⋯
Original: Pg Scrape Grc
In Ecclesiasten ΤΟΥ ΑΥΤΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΕΡΜΗΝΕΙΑ ΕΙΣ ΤΟΝ ΕΚΚΛΗΣΙΑΣΤΗΝ Πολλοὶ μὲν τῶν ἐπιεικεστέρων διαποροῦσιν ἐπὶ τοῦ βιβλίου τούτου, οἱ δὲ προπετέστεροι καὶ καταγελῶσιν. Ἵν' οὖν ἀμφοτέρων τὰ πάθη λύσωμεν, φέρε, ἀπὸ τοῦ τέλους αὐτοῦ συστήσωμεν. Πέρας λόγου τὸ πᾶν ἄκουε· τὸν θεὸν φοβοῦ καὶ τὰς ἐντολὰς αὐτοῦ φύλασσε, ὅτι δὴ τοῦτο πᾶς ἄνθρωπος· ὅτι σύμπαν τὸ ποίημα ἄξει ὁ θεὸς εἰς κρίσιν ἐν παντὶ παρεωραμένῳ, ἐάν τε ἀγαθὸν ἐάν τε κακόν· ὅπερ λέγει ὁ Χριστός· ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Καὶ ποίημα καὶ θεόν φησιν. Τί δεῖ πολλῶν λόγων; Ταῦτα οὖν εἰδότες, κἂν μὴ εὑρίσκωμέν τινα τῶν ἐγκειμένων, μὴ καταγινώσκωμεν τῶν ῥημάτων· ἐκεῖνα γὰρ ἴσως ἔχει ἔννοιαν μεγάλην καὶ δυνατήν. Καὶ γὰρ ὑψηλὸν τὸ βιβλίον καὶ ἠθικώτατον καὶ μουσικώτατον καὶ περὶ τῶν κατὰ τὸν βίον πολλῆς γέμον φιλοσοφίας. Διὸ παρακαλῶ προσέχειν. 1 Ῥήματα Ἐκκλησιαστοῦ υἱοῦ Δαυίδ. Καλῶς ἑαυτὸν Ἐκκλησιαστὴν ἐνταῦθα καλεῖ· καθάπερ οὖν ἐκκλησίαν συνιστάμενος, οὕτω τῇ οἰκουμένῃ διαλέγεται, περὶ τῶν κοινῶν πραγμάτων προθέμενος εἰπεῖν, ἅτε τοῦ κοινοῦ δεσπότου δοῦλος ὤν. Οὐ γὰρ πρὸς Ἰουδαίους διαλέγεται, καθάπερ οἱ λοιποί, ἀλλὰ πρὸς πᾶσαν κτίσιν καὶ τὴν οἰκουμένην. Φέρε οὖν, ὅσα βούλεσθε τῶν φιλοσόφων τούτοις παραβάλωμεν, καὶ εὑρήσομεν ἐκεῖνα εὐχερῆ ὄντα τῶν ἔξωθεν. Ῥήματα Ἐκκλησιαστοῦ υἱοῦ Δαυίδ. Εἰκότως καὶ τὸν πατέρα φησὶν καὶ τὸν τόπον τῆς βασιλείας· Ἰσραὴλ ἐν Ἱερουσαλήμ· ἐπειδὴ γὰρ μετὰ τοῦτον οἱ βασιλεῖς τοῦ Ἰσραὴλ οὐκ ἐν Ἱερουσαλὴμ ἦσαν, ἀλλ' ἐν Σαμαρείᾳ. Διὰ τοῦτο καλέσας, οὐ περὶ μικρῶν ἡμῖν διαλέγεται, ἀλλὰ περὶ τῶν μεγάλων πραγμάτων. Ματαιότης ματαιοτήτων, εἶπεν ὁ Ἐκκλησιαστής,, τὰ πάντα ματαιότης. Καλῶς τίθησιν ἑαυτὸν ἐν τῷ μεταξύ, καὶ οὐ λέγει· εἶπεν ὁ θεός, ἀλλ' εἶπεν ὁ Ἐκκλησιαστής. Οὐ γὰρ πίστεως ἐνταῦθα ἔχρῃζεν, ἵνα τοῦ θεοῦ τὸ ἀξιόπιστον