Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In epistulam ad Ephesios
John ChrysostomEphe 7 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
7.1.1
Ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων ἁγίων ἐδόθη ἡ χάρις αὕτη, ἐν τοῖς ἔθνεσιν εὐαγγελίσασθαι τὸν ἀνεξιχνίαστον πλοῦτον τοῦ Χριστοῦ, καὶ φωτίσαι πάντας, τίς ἡ οἰκονομία τοῦ μυστη ρίου τοῦ ἀποκεκρυμμένου ἀπὸ τῶν αἰώνων ἐν τῷ Θεῷ τῷ τὰ πάντα κτίσαντι διὰ Ἰησοῦ Χριστοῦ· ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς Ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ, κατὰ πρόθεσιν τῶν αἰώνων, ἣν ἐποίησεν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Τοὺς εἰς ἰατρεῖον ἐρχομένους οὐχ ἁπλῶς ἐκεῖ δεῖ πορεύεσθαι, ἀλλ' ὥστε μανθάνειν θεραπεύεσθαι, καὶ φάρμακα ἐπιτιθέναι. Καὶ ἡμᾶς τοίνυν ἐνταῦθα παραγενομένους, οὐχ ἁπλῶς δεῖ τοῦτο ποιεῖν, ἀλλὰ μανθάνειν τῆς ταπεινοφροσύνης Παύλου τὴν ὑπερβολήν. Τί γάρ; Ἐπειδὴ ἔμελλε λέγειν τὸ μέγεθος τῆς χάριτος τοῦ Θεοῦ, ἄκουσον τί φησιν· Ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων ἁγίων ἐδόθη ἡ χάρις αὕτη. Ἦν μὲν ταπεινοφροσύνης καὶ τὸ ἐπὶ τοῖς προτέροις ἁμαρτήμασι, καίτοι ἐξηλειμμένοις, θρηνεῖν, καὶ μεμνῆσθαι αὐτῶν, καὶ μετριάζειν, ὡς ὅταν λέγῃ βλάσφημον ἑαυτὸν καὶ διώκτην καὶ ὑβριστήν· ἀλλ' οὐδὲν ἴσον τούτου. Πρότερον γὰρ, φησὶ, τοιοῦτος ἤμην, καὶ ἔκτρωμα δὲ ἑαυτὸν καλεῖ· τὸ δὲ μετὰ τοσαῦτα κατορθώματα καὶ ἐπὶ τοῦ παρόντος μετριάζειν, καὶ πάντων ἑαυτὸν λέγειν ἐλαχιστότερον, πολλῆς καὶ ὑπερβαλλούσης ἐστὶ μετριότητος. Ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων ἁγίων. Οὐκ εἶπε, Τῶν ἀποστόλων· ὥστε κἀκεῖνο τούτου ἔλαττον. Ἐκεῖ γὰρ εἶπεν, Οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος· ἐνταῦθα δὲ καὶ τῶν ἁγίων πάντων ἐλαχιστότερον εἶναί φησιν. Ἐμοὶ, φησὶ, τῷ ἐλαχιστοτέρῳ πάντων ἁγίων ἐδόθη ἡ χάρις αὕτη. Ποία; Εὐαγγελίσασθαι τοῖς ἔθνεσι τὸν ἀνεξιχνίαστον πλοῦτον τοῦ Χριστοῦ, καὶ φωτίσαι πάντας, τίς ἡ οἰκονομία τοῦ μυστηρίου τοῦ ἀποκεκαλυμμένου ἀπὸ τῶν αἰώνων ἐν τῷ Θεῷ, τῷ τὰ πάντα κτίσαντι διὰ Ἰησοῦ Χριστοῦ, ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς Ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ. Ἔστω, ἀνθρώποις οὐκ ἀπεκαλύφθη· καὶ ἀγγέλους καὶ ἀρχαγγέλους φωτίζεις, καὶ ἀρχὰς καὶ ἐξουσίας; Ναὶ, φησίν· ἐν γὰρ τῷ Θεῷ κέκρυπτο, καὶ Θεῷ τῷ πάντα κτίσαντι διὰ Ἰησοῦ. Καὶ τολμᾷς τοῦτο εἰπεῖν; Ναὶ, φησίν. Ἀλλὰ πόθεν τοῦτο δῆλον τοῖς ἀγγέλοις γέγονε; Διὰ τῆς Ἐκκλησίας. Καὶ οὐδὲ ἁπλῶς εἶπεν, Ἡ ποικίλη σοφία τοῦ Θεοῦ, ἀλλ', Ἡ πολυποίκιλος. Τί οὖν ἐστι τοῦτο; οὐκ ᾔδεσαν ἄγγελοι; Οὐδαμῶς· εἰ γὰρ ἀρχαὶ οὐκ ᾔδεσαν, πολλῷ μᾶλλον ἄγγελοι οὐκ ᾔδεσαν ἄν. Τί οὖν; οὐδὲ ἀρχάγγελοι ᾔδεσαν; Οὐδὲ ἐκεῖνοι· πόθεν δὲ καὶ ἔμελλον εἴσεσθαι; τίνος ἀποκαλύπτοντος; Ὅτε ἡμεῖς ἐμάθομεν, τότε κἀκεῖνοι δι' ἡμῶν. Ἄκουε γὰρ τοῦ ἀγγέλου λέγοντος πρὸς τὸν Ἰωσήφ· Καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. Αὐτὸς ἀπεστάλη εἰς τὰ ἔθνη, ἐκεῖνοι δὲ εἰς τὴν περιτομήν. Ὥστε, τὸ θαυμασιώτερον καὶ ἔκπληκτον, ἐμοὶ, φησὶν, ἐδόθη τῷ ἐλαχιστοτέρῳ, 62. 50 Καὶ τοῦτο δὲ χάριτος ἦν, τὸ τὸν μικρὸν τὰ μείζονα ἐγχειρισθῆναι, τὸ γενέσθαι τούτων εὐαγγελιστήν. Ὁ γὰρ τῶν μειζόνων γενόμενος εὐαγγελιστὴς, ταύτῃ μέγας ἐστίν. Εὐαγγελίσασθαι ἐν τοῖς ἔθνεσι τὸν ἀνεξιχνίαστον πλοῦτον τοῦ Χριστοῦ. Εἰ ὁ πλοῦτος αὐτοῦ ἀνεξιχνίαστος, καὶ μετὰ τὸ φανῆναι, πολλῷ μᾶλλον ἡ οὐσία. Εἰ μυστήριον ἔτι ἐστὶ, πολλῷ μᾶλλον πρὸ τοῦ γνωρισθῆναι. Μυστήριον γὰρ αὐτὸ διὰ τοῦτο καλεῖ, ἐπειδὴ μηδὲ ἄγγελοι ᾔδεσαν, μηδὲ ἑτέρῳ τινὶ δῆλον ἦν. Καὶ φωτίσαι πάντας, φησὶ, τίς ἡ οἰκονομία τοῦ μυστηρίου τοῦ ἀποκεκρυμμένου ἀπὸ τῶν αἰώνων ἐν τῷ Θεῷ τῷ τὰ πάντα κτίσαντι διὰ Ἰησοῦ Χριστοῦ. Ἄγγελοι τοῦτο μόνον ᾔδεσαν, ὅτι Ἐγενήθη μερὶς Κυρίου λαὸς αὐτοῦ· καὶ πάλιν, Ὁ ἄρχων τῶν Περσῶν, φησὶν, ἀντέστῃ μοι. Ὥστε οὐδὲν θαυμαστὸν, εἰ καὶ τοῦτο ἠγνόουν. Εἰ γὰρ τὰ τῆς ἐπανόδου ἠγνόουν, πολλῷ μᾶλλον ταῦτα· καὶ γὰρ εὐαγγέλιον τοῦτό ἐστιν. Ὅστις, φησὶ, σώσει τὸν λαὸν αὐτοῦ τὸν Ἰσραήλ. Οὐδὲν περὶ τῶν ἐθνῶν· ἀλλὰ περὶ τῶν ἐθνῶν τὸ Πνεῦμα ἀποκαλύπτει. Ὅτι μὲν οὖν ἐκλήθησαν, ᾔδεσαν, ὅτι δὲ ἐπὶ τοῖς αὐτοῖς, καὶ ὥστε εἰς τὸν θρόνον καθίσαι τὸν τοῦ Θεοῦ, τοῦτο τίς ἂν προσεδόκησε; τίς ἂν ἐπίστευσε; Τοῦ ἀποκεκρυμμένου, φησὶν, ἐν τῷ Θεῷ. Ταύτην δὲ τὴν οἰκονομίαν σαφέστερον ἐν τῇ πρὸς Ῥωμαίους ἀποκαλύπτει. Ἐν τῷ Θεῷ, φησὶ, τῷ τὰ πάντα κτίσαντι διὰ Ἰησοῦ Χριστοῦ. Καὶ καλῶς ἐμνημόνευσε κτίσεως, εἰπὼν, Διὰ Ἰησοῦ Χριστοῦ. Ὁ γὰρ πάντα δι' αὐτοῦ κτίσας, καὶ τοῦτο δι' αὐτοῦ ἀποκαλύπτει· οὐδὲν γὰρ χωρὶς αὐτοῦ πεποίηκε· Χωρὶς γὰρ αὐτοῦ, φησὶν, ἐγένετο οὐδέν. Εἰπὼν ἀρχὰς καὶ ἐξουσίας, καὶ τοὺς ἄνω καὶ τοὺς κάτω εἶπε. Κατὰ πρόθεσιν τῶν αἰώνων. Νῦν μὲν, φησὶ, γέγονεν, οὐ νῦν δὲ ὥριστο, ἀλλ' ἄνωθεν προτετύπωτο. Κατὰ πρόθεσιν τῶν