Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In epistulam ad Ephesios
John ChrysostomEphe 3 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
3.0.1
Διὰ τοῦτο κἀγὼ ἀκούσας τὴν καθ' ὑμᾶς πίστιν ἐν Χριστῷ Ἰησοῦ, καὶ τὴν ἀγάπην τὴν εἰς πάντας τοὺς ἁγίους, οὐ παύομαι εὐχαριστῶν ὑπὲρ ὑμῶν, μνείαν ὑμῶν ποιούμενος ἐπὶ τῶν προσευχῶν μου, ἵνα Θεὸς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ Πατὴρ τῆς δόξης, δῴη ὑμῖν πνεῦμα σοφίας καὶ ἀποκαλύψεως ἐν ἐπιγνώσει αὐτοῦ· πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς καρδίας ὑμῶν, εἰς τὸ εἰδέναι ὑμᾶς τίς ἐστιν ἡ ἐλπὶς τῆς κλήσεως αὐτοῦ, καὶ τίς ὁ πλοῦτος τῆς δόξης τῆς κληρονομίας αὐτοῦ ἐν τοῖς ἁγίοις, ἢ τί τὸ ὑπερβάλλον μέγεθος τῆς δυνά μεως αὐτοῦ εἰς ἡμᾶς τοὺς πιστεύοντας κατὰ τὴν ἐνέργειαν τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ, ἣν ἐνήργησεν ἐν τῷ Χριστῷ, ἐγείρας αὐτὸν ἐκ νεκρῶν.
3.1.1
Οὐδὲν ἦν ἴσον τῶν σπλάγχνων τῶν ἀποστολικῶν, οὐδὲν ὅμοιον τῆς συμπαθείας καὶ τῆς φιλοστοργίας ἐγένετο τῆς τοῦ μακαρίου Παύλου, ὃς πάσας αὐτοῦ τὰς εὐχὰς ὑπὲρ πόλεων ὁλοκλήρων ἐποιεῖτο καὶ δήμων. Καὶ πᾶσι τοῦτο γράφει, ὅτι Εὐχαριστῶ τῷ Θεῷ ὑπὲρ ὑμῶν, μνείαν ὑμῶν ποιούμενος ἐπὶ τῶν προσευχῶν μου. Ἐννοήσατε ὅσους εἶχεν ἐν τῇ διανοίᾳ, ὧν καὶ μνησθῆναι ἔργον ἦν· ὅσων ἐμέμνητο ἐν ταῖς εὐχαῖς, ὑπὲρ ἁπάντων εὐχαριστῶν τῷ Θεῷ, ὡς αὐτὸς τὰ μέγιστα εὐεργετούμενος. Διὰ τοῦτο, φησί· τουτέστι, διὰ τὸ μέλλον, καὶ τὰ ἀποκείμενα ἀγαθὰ τοῖς ὀρθῶς πιστεύουσι καὶ βιοῦσιν. Ἄξιον μὲν οὖν εὐχαριστεῖν τῷ Θεῷ καὶ ὑπὲρ πάντων τῶν ὑπηργμένων παρ' αὐτοῦ τῷ τῶν ἀνθρώπων γένει, καὶ πρὸ τούτου καὶ μετὰ ταῦτα· ἄξιον δὲ εὐχαριστεῖν αὐτῷ καὶ ὑπὲρ τῆς πίστεως τῶν πιστευόντων. Ἀκούσας, φησὶ, τὴν πίστιν τὴν καθ' ὑμᾶς διὰ τοῦ Χριστοῦ, καὶ τὴν ἀγάπην τὴν εἰς πάντας τοὺς ἁγίους. Πανταχοῦ συνάπτει καὶ συγκολλᾷ τὴν πίστιν καὶ τὴν ἀγάπην, θαυμαστήν τινα ξυνωρίδα. Οὐ τοὺς ἐπιχωρίους φησὶ μόνον, ἀλλὰ καὶ πάντας. Οὐ παύομαι εὐχαριστῶν ὑπὲρ ὑμῶν μνείαν ὑμῶν ποιούμενος ἐπὶ τῶν προσευχῶν μου. Τί δέῃ, καὶ τί παρακαλεῖς; Ἵνα ὁ Θεὸς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ Πατὴρ τῆς δόξης, δῴη ὑμῖν πνεῦμα σοφίας καὶ ἀποκαλύψεως. Δύο ἀξιοῖ αὐτοὺς μαθεῖν, ὡς χρὴ μαθεῖν, ἐπὶ τίσιν ἐκλήθησαν, καὶ πῶς ἀπηλλάγησαν τῶν προτέρων. Φησὶ δὲ αὐτὸς αὐτὰ τρία εἶναι. Πῶς οὖν ἐστι τρία; Περὶ τῶν μελλόντων ἂν μάθωμεν. Ἀπὸ μὲν γὰρ τῶν ἀποκειμένων ἀγαθῶν τὸν ἄῤῥητον καὶ ὑπερφυῆ πλοῦτον αὐτοῦ εἰσόμεθα· ἀπὸ δὲ τοῦ μαθεῖν τίνες ὄντες πῶς ἐπιστεύσαμεν, τὴν δύναμιν αὐτοῦ καὶ τὴν αὐθεντίαν τῷ τοὺς ἐπὶ τοσούτῳ χρόνῳ ἀλλοτριωθέντας ἐπιστρέψαι. Τὸ γὰρ ἀσθενὲς τοῦ Θεοῦ ἰσχυρότερον τῶν ἀνθρώπων ἐστί. Ἀπὸ γὰρ τῆς αὐτῆς δυνάμεως, ἀφ' ἧς τὸν Χριστὸν ἤγειρε, καὶ ἡμᾶς εἵλκυσε πρὸς ἑαυτόν. Καὶ οὐ μέχρι τῆς ἀναστάσεως ἡ δύναμις, ἀλλὰ καὶ πολλῷ πλέον. Καὶ ἐκάθισεν ἐν δεξιᾷ αὐτοῦ, ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως καὶ κυριότητος καὶ παντὸς ὀνόματος ὀνομαζομένου· καὶ πάντα ὑπ 62. 