In Ecclesiasten
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
9.1
Ὅτι σύμπαν τοῦτο ἔδωκα ἐν καρδίᾳ μου, ὡς οἱ δίκαιοι καὶ οἱ σοφοὶ καὶ αἱ ἐργασίαι αὐτῶν ἐν χειρὶ θεοῦ. Τουτέστιν, ὅτι οἶδεν ὅτι οὐδὲν κερδαίνει ἢ τοῦ θεοῦ τὴν πρόνοιαν καὶ τὴν οἰκονομίαν τὴν ὑπὸ τὸν ἥλιον. Καί γε ἀγάπην καί γε μῖσος οὐκ ἔστιν εἰδὼς ἄνθρωπος· τὰ πάντα πρὸ προσώπου αὐτῶν ματαιότης. Καταγινώσκει τῶν τέως οὐδὲν εἰδότων· τούτων πάντα ψευδῆ. Συνάντημα ἓν τῷ δικαίῳ καὶ τῷ ἀσεβεῖ, τῷ ἀγαθῷ καὶ τῷ κακῷ, τῷ καθαρῷ καὶ τῷ ἀκαθάρτῳ, τῷ θυσιάζοντι καὶ τῷ μὴ θυσιάζοντι· ὡς ὁ ἀγαθός, ὣς ὁ ἁμαρτάνων· ὣς ὁ ὀμνύων, καθὼς ὁ τὸν ὅρκον φοβούμενος. Τοῦτο εἶδον πονηρὸν ἐν παντὶ τῷ πεποιημένῳ ὑπὸ τὸν ἥλιον, ὅτι συνάντημα ἓν τοῖς πᾶσιν· καί γε καρδία υἱῶν τοῦ ἀνθρώπου ἐπληρώθη πονηροῦ, καὶ περιφέρεια ἐν καρδίᾳ αὐτῶν ἐν ζωῇ αὐτῶν, καὶ ὀπίσω αὐτῶν πρὸς τοὺς νεκρούς. Ὅτι τίς ὃς κοινωνεῖ πρὸς πάντας τοὺς ζῶντας; Ἐπαίρει τὸν θάνατον καὶ φορτικὸν εἶναί φησιν καὶ πάντας ὑπευθύνους εἶναι τῷ πράγματι. Καὶ ἐπειδὴ εἶδεν καταπεφρονημένην τὴν τιμωρίαν, ἐπαίρει καὶ αὐτὴν τῷ λόγῳ· οὐδὲ γὰρ ἂν ὁ μακαρίζων πρὸ τούτου τοὺς τεθνηκότας νῦν τοὺς ζῶντας ἐμακάριζεν λέγων· Ἔστιν ἐλπὶς ὅτι ὁ κύων ὁ ζῶν ἀγαθὸς ὑπὲρ τὸν λέοντα τὸν τεθνηκότα. Τοῦτο πονηρόν, τοῦτό ἐστιν μοχθηρόν, τοῦτο κόλασις μεγάλη, τοῦτο τιμωρία χαλεπή, ὅτι πάντες ἀποθνῄσκομεν, κἂν σοφός, κἂν ὁστισδήποτε. Μὴ μέγα φρόνει ἐπ' ἀρετῇ· ἀποθνῄσκεις γάρ, φησίν. Μὴ ἔχου τῆς κακίας· ἀποθνῄσκεις γάρ. Ἐπειδὴ εἶπεν ὅτι οἱ φοβούμενοι τὸν θεὸν ζήσονται, διὰ τοῦτο πάλιν λέγει πόσον καλὸν ζωή, πόσον κακὸν θάνατος. Ὅρα πάλιν πῶς πείθει μετριάζειν. Ἐπέστρεψα καὶ εἶδον ὑπὸ τὸν ἥλιον ὅτι οὐ τοῖς κούφοις ὁ δρόμος, οὐ τοῖς δυνατοῖς ὁ πόλεμος, καί γε οὐ τῷ σοφῷ ἄρτος καὶ οὐ τοῖς συνετοῖς ὁ πλοῦτος, καί γε οὐ τοῖς γινώσκουσιν χάρις. Ὅτι καιρὸς καὶ ἀπάντημα συναντήσεται ἓν σύμπασιν αὐτοῖς. Ὅτι καί γε οὐκ ἔγνω ὁ ἄνθρωπος τὸν καιρὸν αὐτοῦ· ὡς οἱ ἰχθύες οἱ θηρευόμενοι ἐν ἀμφιβλήστρῳ κακῷ, καὶ ὡς ὄρνεα ἐν παγίδι. Ταῦτα λέγει διδάσκων μὴ τοῖς πράγμασιν θαρρεῖν, ἀλλὰ τὴν ἐλπίδα ἔχειν εἰς τὸν θεόν, μὴ τὰ πλεονεκτήματα τῆς ἀνθρωπίνης φύσεως μέγα τι νομίζειν. Καὶ γὰρ ἀποθανοῦνται πάντες. Οὐ τοῦτο μόνον, ἀλλ' ὅτι οὕτως ἀποθνῄσκουσιν, ὡς οἱ ἰχθύες οἱ θηρευόμενοι κακῶς ἐν ἀμφιβλήστρῳ· οὕτω καὶ οὗτοι οὐκ ἴσασιν τὴν τελευτήν. Καί γε τοῦτο εἶδον σοφίαν ὑπὸ τὸν ἥλιον, καὶ μεγάλη ἐστὶν πρός με· πόλις μικρὰ καὶ ἄνδρες ἐν αὐτῇ ὀλίγοι, καὶ ἔλθῃ ἐπ' αὐτὴν βασιλεὺς μέγας καὶ κυκλώσῃ αὐτὴν καὶ οἰκοδομήσῃ ἐπ' αὐτὴν χάρακας μεγάλους, καὶ εὕρῃ ἐν αὐτῇ ἄνδρα πένητα καὶ σοφόν, καὶ διασώσῃ αὐτὸς τὴν πόλιν ἐν τῇ σοφίᾳ αὐτοῦ· καὶ ἄνθρωπος οὐκ ἐμνήσθη σὺν τοῦ ἀνδρὸς τοῦ πένητος. Καὶ εἶπα· ἀγαθὴ σοφία ὑπὲρ δύναμιν· καὶ σοφία τοῦ πένητος ἐξουδενωμένη. Ὃ λέγει τοῦτ' ἔστιν· μέγα πρᾶγμα οἰκτίρμονα εἶναι καὶ φιλελεήμονα καὶ τὴν διόρθωσιν τῶν πεπτωκότων καὶ κειμένων ποιούμενον, κἂν μεγάλα ᾖ τὰ δεινὰ τοῖς ἐκπεπολεμωμένοις ἐπικουρεῖν, κἂν πένητες ὦσιν, μὴ παρορᾶν.