In catechumenos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
1.0
Εἰς τοὺς κατηχουµένους. Ἐν τοῖς ἔξωθεν σταδίοις πολλοὶ µὲν τοῦ δρόµου ὑποµένουσι κόπον, εἷς δὲ κοµίζεται τῆς νίκης τὸν στέφανον· καὶ οἱ µὲν πόνοι τοῦ ἀγῶνος καὶ οἱ ἱδρῶτες πολλῶν, τῆς δὲ χαρᾶς τὸ βραβεῖον ἑνός. Ἐν δὲ τῷ πνευµατικῷ τούτῳ τῆς ἐκκλησίας χωρίῳ εἷς µὲν παρὰ πάντων τῆς εὐσεβείας ὁ δρόµος, ἰσάριθµοι δὲ τῶν τρεχόντων οἱ στέφανοι. Καὶ ξένον οὐδέν· ἀνενδεὴς γάρ τις βραβευτὴς καὶ πλούσιος ἵσταται µέσος τῶν ἀγωνιζοµένων Χριστὸς, ἑκάστου µὲν τὴν προθυµίαν ὡς δρόµον δεχόµενος, ἐπίσης δὲ τὰς τιµὰς εὐτρεπίζων. Οὐ γὰρ προτιµᾶται τὸν δυνάστην, καὶ παρορᾷ τὸν πτωχεύοντα· οὐ δέχεται τὸν ἔνδοξον, καὶ τὸν ἀσθενῆ παραπέµπεται· οὐ στεφανοῖ πολιὰν, ἐξουδενοῖ δὲ νεότητα· οὐ προσµειδιᾷ τῷ δικαίῳ, προστρέχοντα δὲ τὸν ἁµαρτωλὸν ὑποβλέπεται· ἀλλὰ πᾶσιν ἴσως ἐφαπλοῖ τῶν οἰκτιρµῶν τὴν σαγήνην, πάντας ὁµοίως ἐφέλκεται τῷ τῆς εὐσεβείας δικτύῳ. Κοινὸν γὰρ πᾶσι προστέθεικε· καὶ ὡς ἀρτίως ἠκούσαµεν, φιλανθρωπίας διάταγµα µεγαλοφώνως βοᾷ·∆ εῦτε πρός µε, πάντες οἱ κοπιῶντες καὶ πεφορτισµένοι, κἀγὼ ἀναπαύσω ὑµᾶς.∆ εῦτε πάντες οἱ τὴν ἁλµυρὰν ταύτην τοῦ βίου διαπλέοντες θάλασσαν, ἐµοὶ τῆς σωτηρίας τοὺς οἴακας ἐµπιστεύσατε· ἔχω τέχνην διαβολικαῖς ἀντιπαλοῦσαν σπιλάσιν· ἐµπορίαν ὑµῖν ἀκλυδώνιστον προξενῶ σωτηρίας.∆ εῦτε πάντες· πολὺς ἐπίκειται τῆς ἁµαρτίας χειµών· ἔστι µοι κολυµβήθρας λιµὴν ἀνθρώπους σώζων, τὸν δὲ διάβολον ἀποπνίγων. Ὢ κλήσεως τὴν ἁµαρτίαν γυµνούσης! ὢ φωνῆς πᾶσαν τὴν τοῦ δαίµονος ἁρπαζούσης οὐσίαν! ὢ φαρµάκου πρὸς ἕκαστον τῶν νοσούντων βαδίζοντος! ὢ δωρεᾶς ῥεούσης τοῖς βουλοµένοις ἀκώλυτα! ὢ πηγῆς πάντας τοὺς διψῶντας ζωὴν ἐπειγοµένης ποτίζειν! Εἴ τις γὰρ, φησὶ, διψᾷ, ἐρχέσθω πρός µε, καὶ πινέτω· εἴ τις διψᾷ τῆς σωτηρίας