παρενέγκῃ, ἀλλά τινος αὐτόθεν δήλου ὄντος καὶ ἀπὸ λογισμῶν καὶ ἀπὸ τῆς τῶν πραγμάτων πείρας διδάσκοντος, ὡσανεὶ ἔλεγεν· ἔδει μὲν πάντας πάντα παρὰ τοῦ θεοῦ μανθάνειν· ἐπειδὴ δὲ οὐκ ἐβουλήθητε, ἀλλ' ἐπτόησθε, κἂν παρ' ἐμοῦ ἀκούσατε· διὰ τοῦτο οὖν συνέλθωμεν, ἵνα μάθωμεν ὅτι ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης. Καὶ πάνυ· οὐ γὰρ μικρὸν πρὸς τὴν τῆς ἀληθείας εὕρεσιν τὸ ψεῦδος εἰδέναι καὶ τὴν ἀπάτην καὶ τὰ φαντάσματα. Ποῖα δὲ πάντα φησίν; καὶ τί ποτέ ἐστιν ματαιότης ματαιοτήτων; Πολλῷ γὰρ τῷ ἐπῳδῷ κέχρηται· ὥσπερ μάταιον τῇ γραφῇ καλεῖν ἔθος ἐστὶν τὸ μὴ κατά τινος πράγματος ὄν, εἰ νομίζεται μὲν εἶναι, οὐκ ἔστιν δέ. Τὰ εἴδωλα τῶν ἐθνῶν μάταια· οὐχ ὅτι εἴδωλα οὐκ ἔστιν– [οὐκ] ἔστιν γάρ– ἀλλ' ὅτι [μάταια] θεοὶ οὐκ εἰσίν. Ὅταν τὸ μὲν ὄνομα παρῇ, ἡ δὲ ὑπόθεσις καθεῖστο, ὄνομα μηκέτι, ψευδώνυμα· ὡς ἄν τις εἴποι φιλονεικῶν τὸν ἐν τῇ σκιᾷ ἄνθρωπον ἄνθρωπον εἶναι· οὐκ ἔστιν γάρ· οὐ γὰρ ἐπιδέχεται τὸν κατὰ τοῦ ἀνθρώπου λόγον· οὐκοῦν μάταιος ἐκεῖνος. Τίνος οὖν ἕνεκεν ματαιότης ματαιοτήτων; Ἐπίτασιν τοῦ πράγματος λέγει· ὡς ὅταν εἴπωμεν δόξα δοξῶν, τὴν ὑπερβάλλουσαν λέγομεν δόξαν, ἢ βασιλεὺς βασιλέων τὸν ὑπερβάλλοντα βασιλέα, οὕτω ματαιότης ματαιοτήτων. Ἀπὸ δὲ τοῦ ἐναντίου, εἰ βούλει, τὸν λόγον πειρασώμεθα κινῆσαι· δεῖ γὰρ ὑμᾶς μαθεῖν ἀκριβῶς τὴν λέξιν ταύτην. Ἀλήθεια ἀληθείας λέγομεν μεγάλη. Φῶς ἢ φῶς φωτός· τὸ μὲν γὰρ ἐν σκότει φῶς οὐκ ἂν εἴη μέγα· ὅταν δὲ ἐν φωτὶ φανῇ, τότε καὶ λέγομεν φῶς μέγα, οἷον ὁ ἥλιος ὁ αἰσθητός, φῶς φωτός. Ὁ δὲ ἥλιος τῆς δικαιοσύνης οὐ φῶς φώτων, ἀλλὰ φῶς ἀληθινόν. Βούλει δὲ καὶ περὶ σώματος; Καὶ αὐτὸ εἴπω· τὸ σῶμα φθαρτόν, ἡ δὲ κόνις φθορὰ φθορᾶς, ἢ ὡς εἴποιμεν βασιλεῖαι βασιλειῶν. Ὅταν καὶ τὴν σύγκρισιν πρὸς τὰ ὁμογενῆ ἔχῃς, καλὸς καλῶν πάνυ καλὸς ἂν εἴη. Ὥστε οὐχ ἁπλῶς ματαιότης, ἀλλὰ τοιαύτη μεθ' ἣν οὐκ ἂν εἴη ἑτέρα ματαιότης. Ἐννόησόν μοι σκιάν· τοῦτο ματαιότης