήσατε ἀφεθῆναι, τὸν δὲ τοὺς ἀνῃρηµένους ζωογονοῦντα οὐκ ἠθελήσατε. Καὶ ἵνα µὴ λέγωσι πάλιν, Πῶς νῦν αὐτὸν δοξάζει ὁ τότε µὴ βοηθήσας; παράγουσι τοὺς προφήτας µαρτυροῦντας, ὅτι οὕτως ἔδει γενέσθαι. Εἶτα, ἵνα µὴ νοµίσωσι τοῦ Θεοῦ τὴν οἰκονοµίαν ἀπολογίαν αὐτῶν εἶναι, πρότερον αὐτῶν καθάπτεται. Καὶ τὸ κατὰ πρόσωπον δὲ Πιλάτου ἀρνήσασθαι, οὐκ ἦν τὸ τυχὸν, ἐκείνου βουλοµένου ἀπολῦσαι· καὶ ὅτι οὐ δυνατὸν ὑµῖν ἀρνήσασθαι, κατηγορεῖ ὁ αἰτηθεὶς ἀντ' αὐτοῦ. Οὕτω καὶ τοῦτο οἰκονοµία µεγάλη ἦν. Ἐνταῦθα τὴν ἀναισχυντίαν αὐτῶν δείκνυσι καὶ τὴν ἰταµότητα· καὶ ὅτι ὁ µὲν Ἕλλην καὶ µόνον τότε πρῶτον αὐτὸν ἰδὼν, ἀπήλλαξεν αὐτὸν, καίτοι γε οὐδὲν µέγα ἀκούσας· οἱ δὲ τοῖς σηµείοις συντρεφόµενοι, τὸ ἐναντίον πεποιήκασιν. Ὅτι δὲ δικαίως ἔκρινεν ἐκεῖνος ἀπολύειν, καὶ οὐ κατὰ χάριν τοῦτο ἐποίει, ἄκουε αὐτοῦ ἀλλαχοῦ λέγοντος· Ἔθος ὑµῖν ἐστιν ἀπολύειν ἕνα τινά· Θέλετε οὖν τοῦτον ἀπολύσω ὑµῖν; Ὑµεῖς δὲ τὸν ἅγιον καὶ δίκαιον ἠρνήσασθε. Οὐκ εἶπεν, Ἐξεδώκατε, ἀλλὰ πανταχοῦ, Ἠρνήσασθε. Εἰκότως. Οὕτω γὰρ καὶ ἔλεγον· Οὐκ ἔχοµεν βασιλέα εἰ µὴ Καίσαρα. Καὶ οὐκ εἶπεν, Οὐκ ἐξῃτήσασθε τὸν ἄληπτον, οὐδὲ ἠρνήσασθε µόνον, ἀλλὰ καὶ ἀπεκτείνατε. Ὅτε πεπωρωµένοι ἦσαν, οὐδὲν τοιοῦτον εἶπεν· ὅτε µάλιστα ἐσείσθησαν αὐτῶν αἱ ψυχαὶ, τότε πλήττει σφοδρότερον, ὅτε καὶ αἰσθέσθαι δύνανται. Καθάπερ γὰρ ἡµεῖς τοῖς µὲν µεθύουσιν οὐδὲν λέγοµεν, ὅταν δὲ νήψωσι καὶ ἀνενέγκωσιν ἀπὸ τῆς µέθης, τότε ἐπιπλήττοµεν· οὕτω δὴ καὶ Πέτρος, ὅτε ἠδύναντο συνιέναι τῶν λεγοµένων, τότε καὶ τὴν γλῶτταν ἠκόνησε· πολλὰ τὰ ἐγκλήµατα ἀριθµεῖ· οἷον ὅτι, ὃν ὁ Θεὸς ἐδόξασεν, οὗτοι παρέδωκαν· ὅτι, ὃν ὁ Πιλᾶτος ἀπέλυεν, οὗτοι ἠρνήσαντο κατὰ πρόσωπον ἐκείνου· ὅτι προετίµησαν τὸν λῃστήν.
9.3
Ὅρα πάλιν λανθανόντως πῶς περὶ τῆς δυνάµεως αὐτοῦ διαλέγεται, δεικνὺς, ὅτι ἑαυτὸν ἤγειρε· καθάπερ ἐν τῇ προτέρᾳ δηµηγορίᾳ ἔλεγε· Καθότι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπ' αὐτοῦ· καὶ ἐνταῦθα, Τὸν δὲ ἀρχηγὸν, φησὶ, τῆς ζωῆς ἀπεκτείνατε. Οὐκ ἄρα παρ' ἑτέρου ἔσχε τὸ ζῇν. Ὥσπερ ἀρχηγὸς τῆς κακίας αὐτὸς ἂν εἴη ὁ τὴν κακίαν τεκὼν, καὶ ἀρχηγὸς φόνου ὁ τὸν φόνον πρῶτος εἰσαγαγών· οὕτω καὶ ἀρχηγὸς ζωῆς ὁ παρ' ἑαυτοῦ τὴν ζωὴν ἔχων. Ὃν ὁ Θεὸς ἤγειρε, φησίν. Ἐπειδὴ τοῦτο ἐφθέγξατο, ἐπήγαγε· Καὶ ἐπὶ τῇ πίστει τοῦ ὀνόµατος αὐτοῦ τοῦτον, ὃν θεωρεῖτε καὶ οἴδατε, ἐστερέωσε τὸ ὄνοµα αὐτοῦ· καὶ ἡ πίστις ἡ δι' αὐτοῦ ἔδωκεν αὐτῷ τὴν ὁλοκληρίαν ταύτην. Καὶ µὴν ἐὰν ἡ εἰς αὐτόν ἐστι πίστις ἡ τὸ πᾶν ἐργασαµένη, καὶ ὅτι εἰς αὐτὸν ἐπίστευσε, τίνος ἕνεκεν οὐκ εἶπεν,∆ ιὰ τοῦ ὀνόµατος, ἀλλ', Ἐν τῷ ὀνόµατι; Ὅτι οὔπω ἐθάῤῥουν εἰπεῖν, Ἡ εἰς αὐτὸν πίστις. Ἵνα δὲ µὴ τὸ,∆ ι' αὐτοῦ, ταπεινὸν