τὰ νάµατα, εἴ τις τοῦ ὕδατος τοῦ ζῶντος ἐπιθυµεῖ, εἴ τις πρὸς τὴν ἀληθῆ διαλέγεται γνῶσιν, εἴ τις διψᾷ τῆς εὐσεβείας τὸ δίψος. Ἐδίψησε γὰρ καὶ Ἰούδας τῆς προδοσίας τὸ δίψος· ἐδίψησε γὰρ καὶ Ἡρώδης τῶν νηπίων τὸν ὄλεθρον, ἐδίψησεν ἡ Συναγωγὴ τοὺς φόνους τῶν προφητῶν, ἐδίψησεν Ἰεζάβελ τὸν ἀµπελῶνα τοῦ Ναβουθαὶ, ἐδίψησεν ἡ∆ αλιδὰ τοῦ Σαµψὼν τὴν ἀσθένειαν, ἐδίψησεν Ἡρωδιὰς τοῦ Προδρόµου τὸ αἷµα, ἐδίψησαν τὸν Σωτῆρα Ἰουδαῖοι· ἀλλ' ἐδίψησαν δίψος πρόξενον ἀπωλείας, ἐδίψησαν δίψος παρεκτικὸν πυρετοῦ, ἐδίψησαν δίψος κολάσεως αἴτιον. Ἀλλ' εἴ τις διψᾷ, ὡς ἐδίψησε Ζακχαῖος τὴν ἐµὴν θεωρίαν, ὡς ἐδίψησε τὴν θεραπείαν αἱµόῤῥους, ὡς ἐδίψησε πόρνη πλυθῆναι τὰς ἁµαρτίας, ὡς ἐδίψησε Ματθαῖος τοῦ εὐαγγελιστοῦ τὸ ἀξίωµα, ὡς ἐδίψησεν ὁ λῃστὴς τὸν παράδεισον, ὡς ἐδίψησε Θωµᾶς τὴν ζωοποιὸν τραυµάτων ψηλάφησιν, ὡς ἐδίψησεν ὁ τῆς Αἰθιοπίας εὐνοῦχος τὸ βάπτισµα, ἐφ' ὃ πυρακτούµενος ἐβόα πρὸς τὸν Ἀπόστολον· Ἰδοὺ ὕδωρ, τί κωλύει µε βαπτισθῆναι; Ἄκουε, κατηχούµενε· πηγὴ ζωῆς οὐ µόνον καλεῖ, ἀλλὰ καὶ παρακαλεῖ·∆ εῦτε γὰρ, φησὶ, πάντες οἱ κοπιῶντες καὶ πεφορτισµένοι, κἀγὼ ἀναπαύσω ὑµᾶς. Πρὸς ὅλην µου τοῦ γένους τὴν εὐεργεσίαν ηὐτρέπισµαι· ὄµβρῳ θέλω χαρισµάτων ἀφεῖναι πηγήν.∆ εῦτε πάντες· κἂν µυριάδες ἀσθενῶσι, προσίτωσαν. Μηδεὶς ἀτονεῖν µε τὸν ἰατρὸν νοµιζέτω τὴν οἰκουµένην ἰώµενον· οὐ κάµνω θεραπεύων, εἰ κτίζων οὐκ ὤκνησα· οὐκ ἐλέγχει µου τὴν εὐπορίαν ὁ κόσµος τὰ ἐµὰ µεριζόµενος· πένης παρέχων οὐ γίνοµαι, ἁρπαζόµενος χαίρω, ἐκφορούµενος τέρποµαι· οὐκ ἐλαττοῦµαι κενούµενος, καὶ κλεπτόµενος ἥδοµαι· καὶ µάρτυς ἡ αἱµόῤῥους κλέψασα, καὶ διὰ τοῦτο ψυχὴν ἅµα καὶ σῶµα στεφθεῖσα.