ματαιοτήτων παρὰ ζωγραφίαν. Ὥσπερ γάρ ἐστιν ἀλήθεια ἀληθείας, οἷον ἡ τοῦ θεοῦ καὶ ἡ ἡμετέρα, οὕτως ματαιότης ματαιοτήτων, καὶ οὐχ ἁπλῶς ματαιότης, ἀλλὰ πάντων ματαιότης ἀνωτάτω. Πάντα ματαιότης. Τὰ πάντα ποῖα λέγει; Οὐρανόν, γῆν, θάλατταν, τόνδε τὸν κόσμον; Μὴ γένοιτο. Βλάσφημον γὰρ τὸ λεχθέν· τὰ γὰρ ἔργα τοῦ θεοῦ οὐκ ἂν εἴη μάταια, ἀλλὰ ἀληθῆ· καὶ πάντα γὰρ τὰ ἔργα σου, φησίν, ἀληθινὰ καὶ πᾶσαι αἱ ὁδοὶ αὐτοῦ κρίσεις. Περὶ ποῖα οὖν λέγει· ματαιότης ματαιοτήτων; ἢ οὐκ ἀρκεῖται ἅπαξ εἰπών, ἀλλ' ἐπιλέγει ἀεὶ οὕτως; Ἀπὸ διαθέσεως φθέγγεται τῷ διπλασιάζειν αὐτά. Μὴ φοβηθῶμεν, ἀγαπητοί, μὴ θορυβηθῶμεν, μὴ πλανηθῶμεν, μὴ πανταχοῦ περιαγάγωμεν τὸν λόγον. Ἐγγύθεν ὁ ἔλεγχος. Τί οὖν φησιν; Τίς περισσεία τῷ ἀνθρώπῳ ἐν παντὶ μόχθῳ αὐτοῦ ᾧ μοχθεῖ ὑπὸ τὸν ἥλιον; Εἶδες ποῖα πάντα φησίν; Τὰ τῶν ἀνθρώπων ἔργα τὰ βιωτικά, ἐμπορίας, καπηλείας, πραγματείας, δόξαν, πλοῦτον, τρυφήν. Καὶ ὅρα πῶς κατέβαλεν τὸ πρᾶγμα, καὶ ὅρα πῶς πρῶτον μὲν μόχθον καλέσας, ὃ προσίσταται μάλιστα τῷ ἀκροατῇ, εἶπεν δὴ καὶ ἀκερδῆ τὸν μόχθον. Καὶ οὐκ ἀποφαίνεται ἐνταῦθα, ἀλλ' ἐρωτᾷ· τίς περισσεία τῷ ἀνθρώπῳ; Ὃ καὶ σφόδρα θαρροῦντος ἦν τοῖς ἐλέγχοις καὶ πολλὴν ἐμφαῖνον τὴν βαρύτητα καὶ κατα γινώσκοντος ὡς μαινομένων καὶ εἰκῇ πάντα ποιούντων. Ὁ δεῖνα οἴκημα ἐδείματο, λαμπρὸν κατέστησεν. Τί τούτῳ τὸ ὄφελος; Οὐδέν. Τεχνίτας συνήγαγεν, χρήματα ἀνήλωσεν, τὴν ἐπιθυμίαν ἐπλήρωσεν, ἀπετέμετο ἑταίρας, ἀρρωστίας ὑπέμεινεν, φροντίδας, προσκρούσματα, χάριτας ᾔτησεν, πάντα συνέδραμεν. Τί τὸ περισσόν; εἰπέ μοι. Τί μικρὸν ἢ μέγα ἀπώνασθαι ἠδυνήθη; Ἕτερος πάλιν, κλῆρον πατρῷον παραλαβών, πόρνας ἔθρεψεν, ἀρχῆς ἐπέβη, μεγάλα εἰργάσατο. Τί τὸ πέρας, εἰπέ μοι, ἐν παντὶ μόχθῳ αὐτοῦ; Οὐ λέγω ὅτι τοῦ μόχθου τὸ μὲν καλόν, τὸ δὲ κακόν. Πάντα μοι φέρε εἰς μέσον καὶ οὐδὲν εὑρήσεις. Τὰ γὰρ τῆς εὐσεβείας οὐ μόχθου· τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως εἰς ὑπερβολὴν βάρος δόξης ἡμῖν κατεργάζεται· καὶ δεῦτε πρός με πάντες οἱ κοπιῶντες· ἄρατε τὸν ζυγόν μου, ὅτι χρηστός, καὶ τὸ φορτίον μου ἐλαφρόν. Τοῦτο δὲ μόχθος, ἅτε μήτε τὸν θεὸν ἔχον συμπράττοντα, μήτε ταῖς ἐλπίσι κουφιζόμενον. Καὶ εἰ βούλει τὸν ἄνθρωπον αὐτὸν ἐλεγχόμενον εἰπεῖν μόχθον, βούλει καὶ οὐ παραιτοῦμαι. Οὗτος ὁ μόχθος ὑπὸ τὸν ἥλιον, ἐκεῖνος ὁ μόχθος οὐχ ὑπὸ τὸν ἥλιον, ἀλλ' ὑπὲρ τὸν ἥλιον. Ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει. Ὁρᾷς πῶς εὐθέως ἐν ἀρχῇ καὶ ἐν προοιμίοις διωρίσατο περὶ ὧν ἔλεγεν; Περὶ τῶν ὑπ' οὐρανὸν πραγμάτων, περὶ τῶν μοχθηρῶν τούτων καὶ ἐπιπόνων περὶ ὧν οἱ ἄνθρω*** 2*** διακεῖσθαι καὶ μηδὲν αὐτὰ τίθεσθαι· ὃ καὶ Παῦλός φησιν· οὐκ ἐν τιμῇ τινι πρὸς πλησμονὴν τῆς σαρκός. Ὁ δὲ πονηρὸς† τίνι δίκην φησίν, τὸ συνάγειν† Ὅτι τῷ ἀνθρώπῳ τῷ ἀγαθῷ πρὸ προσώπου αὐτοῦ ἔδωκεν σοφίαν καὶ γνῶσιν καὶ εὐφροσύνην· καὶ τῷ ἁμαρτωλῷ ἔδωκεν περισπασμὸν τοῦ περισπασθῆναι καὶ τοῦ συναγαγεῖν. Τὸ μὴ ἀναπνεῖν, τὸ ἑτέροις μοχθεῖν· ὁρᾷς πῶς ἀπάγει τοῦ συνάγειν χρήματα, πῶς ἵστησιν τὴν ἐπιθυμίαν, πῶς ἐκκόπτει τὴν φαντασίαν, πῶς ἐξάγει πρὸς δαπάνην καὶ ἀνάλωσιν; Ὁ γὰρ ἀφ' ἑαυτοῦ κωλύων, πῶς ἑτέρῳ δώσει; Ὁ δὲ ἑαυτῷ παρέχων, πολλῷ μᾶλλον καὶ ἑτέρῳ· παιδεύεται γὰρ καταφρονεῖν χρημάτων. Μάθωμεν οὖν ὅτι τὸ μὲν καταφρονεῖν ἔργον τοῦ θεοῦ ἐστιν, τὸ δὲ τρυφᾶν περιττόν· εἰς ἀναγκαίας γὰρ ἀναλώσει χρείας. Οὐ γὰρ ἴσως ἂν παρεδέξατο τις ἀκούων ὅτι τὸ ἐλεεῖν ἔργον θεοῦ, ὡς ὁ ἀκούων ὅτι τὸ τρυφᾶν ἔργον θεοῦ. Μὴ φοβηθῇς ἀναλῶσαι· δίδωσίν σοι ὁ θεός· τούτοις χαίρει μάλιστα ἢ ἐκείνοις· ἐπεὶ ποῦ χρήσιμα τὰ παρόντα χρήματα; Συγκρίνει τοῦτον πρὸς τὸν ἀποτιθέμενον. Καὶ δείξει τῇ ψυχῇ αὐτοῦ ἀγαθόν. Ἐμοὶ δοκεῖ τὴν ἐλεημοσύνην λέγειν· τοῦτο γὰρ ὄντως ἀγαθόν, τοῦτο ψυχὴ ἀνθρώπου, ὅταν ἐλεῇ τὸ σῶμα τοῦ πλησίον. Ἀπ' ἐκείνου ἄρχεται καὶ εἰς τοῦτο λήγει. Οὐχ ἁπλῶς φησιν ἀγαθόν, ἀλλὰ πρὸς τὸν φειδωλὸν