αἰώνων, ἣν ἐποίησεν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· τουτέστι, κατὰ πρόγνωσιν τῶν αἰώνων, προειδὼς τὰ μέλλοντα· τοὺς μέλλοντας αἰῶνάς φησιν· ᾔδει γὰρ τὰ ἐσόμενα, καὶ οὕτως ὥρισε. Κατὰ πρόθεσιν τῶν αἰώνων· ἴσως τούτων ὧν ἐποίησεν ἐν Χριστῷ Ἰησοῦ, ὅτι δὴ διὰ τοῦ Χριστοῦ γέγονεν ἅπαν. Ἐν ᾧ ἔχομεν, φησὶ, τὴν παῤῥησίαν καὶ τὴν προσαγωγὴν ἐν πεποιθήσει διὰ τῆς πίστεως αὐτοῦ. Οὐχ ὡς αἰχμάλωτοι, φησὶ, προσήχθημεν, οὐδ' ὡς συγγνώμης ἀξιούμενοι, οὐδὲ ὡς ἡμαρτηκότες. Καὶ, Τὴν παῤῥησίαν γὰρ, φησὶν, ἔχομεν ἐν πεποιθήσει, τουτέστι, μετὰ τοῦ θαῤῥεῖν. Πόθεν; Διὰ τῆς πίστεως αὐτοῦ. Διὸ αἰτοῦμαι μὴ ἐκκακεῖν ἐν ταῖς θλίψεσί μου ὑπὲρ ὑμῶν, ἥτις ἐστὶ δόξα ὑμῶν. Πῶς ἐστιν ὑπὲρ αὐτῶν; πῶς ἐστι δόξα αὐτῶν; Ὅτι οὕτως αὐτοὺς ἠγάπησεν ὁ Θεὸς, ὥστε καὶ τὸν Υἱὸν ὑπὲρ αὐτῶν δοῦναι, καὶ τοὺς δούλους κακοῦν. Ἵνα γὰρ οὗτοι τύχωσι τοσούτων ἀγαθῶν, Παῦλος ἐδεσμεῖτο. Ἄρα τοῦτο τῆς πολλῆς τοῦ Θεοῦ περὶ αὐτοὺς ἀγάπης· ὅπερ καὶ περὶ τῶν προφητῶν φησιν ὁ Θεός· Ἀπέκτεινον αὐτοὺς ἐν ῥήματι στόματός μου. Πῶς δὲ ἐξεκάκουν, ἄλλου θλιβομένου; Τουτέστιν, ἐθορυβοῦντο, ἐταράττοντο. Ταῦτα καὶ Θεσσαλονικεύσι 62. 51 γράφων λέγει· Ὥστε μηδένα σαίνεσθαι ἐν ταῖς θλίψεσι ταύταις. Οὐ μόνον γὰρ οὐκ ἀλγεῖν, ἀλλὰ καὶ χαίρειν χρή. Εἰ γὰρ ἀπὸ τῆς προῤῥήσεως παραμυθεῖσθε, προλέγομεν ὑμῖν, ὅτι μέλλομεν θλίβεσθαι ἐνθάδε. Τί δήποτε; Ὅτι οὕτως ὁ Δεσπότης προσέταξε. Τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς, καὶ ἐπὶ γῆς ὀνομάζεται. Τὴν διάθεσιν τῆς εὐχῆς τῆς ὑπὲρ αὐτῶν δείκνυσιν. Οὐκ εἶπεν ἁπλῶς, εὔχομαι, ἀλλὰ τὴν κατανενυγμένην δέησιν διὰ τοῦ κάμπτειν τὰ γόνατα ἐδήλωσεν. Ἐξ οὗ πᾶσα πατριά. Οὐκέτι κατὰ ἀριθμὸν ἀγγέλων, φησὶν, ἀλλὰ καὶ τὰς ἄνω καὶ τὰς κάτω ποιήσαντα φυλὰς, οὐχ οἷαι αἱ Ἰουδαϊκαί. Ἵνα δῴη ὑμῖν κατὰ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ δυνάμει κραταιωθῆναι διὰ τοῦ Πνεύματος αὐτοῦ εἰς τὸν ἔσω ἄνθρωπον, κατοικῆσαι τὸν Χριστὸν διὰ τῆς πίστεως ἐν ταῖς καρδίαις ὑμῶν. Ὅρα μεθ' ὅσης ἀπληστίας ἐπεύχεται αὐτοῖς τὰ ἀγαθὰ ὥστε μὴ περιφέρεσθαι, Πῶς δὲ τοῦτο γίνεται; Διὰ Πνεύματος ἁγίου εἰς τὸν ἔσω ὑμῶν ἄνθρωπον κατοικῆσαι τὸν Χριστὸν διὰ τῆς πίστεως ἐν ταῖς καρδίαις. Πῶς; Ἐν ἀγάπῃ ἐῤῥιζωμένοι καὶ τεθεμελιωμένοι, ἵνα ἐξισχύσητε καταλαβέσθαι σὺν πᾶσι τοῖς ἁγίοις, τί τὸ πλάτος, καὶ μῆκος καὶ βάθος καὶ ὕψος, γνῶναί τε τὴν ὑπερβάλλουσαν τῆς γνώσεως ἀγάπην τοῦ Χριστοῦ. Ὅπερ ἀρχόμενος ηὔξατο, τοῦτο καὶ νῦν. Τί δὲ καὶ ἔλεγεν ἐν ἀρχῇ; Ἵνα ὁ Θεὸς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ Πατὴρ τῆς δόξης, δῴη ὑμῖν πνεῦμα σοφίας καὶ ἀποκαλύψεως ἐν ἐπιγνώσει αὐτοῦ, πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς καρδίας ὑμῶν, εἰς τὸ εἰδέναι ὑμᾶς τίς ἐστιν ἡ ἐλπὶς τῆς κλήσεως αὐτοῦ, καὶ τίς ὁ πλοῦτος τῆς δόξης τῆς κληρονομίας αὐτοῦ ἐν τοῖς ἁγίοις, καὶ τί τὸ ὑπερβάλλον μέγεθος τῆς δυνάμεως αὐτοῦ εἰς ἡμᾶς τοὺς πιστεύοντας. Καὶ νῦν τὸ αὐτό φησιν· Ἵνα ἰσχύσητε καταλαβέσθαι σὺν πᾶσι τοῖς ἁγίοις, τί τὸ πλάτος καὶ μῆκος καὶ βάθος καὶ ὕψος· τουτέστι, τὸ μυστήριον τὸ ὑπὲρ ἡμῶν οἰκονομηθὲν μετὰ ἀκριβείας εἰδέναι· τοῦτο γὰρ πλάτος καὶ μῆκος καλεῖ, καὶ βάθος καὶ ὕψος· τουτέστι, τὸ μέγεθος τῆς ἀγάπης τοῦ Θεοῦ γνῶναι, πῶς πανταχοῦ ἐκτέταται· καὶ σωματικοῖς αὐτὴν ὑπέγραψε σχήμασι, δεικνὺς τὸν ἄνθρωπον· περιέλαβε τὰ ἄνω, τὰ κάτω, τὰ ἐκ πλαγίων. Εἴπομεν γὰρ, φησὶν, οὐκ ἔστι δὲ τῶν ἐμῶν λόγων ταῦτα διδάξαι, ἀλλὰ τοῦ Πνεύματος τοῦ ἁγίου. Τούτου τῇ δυνάμει, φησὶ, κραταιωθῆναι πρὸς τοὺς πειρασμοὺς, καὶ τὸ μὴ παραφέρεσθαι. Ὥστε οὐκ ἔστιν ἄλλως κραταιωθῆναι, ἀλλ' ἢ διὰ Πνεύματος καὶ πειρασμῶν. Πῶς δὲ ὁ Χριστὸς κατοικεῖ ἐν ταῖς καρδίαις, ἄκουε αὐτοῦ λέγοντος τοῦ Χριστοῦ· Ἐλευσόμεθα ἐγὼ καὶ ὁ Πατὴρ, καὶ μονὴν παρ' αὐτῷ ποιήσομεν. Κατοικεῖ δὲ οὐχ ἁπλῶς, ἀλλ' ἐν ταῖς καρδίαις ταῖς πισταῖς, ταῖς ἐῤῥιζωμέναις ἐν τῇ ἀγάπῃ αὐτοῦ, ταῖς μὴ παραφερομέναις. Ἵνα ἐξισχύσητε, φησίν. Ὥστε ἰσχύος 62. 52 πολλῆς δεῖ. Ποῦ δὲ ταύτης ἡμῖν χρεία δηλῶν, ἐπάγει· Καταλαβέσθαι σὺν πᾶσιν ἁγίοις, τί τὸ βάθος καὶ ὕψος, γνῶναί τε τὴν ὑπερβάλλουσαν τῆς γνώσεως ἀγάπην τοῦ Χριστοῦ. Ἵνα πληρωθῶμεν εἰς πᾶν τὸ πλήρωμα τοῦ Θεοῦ. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Εἰ καὶ ὑπέρκειται πάσης γνώσεως ἀνθρωπίνης ἡ ἀγάπη τοῦ Χριστοῦ, ὅμως ὑμεῖς γνώσεσθε, εἰ τὸν Χριστὸν σχοίητε ἐνοικοῦντα· οὐ μόνον δὲ γνώσεσθε ἐξ αὐτοῦ τοῦτο, ἀλλὰ καὶ πληρωθήσεσθε εἰς πᾶν τὸ πλήρωμα τοῦ Θεοῦ· πλήρωμα Θεοῦ λέγων ἢ τὸ γνῶναι, ὡς ἐν Πατρὶ καὶ Υἱῷ καὶ Πνεύματι ἁγίῳ προσκυνεῖται ὁ Θεὸς, ἢ προτρέπων οὕτω σπουδάζειν, ὥστε πληροῦσθαι πάσης ἀρετῆς, ἧς πλήρης ἐστὶν ὁ Θεός. Τῷ δὲ δυναμένῳ ὑπὲρ πάντα ποιῆσαι ὑπερεκπερισσοῦ ὧν αἰτούμεθα ἢ νοοῦμεν, κατὰ τὴν δύναμιν τὴν ἐνεργουμένην ἐν ἡμῖν. Καλῶς, Κατὰ τὴν δύναμιν, εἶπε· δυνάμεως γὰρ τὸ λαβεῖν, ἃ μηδὲ ἠλπίσαμεν πώποτε. Ὅτι δὲ ἐκπερισσοῦ ὧν αἰτούμεθα ἢ νοοῦμεν ἐποίησε, δῆλον ἐξ ὧν ἔγραφεν αὐτός. Ἐγὼ μὲν γὰρ, φησὶν, εὔχομαι· αὐτὸς δὲ καὶ χωρὶς τῆς ἐμῆς εὐχῆς, μείζονα ἐργάσεται τῶν ἡμετέρων αἰτήσεων, οὐχ ἁπλῶς μείζονα, ἢ ἐκπερισσοῦ, ἀλλ' Ὑπερεκπερισσοῦ, τὸ μέγεθος ἐμφαίνων τῆς δωρεᾶς. Πόθεν δὲ δῆλον τοῦτο; Ἐκ τῆς δυνάμεως τῆς ἐνεργουμένης, φησὶν, ἐν ἡμῖν. Οὔτε γὰρ ᾐτήσαμέν ποτε ταῦτα, οὔτε προσεδοκήσαμεν. Αὐτῷ ἡ δόξα, φησὶν, ἐν τῇ Ἐκκλησίᾳ ἐν Χριστῷ Ἰησοῦ εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος τῶν αἰώνων. Ἀμήν. Καλῶς εἰς εὐχὴν καὶ δοξολογίαν τὸν λόγον κατέκλεισεν. Ἔδει γὰρ τὸν τοσαῦτα παρασχόντα ἡμῖν δοξασθῆναι καὶ εὐλογηθῆναι. Ὥστε καὶ τοῦτο μέρος ἐστὶ θαυμασμοῦ, τὸ δοξάζειν ἕνεκα τῶν ὑπηργμένων ἡμῖν παρὰ τοῦ Θεοῦ διὰ Ἰησοῦ Χριστοῦ. Ἡ δόξα αὐτοῦ ἐν τῇ Ἐκκλησίᾳ, καλῶς οὕτως εἶπεν· αὕτη γὰρ οἶδε μόνη μένειν εἰς τὸ διηνεκές. Ἐπεὶ δὲ αὕτη διὰ παντὸς ἕστηκε, βούλεται αὐτὸν καὶ δοξάζεσθαι ὑφ' ἡμῶν μέχρι τῆς συντελείας· τοῦτο γὰρ ἐδήλωσεν εἰπὼν, Εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος. Τί ἐστιν, αἱ πατριαὶ, ἀναγκαῖον εἰπεῖν. Ἐνταῦθα μὲν γὰρ πατριαί εἰσι τὰ γένη, ἐν δὲ οὐρανῷ πῶς, ἔνθα οὐδεὶς ἐξ οὐδενὸς γέγονεν; Ἢ ἐκεῖ τὰ συστήματά φησι πατριὰς, καθάπερ καὶ ἐν τῇ Γραφῇ ἔστιν εὑρεῖν κείμενον, πατριὰ ἁματταρεὶ, ἀφ' οὗ καὶ πατέρες καλοῦνται. Οὐ παρὰ τοῦ Θεοῦ δὲ τὸ πᾶν ἀπαιτεῖ, ἀλλὰ καὶ παρ' αὐτῶν τὴν πίστιν καὶ τὴν ἀγάπην· καὶ οὐχ ἁπλῶς τὴν ἀγάπην, ἀλλ' ἐῤῥιζωμένην καὶ τεθεμελιωμένην, ὥστε μήτε πνεύματα αὐτὴν σαλεύειν, μήτε ἄλλο μηδὲν αὐτὴν καταβάλλειν. Εἶπεν ὅτι δόξα εἰσὶν αἱ θλίψεις· εἰ δὲ αἱ ἐμαὶ, πολλῷ μᾶλλον αἱ ὑμῶν. Ὥστε οὐκ ἐγκαταλιμπανομένων ἐστὶ τὸ θλίβεσθαι· οὐ γὰρ ἂν ὁ τοσαῦτα ἐργασάμενος τοῦτο ἐποίησεν. Εἰ δὲ τοῦ Θεοῦ τὴν ἀγάπην ὥστε μαθεῖν, τῆς εὐχῆς Παύλῳ δεῖ, καὶ Πνεύματος χρεία ἐνιδρύσεως, τοῦ Χριστοῦ τὴν οὐσίαν τίς εἴσεται λογισμοῖς κατακολουθῶν; Καίτοι τί δύσκολον πρᾶγμα μαθεῖν, ὅτι φιλεῖ ἡμᾶς ὁ Θεός; Σφόδρα δύσκολον, ἀγαπητέ. Οἱ μὲν γὰρ καὶ τοῦτο ἀγνοοῦσιν, ὅθεν καὶ φασὶ μυρία κακὰ εἰς τὸν κόσμον γίνεσθαι· οἱ δὲ τὸ πόσον ἀγνοοῦσι. Καὶ ὁ 62. 