∆ εῦτε, πάντες οἱ Επιτρέπετα κοπιῶντες. Εἶδες, φιλόχριστε, πόση ἡ τοῦ κτίσαντος περὶ τὸ γένος φιλοτιµία; Τί οὖν ἀµελεῖς, ὦ κατηχούµενε; τί βραδύνεις; Πρόσελθε τῷ∆ εσπότῃ καλοῦντί σε. Οὐκ ἀκούεις τοῦ σοφοῦ παραινοῦντος καὶ λέγοντος· Μὴ ἀνάµενε ἐπιστρέψαι πρὸς Κύριον, καὶ µὴ ὑπερτίθου ἡµέραν ἐξ ἡµέρας· ἐξαπίνης γὰρ ἐλεύσεται ἡ ὀργὴ Κυρίου; Συντέµνει δὲ τὸν χρόνον, ἰδὼν τὴν τῶν ἀνθρώπων φύσιν ῥᾳδίως καὶ ἐν βραχεῖ τρεποµένην. Πολλοὶ γὰρ δόντες ἑαυτοὺς µικροτέραις ὑπερθέσεσι, τὴν ἐξ ἀµφοτέρων ἐλπίδα σοφῶς ἐνόµισαν ταµιευσάµενοι, µήτε τῶν προσδοκωµένων ἀµοίρησιν ἐλπίζοντες, καὶ τὸ καταχρήσασθαι τέως τῷ βίῳ κέρδος ἡγούµενοι, οἳ πρὸ τῆς ἀπολαύσεως τῶν ἀναγκαίων ἡρπάγησαν, ταῖς αἰω νίαις ἀποδοθέντες βασάνοις καὶ κολάσεσι· καὶ ὡς ἐνόµισαν χρόνον κλέπτειν βραχὺν, ὅλην οὐκ ἐνόησαν τὴν σωτηρίαν κλεπτόµενοι, ἐξαίφνης ἀνάρπαστοι καὶ πρὸ τοῦ γήρως γενόµενοι.∆ ιὰ τοῦτο ὁ∆ εσπότης Χριστὸς κλέπτην ὠνόµασε τοῦ ἀνθρώπου τὸν θάνατον· Ὡς κλέπτης γὰρ, φησὶν, ἐν νυκτὶ, οὕτως ἔρχεται· ἵν' ἡµεῖς πρὸς τὸ ἀόριστον τῆς ἐπιβουλῆς ταραττόµενοι, τὴν προθεσµίαν τοῦ πλείονος χρόνου µὴ ἐπελπίζωµεν. Οὐ γὰρ ἐξουσιάζοµεν τῆς χρονικῆς ὑπερθέσεως, οὐ κυριεύοµεν τοῦ ζῆσαι καιρὸν ὅσον ἐθέλοµεν. Τούτου γὰρ χάριν τὴν γνῶσιν οὐκ ἐπιστεύθηµεν τῆς ἑαυτῶν µεταστάσεως, ἵνα τὴν ἀµετρίαν τῶν ἁµαρτιῶν ἐλαττώσωµεν, τῇ δειλίᾳ τοῦ θανάτου σωφρονεῖν παιδευόµενοι. Ἀριθµήσωµεν τοὺς καθ' ἑκάστην ἡµέραν προπεµποµένους ἐπὶ τὰ µνήµατα, σκοπήσωµεν ὡς τοῖς γεγηρακόσι πολὺ τὸ πλῆθος τῶν νεαζόντων ἐνεµέµικτο.∆ ιὰ τί τοίνυν, ὦ κατηχούµενε, παρορᾷς τῆς ἑαυτοῦ ψυχῆς τὴν ἀσφάλειαν, καὶ τὸν φόβον τοῦ θανάτου παραπεµψάµενος, τὸν χρόνον ὡς ἰσχυρὸν ἀγωνιστὴν ἐπαγγέλλῃ µοι; πόσοι τῶν ἀνθρώπων ἐπιτερπόµενοι ταῖς τοῦ βίου ἡδοναῖς, καὶ ἐπὶ τῆς σαρκὸς γενναιότητι, ὡς ἀµεταβλήτῳ δυναστείᾳ, καυχώµενοι, καθάπερ χοῦς ὑπὸ λαίλαπος, ἀθρόον ἐπὶ τὴν ταφὴν ἀνηρπάσθησαν! Οὐκοῦν ἐπειδὴ τὸν χρόνον ἑαυτοῖς