24 έταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ, καὶ αὐτὸν ἔδωκε κεφαλὴν ὑπὲρ πάντα τῇ Ἐκκλησίᾳ, ἥτις ἐστὶ τὸ σῶμα αὐτοῦ, τὸ πλήρωμα τοῦ τὰ πάντα ἐν πᾶσι πληρουμένου. Μεγάλων ὄντως μυστηρίων καὶ ἀποῤῥήτων ἡμᾶς ἐποίησε κοινωνούς. Καὶ ταῦτα ἄλλως οὐκ ἔνι μαθεῖν, ἢ Πνεύματος μετέχοντας ἁγίου, καὶ πολλῆς ἀπολαύοντας χάριτος. Διὰ τοῦτο καὶ Παῦλος οὕτως εὔχεται· Ὁ Πατὴρ τῆς δόξης, φησί· τουτέστιν, ὁ μεγάλα ἡμῖν δεδωκὼς ἀγαθά. Ἀπὸ γὰρ τῶν ὑποκειμένων ἀεὶ αὐτὸν καλεῖ, ὡς ὅταν λέγῃ· Ὁ Πατὴρ τῶν οἰκτιρμῶν, καὶ Θεὸς πάσης παρακλήσεως· καὶ πάλιν ὁ προφήτης, Κύριος ἰσχύς μου, καὶ βοήθειά μου. Ὁ Πατὴρ τῆς δόξης. Οὐκ ἔχει ἐπ' ὀνόματος αὐτὰ παραστῆσαι, καὶ πανταχοῦ δόξαν καλεῖ, ὅπερ πάσης ἐστὶ λαμπρότητος παρ' ἡμῖν ὄνομα καὶ προσηγορία. Ἰδοὺ τῆς δόξης, φησὶ, Πατὴρ, τοῦ δὲ Χριστοῦ Θεός. Τί οὖν; ἐλάττων τῆς δόξης ὁ Υἱός; Ἀλλ' οὐδεὶς, οὐδ' ἂν μαινόμενος, εἴποι τοῦτο. Δῴη ὑμῖν, τουτέστιν, ἐπᾶραι τὴν διάνοιαν ὑμῶν καὶ ἀναπτερῶσαι. Οὐ γὰρ ἔστιν ἄλλως ταῦτα μαθεῖν. Ψυχικὸς γὰρ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος· μωρία γὰρ αὐτῷ ἐστιν. Ἄρα πνευματικῆς δεῖ σοφίας, ἵνα τὰ πνευματικὰ νοήσωμεν, ἵνα τὰ κρυπτόμενα ἴδωμεν· αὐτὸ τὰ πάντα ἀποκαλύπτει, μυστήρια μέλλει διηγεῖσθαι Θεοῦ. Τῶν δὲ μυστηρίων τοῦ Θεοῦ τὴν γνῶσιν τὸ Πνεῦμα οἶδε μόνον, τὸ καὶ τὰ βάθη αὐτοῦ ἐρευνῶν· οὐκ ἄγγελος, οὐκ ἀρχάγγελος, οὐκ ἄλλη τις κτιστὴ δύναμις δῴη, τουτέστι, χάρισμα ὑμῖν παράσχοι. Εἰ δὲ ἀποκαλύψεως τοῦτό ἐστι, περιττὴ λοιπὸν τῶν λογισμῶν ἡ εὕρεσις. Ὁ γὰρ τὸν Θεὸν μαθὼν, καὶ τὸν Θεὸν γνοὺς, οὐκέτι περὶ οὐδενὸς ἀμφισβητήσει· οὐκ ἐρεῖ· Τόδε ἀδύνατον, καὶ τόδε δυνατόν· καὶ, Πῶς τόδε ἐγένετο; Ἂν τὸν Θεὸν μάθωμεν, ὡς εἰδέναι χρὴ, ἂν τὸν Θεὸν μάθωμεν παρ' οὗ μαθεῖν δεῖ, παρ' αὐτοῦ τοῦ Πνεύματος, οὐκέτι περὶ οὐδενὸς ἀμφισβητήσομεν. Διὰ τοῦτό φησιν· Ἐν ἐπιγνώσει αὐτοῦ πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς καρδίας ὑμῶν. Ὁ μαθὼν τί ἐστι Θεὸς, οὐχ ὑπὲρ τῶν ἐπαγγελιῶν ἀμφισβητήσει, οὐχ ὑπὲρ τῶν ἤδη γενομένων ἀπιστήσει. Εὔχεται μὲν οὖν δοθῆναι αὐτοῖς πνεῦμα σοφίας καὶ ἀποκαλύψεως· πλὴν καὶ αὐτὸς ἀπὸ λογισμῶν, ὅσα δύναται, κατασκευάζει, καὶ ἀπὸ τῶν ἤδη ὑπαρξάντων. Ἐπειδὴ γὰρ τὰ μὲν ἤδη γενόμενα ἔμελλε λέγειν, τὰ δὲ οὔπω συμβάντα, ἀπὸ τῶν γενομένων τὰ μὴ γενόμενα πιστοῦται. Οἷόν τι λέγω· Εἰς τὸ εἰδέναι ὑμᾶς, φησὶ, τίς ἐστιν ἡ ἐλπὶς τῆς κλήσεως αὐτοῦ. Ἔτι ἄδηλός ἐστι, φησὶν, ἀλλ' οὐ τοῖς πιστοῖς. Καὶ τίς ὁ πλοῦτος τῆς δόξης αὐτοῦ τῆς κληρονομίας ἐν τοῖς ἁγίοις. Ἔτι καὶ τοῦτο ἄδηλον. Τί δὲ δῆλον; Ὅτι ἐπιστεύσαμεν, ἀπὸ τῆς δυνάμεως τῆς αὐτοῦ ὅτι ἤγειρε τὸν Χριστόν· τοῦ γὰρ ἀναστῆσαι νεκρὸν πολλῷ θαυμασιώτερον τὸ πεῖσαι ψυχάς. Καὶ πῶς; Ἐγὼ τοῦτο πειράσομαι ποιῆσαι φανερόν· ἄκουε γάρ· Εἶπεν ὁ Χριστὸς τῷ τεθνεῶτι, Λάζαρε, δεῦρο ἔξω, καὶ εὐθέως ὑπήκουσεν· εἶπεν ὁ Πέτρος Ταβιθᾷ, Ἀνάστηθι, καὶ οὐκ ἀντεῖπεν. Ἐρεῖ αὐτὸς ἐν τῇ τελευταίᾳ ἡμέρᾳ, καὶ πάντες ἀναστήσονται, καὶ μετὰ τοσούτου τάχους, ὡς τοὺς ἔτι ζῶντας μὴ φθάσαι τοὺς κοιμηθέντας, ὡς ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλμοῦ πάντα γενέσθαι καὶ συνδραμεῖν. 