Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In Ecclesiasten
John ChrysostomEccl 7 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
7.1
Ἀγαθὸν ὄνομα ὑπὲρ ἔλεον ἀγαθόν. Τουτέστιν, βέλτιον ἀπολαύειν φήμης καλῆς καὶ σῴζεσθαι, ἢ ἀπὸ ἐλέου· ἐκεῖνος γὰρ ὑπεύθυνος. Πῶς οὖν λέγεις· τίς οἶδεν τὸ ὄντως ἀγαθόν; Οὐκ ἴσμεν. Τέως δὲ ἃ ἴσμεν, ταῦτά ἐστιν. Καὶ ἡμέρα τοῦ θανάτου ὑπὲρ ἡμέραν γενέσεως αὐτοῦ. Τὸ μὲν γὰρ ἀνάπαυσις, τὸ δὲ προοίμιον πόνων. Ἀγαθὸν πορευθῆναι εἰς οἶκον πένθους. Τουτέστιν εὔκολον· τὸ γὰρ ἀγαθὸν ἐνταῦθα τοῦτό φησιν, τὸ ῥᾴδιον. Ἢ πορευθῆναι εἰς οἶκον πότου, καθότι τοῦτο τέλος παντὸς ἀνθρώπου.† Καὶ εἶχεν ἀντιδοῦναι οὐδεὶς ὁ μὴ δυνάμενος ταύτην ἀποδοῦναι τὴν ἀμοιβήν, ἐκείνην δὲ χάριτι πάντως·† ἐκεῖθεν φθόνος καὶ βασκανία. Ἱκανὴν ἔχεις παραμυθίαν τὸ μηδένα διαφυγεῖν· ἐκεῖθεν εὐφροσύνην λήψονται. Ὁρᾷς ἐν τοῖς δεινοῖς σοι κοινωνοῦντας ἅπαντας·*** ἐντεῦθεν λύπην πολλάκις καὶ βλασφημίαν· μάλιστα γὰρ τὰ μὴ ὄντα καθολικὰ λυπεῖ καλὰ ὄντα, τὰ δεινὰ εὐφραίνει. Καὶ ὁ ζῶν δώσει ἀγαθὸν ἐν καρδίᾳ αὐτοῦ. Δώσει πρὸς καρδίαν αὐτοῦ παραμυθίαν, οὐ τῇ ψυχῇ, οὐχὶ*** τὸν ἀπελθόντα· τετίμηκα δὲ τοὺς προσήκοντας παρακαλέσας, ἀλλὰ σαυτῷ μᾶλλον τὴν παραμυθίαν ποριζόμενος. Διπλᾶ τὰ ἀγαθά· ὅτε ἀπελθὼν ἀνεπαύσατο, ὅτε ἔτι μένων οὐκ ἤλγησεν ἐπὶ τοῖς δεινοῖς. Ὅτι ὡς φωνὴ τῶν ἀκανθῶν ὑπὸ τὸν λέβητα, οὕτως γέλως τῶν ἀφρόνων· καί γε τοῦτο ματαιότης. Ἄσημος, ἀηδής, ἀκερδής, ἀνωφελής. Μὴ εἴπῃς· τί ἐγένετο ὅτι αἱ ἡμέραι αἱ πρότεραι ἦσαν ἀγαθαὶ ὑπὲρ ταύτας; ὅτι οὐκ ἐν σοφίᾳ ἠρώτησας περὶ τούτου. Εἰ γὰρ ἐξετάσεις καὶ τούτων τὰ χρηστά, εἶδες ἂν πολὺ τὸ ἀντίρροπον· ἤ, εἰ μὴ τοῦτο· οὕτως ἔδει γενέσθαι. Εἰ δὲ τοῦτο οὐκ ἐν σοφίᾳ, πολλῷ μᾶλλον τὰ ἄλλα ἃ ἐξετάζουσιν. Ἀγαθὴ σοφία μετὰ κληρονομίας. Τουτέστιν ἐν περιουσίᾳ. Ὅτι