καὶ μικρολόγον, τὸν μικρόψυχον, εἶτα πάλιν φησίν· καί γε τοῦτο ματαιότης. Διὰ τί τὸ συνάγειν; Ἕτερος γὰρ αὐτὸ λήψεται. Τοῖς πᾶσιν χρόνος, καὶ καιρὸς τῷ παντὶ πράγματι ὑπὸ τὸν οὐρανόν. Ἐνταῦθα παιδευόμεθα μήτε ἀλγεῖν ἐπὶ τοῖς δεινοῖς, μήτε χαίρειν ἐπὶ τοῖς καλοῖς. Οὐ γὰρ δή, καθάπερ ἡμεῖς θορυβούμεθα καὶ λέγομεν ὅτι «συνέβη τόδε, οὕτω συμβαίνει ἀπὸ ἁμαρτίας ἡμετέρας», ἀλλὰ φύσιν τοιαύτην ὁ βίος ἔχει· πρὸς δὲ τὴν φύσιν ἀγανακτεῖν οὐ χρή. Ὥσπερ οὐ δυσχεραίνομεν ἐπὶ χειμῶνος, οὐδὲ ἐπὶ θέρους, οὕτως οὐδὲ ἐπὶ τοῖς παροῦσι πράγμασιν· ἕκαστον γὰρ δεῖ γενέσθαι καὶ ἕκαστον ἔχει καιρόν. Μὴ ὡς ἐπὶ παραδόξοις ἄλγει· ὥσπερ τὰ κακά, οὕτως καὶ τὰ καλὰ ἀνάγκη συμβῆναι· μᾶλλον δὲ οὐ κακά, ἀλλ' οὕτω φαινόμενα, οἷον δεῖ χαίρειν, ἀλλὰ καὶ ἀλγεῖν. Καὶ ὅρα πόθεν πιστοῦται τὸν λόγον· τοῦτο δὲ ἀπὸ τῶν συμβαινόντων παρ' ἡμῶν, δεικνὺς ὅτι ἀναγκαίως γίγνεται. Οὐκ ἀεὶ τὸ οἰκοδομεῖν καλόν, οὐκ ἀεὶ τὸ φυτεύειν, ἀλλ' ἔστιν ὅπου καὶ ἐναντίον καὶ οὐ μόνον καλόν. Καὶ ἄρχεται ἀπὸ τῶν συνεκτικῶν καὶ ὃ μάλιστα ἡδονῶν καὶ ἀθυμίας ἐστὶν αἴτιον. Καιρὸς τοῦ τεκεῖν καὶ καιρὸς τοῦ ἀποθανεῖν. Τί ἀλγεῖς ἐπὶ θανάτῳ; Μὴ γὰρ παρὰ προσδοκίαν γέγονεν; Μὴ γὰρ παρ' ἐλπίδας; Κατὰ καιρὸν ἦλθεν ἴσως ἀναγκαῖον τῷ γενέσθαι. Τὸ ἀποθανεῖν ταχύτερον, πῶς καὶ τίνι τρόπῳ ἴσως εὔκαιρον; Καιρὸς τοῦ φυτεύειν καὶ καιρὸς τοῦ ἐκτῖλαι τὸ πεφυτευμένον. Εἶτα αὐτὸ ἀπὸ τῶν φυτῶν πιστοῦται· μὴ ἀεὶ φυτεύειν δεῖ, οὐδὲ ἑστάναι; Καθάπερ γὰρ σὺ οὐ συγχωρεῖς τὰς γεγηρακυίας μένειν ἀμπέλους, ἀλλ' ἀναιρεῖς, οὕτω καὶ ὁ θεός· ἀκολουθία πραγμάτων ἐστίν, μὴ ἄλγει. Ὅρα πῶς χρήσιμον καὶ πρὸς εὐθυμίαν τὸ βιβλίον. Καιρὸς τοῦ ἀποκτεῖναι καὶ καιρὸς τοῦ ἰᾶσθαι. Καὶ ταῦτα ἐναντία. Καὶ ποῖος καιρὸς τοῦ ἀποκτέννειν; Οἷον τοὺς πονηρούς. Παρὰ τῷ θεῷ καιρὸς τούτου καὶ τούτου. Καιρὸς τοῦ καθελεῖν καὶ καιρὸς τοῦ οἰκοδομεῖν, καιρὸς τοῦ κλαῦσαι καὶ καιρὸς τοῦ γελάσαι. Καὶ ποῖος καιρός ἐστιν