62. 25 βʹ. Ἐπὶ δὲ τοῦ πιστεῦσαι, οὐχ οὕτως· ἀλλὰ πῶς; Ἄκουε αὐτοῦ πάλιν λέγοντος· Ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα ὑμῶν, καὶ οὐκ ἠθελήσατε! Ὁρᾷς ὅτι τοῦτο δυσκολώτερον; Ὥστε ἀπὸ τούτου τὸ πᾶν κατασκευάζει. Πολλῷ γάρ ἐστι λογισμοῖς ἀνθρωπίνοις δυσκολώτερον προαίρεσιν πεῖσαι τοῦ φύσιν ἐργάσασθαι. Τὸ δὲ αἴτιον, ἐπειδὴ αὐτὸς οὕτω βούλεται ἑκόντας ἡμᾶς γενέσθαι ἀγαθούς. Οὕτως εἰκότως εἶπε· Τὸ ὑπερβάλλον μέγεθος τῆς δυνάμεως αὐτοῦ εἰς ἡμᾶς τοὺς πιστεύοντας. Ὅτε γὰρ προφῆται οὐδὲν ἤνυσαν, ὅτε ἄγγελοι καὶ ἀρχάγγελοι, ὅτε πᾶσα κτίσις ἡ ὁρατὴ, καὶ ἀόρατος, ὁρατὴ μὲν εἰς μέσον προκειμένη, καὶ μὴ ἰσχύουσα χειραγωγῆσαι, ἀόρατος δὲ πολλὴ, ᾠκονόμησε τὴν αὐτοῦ παρουσίαν τότε, δεικνὺς ὅτι θείας ἔχρῃζε τὸ πρᾶγμα δυνάμεως. Πλοῦτον δόξης. Τουτέστι, ἄφατον δόξαν. Ποῖος γὰρ λόγος τὴν δόξαν ἐκείνην παραστῆσαι δυνήσεται, ἧς οἱ ἅγιοι τότε μεθέξουσιν; Οὐδείς· ἀλλὰ χάριτος ὄντως δεῖ πρὸς τὸ τὴν διάνοιαν μαθεῖν καὶ ὅλως ἀκτῖνα μικρὰν γοῦν τινα δέξασθαι. Τινὰ μὲν γὰρ ᾔδεσαν καὶ πρότερον, ἐβούλετο δὲ νῦν πλέον αὐτοὺς μαθεῖν καὶ σαφέστερον γνῶναι. Ὁρᾷς ὅσα εἰργάσατο; Ἤγειρε τὸν Χριστόν· μικρὸν τοῦτο; Ἀλλ' ὅρα καὶ πάλιν· Ἐκάθισεν ἐν δεξιᾷ αὐτοῦ· ἄρα τίς λόγος τοῦτο παραστῆσαι δυνήσεται; Τὸν ἀπὸ τῆς γῆς, τὸν τῶν ἰχθύων ἀφωνότερον, τὸν παίγνιον τῶν δαιμόνων γενόμενον, εἰς ὕψος εὐθέως ἀνήγαγεν. Ὄντως ὑπερβάλλον μέγεθος τῆς δυνάμεως αὐτοῦ. Καὶ θέα ποῦ ἀνήγαγεν· Ἐν τοῖς ἐπουρανίοις πάσης κτιστῆς φύσεως ἀνώτερον ἐποίησεν, ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας. Ὑπεράνω πάσης ἀρχῆς, φησίν. Ὄντως πνεύματος χρεία, διανοίας σοφῆς ἐν τῇ ἐπιγνώσει αὐτοῦ· ὄντως ἀποκαλύψεως χρεία. Ἐννόησον ὅσον ἐστὶν ἀνθρώπου καὶ Θεοῦ φύσεως τὸ μέσον· ἀπὸ ταύτης τῆς εὐτελείας εἰς ἐκείνην αὐτὸν ἀνήγαγε τὴν τιμήν· οὐχ ἕνα βαθμὸν ὑπερέβη καὶ δεύτερον καὶ τρίτον. Βαβαί! οὐχ ἁπλῶς εἶπεν, Ἄνω, ἀλλ', Ὑπεράνω. Τῶν γὰρ ἄνω δυνάμεων ἀνώτερός ἐστιν ὁ Θεός. Ὥστε ἐκεῖ αὐτὸν ἀνήγαγε, τὸν ἐξ ἡμῶν, ἀπὸ τῆς ἐσχάτης νύσσης εἰς τὴν ἐσχάτην ἤγαγεν ἀρχὴν, μεθ' ἣν οὐκ ἔστιν ἑτέρα τιμή. Πάσης ἀρχῆς, φησίν· οὐ τῆς μὲν, τῆς δὲ οὒ, ἀλλὰ, Πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως καὶ κυριότητος, καὶ παντὸς ὀνόματος ὀνομαζομένου, εἴ τί ἐστιν ἐν τῷ οὐρανῷ, πάντων ἀνώτερος γέγονε. Τοῦτο περὶ τοῦ ἐκ νεκρῶν ἐγερθέντος· ὅπερ ἄξιον θαυμάσαι. Περὶ γὰρ τοῦ Θεοῦ Λόγου οὐδαμῶς. Ὅπερ γάρ εἰσι κώνωπες πρὸς ἀνθρώπους, τοῦτο πᾶσα ἡ κτίσις πρὸς τὸν Θεόν. Καὶ τί λέγω, κώνωπες; εἰ πάντες ἄνθρωποι ὡς σίελος λογισθήσονται, καὶ ὡς ῥοπὴ ζυγοῦ ἐλογίσθησαν, θὲς τὰς ἀοράτους δυνάμεις ὡς κώνωπας. Οὐ τοίνυν περὶ τοῦ Θεοῦ Λόγου οὕτως εἶπεν, ἀλλὰ περὶ τοῦ ἐξ ἡμῶν· τοῦτο μέγα ὄντως καὶ θαυμαστόν. Ἀπὸ γὰρ τῶν κατωτάτων τῆς γῆς αὐτὸν ἀνήγαγεν. Εἰ πάντα τὰ ἔθνη ὡς σταγὼν, εἷς ἄνθρωπος πόσον ἄρα μέρος τῆς σταγόνος; Ἀλλὰ τοῦτον πάντων ἀνώτερον ἐποίησεν, οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι. Ἄρα ἐστὶ δυνάμεών τινων ὀνόματα ἡμῖν ἄσημα, καὶ οὐ γνωριζόμενα. Καὶ πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ. Οὐχ ἁπλῶς ἀνώτερον ἐποίησεν, ὡς προτιμᾶσθαι αὐτῶν, οὐδὲ κατὰ σύγκρισιν, ἀλλ' ὡς δούλων προκαθῆσθαι. Βαβαὶ, φρικτὰ ὄντως τὰ πράγματα! 62. 26 ἀνθρώπου γέγονε δούλη πᾶσα ἡ κτιστὴ δύναμις διὰ τὸν ἐνοικοῦντα Θεὸν Λόγον. Ἔστι γάρ τινα ἐπάνω εἶναι οὐκ ἔχοντα ὑπακούοντας, ἀλλὰ προτιμώμενον· ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλὰ πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ· καὶ οὐχ ἁπλῶς ὑπέταξεν, ἀλλὰ τὴν ἐσχάτην ὑποταγὴν, καὶ μεθ' ἣν ἑτέρα οὐκ ἔστι. Διὰ τοῦτο εἶπεν· Ὑπὸ τοὺς πόδας. Καὶ αὐτὸν ἔδωκε κεφαλὴν ὑπὲρ πάντα τῇ Ἐκκλησίᾳ. Βαβαὶ, ποῦ πάλιν καὶ τὴν Ἐκκλησίαν ἀνήγαγεν! Ὥσπερ διά τινος ἕλκων μηχανῆς, εἰς ὕψος αὐτὴν ἀνήγαγε μέγα, καὶ αὐτὴν ἐκάθισεν εἰς ἐκεῖνον τὸν θρόνον. Ἔνθα γὰρ ἡ κεφαλὴ, ἐκεῖ καὶ τὸ σῶμα· οὐδενὶ γὰρ μέσῳ διείργεται ἡ κεφαλὴ, καὶ τὸ σῶμα· εἰ γὰρ διείργετο, οὐκ ἂν εἴη σῶμα, οὐκ ἂν εἴη κεφαλή. Ὑπὲρ πάντα, φησί. Τί ἐστιν, Ὑπὲρ πάντα; Ἢ τὸν ὄντα ὑπὲρ πάντα τὰ ὁρώμενα καὶ τὰ νοούμενα Χριστόν· ἢ ὑπὲρ πάντα τὰ ἀγαθὰ τοῦτο πεποίηκε, τὸ τὸν Υἱὸν δοῦναι κεφαλήν. Οὐκ ἄγγελον, οὐκ ἀρχάγγελον, οὐκ ἄλλον οὐδένα ἀφῆκεν ἀνώτερον. Οὐ ταύτῃ δὲ μόνον ἡμᾶς ἐτίμησε, τὸ ἐξ ἡμῶν ἀναγαγὼν, ἀλλ' ὅτι καὶ τὸ κοινὸν γένος ἅπαν ἐκείνῳ ἕπεσθαι παρεσκεύασεν, ἐκείνου ἔχεσθαι, ἐκείνῳ ἀκολουθεῖν. Ἥτις ἐστὶ τὸ σῶμα αὐτοῦ. Ἵνα γὰρ μὴ, ἀκούσας κεφαλὴν, τὴν ἀρχὴν μόνον νομίσῃς, ἀλλὰ καὶ τὴν βεβαιότητα, μηδ' ὡς ἄρχοντα μόνον, ἀλλ' ὡς σώματος ἴδῃς κεφαλὴν, Τὸ πλήρωμα, φησὶν, τοῦ τὰ πάντα ἐν πᾶσι πληρουμένου. Ὡς οὐκ ἀρκοῦντος τούτου δεῖξαι τὴν συγγένειαν καὶ τὴν ἐγγύτητα, τί φησι; Τὸ πλήρωμα τοῦ Χριστοῦ ἡ Ἐκκλησία. Καὶ γὰρ πλήρωμα κεφαλῆς σῶμα, καὶ πλήρωμα σώματος κεφαλή. Ὅρα πόσῃ τάξει κέχρηται Παῦλος, πῶς οὐδενὸς φείδεται ῥήματος, ὥστε παραστῆσαι τοῦ Θεοῦ τὴν δόξαν. Πλήρωμα, φησί· τουτέστιν, οἷον κεφαλὴ πληροῦται παρὰ τοῦ σώματος· διὰ γὰρ πάντων μερῶν τὸ σῶμα συνέστηκε, καὶ ἑνὸς ἑκάστου χρῄζει. Ὅρα πῶς αὐτὸν κοινῇ πάντων χρῄζοντα εἰσάγει. Ἂν γὰρ μὴ ὦμεν πολλοὶ, καὶ ὁ μὲν χεὶρ, ὁ δὲ ποῦς, ὁ δὲ ἄλλο τι μέρος, οὐ πληροῦται ὅλον τὸ σῶμα. Διὰ πάντων οὖν πληροῦται τὸ σῶμα αὐτοῦ. Τότε πληροῦται ἡ κεφαλὴ, τότε τέλειον σῶμα γίνεται, ὅταν ὁμοῦ πάντες ὦμεν συνημμένοι καὶ συγκεκολλημένοι.
