Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In Ecclesiasten
John ChrysostomEccl 11 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
11.1
Ἀπόστειλον τὸν ἄρτον σου ἐπὶ προσώπου τοῦ ὕδατος, ὅτι ἐν πλήθει τῶν ἡμερῶν σου εὑρήσεις αὐτόν. Ἀκούετε τί φησιν. Ἐπεὶ παραχρῆμα καὶ οὐ παρ' αὐτὸν τὸν καιρὸν ὁ καρπὸς ἀποδίδοται, ἀλλὰ μετὰ ταῦτα χρόνῳ πολλῷ πάντως ἀποδοθήσεται. Καθάπερ γὰρ εἰς ὕδωρ ῥιπτούμενος ἄρτος εὐθέως παρατρέχει καὶ παρασύρεται, οὕτως ἐν τῇ ἐλεημοσύνῃ ἔδωκας καὶ εὐθέως οὐδὲν ἔλαβες, ἀλλὰ πάντως λήψει. Τί οὖν, ἐὰν εὐθέως οὐ πείθωμαι, φησίν, ἀλλ' ἐν τῷ μέλλοντι καιρῷ; Δὸς μερίδα τοῖς ἑπτὰ καί γε τοῖς ὀκτώ. Τουτέστιν τῷ πλήθει· μὴ ἀποστερήσῃς αὐτούς, κἂν πολλοὶ ὦσιν. Ὅτι οὐ γινώσκεις τί ἔσται πονηρὸν ἐπὶ τὴν γῆν. Τουτέστιν, χρείαν ἔχεις τοῦ ἐράνου τούτου. Ἐὰν πλησθῶσιν τὰ νέφη ὑετοῦ, ἐπὶ τὴν γῆν ἐκχέουσιν. Ὥσπερ ταῦτα τότε ἀφιᾶσιν τὸν ὑετόν, ὅταν πληρωθῇ, οὕτω καὶ ἡ ἐλεημοσύνη, ὅταν ἀπαρτισθῇ, τότε ἀποδώσει τὴν ἀμοιβήν. Ἐὰν πέσῃ ξύλον ἐν τῷ νότῳ καὶ ἐὰν ἐν τῷ βορέᾳ, οὗ πεσεῖται τὸ ξύλον, ἐκεῖ ἔσται. Ὥσπερ τοῦτο, φησίν, μένει ἔνθα ἂν πέσῃ, εἰ ἐν ἐρήμῳ, οὕτω καὶ τὴν ἐλεημοσύνην οὐδεὶς μετακινῆσαι δυνήσεται· πάντως γὰρ μένει. Τηρῶν ἄνεμον οὐ σπερεῖ, καὶ βλέπων ἐν ταῖς νεφέλαις οὐ θερίζει. Ἐμοὶ δοκεῖ τοῦτο λέγειν ὥστε μὴ μετὰ ἀκριβείας τὴν ἐλεημοσύνην ποιεῖν, περιεργαζόμενον τοὺς τρόπους τῶν λαμβανόντων. Εἰ μὲν γὰρ δικαστὴς ἐκάθισας, καλῶς ἂν ταῦτα ἐποίησας· εἰ δὲ φιλάνθρωπος εἶ καὶ ἐλεήμων, τὸ ὄνομα αἰδέσθητι τῆς ἐλεημοσύνης. Ἐμοὶ δὲ δοκεῖ καὶ εἰς αὐτὰ ταῦτα χρήσιμον εἶναι τοῦτο, ὅπερ περὶ τοῦ σπόρου καὶ τῆς γεωργίας φησίν, ὥστε μὴ πανταχοῦ ἀσφαλῆ εἶναι μηδὲ ἀκριβῆ. Οὐ γὰρ οἶδας τί ἔσται ἡ ὁδὸς τῆς οἰκονομίας ταύτης καὶ τοῦ πνεύματος. Πολλαχοῦ σοι διαπίπτει ταῦτα, φησίν· οὐ δυνατὸν γὰρ εἶναι τὴν οἰκονομίαν τοῦ θεοῦ δήλην. Ὡς ὀστᾶ γὰρ τῆς κυοφορούσης, οὕτως οὐ γνώσει τὰ ποιήματα τοῦ θεοῦ, ὅσα ποιήσει τὰ σύμπαντα. Ἐν πρωΐᾳ σπεῖρον τὸ σπέρμα σου, καὶ ἐν ἑσπέρᾳ μὴ ἀφιέτω ἡ χείρ σου, ὅτι οὐ γινώσκεις ποῖον στοιχήσει, τοῦτο ἢ τοῦτο. Τουτέστιν, καὶ πρόϊμον καὶ ὄψιμον σπεῖρον, μὴ ἀμέλει. Πᾶς καιρὸς ἔστω σοι καιρός· ἂν γὰρ ἑνὸς ἐκπέσῃς, τοῦ ἑτέρου οὐκ ἐκπέσῃς. Πολλὰς κελεύει παρέχειν ἀφορμὰς τοῖς βουλομένοις σῴζεσθαι καὶ εὐδοκιμεῖν. Καὶ ἐὰν τὰ δύο ἐπὶ τὸ αὐτὸ ἀγαθά. Ἐὰν γὰρ ἀμφότερα συμπέσῃ καλῶς, ἐπὶ τοῦ ἑνὸς οὐκ ἐκπέσῃς. Καὶ σὺ τοίνυν καὶ δι' οἰκονομίας καὶ διὰ πάντων καὶ δι' ἐλεημοσύνης καὶ διὰ σωφροσύνης καὶ διὰ πάντων ἔχου τῆς σαυτοῦ σωτηρίας. Γλυκὺ τὸ φῶς καὶ ἀγαθὸν τοῖς ὀφθαλμοῖς. Τοῦ θεοῦ θαυμάζει τὴν πρόνοιαν, πῶς ἐποίησεν ἥδιστον τὸν παρόντα βίον καὶ ποθεινὸν ἡμῖν· καὶ ἀπὸ τούτου παρασκευάζει ταῦτα ποιεῖν τὰ δυνάμενα ποιεῖν ἡμᾶς ζῆν. Εἶτα ἐγκωμιάζει πάλιν τὴν ζωήν· οὐδέποτε κόρον λαμβάνει τοῦ φωτός, καὶ τοιούτου ὄντος. Ὅτι γὰρ διὰ τοῦτο ποιεῖ, ὅρα πῶς παραινεῖ τῷ νέῳ προσέχειν ἑαυτῷ, ἕως ἂν ἔλθῃ ὁ θάνατος. Εὐφραίνου, γάρ φησιν, νεανίσκε ἐν νεότητί σου, καὶ ἀγαθυνάτω σε ἡ καρδία σου, καὶ περιπάτει ἐν ὁδοῖς ἄμωμος, καὶ γνῶθι ὅτι ἐπὶ πᾶσιν τούτοις ἄξει σε ὁ θεὸς ἐν κρίσει. Καὶ ἀπόστησον θυμὸν ἀπὸ καρδίας σου. 12 Καὶ μνήσθητι τοῦ κτίσαντός σε, ἕως οὗ μὴ σκοτισθῇ ὁ ἥλιος καὶ τὸ φῶς καὶ ἡ σελήνη καὶ οἱ ἀστέρες, καὶ ἐπιστρέψουσι τὰ νέφη ὀπίσω τοῦ ὑετοῦ. Ὥσπερ ὑετὸς κατελθὼν οὐκ ἄνεισιν, οὕτως οὐδὲ τὰ νέφη τῷ τελευτήσαντι. Ἐν ἡμέρᾳ ᾗ ἂν σαλευθῶσιν φύλακες οἰκίας καὶ διαστραφῶσιν ἄνδρες τῆς δυνάμεως,. Πάντα προδιδόασιν. Μάλιστα οὕτω καὶ τότε ἔσται, ὥσπερ ἐξ ἀργίας αἱ ἀλήθουσαι οὐ κάμνουσι, παρὰ τὸ μὴ εἶναι ἀνθρώπους· ἀπολεῖται ἡ πόλις. Καὶ σκοτάσουσιν αἱ βλέπουσαι ἐν ταῖς ὀπαῖς. Ἢ τοῦτό φησιν, ὅτι οἱ ὀξὺ βλέποντες τότε σκοτωθήσονται· οὐχὶ αἱ βλέπουσαι αἱ ψυχαὶ αἱ διορατικαί. Καὶ κλείσουσιν θύρας ἐν ἀγορᾷ, καὶ ἀναστήσεται εἰς φωνὴν στρουθίου. Τουτέστιν, στρουθοὶ ἐννοσσεύσουσιν· τὴν ἐρημίαν λέγει. Καὶ ἀνθήσει τὸ ἀμύγδαλον. Ἢ ἐρημίαν φησίν, ἤ, ὥσπερ ὁ καρπὸς οὗτος ἀνθήσας πάλιν μαραίνεται, οὕτω καὶ ὁ ἄνθρωπος. Καὶ συντριβῇ ἡ ὑδρία ἐπὶ τὴν πηγήν,. Ὥσπερ αὕτη ἐλαττωθεῖσα οὐκέτι παρέξει ὕδωρ καὶ ὁ τροχὸς δὲ ἐμπεσὼν ἐπὶ τὸν βόθρον οὐκέτι τρέχει, οὕτω καὶ ὁ ἄνθρωπος ἀποθανών. Καὶ τὸ πνεῦμα ἐπιστρέψει πρὸς τὸν θεόν. Ἐπιστρέψῃ γὰρ ὁ χοῦς ἐπὶ τὴν γῆν, ὡς ἦν, καὶ τὸ πνεῦμα ἐπιστρέψῃ πρὸς τὸν θεόν, ὃς ἔδωκεν αὐτό. Αὐτὸς οὖν αὐτὸ λήμψεται τὸ πνεῦμα, οὐχὶ τὸν χοῦν μόνον.

Intertext edge

Open linked passage

Note