ᾖ, ἐπήγαγε· Καὶ τὸ ὄνοµα αὐτοῦ ἐστερέωσεν αὐτόν. Καὶ τοῦτο πρότερον εἰπὼν, τότε φησί· Καὶ ἡ πίστις ἡ δι' αὐτοῦ ἔδωκεν αὐτῷ τὴν ὁλοκληρίαν ταύτην. Ὅρα, πῶς δείκνυσιν, ὅτι καὶ ἐκεῖνο συγκαταβαίνων εἶπεν. Οὐ γὰρ ἂν ἑτέρου ἐδεήθη πρὸς ἀνάστασιν, οὗ τὸ ὄνοµα χωλὸν οὐδὲν νεκροῦ διαφέροντα ἤγειρε. Σκόπει, πῶς πανταχοῦ τὰς µαρτυρίας αὐτῶν ἐπισπᾶται. Ἀνωτέρω µὲν γὰρ ἔλεγε· Καθὼς καὶ αὐτοὶ οἴδατε· καὶ, Ἐν µέσῳ ὑµῶν· καὶ πάλιν, Ὃν θεωρεῖτε καὶ οἴδατε, ἀπέναντι πάντων ὑµῶν. Καίτοι ἐν τῷ ὀνόµατι αὐτοῦ οὐκ ᾔδεσαν, ὅτι ὑγιὴς ἕστηκεν, ἀλλὰ τοῦτο ᾔδεσαν, ὅτι χωλὸς ἦν. Καὶ αὐτοὶ δὲ οἱ πεποιηκότες ὡµολόγουν, ὅτι οὐκ ἰδίᾳ δυνάµει, ἀλλὰ τῇ τοῦ Χριστοῦ ἐστερέωτο. Εἰ δὲ µὴ τοῦτο ἦν, καὶ ὄντως πεπεισµένοι ἦσαν, ὅτι ἀνέστη, οὐκ ἂν ἠθέλησαν τοῦ νεκροῦ τὴν δόξαν στῆσαι µᾶλλον ἢ τὴν ἑαυτῶν, καὶ ταῦτα ἐκείνωνπρὸς αὐτοὺς ὁρώντων. Εἶτα πεφοβηµένας αὐτῶν τὰς ψυχὰς εὐθέως τῇ τῶν ἀδελφῶν προσηγορίᾳ παρεµυθήσατο, εἰπών· Ἄνδρες ἀδελφοί. Ἐκεῖ µὲν γὰρ οὐδὲν περὶ ἑαυτῶν εἶπεν, ἀλλὰ µόνον περὶ τοῦ Χριστοῦ, Ἀσφαλῶς οὖν γινωσκέτω, λέγων, πᾶς οἶκος Ἰσραήλ· ἐνταῦθα δὲ καὶ παραίνεσιν προσάγει. Ἐκεῖ ἀνέµενεν αὐτοὺς εἰπεῖν· ἐνταῦθα ᾔδει πόσον εἰργάσαντο, καὶ ὡς οὗτοι µᾶλλον ἦσαν ᾠκειωµένοι. Καὶ µὴν τὰ ἄνω εἰρηµένα οὐκ ἦν ἀγνοίας. Τὸ γὰρ τὸν λῃστὴν αἰτῆσαι, τὸ τὸν κριθέντα ἀπολυθῆναι µὴ λαβεῖν, τὸ καὶ θελῆσαι ἀνελεῖν, ποίας ἀγνοίας; Ἀλλ' ὅµως δίδωσιν αὐτοῖς ἐξουσίαν ἀρνήσασθαι, καὶ µεταγνῶναι ἐπὶ τοῖς γεγενηµένοις· µᾶλλον δὲ καὶ ἀπολογίαν ὑπὲρ αὐτῶν συντίθησιν εὐπρόσωπον, καὶ λέγει· Ὅτι µὲν οὖν ἀθῷον ἀνῃρεῖτε, ᾔδειτε· ὅτι δὲ τὸν ἀρχηγὸν τῆς ζωῆς, ἴσως ἠγνοεῖτε. Καὶ ἐντεῦθεν οὐκ αὐτοὺς µόνους ἀφίησιν ἐγκληµάτων, ἀλλὰ καὶ τοὺς τῶν κακῶν ἀρχιτέκτονας. Ἦ γὰρ ἂν φιλονεικοτέρους αὐτοὺς ἐποίησεν, εἴ γε εἰς κατηγορίαν τὸν λόγον ἐξήγαγεν. Ὁ γάρ τι δεινὸν ἐργασάµενος, ὅταν τις κατηγορῇ, πειρώµενος ἀπολογεῖσθαι, σφοδρότερος γίνεται. Καὶ οὐ λέγει λοιπὸν, ὅτι Ἐσταυρώσατε, ἐφονεύσατε· ἀλλ', Ἐπράξατε, ἐπὶ συγγνώµην αὐτοὺς ἄγων. Εἰ ἐκεῖνοι κατὰ ἄγνοιαν, πολλῷ µᾶλλον οὗτοι· εἰ ἐκεῖνοι ἀφίενται, πολλῷ µᾶλλον οὗτοι. Τὸ δὲ θαυµαστὸν, ὅτι καὶ ἄνω καὶ ἐνταῦθα εἰπὼν, ἐκεῖ µὲν, Τῇ ὡρισµένῃ βουλῇ καὶ προγνώσει, ἐνταῦθα δὲ, ὅτι Προκατήγγειλε πᾶσι τὸν Χριστὸν, οὐδαµοῦ παράγει µαρτυρίαν, διότι ἑκάστη αὐτῶν µετὰ πολλῶν ἐγκληµάτων, καὶ τῆς κολάσεως τῆς κατ' αὐτῶν εἴρηται. Καὶ δώσω, φησὶ, τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ, καὶ τοὺς πλουσίους ἀντὶ τοῦ θανάτου αὐτοῦ· καὶ πάλιν, Ἃ προκατήγγειλε, φησὶ, διὰ στόµατος πάντων τῶν προφητῶν παθεῖν αὐτὸν, ἐπλήρωσεν οὕτω. Μεγάλην δείκνυσι τὴν βουλὴν, εἴ γε πάντες τοῦτο ἔλεγον, καὶ οὐχ εἷς µόνος. Οὐ µὴν ἐπειδὴ κατὰ ἄγνοιαν γέγονε, παρὰ τὸ τῷ Θεῷ δοκοῦν γέγονεν. Ὅρα, πόση τοῦ Θεοῦ ἡ σοφία, ὅταν ταῖς ἑτέρων πονηρίαις εἰς τὸ δέον ᾖ κατακεχρηµένη. Ἐπλήρωσε φησίν. Ἵνα µὴ νοµίσωσι λοιπὸν ὑπολείπεσθαί τι, τοῦτο ἐπήγαγε, δηλῶν ὅτι ὅσα παθεῖν ἔδει, πεπλήρωται. Ἀλλὰ µὴ νοµίσητε, ἐπειδὴ οἱ προφῆται ταῦτα εἶπον, καὶ ἐπειδὴ κατὰ ἄγνοιαν ἐπράξατε. ὅτι ἀρκεῖ εἰς ἀπολογίαν ὑµῖν τοῦτο. Ἀλλ' οὐ λέγει οὕτως, ἀλλὰ πραότερον· Μετανοήσατε οὖν.∆ ιὰ τί; Εἰς τὸ ἐξαλειφθῆναι ὑµῶν τὰς ἁµαρτίας. Οὐ λέγω τὰ ἐν τῷ σταυρῷ τετολµηµένα· ἴσως ἐκεῖνα κατὰ ἄγνοιαν· ἀλλ' ὥστε τὰς ἑτέρας ὑµῶν ἁµαρτίας ἐξαλειφθῆναι. Εἶτα ἐπάγει· Ὅπως ἂν ἔλθωσιν ὑµῖν καιροὶ ἀναψύξεως. Ἐνταῦθα περὶ τῆς ἀναστάσεως διαλέγεται ἀµυδρῶς. Ὄντως γὰρ ἐκεῖνοι ἀναψύξεως καιροὶ, οὓς ἐπεζήτει καὶ Παῦλος, λέγων· Καὶ ἡµεῖς οἱ ὄντες ἐν τῷ σκήνει στενάζοµεν βαρούµενοι. Εἶτα δεικνὺς, ὅτι αὐτὸς τῶν καιρῶν τῆς ἀναψύξεως αἴτιος, Καὶ ἀποστείλῃ, φησὶ, τὸν προκεχειρισµένον ὑµῖν Ἰησοῦν Χριστόν. Οὐκ εἶπεν, Ἐξαλειφθῇ ὑµῶν ἡ ἁµαρτία, ἀλλ', Αἱ ἁµαρτίαι, καὶ ἐκείνην αἰνιττόµενος, Ἀποστείλῃ. Τοῦτο εἰπὼν, οὐ λέγει πόθεν λοιπὸν, ἀλλὰ µόνον ἐπάγει, Ὃν δεῖ οὐρανὸν µὲν δέξασθαι. Ἀκµὴν δέξασθαι. Καὶ πῶς οὐκ εἶπεν, Ὃν οὐρανὸς ἐδέξατο; Τοῦτο ὡς περὶ τῶν ἄνω χρόνων διαλεγόµενος εἶπεν, Οὕτως ᾠκονόµηται, φησὶν, οὕτω συντέθειται· περὶ δὲ τῆς αἰωνίου ὑπάρξεως αὐτοῦ οὐδέπω φησὶν, ἀλλ' ἔτι τοῖς τῆς οἰκονοµίας λόγοις ἐνδιατρίβει καὶ λέγει· Μωσῆς µὲν γὰρ εἶπε πρὸς τοὺς πατέρας, ὅτι Προφήτην ὑµῖν ἀναστήσει Κύριος. Εἶτα ἀνωτέρω εἰπὼν, Ἄχρι χρόνων ἀποκαταστάσεως πάντων, ὧν ἐλάλησεν ὁ Θεὸς διὰ στόµατος πάντων τῶν ἁγίων αὐτοῦ προφητῶν ἀπ' αἰῶνος, αὐτὸν εἰσάγει λοιπὸν τὸν Χριστόν. Εἰ γὰρ πολλὰ προεῖπεν, αὐτοῦ δὲ ἀκούειν χρὴ, οὐκ ἄν τις ἁµάρτοι ταῦτα τοὺς προφήτας εἰρηκέναι λέγων.
9.4
Ἄλλως δὲ θέλει δεῖξαι, ὅτι τὰ αὐτὰ καὶ οἱ προφῆται προεῖπον. Κἄν τις ἀκριβῶς ἐξετάζῃ, εὑρήσει καὶ ἐν τῇ Παλαιᾷ ἀµυδρῶς µὲν, εἰρηµένα δέ· ὥστε οὐδὲν νεώτερον. Τὸν προκεχειρισµένον, φησίν. Ἐνταῦθα αὐτοὺς καὶ φοβεῖ, ὡς πολλῶν ὑπολειποµένων, Πῶς οὖν ἔλεγεν, Ἐπλήρωσεν ἃ ἔδει παθεῖν; Ἐπλήρωσεν, εἶπεν, οὐκ, Ἐπληρώθη· δεικνὺς, ὅτι ἃ µὲν ἐχρῆν παθεῖν, ἐπλήρωσεν· ἃ δὲ γενέσθαι λείπεται ἔτι, οὐδέπω. Προφήτην ὑµῖν ἀναστήσει Κύριος ὁ Θεὸς ἐκ τῶν ἀδελφῶν ὑµῶν ὡς ἐµέ. Ὃ µάλιστα ᾠκειοῦτο αὐτοὺς, λέγει. Ὁρᾷς, πῶς ταπεινὰ καὶ ὑψηλὰ παρασπείρει; Ταπεινὸν γὰρ καὶ ὑψηλὸν, εἰ ὁ µέλλων εἰς οὐρανοὺς ἀνιέναι κατὰ Μωσέα ἐστί· πλὴν ἀλλὰ τέως µέγα ἦν. Οὐ γὰρ δὴ κατὰ Μωσέα τὸ, Καὶ ἔσται πᾶς ὁ µὴ ἀκούων ἐξολοθρευθήσεται. Μυρία δὲ καὶ ἄλλα εἶπε τὰ δεικνύντα, ὅτι οὐκ ἔστι κατὰ Μωσέα, ὥστε µεγάλης ἥψατο µαρτυρίας. Ὁ Θεὸς αὐτὸν ἀναστήσει, φησὶν, ἐκ τῶν ἀδελφῶν ὑµῶν. Ὥστε Μωσῆς αὐτὸς ἠπείλησε τοῖς µὴ ἀκούουσι. Ταῦτα ὅλα ἐπαγωγά. Καὶ πάντες δὲ, φησὶν, οἱ προφῆται ἀπὸ Σαµουήλ. Οὐκ ἠθέλησε καθ' ἕκαστον ἐπεξιέναι, ὥστε µὴ µακρὸν ποιῆσαι τὸν λόγον· ἀλλὰ καιρίας µνησθεὶς µαρτυρίας τῆς Μωσαϊκῆς, παρέπεµψεν αὐτούς. Ὑµεῖς ἐστε, φησὶν, υἱοὶ τῶν προφητῶν, καὶ τῆς διαθήκης ἧς διέθετο ὁ Θεός. Τῆς διαθήκης, φησὶν, υἱοὶ, τουτέστι, κληρονόµοι. Ἵνα γὰρ µὴ δόξωσιν ὡς ἀπὸ χάριτος Πέτρου ταῦτα λαµβάνειν, δείκνυσιν, ὅτι ἄνωθεν αὐτοῖς ὠφείλετο, ἵνα µᾶλλον πιστεύσωσιν, ὅτι καὶ τῷ Θεῷ τοῦτο δοκεῖ. Ὑµῖν πρῶτον ἀναστήσας, φησὶν, ὁ Θεὸς τὸν Παῖδα αὐτοῦ ἀπέστειλεν. Οὐκ εἶπεν, Ὑµῖν, ἁπλῶς, ἀπέστειλε τὸν Παῖδα αὐτοῦ, ἀλλὰ καὶ, µετὰ τὴν ἀνάστασιν, καὶ ὅτε ἐσταυρώθη. Ἵνα γὰρ µὴ νοµίσωσιν, ὅτι αὐτὸς µὲν ταῦτα ἐχαρίζετο, ὁ δὲ Πατὴρ οὐχὶ, διὰ τοῦτο προσέθηκε τὸ, Εὐλογοῦντα ὑµᾶς. Εἰ γὰρ ἀδελφὸς ὑµῶν αὐτὸς καὶ εὐλογεῖ ὑµᾶς, ὑπόσχεσις τὸ πρᾶγµά ἐστι· τουτέστι, Τοσοῦτον ἀπέχετε τοῦ µὴ κοινωνεῖν τούτοις, ὅτι καὶ τοῖς ἄλλοις ὑµᾶς αἰτίους καὶ ἀρχηγοὺς βούλεται γενέσθαι. Οὐκοῦν µὴ ὡς ἀπεῤῥιµµένοι διάκεισθε ἢ ἀποβεβληµένοι. Ἐν τῷ ἀποστρέφειν, φησὶν, ἕκαστον ἀπὸ τῶν πονηριῶν. Οὕτως ὑµᾶς εὐλογεῖ, καὶ οὐχ ἁπλῶς. Καὶ ποία αὕτη εὐλογία; Μεγάλη. Οὐ γὰρ δὴ τὸ ἀποστρέψαι ἀπὸ πονηριῶν, τοῦτο ἱκανὸν καὶ λῦσαι αὐτάς. Εἰ δὲ καὶ λῦσαι οὐχ ἱκανὸν ἦν, πῶς εὐλογίαν παρασχεῖν; Οὐ γὰρ δὴ ὁ ἠδικηκὼς, ἤδη καὶ εὐλογεῖται, ἀλλ' ἁµαρτηµάτων ἀφίεται. Τὸ δὲ, Ὡς ἐµὲ, εἰ µὴ κατὰ τὸν τῆς νοµοθεσίας τις τρόπον ἐκδέξαιτο, οὐδαµοῦ λόγον ἂν ἀλλαχοῦ ἕξοι. Αὐτοῦ ἀκούσεσθε, φησί· καὶ οὐχ ἁπλῶς, ἀλλ', Ἔσται πᾶσα ψυχὴ, ἥτις ἂν µὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου, ἐξολοθρευθήσεται ἐκ τοῦ λαοῦ. Ὅτε αὐτοὺς ἔδειξεν ἡµαρτηκότας, καὶ συγγνώµης µετέδωκε, καὶ ἐπηγγείλατο χρηστά· τότε δὴ δείκνυσιν, ὅτι καὶ Μωσῆς τὸ αὐτὸ λέγει. Καὶ ποία αὕτη ἀκολουθία εἰπεῖν, Ἄχρι χρόνων ἀποκαταστάσεως, καὶ ἐπαγαγεῖν Μωσέα λέγοντα, ὅτι πάντα ἀκούσουσιν, ἃ ἐρεῖ ὁ Χριστός· καὶ οὐχ ἁπλῶς, ἀλλὰ µετὰ ἀπειλῆς φοβερᾶς; Μεγάλη· δείκνυσι γὰρ, ὅτι καὶ διὰ τοῦτο πείθεσθαι ὀφείλουσιν αὐτῷ. Τί ἐστιν, Υἱοὶ τῶν προφητῶν, καὶ τῆς διαθήκης; Κληρονόµοι, διάδοχοι. Εἰ οὖν υἱοὶ, τί ὡς περὶ ἀλλότρια διάκεισθε πρὸς τὰ ὑµέτερα; Ἄρα κατηγορίας µὲν ἐπράξατε ἄξια· δυνήσεσθε δὲ ὅµως συγγνώµης τυχεῖν. Εἶτα ἐπειδὴ εἶπε ταῦτα, εἰκότως λοιπὸν λέγει· Ὑµῖν ἀπέστειλεν ὁ Θεὸς τὸν Παῖδα αὐτοῦ εὐλογοῦντα ὑµᾶς. Οὐκ εἶπε, Σώζοντα, ἀλλ' ὃ µεῖζόν ἐστιν, Εὐλογοῦντα· δεικνὺς, ὅτι ὁ σταυρωθεὶς εὐλογεῖ τοὺς σταυρώσαντας. Μιµησώµεθα τοίνυν τοῦτον καὶ ἡµεῖς. Ἐκβάλωµεν ψυχὴν φονικὴν καὶ πολεµίαν. Οὐκ ἀρκεῖ τὸ µὴ ἀµύνασθαι( τοῦτο καὶ ἐν τῇ Παλαιᾷ γέγονεν), ἀλλὰ πάντα πράττωµεν ὑπὲρ τῶν ἠδικηκότων, ὡς ὑπὲρ φίλων γνησίων, ὡς ὑπὲρ ἡµῶν αὐτῶν. Ἐκείνου µιµηταί ἐσµεν, ἐκείνου µαθηταὶ τοῦ µετὰ τὸ σταυρωθῆναι πάντα κινοῦντος ὑπὲρ τῶν σταυρωσάντων, καὶ τοὺς ἀποστόλους ἐκπέµποντος. Καίτοι γε ἡµεῖς πολλαχοῦ καὶ δικαίως πάσχοµεν· ἐκεῖνος δὲ οὐ µόνον ἀδίκως, ἀλλὰ καὶ ἀσεβῶς· τὸν εὐεργέτην γὰρ, τὸν οὐδὲν ἠδικηκότα, τοῦτον ἐσταύρωσαν.∆ ιὰ τί; εἰπέ µοι, δόξης ἕνεκεν; Καὶ µὴν αὐτὸς αὐτοὺς ἐσέµνυνε. Πῶς; Ἐπὶ τῆς Μωσέως καθέδρας, φησὶν, ἐκάθισαν οἱ γραµµατεῖς καὶ οἱ Φαρισαῖοι. Πάντα οὖν ἃ λέγουσιν ὑµῖν ποιεῖν, ποιεῖτε· κατὰ δὲ τὰ ἔργα αὐτῶν µὴ ποιεῖτε. Καὶ πάλιν ἀλλαχοῦ· Ὕπαγε, δεῖξον σεαυτὸν τῷ ἱερεῖ. Καὶ δυνάµενος αὐτοὺς ἀπολέσαι, σώζει. Τοῦτον οὖν µιµησώµεθα, καὶ µηδεὶς ἐχθρός τινος ἔστω, µηδεὶς πολέµιος, ἀλλ' ἢ τοῦ διαβόλου µόνον.
9.5
Οὐ µικρόν τι πρὸς τοῦτο καὶ τὸ µὴ ὀµνύναι συντελεῖ, καὶ τὸ µὴ ὀργίζεσθαι. Ἀπὸ τοῦ µὴ ὀργίζεσθαι οὐδὲ ἐχθρὸν ἕξοµεν. Ἔκκοψον ἀνθρώπου τὸν ὅρκον, καὶ τὰ πτερὰ περιέκοψας τῆς ὀργῆς, τὸν θυµὸν ἔσβεσας ἅπαντα. Ὥσπερ γὰρ πνεῦµα ἡ ὀργὴ, καὶ ὁ ὅρκος ἐστί. Χάλασον τὰ ἱστία· οὐδὲν ὄφελος ἱστίου, πνεύµατος οὐκ ὄντος. Ἂν τοίνυν µὴ κράζωµεν, µηδὲ ὀµνύωµεν, τὰ νεῦρα ἐξεκόψαµεν τοῦ θυµοῦ. Εἰ δὲ ἀπιστεῖτε, πεῖραν λάβετε τοῦ πράγµατος, καὶ ὅτι οὕτως ἔχει, τότε γνώσεσθε. Θὲς τῷ θυµουµένῳ νόµον µηδέποτε ὀµνύναι, καὶ οὐκ ἀναγκασθήσῃ περὶ ἐπιεικείας αὐτῷ διαλεχθῆναι. Οὕτω τὸ πᾶν ἤνυσται· καὶ οὔτε ἐπιορκήσετε, οὔτε ὀµόσεσθε ὅλως. Οὐκ ἴστε, εἰς ὅσας ἀτοπίας ἑαυτοὺς ἐντεῦθεν ἐµβάλλετε; Ἀνάγκη γὰρ δεσµῷ ἑαυτοὺς περιβάλλοντες, καὶ πάσῃ µηχανῇ σπουδάζοντες ὥστε καθάπερ ἐξ ἀφύκτου τινὸς κακοῦ τὴν ψυχὴν ἐξελκύσαι, εἶταµὴ δυνηθέντες, λοιπὸν ἐν ὀδύνῃ διάγειν καὶ µάχαις, καὶ ἀρᾶσθαι τῷ θυµῷ· ἀλλὰ πάντα εἰκῆ καὶ µάτην γίνεται. Οὐκοῦν ἀπείλησον, διόρισαι, πάντα ποίησον χωρὶς ὅρκου. Ἔξεστιν ἀναλῦσαι καὶ τὰ λεχθέντα, καὶ τὰ γενόµενα, ἂν θέλῃς. Οὕτω τήµερον ἀνάγκη πραότερον ὑµῖν διαλεχθῆναι. Ἐπειδὴ γὰρ ἠκούσατε, καὶ τὸ πλέον ὑµῖν κατώρθωται. Φέρε δὴ λοιπὸν, τίνος ἕνεκεν ἐπεισῆλθεν ὁ ὅρκος, καὶ διὰ τί συνεχωρήθη εἶναι, εἴπωµεν. Ἄνωθεν τὴν γένεσιν αὐτοῦ διηγούµενοι, καὶ πότε ἐτέχθη, καὶ πῶς, καὶ παρὰ τίνων, ἀµειψόµεθα ὑµᾶς τῇ διηγήσει ὑπὲρ τῆς ὑπακοῆς. Τὸν µὲν γὰρ κατωρθωκότα ἀναγκαῖον καὶ φιλοσοφεῖν· τὸν δὲ µηδέπω, οὐδὲ λόγον ἀκοῦσαι ἄξιον. Ἐποίησαν συνθήκας πολλὰς οἱ περὶ τὸν Ἀβραὰµ, καὶ ἔσφαξαν θύµατα, καὶ θυσίας ἀνήνεγκαν, καὶ οὐδέπω ἦν ὅρκος. Πόθεν οὖν ἐπεισῆλθεν ὁ ὅρκος; Ὅτε τὰ κακὰ ηὐξήθη, ὅτε πάντα ὁµοῦ ἄνω καὶ κάτω γέγονεν, ὅτε πρὸς εἰδωλολατρείαν ἀπέκλιναν· τότε δὴ, τότε, ὅτε ἄπιστοι λοιπὸν ἐφαίνοντο, τὸν Θεὸν ἐκάλουν µάρτυρα, ὥσπερ ἐγγυητὴν διδόντες τῶν λεγοµένων ἀξιόχρεων. Τοῦτο γὰρ ὅρκος ἐστὶ, τρόπων ἀπιστουµένων ἐγγύη. Ὥστε πρώτη κατηγορία αὕτη τοῦ ὀµνύοντος, εἰ µὴ πιστεύοιτο χωρὶς ἐγγύου, καὶ ἐγγύου µεγάλου· διὰ γὰρ τὴν πολλὴν ἀπιστίαν οὐκ ἄνθρωπον ζητοῦσιν ἔγγυον, ἀλλὰ τὸν Θεόν.