3.3.1
Εἶδες πλοῦτον δόξης κληρονομίας; εἶδες ὑπερβάλλον μέγεθος δυνάμεως εἰς τοὺς πιστεύοντας; εἶδες ἐλπίδα κλήσεως; Αἰδεσθῶμεν ἡμῶν τὴν κεφαλὴν, ἐννοήσωμεν τίνος ἐσμὲν σῶμα κεφαλῆς, ᾗ πάντα ὑποτέτακται. Καὶ τῶν ἀγγέλων κατὰ τοῦτο τὸ ὑπόδειγμα βελτίους ἡμᾶς εἶναι χρὴ, καὶ τῶν ἀρχαγγέλων μείζους, ὡς πάντων αὐτῶν προτετιμημένους. Οὐκ ἀγγέλων ἐπελάβετο ὁ Θεὸς, καθὼς γράφων Ἑβραίοις φησὶν, ἀλλὰ σπέρματος Ἀβραάμ· οὐκ ἀρχῆς οὐδὲ ἐξουσίας οὐδὲ κυριότητος οὐδὲ ἄλλης οὐδεμιᾶς δυνάμεως· ἀλλὰ τὴν ἡμετέραν φύσιν ἀνέλαβε, καὶ ἐκάθισεν ἄνω. Καὶ τί λέγω, ἐκάθισεν; ἱμάτιον αὐτοῦ ἐποίησεν, καὶ οὐχ ἁπλῶς, ἀλλ' ὑπὸ τοὺς πόδας αὐτοῦ πάντα ὑπέταξε. Πόσους βούλει θεῖναι θανάτους; πόσας ψυχάς; μυρίους καὶ πολλαπλασίους; Ἀλλ' οὐδὲν ἴσον ἐρεῖς. Δύο γὰρ τὰ μέγιστα πεποίηκεν, αὐτός τε εἰς ἔσχατον ταπεινότητος ἦλθε, καὶ τὸν ἄνθρωπον εἰς μέγα ὑψηλότητος ἀνήγαγε. Εἶπεν ἐκεῖνο πρῶτον, ὅτι ἑαυτὸν ἐταπείνωσε τοσοῦτον· λέγει τὸ τούτου ὑψηλότερον νῦν, τὸ μέγα 62. 27 ὄντως καὶ τὸ κεφάλαιον. Καίτοι εἰ καὶ μηδενὸς ἠξιώθημεν, ἤρκει· ἢ καὶ τούτου εἰ ἠξιώθημεν, χωρὶς τοῦ σφάξαι ἤρκει· ὅταν δὲ τὰ δύο ᾖ, τίνα οὐκ ἂν ὑπερβολὴν λόγου νικήσειε καὶ ὑπερβαίη; Οὐ μέγα ἡ ἀνάστασις, ὅταν ταῦτα λογίσωμαι. Περὶ τούτου φησίν· Ὁ Θεὸς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, οὐ περὶ τοῦ Θεοῦ Λόγου. Αἰδεσθῶμεν τὴν ἐγγύτητα τῆς συγγενείας, φοβηθῶμεν μή τις ἀποκοπῇ τοῦ σώματος τούτου, μή τις ἐκπέσῃ, μή τις ἀνάξιος φανῇ. Εἰ διάδημά τις ἡμῶν περιέθηκε τῇ κεφαλῇ, στέφανον χρυσοῦν, ἆρα οὐκ ἂν πάντα ἐπράξαμεν, ὥστε τῶν ἀψύχων λίθων ὀφθῆναι ἄξιοι; Νῦν δὲ οὐ διάδημα ἡμῶν περίκειται τῇ κεφαλῇ, ἀλλὰ κεφαλὴ ἡμῶν γέγονεν ὁ Χριστὸς, ὅπερ ἐστὶ μεῖζον, καὶ οὐδένα λόγον ποιούμεθα. Ἀλλ' ἄγγελοι μὲν αὐτὴν αἰδοῦνται καὶ ἀρχάγγελοι καὶ πᾶσαι ἐκεῖναι αἱ δυνάμεις· ἡμεῖς δὲ, οἱ σῶμα αὐτοῦ ὄντες, οὔτε διὰ τοῦτο, οὔτε δι' ἐκεῖνο αἰδεσθησόμεθα; καὶ τίς ἡμῖν ἔσται σωτηρίας ἐλπίς; Ἐννόει τὸν θρόνον τὸν βασιλικὸν, ἐννόει τῆς τιμῆς τὴν ὑπερβολήν· τοῦτο καὶ γεέννης, εἴ γε βουλοίμεθα, μᾶλλον ἡμᾶς φοβῆσαι δυνήσεται. Εἰ γὰρ μὴ γέεννα ἦν, τὸ τιμηθέντας τοσαύτην τιμὴν, ἀναξίους εὑρεθῆναι καὶ κακοὺς, τίνα οὐκ ἂν ἔχοι κόλασιν, τίνα τιμωρίαν; Ἐννόησον τίνος ἐγγὺς ἡ κεφαλή σου κάθηται· τοῦτο μόνον καὶ ἀπόχρη πρὸς πᾶν ὁτιοῦν· τίνος ἐν δεξιᾷ ἵδρυται. Ἀλλ' αὕτη μὲν ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως· τὸ δὲ ταύτης σῶμα καὶ ὑπὸ δαιμόνων πατεῖται; Ἀλλὰ μὴ γένοιτο· εἰ γὰρ γένοιτο, οὐκ ἂν εἴη τὸ τοιοῦτον σῶμα λοιπόν. Τὴν κεφαλήν σου καὶ οἱ εὐδοκιμοῦντες τῶν δούλων πεφρίκασι, καὶ τὸ σῶμα τοῖς προσκεκρουκόσιν ὑποβάλλεις; καὶ πόσης οὐκ ἔσῃ κολάσεως ἄξιος; Εἴ τις τοὺς πόδας τοῦ βασιλέως κλοιοῖς περιβάλοι καὶ πέδαις, ἆρα οὐχὶ τῆς ἐσχάτης δίκης ὑπεύθυνος ἔσται; Σὺ ὅλον τὸ σῶμα θηρίοις παραβάλλεις χαλεποῖς, καὶ οὐ φρίττεις; Ἀλλ' ἐπειδὴ περὶ σώματος Κυριακοῦ ὁ λόγος, φέρε, καὶ περὶ ἐκείνου μνημονεύσωμεν, τοῦ σταυρωθέντος, τοῦ προσηλωθέντος, τοῦ θυομένου. Εἰ σῶμα εἶ τοῦ Χριστοῦ, φέρε τὸν σταυρόν· καὶ γὰρ ἐκεῖνος ἤνεγκε· φέρε ἐμπτύσματα, φέρε ῥαπίσματα, φέρε ἥλους. Τοιοῦτον ἐκεῖνο τὸ σῶμα ἦν. Τὸ σῶμα ἐκεῖνο ἀναμάρτητον ἦν· Ἁμαρτίαν γὰρ, φησὶν, οὐκ ἐποίησεν, οὐδὲ δόλος ἐν τῷ στόματι αὐτοῦ εὑρέθη· αἱ χεῖρες αὐτοῦ πρὸς εὐεργεσίαν ἅπαντα ἔπραττον τῶν δεομένων· οὐδὲν τὸ στόμα ἐξέβαλε τῶν οὐ προσηκόντων· Δαιμόνιον ἔχεις, ἤκουσε, καὶ οὐδὲν ἀντεῖπεν. Ἐπεὶ δὲ περὶ σώματος ἡμῖν ὁ λόγος, ὅσοι μετέχομεν τοῦ σώματος, ὅσοι τοῦ αἵματος ἀπογευόμεθα τούτου, ἐννοεῖτε ὅτι τοῦ μηδὲν ἐκείνου διαφέροντος οὐδὲ διεστῶτος μετέχομεν πρὸς μετοχὴν, ὅτι ἐκείνου τοῦ ἄνω καθημένου, τοῦ προσκυνουμένου παρὰ ἀγγέλων, τοῦ τῆς ἀκηράτου δυνάμεως ἐγγὺς, τούτου ἀπογευόμεθα. Οἴμοι, πόσαι πρὸς σωτηρίαν ἡμῖν ὁδοί! Σῶμα ἡμᾶς ἑαυτοῦ ἐποίησε, σῶμα ἡμῖν τὸ ἑαυτοῦ μετέδωκε, καὶ οὐδὲν τούτων ἡμᾶς ἀποτρέπει τῶν κακῶν. Ὢ τοῦ σκότους, καὶ τοῦ βυθοῦ τοῦ πολλοῦ! ὢ τῆς ἀναλγησίας! Τὰ ἄνω, φησὶ, φρονεῖτε, οὗ ὁ Χριστός ἐστιν 62. 28 ἐν δεξιᾷ τοῦ Θεοῦ καθήμενος· καὶ μετὰ ταῦτα χρημάτων φροντίζουσί τινες, ἕτεροι ὑπὸ τῶν παθῶν ἁλίσκονται.