ὁρίσαι τῆς ζωῆς οὐκ ἰσχύοµεν, τὸν φόβον τῆς τελευτῆς µὴ ἑλκύσωµεν. Πόσους ῥᾳθυµήσαντας, καὶ µακροχρόνιον ζωὴν προσδοκήσαντας, ἐξαίφνης ἐµπρησµὸς κατετέφρωσε; πόσοι σεισµῷ κατεχώσθησαν; πόσους πλέοντας ἐκάλυψε θάλασσα; πόσους αἰφνίδιον τῆς γῆς ὑπεδέξατο χάσµα; πόσους ὁδοιποροῦντας ἀθρόον παρέσυραν ποταµοὶ πληµµυρίσαντες; πόσοι θηρίοις καὶ λῃσταῖς περιπεσόντες ἀπώλοντο; πόσους ἡ τῶν πολέµων ἐθέρισε µάχαιρα; πόσους ἐδαπάνησαν ἔφοδοι νοσηµάτων αἰφνίδιοι; πόσοι τῆς ἑαυτῶν χωρισθέντες πατρίδος τὸ τοῦ θανάτου ἐδέξαντο σύνθηµα, καὶ οὐδὲ τῆς κοινῆς ταφῆς ἠξιώθησαν; Οὐκ ἀκούεις συνεχῶς τοῦ∆ εσπότου βοῶντος, καὶ τὴν ἐγγύτητα τοῦ τέλους µηνύοντος· Ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται; Τίς ἡ ἀξίνη; Ὁ θάνατος. Τίς ἡ ῥίζα; Ἡ ζωὴ τοῦ ἀνθρώπου. Τίς ὁ κόπτων; Ἡ τοῦ∆ εσπότου ἀπόφασις, ἥτις ἐν τῷ κόπτειν βοᾷ· Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ. Οὐκοῦν ταύτης ἀφιστάµενοι προσέλθωµεν τῷ καλοῦντι Χριστῷ· δράµωµεν ἐκ τοῦ σκότους πρὸς τὸ φῶς µεταγόµενοι, δράµωµεν πρὸς τὸν ἀναπαύοντα Κύριον, ὑποτάξαντες τὴν σάρκα τῷ πνεύµατι· δράµωµεν, ἐπειχθῶµεν τοῦ θανάτου ταχύτερον, προλάβωµεν ἀγγέλους ἐπὶ τὴν ἡµετέραν ἐρχοµένους παράστασιν. Ὡς λόγος ἐστὶν ὁ παρὼν βίος, καὶ ὡς σκιὰ παρατρέχει τῆς ζωῆς τὸ διάστηµα. Ὁ χρόνος δαπανᾶται, ὁ τρόπος οὐ βελτιοῦται· αἱ πράξεις προτρέχουσιν, ὁ κριτὴς περιµένει, κατεπείγει τὸ πρόσταγµα, παριστῶσιν οἱ ἄγγελοι, κατηγορεῖ ἡ συνείδησις, καὶ τί δράσοµεν πρὸς κρίσιν καλούµενοι; Οὐκοῦν πολιτείας ἀγαθῆς ἐρασθῶµεν, µισήσωµεν τὴν τοῦ ἁµαρτάνειν συνήθειαν, τῆς µελλούσης ἀπολογίας φροντίσωµεν, κτησώµεθα καθαρότητα βίου· οἱ γὰρ καθαροὶ τῇ καρδίᾳ, αὐτοὶ τὸν Θεὸν ὄψονται. Τῶν∆ εσποτικῶν ἐρασθῶµεν στεφάνων· σὺν προθυµίᾳ πολλῇ τοῦ βίου τὸ στάδιον δράµωµεν, αὐτὸν