∆ εύτερον, καὶ τοῦ λαµβάνοντος τὸν ὅρκον τὸ αὐτὸ ἔγκληµα, εἰ ὑπὲρ συναλλαγµάτων διαφερόµενος, τὸν Θεὸν ἕλκοι πρὸς τὴν ἐγγύην, καὶ λέγοιµὴ ἀφίστασθαι, εἰ µὴ ἐκεῖνον λάβοι. Ὢ τῆς ὑπερβαλλούσης ἀναισθησίας, ὢ τῆς ὕβρεως! σκώληξ καὶ γῆ καὶ σποδὸς τυγχάνων καὶ καπνὸς, τὸν∆ εσπότην σου ἕλκεις εἰς ἐγγύην, κἀκεῖνον ἀναγκάζεις λαβεῖν. Εἰπέ µοι, εἰ τῶν παίδων ὑµῶν φιλονεικούντων πρὸς ἀλλήλους, καὶ ἀπιστουµένων ἑαυτοῖς, ἔφησεν ὁ ὁµόδουλος µὴ ἀποστήσεσθαι, ἕως ἂν τὸνκοινὸν δεσπότην ἐγγυητὴν λάβοι· ἆρα οὐκ ἂν ἔλαβε πληγὰς µυρίας, καὶ ἔµαθεν, ὅτι τῷ δεσπότῃ εἰς ἄλλα κεχρῆσθαι δεῖ, οὐκ εἰς ταῦτα; Τί λέγω ὁµόδουλον; Εἰ γὰρ αἰδεσιµώτερον εἵλετο ἄνδρα, οὐχ ὕβριν τὸ πρᾶγµα ἡγήσατο ἄν; Ἀλλ' ἐγὼ οὐ βούλοµαι, φησί. Καλῶς· οὐκοῦν µηδὲ ἐκεῖνον ἀνάγκαζε, ἐπεὶ καὶ ἐπ' ἀνθρώπων τοῦτο γίνεται, ἂν εἴπῃ, Τὸν δεῖνα δίδωµι ἐγγυητὴν, σὺ οὐκ ἀνέχῃ. Τί οὖν; καὶ ἀπολέσω, φησὶ, τὸ διδόµενον; Οὐ λέγω τοῦτο, ἀλλὰ ὅτι τὸν Θεὸν ὑβρίσαι ἀνέχῃ.∆ ιὸ καὶ µᾶλλον ὁ καταναγκάζων ἢ ὁ ὀµνὺς ἀπαραίτητον ἔχει τὴν κόλασιν· ὡσαύτως καὶ ὁ µηδενὸς αἰτοῦντος ὀµνύς. Καὶ τὸ δὴ χαλεπώτερον, ὅτι ὀµνύει ἕκαστος ὑπὲρ ὀβολοῦ ἑνὸς, ὑπὲρ προσθήκης µικρᾶς, ὑπὲρ ἀδικίας. Ταῦτα, ὅταν µὴ ὦσιν ἐπιορκίαι. ἂν δὲ ἐπιορκίᾳ παρακολουθήσῃ, πάντα ἄνω καὶ κάτω, καὶ ὁ λαβὼν, καὶ ὁ δοὺς πεποίηκεν. Ἀλλ' ἔστιν ἀγνοούµενά τινα, φησίν. Ἀλλὰ ταῦτα προορώµενος, µηδὲν ποίει ῥᾳθύµως· εἰ δὲ ῥᾳθύµως ποιεῖς, ἀπαίτει σαυτὸν δίκην ζηµίας. Βέλτιον οὕτω ζηµιωθῆναι, ἢ ἑτέρως. Εἰπὲ γάρ µοι, ἕλκεις εἰς ὅρκον τὸν ἄνδρα, τί προσδοκῶν; ὅτι ἐπιορκήσει; Ἀλλὰ τοῦτο ἀνοίας ἐσχάτης· ἐπὶ τὴν σὴν γὰρ κεφαλὴν ἡ δίκη τραπήσεται· βέλτιόν σε τὰ χρήµατα ἀπολέσαι, ἢ ἐκεῖνον ἀπόλλυσθαι. Τί µετὰ τῆς σῆς ζηµίας τοῦτο ποιεῖς, καὶ µετὰ τῆς ὕβρεως τοῦ Θεοῦ; Θηρίου αὕτη ἡ ψυχὴ, καὶ ἀσεβοῦς ἀνδρός. Ἀλλὰ προσδοκῶ, ὅτι οὐκ ἐπιορκήσει. Οὐκοῦν καὶ χωρὶς ὅρκου πίστευσον. Ἀλλ' εἰσὶ πολλοὶ, φησὶν, οἳ χωρὶς ὅρκου εἵλοντο ἀποστερῆσαι· µετὰ δὲ ὅρκον, οὐκέτι. Ἀπατᾷς σεαυτὸν, ἄνθρωπε. Ἄνθρωπος κλέπτειν µεµαθηκὼς καὶ τὸν πλησίον ἀδικεῖν, ἕλοιτο ἂν καὶ ὅρκον καταπατῆσαι πολλάκις· εἰ δὲ περὶ τοῦ ὀµόσαι εὐλαβηθείη, περὶ τὸ ἀδικῆσαι πολλῷ µᾶλλον. Ἀλλ' ἄκων αὐτὸ πάσχει; Οὐκοῦν συγγνώµης ἄξιος. Ἀλλὰ τί λέγω περὶ τῶν ὅρκων τούτων, ἀφεὶς τοὺς ἐπ' ἀγορᾶς; Ἐκεῖ γὰρ οὐδὲν τοιοῦτον ἔχεις εἰπεῖν· ὑπὲρ γὰρ δέκα ὀβολῶν