ἐν σκιᾷ αὐτῆς ἡ σοφία ὡς σκιὰ ἀργυρίου. Τουτέστιν, οὐκ ἐντεῦθεν ἀναπαύσει μόνον, ἀλλὰ καὶ ἐν λαμπρότητι ἔσῃ πολλῇ. Ἴδε τὰ ποιήματα τοῦ θεοῦ· ὅτι τίς δυνήσεται κοσμῆσαι ὃν ἂν ὁ θεὸς διαστρέψῃ αὐτόν; Περὶ τιμωρίας φησίν. Τίς δυνήσεται σῶσαι ὃν ἂν ὁ θεὸς τιμωρήσηται; Ὅρα τὰ Σόδομα. Ποιήματα αὐτοῦ· οὐχὶ τὴν κτίσιν φησίν, ἀλλὰ τὰς οἰκονομίας. Ἐν ἡμέρᾳ ἀγαθωσύνης ζῆθι ἐν ἀγαθῷ, καὶ ἴδε ἐν ἡμέρᾳ κακίας· ἴδε, καί γε σὺν τούτῳ συμφώνως τοῦτο ἐποίησεν ὁ θεὸς περὶ λαλιᾶς. Τουτέστιν, νόησον τὰ ἐπερχόμενα, κατάσκεψαι ἀκριβῶς ὅτι σύμπαν τὸ ποιηθὲν σῴζει ὁ θεός· ἄν τε καλὸν ἄν τε κακόν, πρὸς ἓν ἀπαντᾷ τέλος. Περὶ λαλιᾶς, ἵνα μὴ εὑρεθῇ ὀπίσω ἀνθρώπου μηθέν. Οὕτω μέντοι σύμφωνον, ὡς μηδὲ εἰδέναι τὴν ὁμόνοιαν καὶ τὸ τέλος. Ἔστιν δίκαιος ἀπολλύμενος ἐν δικαίῳ αὐτοῦ, καὶ ἔστιν ἀσεβὴς μένων ἐν κακίᾳ αὐτοῦ. Πάλιν ἄλλη ἀπορία καὶ ἄγνοια· τὸν μὲν οὐκ ὤνησεν ἡ δικαιοσύνη, τὸν δὲ οὐκ ἔφθειρεν ἡ κακία. Μὴ γίνου δίκαιος πολύ, μηδὲ σοφίζου περισσά, μήποτε ἐκπλαγῇς. Ὁρᾷς τί φησιν; Μὴ γίνου δίκαιος· τουτέστιν, μὴ ζήτει πᾶσαν τοῦ θεοῦ τὴν δικαιοσύνην, μηδὲ ζήτει ἀκριβῶς εὑρεῖν τὸ δίκαιον τοῦ θεοῦ· οὐ γὰρ δύνασαι. Ὅτι γὰρ τοῦτό φησιν, τὸ ἑξῆς δηλοῖ. Δίδου τῷ ἀκαταλήμπτῳ· μεγάλη εὕρεσις ἄγνοια, ἵνα μὴ ἐκστῇς σου· οὔτε γὰρ εὑρήσεις τι, καὶ τοῦτο πείσει. Ἀγαθὸν τὸ ἀντέχεσθαί σε ἐν τούτῳ, καὶ ἀπὸ τούτου μὴ μιάνῃς τὴν χεῖρά σου. Τούτῳ· ἡγοῦμαι ἀντέχεσθαί σε καλῶν, μὴ μιαίνεσθαι τοῖς πονηροῖς. Ἡ σοφία βοηθήσει τῷ σοφῷ ὑπὲρ δέκα ἐξουσιάζοντας τοὺς ὄντας ἐν τῇ πόλει. Οὐ γάρ ἐστιν ἄνθρωπος μὴ δεόμενος βοηθείας. Ὅτι ἄνθρωπος οὐκ ἔστιν δίκαιος ἐν τῇ γῇ, ὃς ποιήσει ἀγαθὸν καὶ οὐχ ἁμαρτήσεται. Καίτοι κἂν θαυμαστός τις εἴη καὶ δίκαιος, εἰκότως ἁμαρτάνει· σοφίας δέ ἐστιν διορθοῦσθαι τὰ πλημμεληθέντα. Καί γε εἰς πάντας τοὺς λόγους οὓς ἂν λαλήσουσιν