In Ecclesiasten
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
10.1
Ἐὰν τὸ πνεῦμα τοῦ ἐξουσιάζοντος ἀναβῇ ἐπὶ σέ, τὸν τόπον σου μὴ ἀφῇς, ὅτι ἴαμα καταπαύσει ἁμαρτίας μεγάλας. Τοῦτ' ἔστιν μὴ ἀφῇς· μὴ καταφρονήσῃς, ἐὰν ὀργισθῇ σοι ὁ κρατῶν· τὸ γὰρ βούλεσθαι καταλλάττειν ἑαυτῷ*** Τὸν τόπον μὴ ἀφῇς· τουτέστιν, ἢ φύγε ἢ ἔκκλινον ἢ πάντα τρόπον ἀπολογίας κίνησον· τοῦτο γὰρ ἰάσεται τὰ ἁμαρτήματα. Ἔστιν πονηρία ἣν εἶδον ὑπὸ τὸν ἥλιον, ὡς ἀκούσιον ἐξῆλθεν ἀπὸ προσώπου τοῦ ἐξουσιάζοντος· ἐδόθη ὁ ἄφρων ἐν ὕψεσιν μεγάλοις, καὶ πλούσιοι ἐν ταπεινῷ καθεσθήσονται· εἶδον δούλους ἐφ' ἵππους καὶ ἄρχοντας πορευομένους ὡς δούλους ἐπὶ τῆς γῆς. Οἱ μὲν σοφοὶ ἐταπεινώθησαν, ὑψώθησαν δὲ τοὐναντίον καὶ δοῦλοι καὶ ἄφρονες. Ὁ ὀρύσσων βόθρον ἐμπεσεῖται εἰς αὐτόν,. Εἶτα ἀπὸ τῶν συμβαινόντων λέγει ὅτι πολλάκις τοῖχόν τις κατέβαλεν ἢ διώρυξεν καί, τοῦ μέλλοντος ἀδικεῖσθαι μὴ παρόντος, ὄφις αὐτὸν κατέφαγεν. Πιστώσασθαι οὖν τὸν λόγον βούλεται, ἢ πεῖσαι ὅτι ταῦτα οὐχ ἁπλῶς γίγνεται, ἀλλὰ τοῦ θεοῦ πέμποντος τὰ θηρία. Ἐξαίρων λίθους διαπονηθήσεται ἐν αὐτοῖς. Ἐὰν πέσῃ τὸ σιδήριον, καὶ αὐτὸς πρόσωπον ἐτάραξεν, καὶ δυνάμεις δυναμώσει, καὶ περισσεία τῷ ἀνδρὶ ἐν σοφίᾳ. Ὁ ἐλέγχων πάντα πόνον ὑπομένει πολὺν καὶ πολὺν τὸν ἱδρῶτα. Ἐὰν πέσῃ τὸ σιδήριον σχίζοντος ξύλα, κινδυνεύσει ἐπ' αὐτοῖς. Τουτέστιν, οὐδὲ ἐκεῖ τι γέγονεν· ἢ τοῦτο λέγει ὅτι πολλὰς ἔχει ἀφορμὰς ὁ θεὸς τοῦ κολάζειν καὶ τιμωρεῖσθαι. Ἐὰν δάκῃ ὄφις ἐν καιρῷ θερισμοῦ, οὐκ ἔστιν περισσεία τῷ ἐπᾴδοντι. Οὐδὲν πλέον, φησίν· τότε γὰρ χαλεπὰ τὰ δήγματα. Τοῦτο οὖν φησιν, ὅτι, ἐὰν μὴ προλαβὼν μετανοήσῃς, οὐδέν σοι πλέον ἔσται, ἀλλὰ λήψῃ πληγὴν ἀπαραμύθητον, ὅταν δέῃ θερισθῆναί σου τὸ ἁμάρτημα. Οὐκ ἔγνω ἄνθρωπος τὸ γενόμενον, καὶ τί τὸ ἐσόμενον· τί ὀπίσω αὐτοῦ, τίς ἀπαγγελεῖ αὐτῷ; [Μόχθος τῶν ἀφρόνων κακώσει αὐτόν, ὃς οὐκ ἔγνω τοῦ πορευθῆναι.] Ἴσως τε, εἰ ἦν τις ὁ μετὰ ταῦτα ἀπαγγέλλων αὐτῷ, ἔγνω ἂν ὅτι τὸ γενόμενον αὐτό ἐστιν τὸ μέλλον· διὰ τὸ ὀλιγοχρόνιος εἶναι, οὐκ οἶδεν τὰ πάντα. Διὰ τοῦτο παραμυθίαν οὐ μικρὰν ἡμῖν ἔδωκεν τὰς γραφὰς ὁ θεός· πλὴν οὐ πάντα λέγουσιν αἱ γραφαὶ τὰ κατὰ τὸν χρόνον τὸν ἔμπροσθεν. Μόχθος ἄφρονος κακώσει αὐτόν, ὃς οὐκ ἔγνω πορευθῆναι εἰς πόλιν. Ἐμοὶ δοκεῖ λέγειν τοὺς κακουργοῦντας ἐν ταῖς ἐρημίαις, τοὺς μυρία τεκταινομένους. Οὐαί σοι, πόλις, ἧς ὁ βασιλεύς σου νεώτερος. Οὐχ ἁπλῶς τὸν ἀπὸ τῆς ἡλικίας λέγει· οὐ γὰρ ἂν εἶπεν· ἀγαθὸν παῖς πένης σοφὸς ὑπὲρ βασιλέα πρεσβύτην καὶ ἄφρονα οὐδαμοῦ γὰρ τὴν ἡλικίαν καθ' ἑαυτὴν διαβάλλει. Καὶ οἱ ἄρχοντές σου πρωῒ ἐσθίουσιν. Τοὺς τοιούτους· οὐ γὰρ ἂν ἄλλως διέστειλεν ἐκεῖνον· ἐχρῆν γὰρ τὸν πρεσβύτην ἀντιδιαστεῖλαι. Μακαρία ἡ γῆ, ἧς ὁ βασιλεύς σου υἱὸς ἐλευθέρων, καὶ οἱ ἄρχοντές σου πρὸς καιρὸν φάγονται ἐν δυνάμει καὶ οὐκ αἰσχυνθήσονται. Ἐκεῖνοι γὰρ οὐκ ἐν δυνάμει οὐδὲ μετὰ προθυμίας ἐσθίουσιν, οὐκ ἀντιλέγοντες. Ἐν ὀκνηρίαις ταπεινωθήσεται δόκωσις καὶ ἐν ἀργίαις χειρῶν στάξει οἰκία. Ὁρᾷς πόσος ψόγος τῇ ἀργίᾳ; Εἰς γέλωτα ποιοῦσιν ἄρτον. Οὐχὶ λιμὸς ὑμᾶς ἀναλώσει, φησίν, ἀλλὰ οἶνος· εἰς εὐφροσύνην ἐδόθη, φησίν, αὐτοὶ δὲ εἰς μέθην ποιοῦσιν αὐτόν· οἶνος γὰρ εὐφραίνει ζῶντας, ὥστε μὴ μεθύσκεσθαι. Καὶ οἶνον καὶ ἔλαιον τοῦ εὐφρανθῆναι ζῶντας. Ταῦτά φησιν· εἰς γὰρ εὐφροσύνην δέδοται.