ὅρκοι γίνονται καὶ ἐπιορκίαι. Ὅτι γὰρ σκηπτὸς ἄνωθεν οὐ κατέρχεται, ὅτι γὰρ οὐ πάντα ἀνατρέπεται, ἕστηκας κατέχων τὸν Θεόν. Τί δήποτε; Ἵνα λάχανα λάβῃς, ἵνα ὑποδήµατα, ὑπὲρ ὀλίγου ἀργυρίου εἰς µαρτυρίαν αὐτὸν καλῶν. Μὴ δὴ, ἐπειδὴ µὴ κολαζόµεθα, νοµίσωµεν µηδὲ ἁµαρτάνειν· τοῦτο τῆς φιλανθρωπίας ἐστὶ τοῦ Θεοῦ, οὐ τῆς ἡµετέρας ἀρετῆς. Ὄµοσον κατὰ τοῦ παιδὸς τοῦ σοῦ, ὄµοσον κατὰ σαυτοῦ· εἰπὲ, Οὕτω µὴ δήµιος ἐπισταίη ταῖς πλευραῖς ταῖς ἐµαῖς. Ἀλλὰ δέδοικας. Τῶν πλευρῶν σου οὖν ἀτιµότερος ὁ Θεός; τῆς κεφαλῆς σου εὐτελέστερος; Εἰπὲ, Οὕτω µὴ πηρωθῶ. Ἀλλ' ὁ µὲν Χριστὸς οὕτως ἡµῶν φείδεται, ὡς κωλύειν καὶ κατὰ τῆς οἰκείας ὀµνύειν κεφαλῆς· ἡµεῖς δὲ οὕτως ἀφειδοῦµεν τῆς δόξης τῆς τοῦ Θεοῦ, ὡς πανταχοῦ αὐτὸν ἕλκειν. Οὐκ ἴστε τί ἐστι Θεὸς, καὶ ποίοις στόµασι καλεῖσθαι ὀφείλει. Ἀλλ' ἂν µὲν περί τινος λέγωµεν ἀνδρὸς ἐναρέτου, φαµὲν, Ἀπόπλυνον τὸ στόµα σου, καὶ οὕτω µνήσθητι· νυνὶ δὲ τὸ τίµιον ὄνοµα, τὸ ὑπὲρ πᾶν ὄνοµα, τὸ θαυµαστὸν ἐν πάσῃ τῇ γῇ, ὃ δαίµονες ἀκούοντες φρίττουσιν, ἁπλῶς περισύροµεν.
9.6
Ὢ τῆς συνηθείας! ἀπὸ γὰρ ταύτης γέγονεν εὐκαταφρόνητον. Ἀµέλει γοῦν εἰς οἶκον ἅγιον ἂν ἐπιθῇς τινι ἀνάγκην ὀµόσαι, ὡς φρικτὸν τὸν ὅρκον ἐργασάµενος, οὕτω διάκεισαι· καίτοι πόθεν οὕτω φρικτὸν εἶναι δοκεῖ, ἀλλ' ἢ ὅτι ἐκείνῳ µὲν ἁπλῶς ἀποκεχρήµεθα, τούτῳ δὲ οὐχί; οὐ γὰρ φρίκην ἔδει γενέσθαι ὀνοµαζοµένου τοῦ Θεοῦ; Ἀλλ' ἐπὶ µὲν Ἰουδαίων οὕτως αὐτοῦ τὸ ὄνοµα σεµνὸν ἦν, ὡς ἐν πετάλοις γράφεσθαι, καὶ µηδενὶ τὰ γράµµατα ἐξεῖναι φορεῖν, ἀλλ' ἢ µόνῳ τῷ ἀρχιερεῖ· νυνὶ δὲ ὡς τὸ τυχὸν οὕτω περιφέροµεν αὐτοῦ τὸ ὄνοµα. Εἰ ἁπλῶς ὀνοµάζειν τὸν Θεὸν οὐ πᾶσιν εὐαγές· τὸ καὶ ἐπὶ µαρτυρίαν αὐτὸν καλεῖν, πόσης τόλµης, εἰπέ µοι, πόσης µανίας; Εἰ γὰρ πάντα ῥῖψαι ἐχρῆν, οὐκ ἔδει προθύµως ἐᾷν; Ἰδοὺ λέγω καὶ διαµαρτύροµαι, Κατορθώσατε τούτους τοὺς ἐπὶ τῆς ἀγορᾶς ὅρκους, τοὺς δὲ µὴ πειθοµένους, πάντας ἐµοὶ ἀγάγετε. Ἰδοὺ παρόντων ὑµῶν ἐπισκήπτω τοῖς πρὸς ὑπηρεσίαν ἀφωρισµένοις τῶν οἴκων τῶν εὐκτηρίων, καὶ παραινῶ καὶ παρεγγυῶ, µηδενὶ ὀµνύναι ἁπλῶς ἐξεῖναι· µᾶλλον δὲ µηδὲ ἑτέρως. Πρὸς ἐµὲ οὖν ἀγέσθω ὅστις ἂν ᾖ, ἐπειδὴ καὶ ταῦτα µέχρις ἡµῶν ἔρχεσθαι δεῖ, καθάπερ ἐπὶ παίδων µικρῶν. Μὴ γένοιτο. Αἰσχύνη γάρ ἐστιν ὑπέρ τινων ἔτι δέεσθαι µανθάνειν. Μὴ τραπέζης ἱερᾶς ἅψασθαι τολµᾷς ἀµύητος ὤν; Ἀλλὰ τὸ ἔτι χεῖρον, σὺ ὁ µεµυηµένος τῆς ἱερᾶς ἅψασθαι τραπέζης τολµᾷς, ἧς οὐδὲ πᾶσιν ἱερεῦσιν ἅψασθαι θέµις, καὶ οὕτως ὀµνύναι. Καὶ σὺ µὲν τῆς τοῦ παιδὸς κεφαλῆς οὐκ ἂν ἅψαιο ἀπελθὼν, τραπέζης δὲ ἅπτῃ, καὶ οὐ φρίττεις οὐδὲ δέδοικας; Πρὸς ἐµὲ τοὺς τοιούτους ἄγε· ἐγὼ δικάσω, καὶ χαίροντας ἑκατέρους ἀποπέµψω. Ὃ βούλεσθε, ποιεῖτε· νόµον