ἄκαιρος; Ὅτε ἄκαιρός ἐστιν ὁ γέλως καὶ ἄχρηστος. Εἰ γὰρ ἐκείνων τῶν γενικῶν καιρός, πολλῷ μᾶλλον τούτων δι' ἐ κεῖνα· οὐχ ἁπλῶς συμπτώματα ταῦτά ἐστιν; Καὶ ταῦτα ὁ θεὸς ὥρισεν· μὴ ἀεὶ γελᾶν, ἵνα μὴ διαχυθῶμεν, μὴ ἀεὶ κλαίειν, ἵνα μὴ καταπίπτωμεν. Καιρὸς τοῦ περιλαβεῖν· περὶ γάμου. Καιρὸς τοῦ ζητῆσαι καὶ καιρὸς τοῦ ἀπολέσαι. Καὶ μὴν ἐξ ἡμετέρας ῥαθυμίας γίγνεται. Μὴ νόμιζε, φησίν. Ἔστιν καιρὸς ὅτε δεῖ σε ἀπολέσαι. Ἢ ἵνα μὴ πενθῶμεν τοῦτό φησιν, ἢ, ἵνα καὶ ἑκόντες προώμεθα· ἔστιν ὅπου τὸ μὴ ζητῆσαι εὔκαιρον, ἀλλὰ βέλτιον ἀπολέσαι. Καιρὸς τοῦ φιλῆσαι καὶ καιρὸς τοῦ μισῆσαι· οὐκοῦν καὶ φιληθῆναι καὶ μισηθῆναι. Σύμπαντα ἃ ἐποίησεν καλὰ ἐν καιρῷ αὐτῶν. Τί τοίνυν μοχθεῖς; Πάντα θαυμαστά, πάντα ὅσα γέγονεν ἐν καιρῷ αὐτῶν καλά. Μὴ ἁπλῶς τὴν λύπην εἴπῃς, ἀλλὰ μετὰ τοῦ καιροῦ δεῖξόν μοι ταύτην, καὶ δείκνυμί σοι τῆς ἡδονῆς οὖσαν βελτίω καὶ τοῦ γέλωτος. Διὸ καί φησιν· βέλτιον πορευθῆναι εἰς οἶκον πένθους ἢ εἰς οἶκον γέλωτος. Οὐδὲν τούτων αὐτὸ καθ' ἑαυτὸ καλόν, οὔτε κακόν· τὸ ἀποθανεῖν βέλτιον τοῦ γενέσθαι, οἷον ἐν γήρᾳ. Οὐδὲ γὰρ ἄλλο τι τοῦ καιροῦ χωρὶς καλόν, κἂν τροφὴν εἴπῃς, κἂν πότον. Καί γε σύμπαντα τὸν αἰῶνα ἔδωκεν ἐν καρδίᾳ αὐτῶν, ὅπως μὴ εὕρῃ ἄνθρωπος τὸ ποίημα ὃ ἐποίησεν ὁ θεὸς ἀπ' ἀρχῆς καὶ μέχρι τέλους. Οὐ βούλεται, φησίν, ὁ θεὸς τὰ ἔργα αὐτοῦ φανερὰ εἶναι τοῖς ἀνθρώποις, καταστέλλων αὐτῶν τὴν πολυπραγμοσύνην. Οὕτω, φησίν, τοὺς χρόνους κατεσκεύασεν σοφῶς, ὡς μὴ δύνασθαι εὑρεῖν τοὺς ἀνθρώπους τὰ γενόμενα· τὸ γὰρ πλῆθος τῶν ἡμερῶν ἴσως ἐπισκοτεῖ καὶ λήθην ἐμποιεῖ. Ἢ τοῦτό φησιν ὅτι, καίπερ τὸν χρόνον εἰδότες καθ' ὃν γίγνεται τὰ ἔργα, οὐ δυνατὸν συνιδεῖν. Ἔγνων ὅτι οὐκ ἔστιν ἀγαθὸν ἐν αὐτοῖς, εἰ μὴ τοῦ εὐφρανθῆναι καὶ τοῦ ποιεῖν ἀγαθὸν ἐν ζωῇ αὐτοῦ. Τοῦτό ἐστιν ποίημα ἀγαθόν, ἐλεῆσαι. Μέλλων γὰρ ἐπὶ εὐποιΐαν παρακαλεῖν, πρότερον αὐτὸ νομοθετεῖ, πάσχειν εὖ· ὁ γὰρ ἑαυτῷ χρηστὸς καὶ ἑτέρῳ ἔσται. Τοῦτο