3.4.1
Οὐχ ὁρᾶτε, ὅτι καὶ ἐν τῷ σώματι τῷ ἡμετέρῳ, ὅσα μὲν ἂν ᾖ περιττὰ καὶ ἄχρηστα, ἀποτέμνεται, περικόπτεται; καὶ οὐδὲν κέρδος, ὅτι γέγονε τοῦ σώματος, ὅταν πεπηρωμένον ᾖ, ὅταν νενεκρωμένον, ὅταν σεσηπὸς, ὅταν καὶ τῷ λοιπῷ λυμαίνηται; Μὴ τοίνυν θαῤῥῶμεν, ὅτι γεγόναμεν ἅπαξ τοῦ σώματος. Εἰ δὲ τὸ σῶμα τοῦτο φυσικὸν ὂν, ὅμως ἀποτέμνεται, τὰ τῆς προαιρέσεως ἂν μὴ μένῃ, τί οὐ πείσεται δεινόν; Ὅταν μὴ μετέχῃ τῆς τροφῆς ταύτης τὸ σῶμα, ὅταν οἱ πόροι ἐμφραγῶσι, τότε νεκροῦται· ὅταν οἱ ὀχετοὶ, τότε πηροῦται. Οὕτω καὶ ἡμεῖς ὅταν ἀποφράξωμεν τὰς ἀκοὰς, πηροῦται ἡμῶν ἡ ψυχή· ὅταν μὴ μετέχωμεν τῆς πνευματικῆς τροφῆς, ὅταν πονηρίαι τινὲς ἀντὶ χυμῶν διεφθαρμένων ἡμᾶς λυμαίνωνται, πάντα ταῦτα τίκτει τὴν νόσον χαλεπὴν, νόσον τηκεδόνα ἐργαζομένην· καὶ δεήσεται τοῦ πυρὸς ἐκείνου λοιπὸν, δεήσεται τοῦ διχοτομηθῆναι Οὐ γὰρ ἀνέχεται μετὰ τοιούτου σώματος εἰσελθεῖν εἰς τὸν νυμφῶνα ὁ Χριστός. Εἰ τὸν ἱμάτια ῥυπαρὰ ἐνδεδυμένον ἀπήγαγε καὶ ἐξέβαλε, τὸν τῷ σώματι ῥύπον προστιθέντα τί οὐκ ἐργάσεται; τί οὐ διαθήσει; Πολλοὺς ὁρῶ τοὺς σώματος τοῦ Χριστοῦ μετέχοντας ἁπλῶς καὶ ὡς ἔτυχε, καὶ συνηθείᾳ μᾶλλον καὶ νόμῳ, ἢ λογισμῷ καὶ διανοίᾳ. Ἂν ἐπιστῇ, φησὶν, ὁ τῆς ἁγίας Τεσσαρακοστῆς καιρὸς, οἷος ἐὰν ᾖ τις, μετέχει τῶν μυστηρίων, ἂν ἐπιστῇ ἡ τῶν Ἐπιφανίων ἡμέρα. Καίτοι καιρὸς οὐ τοῦτο προσόδου· οὐ γὰρ Ἐπιφάνια, οὐδὲ Τεσσαρακοστὴ ποιεῖ ἀξίους τοῦ προσιέναι, ἀλλὰ ψυχῆς εἰλικρίνεια καὶ καθαρότης. Μετὰ ταύτης ἀεὶ πρόσιθι, χωρὶς ταύτης μηδέποτε. Ὁσάκις γὰρ, φησὶ, τοῦτο ποιεῖτε, τὸν θάνατον τοῦ Κυρίου καταγγέλλετε· τουτέστιν, Ὑπόμνησιν ποιεῖτε τῆς σωτηρίας τῆς ὑπὲρ ὑμῶν, τῆς εὐεργεσίας τῆς ἐμῆς. Ἐννόησον, οἱ τῆς θυσίας μετέχοντες τῆς παλαιᾶς πόσῃ ἐκέχρηντο τῇ φειδοῖ. Τί γὰρ οὐκ ἔπραττον; τί δὲ οὐκ ἐποίουν; Πάντοτε ἐκαθαίροντο· σὺ δὲ θυσίᾳ προσιὼν ἣν καὶ ἄγγελοι φρίττουσι, καιρῶν περιόδοις τὸ πρᾶγμα ὁρίζεις; καὶ πῶς παραστήσῃ τῷ βήματι τοῦ Χριστοῦ, μιαραῖς χερσὶ καὶ χείλεσι κατατολμῶν αὐτοῦ τοῦ σώματος; Καὶ βασιλέα μὲν οὐκ ἂν ἕλοιο καταφιλῆσαι, ὀδωδότος σου τοῦ στόματος· τὸν δὲ Βασιλέα τοῦ οὐρανοῦ ψυχῇ καταφιλεῖς ὀδωδυίᾳ; Ὕβρις τὸ πρᾶγμά ἐστιν. Εἰπέ μοι, ἆρα ἂν ἕλοιο χερσὶν ἀνίπτοις τῇ θυσίᾳ προσελθεῖν; Οὐκ ἔγωγε οἶμαι· ἀλλ' ἐθέλοις ἂν μηδὲ ὅλως προσελθεῖν, ἢ ῥυπαραῖς χερσίν. Εἶτα ἐν τῷ μικρῷ οὕτως ὢν εὐλαβὴς, ψυχὴν ἔχων ῥυπαρὰν προσέρχῃ, καὶ ἅπτεσθαι τολμᾷς; Καίτοι ὑπὸ μὲν τῶν χειρῶν πρὸς καιρὸν κατέχεται, εἰς δὲ ἐκείνην ὁλόκληρος ἀναλύεται. Τί δέ; οὐχ ὁρᾷς τὰ σκεύη οὕτω περικλυζόμενα; οὕτως ἀπολάμποντα; Τούτων καθαρωτέρας ἡμῖν εἶναι δεῖ τὰς ψυχὰς, τούτων ἁγιωτέρας καὶ λαμπροτέρας. Τί δήποτε; Ὅτι ἐκεῖνα δι' ἡμᾶς τοιαῦτα γίνεται. Ἐκεῖνα οὐ μετέχει τοῦ ἐνόντος, οὐκ αἰσθάνεται· ἡμεῖς δὲ, ναί. Νῦν δὲ ῥυπαρῷ μὲν οὐκ ἂν ἕλοιο χρήσασθαι σκεύει, ῥυπαρᾷ δὲ ψυχῇ 62. 