τίθηµι µηδὲ ὅλως ὀµνύναι. Ποία σωτηρίας ἐλπὶς, οὕτως ἡµῶν πάντα κενούντων; διὰ τοῦτο γραµµατεῖα, διὰ τοῦτο συµβόλαια, ἵνα καταθύσῃς τὴν σαυτοῦ ψυχήν; τί τοσοῦτον κερδαίνεις, ὅσον ἀπολλύεις; Ἐπιώρκησεν; Ἀπώλεσας κἀκεῖνον καὶ σαυτόν. Ἀλλ' οὐκ ἐπιώρκησε; Καὶ οὕτως ἀπώλεσας, παραβῆναι τὴν ἐντολὴν ἀναγκάσας. Ἐξελάσωµεν τοῦτο τὸ νόσηµα ἀπὸ τῆς ψυχῆς· τέως ἀπὸ τῆς ἀγορᾶς αὐτὸ διώξωµεν, ἀπὸ τῶν παντοπωλείων, ἀπὸ τῶν λοιπῶν ἐργαστηρίων· µείζων ὁ πόρος ἡµῖν ἔσται. Μὴ νοµίσητε διὰ τῶν παραβάσεων τῶν θείων νόµων τὰ βιωτικὰ κατορθοῦσθαι. Ἀλλ' οὐ πιστεύει, φησί. Καὶ γὰρ καὶ τοῦτό ποτε παρ' ἐνίων ἤκουσα, ὅτι Ἂν µὴ ὀµόσω µυρίους ὅρκους, οὐ πιστεύει. Σὺ τούτων αἴτιος ὁ προχείρως ὀµνύς· ἐπεὶ εἰ µὴ τοῦτο ἦν, ἀλλὰ πᾶσιν ἦν δῆλον, ὅτι οὐκ ὀµνύεις, πίστευέ µοι λέγοντι, ὅτι τῶν µυρίους κατεσθιόντων ὅρκους µᾶλλον ἂν ἐπιστεύθηςἐπινεύσας µόνον. Ἰδοὺ γὰρ, εἰπέ µοι, τίνι ἄρα µᾶλλον πιστεύετε, ἐµοὶ τῷ µὴ ὀµνύοντι, ἢ τοῖς ὀµνύουσιν; Ἀλλὰ σὺ, φησὶν, ἄρχων εἶ καὶ ἐπίσκοπος; Τί οὖν, ἂν δείξω, ὅτι οὐ τοῦτο µόνον; Μετὰ ἀληθείας ἀποκρίνασθέ µοι, παρακαλῶ, εἰ συνεχῶς ὤµνυον καὶ διαπαντὸς, ἆρα ἂν προέστη µου ἡ ἀρχή; Οὐδαµῶς. Ὁρᾷς, ὅτι οὐ διὰ τοῦτο; Τί δὲ κερδαίνεις ὅλως; εἰπέ µοι. Παῦλος ἐλίµωττε· καὶ σὺ ἑλοῦ πεινᾷν µᾶλλον ἢ παραβῆναί τινα τῶν ἐντολῶν τοῦ Θεοῦ. Τί οὕτως ἄπιστος εἶ; Σὺ µὲν οὖν πάντα αἰρῇ καὶ ποιῆσαι καὶ παθεῖν ὑπὲρ τοῦ µὴ ὀµόσαι· αὐτὸς δέ σε οὐκ ἀµείψεται; Ἀλλὰ τοὺς µὲν ἐπιόρκους, καὶ πολυόρκους καθ' ἑκάστην τρέφει τὴν ἡµέραν· σὲ δὲ παραδώσει λιµῷ, ἐπειδὴ ἤκουσας αὐτοῦ; Πάντες ἰδέτωσαν, ὅτι τῶν εἰς ταύτην τὴν ἐκκλησίαν συναγοµένων οὐδεὶς οὐκ ἔστιν ὁ ὀµνύς· καὶ ἀπὸ τούτου γενώµεθα δῆλοι, µὴ ἀπὸ τῆς πίστεως µόνον, καὶ τοῦτο πρὸς Ἕλληνας, καὶ πρὸς πάντας ἔχωµεν τὸ διαλλάττον. Σφραγῖδα λάβωµεν ἐκ τῶν οὐρανῶν, ἵνα ὥσπερ ἀγέλη βασιλικὴ πανταχοῦ φαινώµεθα· ἀπὸ τοῦ στόµατος καὶ τῆς γλώττης τέως γνωριζώµεθα, καθάπερ οἱ βάρβαροι· καθάπερ οἱ Ἑλληνιστὶ εἰδότες, ταύτῃ τῶν βαρβάρων διαλλάττωµεν. Εἰπὲ γάρ µοι, οἱ ψιττακοὶ λεγόµενοι πόθεν εἰσὶ γνώριµοι; οὐκ ἀπὸ τοῦ λαλεῖν κατὰ ἄνθρωπον; Καὶ ἡµεῖς τοίνυν ἀπὸ τοῦ λαλεῖν ὡς οἱ ἀπόστολοι γενώµεθα γνώριµοι· ἀπὸ τοῦ λαλεῖν ὡς οἱ ἄγγελοι. Ἂν εἴπῃ τις, Ὄµοσον, ἀκουέτω, ὅτι ὁ Χριστὸς ἐκέλευσε, καὶ οὐκ ὄµνυµι. Τοῦτο ἱκανὸν πᾶσαν εἰσαγαγεῖν ἀρετήν. Θύρα τίς ἐστιν εὐσεβείας, ὁδὸς ἐπὶ φιλοσοφίαν( εὐλαβείας) εἰσάγουσα, παλαίστρα τίς ἐστι. Ταῦτα φυλάττωµεν, ἵνα καὶ τῶν παρόντων καὶ τῶν µελλόντων ἐπιτύχωµεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ, ἅµα τῷ ἁγίῳ Πνεύµατι, δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Intertext edge

Open linked passage

Note