53 Παῦλος δὲ οὐ τὸ πόσον, οὐ δὲ ὥστε μετρῆσαι ζητεῖ· πῶς γάρ; ἀλλ' ὅτι ὑπερβάλλον καὶ μέγα ἐστὶ αὐτὸ τοῦτο μαθεῖν· καί φησιν, ὅτι αὐτὸ τοῦτο ἱκανός ἐστι δεῖξαι καὶ ἀπὸ τῆς γνώσεως, ἧς ἡμεῖς κατηξιώθημεν. Καίτοι τί περισσόν ἐστι τοῦ κραταιοῦσθαι; Τὸ δυνάμει, ὥσπερ τοῦ τὸν Χριστὸν ἔχειν ἁπλῶς τὸ ἔνδον ἐστὶ περισσόν. Μεγάλα τὰ αἰτηθέντα, φησὶν, ἀλλ' οἶδε καὶ ὑπὲρ αὐτὰ ποιεῖν, ὥστε μὴ μόνον ἀγαπᾷν, ἀλλὰ καὶ σφόδρα τοῦτο ποιεῖν. Μεριμνήσωμεν τοίνυν, ἀγαπητοὶ, ὥστε τοῦ Θεοῦ τὴν ἀγάπην μαθεῖν. Μέγα τοῦτό ἐστιν, οὐδὲν οὕτω ἡμᾶς ὠφελεῖ, οὐδὲν οὕτως ἡμᾶς κατανύσσει· τοῦ φόβου τῆς γεέννης ἱκανὸν τοῦτο μᾶλλον ἑλεῖν τὰς ἡμετέρας ψυχάς. Πόθεν οὖν εἰσόμεθα; Ἔκ τε τῶν εἰρημένων, ἔκ τε τῶν καθ' ἑκάστην ἡμέραν συμβαινόντων. Τίνος γὰρ ἕνεκεν ταῦτα γεγένηται; ποίας χρείας τῆς αὐτοῦ; Οὐδεμιᾶς. Ἄνω καὶ κάτω τὴν ἀγάπην τίθησιν αἰτίαν· μάλιστα δὲ ἐκείνη ἀγάπη ἐστὶν, ὅταν εὐεργετῶνται ἄνθρωποι μηδενὸς προϋπάρξαντος παρ' αὐτῶν. Τοῦτον τοίνυν καὶ ἡμεῖς μιμώμεθα, τοὺς ἐχθροὺς εὖ ποιῶμεν, τοὺς μισοῦντας ἡμᾶς, τοὺς ἀποστρεφομένους προσιώμεθα. Τοῦτο ὁμοιοῖ ἡμᾶς τῷ Θεῷ. Ἂν γὰρ τὸν φίλον, φησὶν, ἀγαπήσῃς, τί τὸ κέρδος; τοῦτο καὶ οἱ ἐθνικοὶ ποιοῦσιν. Ἀλλὰ τί τῆς ἀγάπης τεκμήριον; Τὸν μισοῦντα ἀγαπᾷν. Βούλομαί τι ὑπόδειγμα εἰπεῖν, σύγγνωτέ μοι, καὶ οὐχ εὑρίσκω ἐν τοῖς πνευματικοῖς· διὸ ἀπὸ τῶν ἔξωθεν ἐρῶ. Οὐχ ὁρᾶτε τοὺς ἐρῶντας τούτους; πόσα ὑβριζόμενοι παρὰ τῶν ἐρωμένων, πόσα ἐπιβουλευόμενοι, πόσα ζημιούμενοι, προσηλοῦνται καὶ ἐκκαίονται, καὶ τῆς ἑαυτῶν ψυχῆς μᾶλλον αὐτὰς ἀγαπῶσι, διανυκτερεύοντες ἐν τοῖς ἐκείνων προθύροις; Ἐκεῖθεν λάβωμεν τὸ ὑπόδειγμα, οὐχ ὥστε τοιαύτας φιλεῖν, πόρνας λέγω γυναῖκας, ἀλλ' ὥστε οὕτω φιλεῖν τοὺς ἐχθρούς. Εἰπὲ γάρ μοι, οὐχὶ πάντων ἐχθρῶν ὑβριστικώτερον αὐτοῖς κέχρηνται, καὶ τὴν οὐσίαν διασπαθῶσι, καὶ τὴν ὄψιν ὑβρίζουσι, καὶ τῶν διακονουμένων αὐταῖς δουλικώτερα ἐπιτάττουσιν; Ἀλλ' ὅμως οὐκ ἀφίστανται. Καίτοι οὐδεὶς οὐδένα ἔχει τοιοῦτον ἐχθρὸν, οἷον ὁ φιλῶν τὴν φιλουμένην. Καὶ γὰρ θρύπτεται καὶ αἰκίζεται, καὶ ἀποκέχρηται αὐτῷ πολλάκις ἡ φιλουμένη, καὶ ὅσῳ ἂν φιλῆται, τοσούτῳ καταφρονεῖ. Καίτοι τί τῆς οὕτω διακειμένης ψυχῆς θηριωδέστερον; Ἀλλ' ὅμως φιλοῦσιν ἐκεῖνοι. Ἀλλὰ τάχα καὶ ἀπὸ τῶν πνευματικῶν εὑρήσομεν τοιαύτην ἀγάπην, οὐ τῶν νῦν· ἐψύγη γάρ· ἀλλὰ τῶν πάλαι μεγάλων καὶ θαυμαστῶν ἐκείνων ἀνδρῶν. Ὁ Μωϋσῆς ὁ μακάριος καὶ τούτους αὐτοὺς ὑπερέβαλε τοὺς ἔρωτι φιλοῦντας. Πῶς καὶ τίνι τρόπῳ; Πρῶτον μὲν τὰ βασίλεια ἀφιεὶς καὶ τὴν ἐκεῖ τρυφὴν καὶ τὴν θεραπείαν καὶ τὸ δοξάζεσθαι, εἵλετο εἶναι μετὰ τῶν Ἰσραηλιτῶν. Καίτοι οὐ μόνον οὐκ ἄν τις ἄλλος εἰργάσατο τοῦτο, ἀλλὰ κἂν ἐπῃσχύνθη ἐλέγχοντος ἑτέρου φανῆναι συγγενὴς οὐ μόνον δούλων, ἀλλὰ καὶ μιαρῶν εἶναι νομιζομένων· ὁ δὲ οὐ μόνον 62. 