ἔχοντες συνεργοῦντα πρὸς τὸν ἀγῶνα τὸν ἀγωνοθέτην Χριστόν. Τοῖς γὰρ ἀγαπῶσι, φησὶ, τὸν Θεὸν πάντα συνεργεῖ εἰς τὸ Επιτρέπετα ἀγαθόν. Καὶ τὸ θαυµαστότερον ἄκουσον· Ἐν τῷ καιρῷ τοῦ ἀγῶνος ὁ∆ εσπότης συναθλεῖ τοῖς παλαίουσι, καὶ ἐν τῇ ὥρᾳ τῆς νίκης βραβευτὴς προκαθέζεται, πρὸς πάλην ἀλείφει, καὶ µετ' ὀλίγον τοὺς στεφάνους αὐτὸς ἐπιτίθησι· συµπαλαίει, τῷ κάµνοντι χαρίζεται δύναµιν, παρέχει τῆς νίκης τὰς ἀφορµὰς, καὶ µετ' ὀλίγον ὡς νικητῇ τοὺς µισθοὺς ἀποδίδωσι. Πόθεν τοῦτο δῆλον; Ἄκουσον τοῦ∆ αυῒδ κεκραγότος· Μετ' αὐτοῦ εἰµι ἐν θλίψει, ἐξελοῦµαι αὐτὸν καὶ δοξάσω αὐτόν. Ὢ φιλανθρωπίας ἀφράστου! ὢ τῆς ὑπὲρ πάντα λόγον χρηστότητος! Βλέπε γὰρ ὅπερ λέγει ὁ∆ εσπότης· Ἐν τῷ καιρῷ, φησὶ, τῆς θλίψεως µετ' αὐτοῦ εἰµι, τὴν ἀνάγκην συµµερίζοµαι, ἐξαρπάζω τοῦ κινδύνου. Ταῦτα πάντα ποιῶ συναγωνιζόµενος. Εἶτα λοιπὸν ὡς βραβευτὴς καὶ∆ εσπότης τὴν φιλοτιµίαν προτίθηµι λέγων·∆ οξάσω αὐτὸν, µακρότητι ἡµερῶν ἐµπλήσω αὐτόν. Τοῦτο ποιεῖν εἴωθεν ὁ∆ εσπότης καὶ ἐπὶ τὸν εὐµετάδοτον· κοι λαίνει τὴν χεῖρα τῷ πένητι δεχοµένῳ τὴν εὐποιίαν. Ὅταν ἀκούσῃς Χριστοῦ χεῖρα, νόει τὴν παλάµην τὴν βαστάζουσαν τῆς οἰκουµένης τὰ πέρατα. Ἐκτείνει τοίνυν τὴν δεξιὰν ἀποῤῥήτως, λάθρα τοὺς ὀβολοὺς ὑποδέχεται, σηµειοῦται τοῦ διδόντος τὸ πρόσωπον, ἐπὶ γῆς τὴν εὐεργεσίαν λαµβάνει, καὶ ἐν οὐρανῷ τὰς ἀµοιβὰς εὐτρεπίζει. Καὶ πῶς, καὶ πότε ποιεῖται τὴν ἀντίδοσιν; Ὅταν ἔλθῃ, φησὶν, ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὑτοῦ, καὶ πάντες οἱ ἅγιοι ἄγγελοι µετ' αὐτοῦ, τότε καθίσει ἐπὶ θρόνου δόξης αὑτοῦ· καὶ συναχθήσονται ἔµπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη, καὶ ἀφοριεῖ αὐτοὺς ἀπ' ἀλλήλων, καθὼς ἀφορίζει ὁ ποιµὴν τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων· καὶ τίθησι τὰ µὲν πρόβατα ἐκ δεξιῶν