29 προσέρχῃ; Πολλὴν ὁρῶ τοῦ πράγματος τὴν ἀνωμαλίαν. Ἐν μὲν τοῖς ἄλλοις καιροῖς οὐδὲ καθαροὶ πολλάκις ὄντες προσέρχεσθε, ἐν δὲ τῷ Πάσχα, κἂν ᾖ τι τετολμημένον ὑμῖν, πρόσιτε. Ὢ τῆς συνηθείας! ὢ τῆς προλήψεως! εἰκῆ θυσία καθημερινὴ, εἰκῆ παρεστήκαμεν τῷ θυσιαστηρίῳ, οὐδεὶς ὁ μετέχων. Ταῦτα οὐχ ἵνα ἁπλῶς μετέχητε, λέγω, ἀλλ' ἵνα ἀξίους ἑαυτοὺς κατασκευάζητε. Οὐκ εἶ τῆς θυσίας ἄξιος, οὐδὲ τῆς μεταλήψεως; Οὐκοῦν οὐδὲ τῆς εὐχῆς. Ἀκούεις ἑστῶτος τοῦ κήρυκος, καὶ λέγοντος· Ὅσοι ἐν μετανοίᾳ, ἀπέλθετε πάντες. Ὅσοι μὴ μετέχουσιν, ἐν μετανοίᾳ εἰσίν. Εἰ τῶν ἐν μετανοίᾳ εἶ, μετασχεῖν οὐκ ὀφείλεις· ὁ γὰρ μὴ μετέχων, τῶν ἐν μετανοίᾳ ἐστί. Τίνος οὖν ἕνεκεν λέγει, Ἀπέλθετε, οἱ μὴ δυνάμενοι δεηθῆναι, σὺ δὲ ἕστηκας ἰταμῶς; Ἀλλ' οὐκ εἶ τούτων, ἀλλὰ τῶν δυναμένων μετέχειν, καὶ οὐδὲν φροντίζεις; οὐδὲν ἡγῇ τὸ πρᾶγμα;
3.5.1
Σκόπει, παρακαλῶ· Τράπεζα πάρεστι βασιλικὴ, ἄγγελοι διακονούμενοι τῇ τραπέζῃ, αὐτὸς πάρεστιν ὁ Βασιλεὺς, καὶ σὺ ἕστηκας χασμώμενος; ῥυπαρά σοι τὰ ἱμάτια, καὶ οὐδείς σοι λόγος; Ἀλλὰ καθαρά ἐστιν; Οὐκοῦν ἀνάπεσον, καὶ μέτεχε. Ἔρχεται καθ' ἑκάστην ἰδεῖν τοὺς ἀνακειμένους, πᾶσι διαλέγεται· καὶ νῦν ἐν τῷ συνειδότι ἐρεῖ· Ἑταῖροι, πῶς ἑστήκατε ὧδε, μὴ ἔχοντες ἔνδυμα γάμου; Οὐκ εἶπε, Διὰ τί ἀνέπεσες; ἀλλὰ πρὸ τῆς κατακλίσεως καὶ τῆς εἰσόδου ἀνάξιον αὐτὸν εἶναί φησιν· οὐ γὰρ εἶπε, Διὰ τί κατεκλίθης; ἀλλὰ, Τί εἰσῆλθες; Ταῦτα καὶ νῦν πρὸς ἅπαντας ἡμᾶς διαλέγεται τοὺς ἀναισχύντως καὶ ἰταμῶς ἑστῶτας. Πᾶς γὰρ ὁ μὴ μετέχων τῶν μυστηρίων, ἀναίσχυντος καὶ ἰταμῶς ἑστηκώς. Διὰ τοῦτο πρότεροι ἐκβάλλονται οἱ ἐν ἁμαρτήμασι. Καθάπερ γὰρ ἐπὶ τραπέζης παραγενομένου τοῦ δεσπότου οὐ δεῖ τοὺς προσκεκρουκότας τῶν οἰκετῶν παρεῖναι, ἀλλ' ἐκποδὼν γίνονται· οὕτω δὴ καὶ ἐνταῦθα, ἐκφερομένης τῆς θυσίας, καὶ τοῦ Χριστοῦ τεθυμένου, καὶ τοῦ προβάτου τοῦ Δεσποτικοῦ, ὅταν ἀκούσῃς, Δεηθῶμεν πάντες κοινῇ, ὅταν ἴδῃς ἀνελκόμενα τὰ ἀμφίθυρα, τότε νόμισον διαστέλλεσθαι τὸν οὐρανὸν ἄνωθεν, καὶ κατιέναι τοὺς ἀγγέλους. Ὥσπερ τοίνυν τῶν ἀμυήτων οὐδένα χρὴ παρεῖναι, οὕτως οὐδὲ τῶν μεμυημένων καὶ ῥυπαρῶν. Εἰπέ μοι, εἴ τις εἰς ἑστίασιν κληθεὶς, τὰς χεῖρας νίψαιτο καὶ κατακλιθείη, καὶ ἕτοιμος γένοιτο πρὸς τὴν τράπεζαν, εἶτα μὴ μετέχοι, οὐχ ὑβρίζει τὸν καλέσαντα; οὐ βέλτιον τὸν τοιοῦτον μηδὲ παραγενέσθαι; Οὕτω δὴ καὶ σὺ παραγέγονας· τὸν ὕμνον ᾖσας, μετὰ πάντων ὡμολόγησας εἶναι τῶν ἀξίων τῷ μὴ μετὰ τῶν ἀναξίων ἀνακεχωρηκέναι· πῶς ἔμεινας, καὶ οὐ μετέχεις τῆς τραπέζης; Ἀνάξιός εἰμι, φησίν. Οὐκοῦν καὶ τῆς κοινωνίας ἐκείνης τῆς ἐν ταῖς εὐχαῖς. Οὐ γὰρ διὰ 62. 30 προκειμένων μόνον, ἀλλὰ καὶ διὰ τῶν ᾠδῶν ἐκείνων τὸ Πνεῦμα πάντοθεν κάτεισιν. Οὐχ ὁρᾷς τοὺς ἡμετέρους οἰκέτας τῇ σπογγιᾷ τὴν τράπεζαν περιπλύνοντας, καὶ τὸν οἶκον καθαίροντας, καὶ οὕτω τοὺς πίνακας τιθέντας; Τοῦτο γίνεται διὰ τῶν εὐχῶν, διὰ τῆς βοῆς τοῦ κήρυκος· ὥσπερ σπογγιᾷ περιπλύνομεν τὴν ἐκκλησίαν, ἵνα ἐν καθαρᾷ τῇ ἐκκλησίᾳ πάντα προτεθῇ, ἵνα μηδεὶς ᾖ σπῖλος, μηδὲ ῥυτίς. Ἀνάξιοι καὶ ὀφθαλμοὶ τῶν θεαμάτων τούτων, ἀνάξιαι καὶ ἀκοαί. Κἂν θηρίον, φησὶ, θίγῃ τοῦ ὄρους, λιθοβοληθήσεται. Οὕτως οὐδὲ τῆς ἐπιβάσεως ἄξιοι ἦσαν· καίτοι γε μετὰ ταῦτα καὶ προσῆλθον, καὶ εἶδον ποῦ ἑστήκει ὁ Θεός. Ἔξεστι μετὰ ταῦτα προσελθεῖν, καὶ ἰδεῖν· ὅταν μέντοι παρῇ, ἄπιθι· οὐκ ἔξεστί σοι μᾶλλον, ἢ τῷ κατηχουμένῳ. Οὐ γάρ ἐστιν ἴσον μηδέπω τυχεῖν μυστηρίων, καὶ μετὰ τὸ τυχεῖν προσκρούσαντα καταφρονεῖν, καὶ ἀνάξιον ἑαυτὸν καταστῆσαι τοῦ πράγματος. Ἐνῆν καὶ πλείονα λέγειν καὶ φοβερώτερα, ἀλλ' ὥστε μὴ βαρῆσαι τὴν διάνοιαν ὑμῶν, ἀρκεῖ καὶ ταῦτα· οἱ γὰρ μὴ τούτοις σωφρονιζόμενοι, οὐδὲ τοῖς πλείοσιν. Ἵν' οὖν μὴ μεῖζον ὑμῖν τὸ κρῖμα ἐργασώμεθα, παρακαλῶμεν ὑμᾶς, οὐχ ἵνα μὴ παραγίνησθε, ἀλλ' ἵνα καὶ τῆς παρουσίας καὶ τῆς προσόδου ἀξίους ἑαυτοὺς καταστήσητε. Εἰπέ μοι, εἰ βασιλεύς τις ἐπέταξε, καὶ εἶπεν, Εἴ τις τόδε πράττει, τῆς τραπέζης ἀπεχέτω τῆς ἐμῆς, ἆρα ὑπὲρ τούτου οὐκ ἂν πάντα ἐπράξατε; Εἰς τοὺς οὐρανοὺς ἡμᾶς ἐκάλεσεν, εἰς τὴν τράπεζαν τοῦ βασιλέως τοῦ μεγάλου καὶ θαυμαστοῦ, καὶ ἀναδυόμεθα καὶ μέλλομεν, καὶ οὐ σπεύδομεν οὐδὲ ἐπιτρέχομεν τῷ πράγματι; καὶ τίς ἡμῖν ἐστιν ἐλπὶς σωτηρίας; Οὐκ ἔστιν αἰτιάσασθαι ἀσθένειαν, οὐκ ἔστιν αἰτιάσασθαι φύσιν· ῥᾳθυμία μόνον ἀναξίους ἡμᾶς καθίστησι. Ταῦτα μὲν παρ' ἡμῶν εἴρηται· ὁ δὲ κατανύσσων καρδίας, ὁ διδοὺς πνεῦμα κατανύξεως, κατανύξῃ τὰς καρδίας ὑμῶν, καὶ ἐνθῇ εἰς βάθος τὰ σπέρματα, ὥστε ἀπὸ τοῦ φόβου αὐτοῦ λαβεῖν ἐν γαστρὶ καὶ τεκεῖν πνεῦμα σωτηρίας, καὶ μετὰ παῤῥησίας παραγενέσθαι. Οἱ υἱοί σου γὰρ, φησὶν, ὡς νεόφυτα ἐλαιῶν κύκλῳ τῆς τραπέζης σου. Μηδὲν τοίνυν ἔστω παλαιὸν, μηδὲν ἄγριον, μηδὲν ἀνήμερον, μηδὲν ὠμόν. Τοιαῦτα γὰρ τὰ νεόφυτα πρὸς καρπόν ἐστιν ἐπιτήδεια, καρπὸν δὲ τὸν θαυμαστὸν, τὸν τῆς ἐλαίας λέγω, καὶ ἰσχυρὰ ὥστε πάντας γενέσθαι κύκλῳ τῆς τραπέζης, καὶ μὴ εἰκῆ μηδὲ ὡς ἔτυχεν ἐνταῦθα συνέρχεσθαι, ἀλλὰ μετὰ φόβου καὶ δέους. Οὕτω γὰρ καὶ αὐτὸν ὄψεσθε ἐκεῖ τὸν Χριστὸν μετὰ παῤῥησίας, καὶ τῆς οὐρανίου ἀξιωθήσεσθε βασιλείας· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Intertext edge

Open linked passage

Note