ἀσεβεῖς, μὴ θῇς καρδίαν σου. Τουτέστιν, μὴ ἀκριβῶς ἐξέταζε τὰ περὶ σοῦ λεγόμενα, ἐπεὶ οὐδὲ ὁ δοῦλος ἐκφεύξεται. Ὅπως μὴ ἀκούσῃς τοῦ δούλου σου καταρωμένου σε. Ἂν γὰρ θέλῃς τὰ περὶ σοῦ λεγόμενα ἐξετάζειν, καὶ ὁ δοῦλος ἐμπεσεῖται. Ὅτι πολλάκις πονηρεύσεταί σε καὶ καθόδους πολλὰς κακώσει καρδίαν σου. Ἂν γὰρ τοῦτο ποιῇς, δώσεις τῇ καρδίᾳ σου κατὰ σαυτοῦ βουλάς· καὶ πρόχειρον σαυτὸν ποιήσεις τοῖς βουλομένοις ἀδικεῖν σε, ἂν ταῦτα πάντα ἀκριβῶς ἐξετάσῃς. Ὅτι καὶ σὺ κατηράσω· ἃ ἐξετάζεις. Πάντα ταῦτα ἐπείρασα ἐν τῇ σοφίᾳ. Εἶπα· σοφισθήσομαι. Τουτέστιν, ἐξέτασον σαυτόν, καὶ ὑπεύθυνος εἶ καὶ σύ. Μὴ τοίνυν ἀγανάκτει, εἰ ταῦτα βούλεται ἃ καὶ σὺ ποιεῖς. Πάντα ταῦτα ἐπείρασα ἐν τῇ σοφίᾳ· τουτέστιν, ἔπαθον αὐτὰ ἀλλὰ κατεφρόνησα. Καὶ αὕτη ἐμακρύνθη ἀπ' ἐμοῦ μακρὰν ὑπὲρ ὃ ἦν, καὶ βαθὺ βάθος, τίς εὑρήσει αὐτό; Ἐβουλήθην ἀκριβῶς ζῆν, ἀλλ' ἐμακρύνθη ὑπὲρ ἐμὲ ἡ σοφία, ὑπὲρ τὸ πρότερον ἐμακρύνθη ἀπ' ἐμοῦ. Τοιοῦτον γὰρ τί ἐστιν; Ὅταν φρονῶμεν, τότε μάλιστα ἴσμεν ὅσον αὐτῆς ἀπέχομεν, ὥσπερ ὁ βλέπων, οὗτος οἶδεν ὅσον αὐτοῦ ἀπέχει ὁ ἥλιος. Ἐκύκλωσα ἐγὼ καὶ ἡ καρδία μου τοῦ γνῶναι καὶ τοῦ κατασκέψασθαι καὶ ζητῆσαι σοφίαν καὶ τοῦ γνῶναι ἀσεβοῦς ἀφροσύνην καὶ ὀχληρίαν καὶ περιφοράν. Καὶ εὑρίσκω ἐγὼ αὐτὴν καὶ ἐρῶ πικρότερον ὑπὲρ θάνατον, σὺν τὴν γυναῖκα, ἥτις ἐστὶν θήρευμα. Γυναῖκα μετὰ ταῦτα ἤτοι τὴν ἀφροσύνην φησίν, ἤ, εἰ μὴ τοῦτο, τὴν ἀνόητον γυναῖκα, ὅτι θήρευμά ἐστιν χαλεπόν. Καὶ αἱ σαγῆναι καρδία αὐτῆς, δεσμὸς εἰς χεῖρας αὐτῆς· ἀγαθὸς πρὸ προσώπου τοῦ θεοῦ ἐξαιρεθήσεται ἀπ' αὐτῆς, καὶ ἁμαρτάνων συλλημφθήσεται ἐν αὐτῇ. Ἴδε τοῦτο εὗρον, εἶπεν ὁ Ἐκκλησιαστής, μία τῇ μιᾷ τοῦ εὑρεῖν λογισμόν, καὶ ἐπεζήτησεν ἡ ψυχή μου καὶ οὐχ εὗρον· καὶ ἄνθρωπον ἕνα ἀπὸ χιλίων εὗρον καὶ γυναῖκα ἐν πᾶσιν τούτοις οὐχ εὗρον. Πλὴν ἴδε τοῦτο