αὑτοῦ, τὰ δὲ ἐρίφια ἐξ εὐωνύµων· καὶ ἐρεῖ τοῖς ἐκ δεξιῶν αὑτοῦ·∆ εῦτε, οἱ εὐλογηµένοι τοῦ Πατρός µου· ηὕρασθε γὰρ τὸν δικαστὴν ὀφειλέτην· µὴ φοβεῖσθε τὸν θρόνον, ἀλλ' ὡς εὐεργετηµένῳ τῷ καθηµένῳ προσδράµετε· ὅπερ ἐξεθέµην ὑµῖν προφέρω χειρόγραφον· οὐ κρύπτω τὴν εὐεργεσίαν, ἵνα µὴ ζηµιωθῆτε τὴν φιλανθρωπίαν· οὐκ ἀρνοῦµαι τὴν δόσιν· πρὸς γὰρ τὴν ἀνταπόδοσιν σπεύδω.∆ εῦτε ὑµεῖς, τὸν σπόρον τῶν οἰκτιρµῶν ἐπεδείξασθε, ἐγὼ τὸ θέρος τῆς χαρᾶς ὑµῖν προητοίµασα. Εἰπὲ,∆ έσποτα, τὴν αἰτίαν. Ἐπείνασα, καὶ ἐδώκατέ µοι φαγεῖν. Μηδεὶς οὖν ὡς ἄπορον παραπεµπέτω τὸν πένητα· πεινῶντα γὰρ παρορᾷ τὸν∆ ικαστὴν τῶν µελλόντων αἰώνων. Κτησώµεθα τοίνυν χρεώστην τὸν µέλλοντα κρίνειν ἐκεῖ. Ὁ ἐλεῶν γὰρ, φησὶ, πτωχὸν, δανείζει Θεῷ. Τῆς ἐκ δεξιῶν µερίδος ἄξιοι γενέσθαι σπουδάσωµεν, µισήσωµεν τὴν βδελυρὰν τῶν ἐρίφων συγγένειαν, τῶν ἀρνῶν τὴν κοινωνίαν µεταδιώξωµεν· ἔχοµεν γὰρ ἐξουσίαν τὴν ἐπιλογὴν τοῦ βελτίονος.∆ ιὰ τοῦτο γὰρ ἡµῖν ὁ κριτὴς προηγόρευσε∆ εσποτικὸν ἐκεῖνο καὶ φοβερὸν δικαστήριον, καὶ αὐστηρίαν τῆς ἀποφάσεως, ἵνα τὸ κακῶς παθεῖν ἐκ τοῦ µαθεῖν τὴν ἀπειλὴν ὑπεκκλίνωµεν. Μὴ παραδράµωµεν τὸ τοῦ Παύλου παράγγελµα τὸ φάσκον· Πορισµὸς µέγας ἡ εὐσέβεια. Οὐχ ὑπόκειται λογοθεσίῳ( ἐν καιρῷ δὲ νοεῖ∆ ικαστοῦ αὐστηρίαν)· οὐ δέδοικε κατήγορον ἐπὶ τοῦ θρόνου κραυγήν· οὐκ ἐκδέχεται κατάγνωσιν, ἀλλ' ἀναµένει παράκλησιν· ἔστι γὰρ ἀνενδεὴς ἀπόλαυσις ἀγαθῶν, ἀναφαίρετος πλοῦτος, τιµὴ ἀδιάδοχος, κέρδος ἀταµίευτον, προβαδίζον βοήθηµα, συνοδεύουσα χάρις, θεραπεία καρδίας, ψυχῆς ἀγαλλίασις, συνειδότος γαυρίαµα, ἀπολογία εὐπρόσιτος, ἀφορµὴ παῤῥησίας. Ἡ εὐσέβεια πρὸς πάντα ὠφέλιµός ἐστιν· ἐπαγγελίας ἔχουσα ζωῆς τῆς νῦν καὶ τῆς µελλούσης, ἧς καὶ ἡµεῖς ἐπιτυχεῖν καταξιωθείηµεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.