54 τὴν συγγένειαν οὐκ ἐπῃσχύνθη, ἀλλὰ καὶ παντὶ θυμῷ ἤμυνε, καὶ εἰς κινδύνους ἑαυτὸν ἔῤῥιψεν ὑπὲρ ἐκείνων. Πῶς; Ὁρῶν, φησὶ, τινὰ ἀδικοῦντα, ἤμυνε τῷ ἀδικουμένῳ, καὶ ἀπέκτεινε τὸν ἀδικοῦντα. Ἀλλ' οὔπω ταῦτα ὑπὲρ ἐχθρῶν· μεγάλα μὲν οὖν καὶ αὐτὰ, οὐχ οὕτω δὲ ὡς τὰ μετὰ ταῦτα. Τῇ οὖν ἐπιούσῃ ἡμέρᾳ τὸ αὐτὸ εἶδε γινόμενον, κἀκεῖνον ᾧ ἤμυνεν ὁρῶν ἀδικοῦντα, παρῄνει παύσασθαι τῆς ἀδικίας· ὁ δέ φησι, πολλῇ ἀγνωμοσύνῃ κεχρημένος, Τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ' ἡμᾶς; Τίνα οὐκ ἂν ἐνέπρησε τὰ ῥήματα ταῦτα; Εἰ τοίνυν θυμῷ τὸ πρότερον ἐγένετο καὶ μανίᾳ, καὶ τοῦτον ἂν πλήξας ἀνεῖλεν. Οὐ γὰρ δὴ ἐκεῖνος, ὑπὲρ οὗ τοῦτο ἐγένετο, κατεμήνυσεν ἂν αὐτὸν, ἀλλ' ὅτι συγγενεῖς ἦσαν, φησὶ, ταῦτα εἶπεν. Ὅτε ἠδικεῖτο, οὐδὲν τοιοῦτον ἐφθέγξατο, Τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ' ἡμᾶς; Διὰ τί μὴ χθὲς εἶπες τοῦτο; Ἡ ἀδικία ἡ σὴ καὶ ἡ ὠμότης, φησὶν, αὕτη με κατέστησεν ἄρχοντα καὶ δικαστήν. Ἀλλὰ νῦν ὅρα ὅτι καὶ τῷ Θεῷ ταῦτα λέγουσί τινες. Ἐν οἷς μὲν γὰρ ἀδικοῦνται, βούλονται αὐτὸν εἶναι σφοδρὸν, καὶ τῆς μακροθυμίας αὐτοῦ κατηγοροῦσιν· ὅταν δὲ ἀδικῶσιν, οὐκέτι. Τί τούτων πικρότερον τῶν ῥημάτων; Ἀλλ' ὅμως μετὰ ταῦτα πρὸς τοὺς ἀγνώμονας, πρὸς τοὺς ἀχαρίστους πεμπόμενος, ἤρχετο, καὶ οὐκ ἀνεδύετο. Ἀλλὰ καὶ μετὰ τὰ σημεῖα ἐκεῖνα, καὶ μετὰ τὰ θαύματα τὰ δι' αὐτοῦ γενόμενα, καταλεῦσαι αὐτὸν πολλάκις ἐπεχείρησαν, καὶ ἐξέφυγε τὰς χεῖρας αὐτῶν· καὶ κατεγόγγυζον συνεχῶς, ἀλλ' ὅμως αὐτοὺς οὕτως ἐφίλει ἔρωτι, ὡς εἰπεῖν πρὸς τὸν Θεὸν, ἡνίκα τὴν ἁμαρτίαν ἐκείνην τὴν χαλεπὴν εἰργάσαντο· Εἰ μὲν ἀφῆς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μὴ, κἀμὲ ἐξάλειψον ἐκ τῆς βίβλου ἧς ἔγραψας. Βούλομαι μετ' ἐκείνων ἀπολέσθαι, φησὶν, ἢ χωρὶς ἐκείνων σώζεσθαι. Ὄντως μανία, ὄντως ἔρως μέγας. Τί λέγεις; τοῦ οὐρανοῦ καταφρονεῖς; Ναὶ, φησί· φιλῶ γὰρ τοὺς ἠδικηκότας. Ἐξαλειφθῆναι αἰτεῖς; Καὶ τί πάθω, φησίν; ἔρως γάρ ἐστι. Τί δὲ τὰ μετὰ ταῦτα; Ἄκουσον τί φησιν ἑτέρωθι ἡ Γραφή· Καὶ ἐκακώθη Μωϋσῆς δι' αὐτούς. Ποσάκις ὕβρισαν; ποσάκις ἀπεχειροτόνησαν αὐτὸν, καὶ τὸν ἀδελφόν; εἰς Αἴγυπτον ποσάκις μεταναστῆναι ἐζήτησαν; καὶ μετὰ ταῦτα πάντα ἐξεκαίετο καὶ ἐμεμήνει, καὶ ὑπὲρ αὐτῶν πάσχειν ἕτοιμος ἦν, Οὕτω δεῖ φιλεῖν τοὺς ἐχθροὺς, κοπτόμενον καὶ ταλαιπωρούμενον καὶ πάντα ποιοῦντα καὶ χωριζόμενον, ἐφίεσθαι τῆς σωτηρίας αὐτῶν. Τί δὲ ὁ Παῦλος, εἰπέ μοι, οὐχὶ καὶ γέενναν ᾔτησεν ἀντ' αὐτῶν; Ἀλλ' ἀπὸ τοῦ Δεσπότου τὸ παράδειγμα ἀναγκαῖον ἀγαγεῖν. Οὕτω γὰρ καὶ αὐτὸς ποιεῖ, λέγων, ὅτι Τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθούς· ἀπὸ τοῦ Πατρὸς αὐτοῦ φέρων τὸ παράδειγμα, ἡμεῖς δὲ ἀπ' αὐτοῦ τοῦ Χριστοῦ. Ἦλθε πρὸς αὐτοὺς, κατὰ τὴν οἰκονομίαν λέγω, δοῦλος ἐγένετο δι' αὐτοὺς, ἐταπείνωσεν ἑαυτὸν, ἐκένωσε, μορφὴν δούλου ἔλαβε· καὶ παραγενόμενος, οὔτε αὐτὸς εἰς ὁδὸν ἐθνῶν ἀπήρχετο, καὶ τοῖς μαθηταῖς τοῦτο ἐπέταττε· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ περιῆγε θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. 62. 55 Τί οὖν; Οἱ μὲν ἄλλοι πάντες ἐξεπλήσσοντο καὶ ἐθαύμαζον, καὶ ἔλεγον, Πόθεν τούτῳ ταῦτα; οὗτοι δὲ εὐεργετούμενοι ἔλεγον Δαιμόνιον ἔχει, καὶ, βλασφημεῖ, καὶ, Μαίνεται, καὶ, Πλάνος ἐστί. Ἆρ' οὖν ἀπώσατο αὐτούς; Οὐδαμῶς, ἀλλὰ καὶ μειζόνως εὐηργέτει ταῦτα ἀκούων, καὶ ἀπῄει πρὸς τοὺς μέλλοντας αὐτὸν σταυροῦν, ἵνα μόνον αὐτοὺς διασώσῃ. Καὶ μετὰ τὸ σταυρωθῆναι, τί φησι; Πάτερ, ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασιν ὃ ποιοῦσι. Καὶ πρὸ τούτου κακῶς παθὼν, καὶ μετὰ ταῦτα κακῶς παθὼν, μέχρις ἐσχάτης ἀναπνοῆς περὶ αὐτῶν πάντα ἔπραττεν, ὑπὲρ αὐτῶν ἐδεῖτο. Καὶ μετὰ τὸν σταυρὸν τί οὐκ ἐποίησε δι' αὐτούς; οὐχὶ ἀποστόλους ἀπέστειλεν; οὐχὶ σημεῖα εἰργάσατο; οὐχὶ πᾶν ὁτιοῦν ἐκίνησεν; Οὕτω δεῖ φιλεῖν τοὺς ἐχθροὺς, οὕτω μιμεῖσθαι τὸν Χριστόν. Οὕτω Παῦλος ἐποίησε λιθαζόμενος, μυρία πάσχων, ὑπὲρ αὐτῶν ἅπαντα ἔπραττεν. Ἄκουε αὐτοῦ λέγοντος· Ἡ εὐδοκία μου καὶ ἡ δέησις ὑπὲρ αὐ 62. 56 τῶν ἐστιν εἰς σωτηρίαν· καὶ πάλιν, Μαρτυρῶ γὰρ αὐτοῖς, ὅτι ζῆλον Θεοῦ ἔχουσι· καὶ πάλιν, Εἰ σὺ ἀγριέλαιος ὢν ἐνεκεντρίσθης, πόσῳ μᾶλλον οὗτοι ἐγκεντρισθήσονται τῇ ἰδίᾳ ἐλαίᾳ; Ἀπὸ πόσης φιλοστοργίας οἴει ταῦτα λέγεσθαι τὰ ῥήματα; ἀπὸ πόσης εὐνοίας; Οὐκ ἔστιν εἰπεῖν, οὐκ ἔστιν. Οὕτω δεῖ φιλεῖν τοὺς ἐχθρούς· τοῦτο τὸν Θεόν ἐστι φιλεῖν, τὸν ἐπιτάξαντα, τὸν νομοθετήσαντα· τὸ μιμεῖσθαι ἐκεῖνον, τὸ φιλεῖν τὸν ἐχθρόν ἐστιν. Ἐννόησον ὅτι οὐ τὸν ἐχθρὸν εὐεργετεῖς, ἀλλὰ σαυτὸν, οὐκ ἐκεῖνον φιλεῖς, ἀλλὰ τῷ Θεῷ ὑπακούεις. Ταῦτα οὖν εἰδότες, κυρώσωμεν εἰς ἀλλήλους τὴν ἀγάπην, ἵνα μετὰ ἀκριβείας ταύτην κατορθώσαντες, τύχωμεν τῶν ἐπηγγελμένων ἀγαθῶν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Intertext edge

Open linked passage

Note