εὗρον ὃ ἐποίησεν ὁ θεὸς σὺν τὸν ἄνθρωπον εὐθῆ, καὶ αὐτοὶ ἐζήτησαν λογισμοὺς πονηρούς. Τί ταύτης τῆς σοφίας ἴσον; Τί τῶν δογμάτων ὀρθότερον; Ἐποίησεν τὸν ἄνθρωπον εὐθῆ*** 8*** καὶ ὅτι οὐκ ἔστιν γινώσκων τί τὸ ἐσόμενον. Τοσαῦτα εἰδώς, τοῦτο ἀγνοεῖν φησιν, ἀλλὰ δεῖ πιστεύειν· ἔσται γὰρ κρίσις. Παντὶ γὰρ καιρός ἐστιν πράγματι, ὥστε ἀπὸ στοχασμοῦ τοῦτο καλῶς συνίστατο. Ὅτι μὲν οὖν ἔσται κρίσις δῆλον, πότε δὲ οὐ δῆλον. Οὐκ ἀπὸ τούτου δὲ μόνον τοῦτο αὐτὸ δείκνυται, ἀλλὰ καὶ τοῦ μὴ δυνηθῆναι κωλῦσαι θάνατον, μηδὲ ἀποστεῖλαί τινα μέλλοντα κινδυνεύειν ἐκ πολέμου δυνατὸν αὐτῷ· ἀλλὰ κακῶς μὲν ποιῆσαι ἐξουσίαν ἔχει· καὶ ὅμως, μετὰ τὸ ποιῆσαι, πάλιν κολάζονται καὶ τιμωροῦνται. Ἔδωκα τὴν καρδίαν μου εἰς πᾶν τὸ ποίημα ὃ πεποίηται ὑπὸ τὸν ἥλιον, τὰ ὅσα ἐξουσιάσατο ὁ ἄνθρωπος ἐν ἀνθρώπῳ τοῦ κακῶσαι αὐτόν. Καὶ τότε εἶδον ἀσεβεῖς εἰς τάφους εἰσαχθέντας, καὶ ἐκ τοῦ ἁγίου, καὶ ἐπορεύθησαν καὶ ἐπῃνέθησαν ἐν τῇ πόλει, ὅτι οὕτως ἐποίησαν. Καί γε τοῦτο ματαιότης. Ὅτι οὐκ ἔστιν γιγνομένη ἀντίρρησις ἀπὸ τῶν ποιούντων τὸ πονηρόν. Τουτέστιν, οὐ καταγιγνώσκουσιν αὐτῶν, οὐκ ἐναντιοῦνται αὐτοῖς· ἦ γὰρ ἀνεπαύσαντο; Καὶ ἀγαθὸν οὐκ ἔσται τῷ ἀσεβεῖ καὶ οὐ μακρυνεῖ ἡμέρας ἐν σκιᾷ. Ἐν ἀναπαύσει, φησίν. Ὃς οὐκ ἔστιν φοβούμενος ἀπὸ προσώπου τοῦ θεοῦ. Ἔστιν ματαιότης, ἣ πεποίηται ἐπὶ τῆς γῆς, ὅτι εἰσὶν δίκαιοι, ὅτι φθάνει πρὸς αὐτοὺς ὡς ποίημα τῶν ἀσεβῶν, καί εἰσιν ἀσεβεῖς, ὅτι φθάνει πρὸς αὐτοὺς ὡς ποίημα τῶν δικαίων [πνεῦμα]· καί γε τοῦτο ματαιότης. Τουτέστιν, πολλάκις δόξαν ἔλαβεν πονηρὰν δίκαιος καὶ ἀγαθὴν ἀσεβής, ἀλλὰ καὶ τοῦτο μάτην, ὡς πεποιημένου, φησίν, οὐ πεποιημένου. Οὐ δυνήσεται ἄνθρωπος εὑρεῖν τὸ ποίημα τὸ πεποιημένον ὑπὸ τὸν ἥλιον· ὅσα ἂν μοχθήσῃ ἄνθρωπος τοῦ ζητῆσαι, καὶ οὐχ εὑρήσει.

Intertext edge

Open linked passage

Note