δόμα θεοῦ ἐστιν. Κἂν λέγῃ δόμα θεοῦ, τοῦτο ὥρισεν ὁ θεὸς μόνον εἶναι καλόν, ἀπὸ τοῦ μόχθου βουλόμενος ἡμᾶς ἀπαγαγεῖν τοῦ παρόντος βίου καὶ τοῦ ἐν τούτοις μοχθεῖν. Ἔγνων πάντα, ὅσα ἐποίησεν ὁ θεός, αὐτὰ ἔσται εἰς τὸν αἰῶνα· ἐπ' αὐτῶν οὐκ ἔστιν προσθεῖναι καὶ ἀπ' αὐτῶν οὐκ ἔστιν ἀφελεῖν. Ἐνταῦθα πάλιν αὐτοῦ τὴν σοφίαν θαυμάζει, ὅτι οὕτως διαρκὲς καὶ ἀνελλιπὲς αὐτοῦ τὸ ἔργον ὡς πανταχοῦ ἀρκεῖν. Καὶ ὁ θεὸς ἐποίησεν, ἵνα φοβηθῶσιν ἀπὸ προσώπου αὐτοῦ. Ὅρα καὶ ταῦτα· οὐχ ἵνα παρασαλευθῶσιν μόνον, ἀλλ' ἵνα αὐτὸν καὶ θαυμάζωσιν· εἰκὸς οὖν τὰ πρὸς ὑπόθεσιν θεογνωσίας γεγενημένα, μεγάλα τινὰ καὶ θαυμαστά. Τὸ γενόμενον ἤδη ἐστίν, καὶ ὅσα τοῦ γίνεσθαι ἤδη γέγονεν. Τὰ δὲ τῶν ἀνθρώπων οὐ τοιαῦτα, ἀλλ' ἀεὶ γίγνεται. Καὶ ὁ θεὸς ζητήσει τὸν διωκόμενον. Ὅρα πῶς μεταξὺ φιλοσοφίας ἐντίθησιν ῥήματα καὶ οὐ λέγει ἐνταῦθα «ματαιότης» περὶ τῶν πασχόντων κακῶς· ἐπειδὴ γὰρ εἶπεν ὅτι δι' ἡμᾶς ἐποίησεν τὰ ἔργα, ὥστε αὐτὸν ἐπιγινώσκεσθαι, καὶ θεογνωσίας αἴτιον τοῦτο. Τί οὖν; φησίν, τὰς ἀδικίας πῶς περιορᾷ; Ἔρχεται λοιπὸν καὶ ἐπὶ τὸν τῆς προνοίας λόγον, ὅτι καὶ τοῦτο δείκνυσιν ὄντα τὸν θεόν. Ὁ θεὸς ζητήσει τὸν διωκόμενον· κἂν μὴ νῦν, ἀλλὰ μετὰ ταῦτα· ἀπὸ τῆς πείρας οἶδα ταῦτα, φησίν. Καὶ ἔτι εἶδον ὑπὸ τὸν ἥλιον τὸν τόπον τῆς κρίσεως, ἐκεῖ ὁ ἀσεβής, καὶ τὸν τόπον τοῦ δικαίου, ἐκεῖ ὁ εὐσεβής. Εἶδον καὶ κολαζομένους· ὅπερ καὶ ὁ πατὴρ αὐτοῦ φησιν. Καὶ εἶπα ἐγὼ ἐν καρδίᾳ μου· σὺν τὸν δίκαιον καὶ σὺν τὸν ἀσεβῆ κρινεῖ ὁ θεός. Καὶ ἐκεῖνος ἔπαθλον τῆς ἀρετῆς λήμψεται καὶ οὗτος τῆς κακίας. Εἶδον τὸν τόπον· οὐχὶ τόπον τῆς κολάσεως λέγει· ὑπὸ τὸν ἥλιον, γάρ φησιν· οὐ λέγω σοι τὰ μέλλοντα, εἶδον πολλαχοῦ συμβάντα ταῦτα. Ὅτι καιρὸς τῷ παντὶ πράγματι καὶ ἐπὶ παντὶ τῷ ποιήματι. Ὥστε μὴ ζητεῖν· οἶδεν τοὺς καιροὺς ὁ θεός, πότε καὶ πότε ἐκείνους κολασθῆναι δεῖ. Ἐκεῖ εἶπα ἐγὼ ἐν καρδίᾳ μου περὶ λαλιᾶς υἱῶν ἀνθρώπων, ὅτι διακρινεῖ αὐτοὺς ὁ θεός. Ἐκεῖ εἶπον· μὴ λάβῃς εἰς δόγματα ταῦτα, ἅπερ οὕτως διαπορῶν ἔλεγεν, ἐπεὶ καὶ ὁ Δαυὶδ εἰσάγει τινὰ λέγοντα· καὶ εἶπον· ἄρα ματαίως ἐδικαίωσα τὴν καρδίαν μου καὶ ἐνιψάμην ἐν ἀθῴοις τὰς χεῖράς μου, καί· εἶπον ἐν τῇ ἐκστάσει μου· ἀπέρριμμαι ἀπὸ προσώπου τῶν ὀφθαλμῶν σου, καί· εἶπον ἐν τῇ εὐθηνίᾳ μου· οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα. Περὶ λαλιᾶς υἱῶν ἀνθρώπου ὅτι διακρινεῖ αὐτοὺς ὁ θεός· ἐπειδὴ πολλοὶ τοῦ θεοῦ κατηγοροῦ σιν καὶ διαγελῶσιν εἰκῇ, τότε αὐτοὺς παιδεύσει, τότε αὐτοὺς διδάξει. Καὶ τοῦ δεῖξαι ὅτι αὐτοὶ κτήνη εἰσὶν καί γε αὐτοῖς. Ὅρα τοίνυν ὃ καὶ νῦν γίγνεται. Πολλοὶ τοῦ θεοῦ κατηγοροῦσιν, πολλοὶ αὐτὸν ἄδικον εἶναί φασιν, πολλοὶ αὐτὸν μὴ προνοεῖν· οὗτοι τῶν κτηνῶν τί διαφέρουσιν; Ὅταν οὖν ὁ θεὸς τὸ κατ' ἀξίαν ἀπονέμῃ ἑκάστῳ, τοῦ καιροῦ καλοῦντος, τότε δείξει τὴν ἄνοιαν αὐτῶν, τότε διακρινεῖ αὐτούς. Ὅτι συνάντημα υἱῶν τοῦ ἀνθρώπου καὶ συνάντημα τοῦ κτήνους· ὡς ὁ θάνατος τούτου, οὕτως ὁ θάνατος τούτου. Δείκνυσιν ὅτι θάνατος εἷς ἑκατέροις, σῶμα ἕν, πλάσις μία· καὶ εἰ τοῦτο ἀγνοοῦσιν εἰκότως κτήνη, ὅτι πνεῦμα ἓν τοῖς πᾶσιν. Καὶ τίς οἶδεν πνεῦμα υἱῶν τοῦ ἀνθρώπου [καὶ συνάντημα τοῦ κτήνους· ὡς ὁ θάνατος τούτου, οὕτως ὁ θάνατος τούτου. Καὶ τίς οἶδεν πνεῦμα υἱῶν τοῦ ἀνθρώπου] εἰ ἀναβαίνει ἄνω, καὶ πνεῦμα τοῦ κτήνους εἰ καταβαίνει κάτω εἰς τὴν γῆν; Τοῦτο δέ φησιν περὶ ἐκείνων, ὅτι κτήνη εἰσίν. Εἰ γὰρ ταῦτα ἑώρων καὶ περὶ ἀναστάσεως ἐφιλοσόφουν, οὐκ ἂν ταῦτα ἐφθέγξατο, οὐκ ἂν εἶπεν· ἐπεὶ ὅτι γε αὐτὸς οὐχ οὕτως διέκειτο δῆλον ἐκ τῶν μετὰ ταῦτα· ὅτι ἄξει ὁ θεὸς αὐτοὺς εἰς κρίσιν. Ὅτι τίς ἄξει αὐτὸν τοῦ ἰδεῖν ἐν ᾧ ἂν γένηται μετ' αὐτόν; Ἐπειδὴ πολλοὶ βούλονται καταλεῖψαι χρήματα, τίς αὐτὸν δυνήσεται ἐνεγκεῖν, ὥστε ἰδεῖν τὰ γενόμενα; φησίν. Ὅρα πῶς συνεχῶς αὐτοὺς τέως ἐμβάλλει εἰς τὸ καταφρονεῖν χρημάτων καὶ μὴ ζητεῖν μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν.