In epistulam ad Ephesios
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
8.1.1
Παρακαλῶ οὖν ὑμᾶς ἐγὼ, ὁ δέσμιος ἐν Κυρίῳ, ἀξίως περιπατῆσαι τῆς κλήσεως ἧς ἐκλήθητε, μετὰ πάσης ταπεινοφροσύνης καὶ πραότητος. Διδασκάλων ἐστὶν ἀρετὴν μὴ τιμὴν, μηδὲ δόξαν ζητεῖν παρὰ τῶν ἀρχομένων, ἀλλὰ τὴν σωτηρίαν αὐτῶν, καὶ πάντα ὑπὲρ τούτου ποιεῖν· ὡς ὅ γε ἐκεῖνο ζητῶν, οὐκ ἂν εἴη διδάσκαλος, ἀλλὰ τύραννος. Οὐ γὰρ διὰ τοῦτό σε ἐπέστησεν ὁ Θεὸς αὐτοῖς, ἵνα σὺ πλείονος ἀπολαύσῃς θεραπείας, ἀλλ' ἵνα τὰ μὲν σὰ ἀμελῆται, πάντα δὲ τὰ ἐκείνων οἰκοδομῆται. Τοῦτό ἐστι διδασκάλου· τοιοῦτος ὁ μακάριος Παῦλος ἦν, ὃς τύφου μὲν ἀπήλλακτο παντὸς, οὕτω δὲ διέκειτο, ὡς εἷς τῶν πολλῶν, μᾶλλον δὲ καὶ αὐτῶν ἐλάχιστος. Διὰ τοῦτο καὶ δοῦλον αὐτῶν ἑαυτὸν καλεῖ, καὶ τὰ πλείονα ἐν ἱκετηρίας τάξει φθέγγεται. Ὅρα γοῦν καὶ νῦν οὐδὲν ἐπιτακτικὸν γράφοντα, οὐδὲν αὐθεντικὸν, ἀλλὰ συνεσταλμένον, καὶ καθυφειμένον. Παρακαλῶ οὖν ἐγὼ, φησὶν, ὑμᾶς ὁ δέσμιος ἐν Κυρίῳ, ἀξίως περιπατῆσαι τῆς κλήσεως ἧς ἐκλήθητε. Τί παρακαλεῖς, εἰπέ μοι; ἵνα τινὸς τύχῃς αὐτός; Οὐδαμῶς, φησὶν, ἀλλ' ἵνα ἄλλους σώσω. Καίτοι γε οἱ παρακαλοῦντες, ὑπὲρ τῶν αὐτοῖς διαφερόντων παρακαλοῦσι, Καὶ ἐμοὶ τοῦτο διαφέρει, φησὶ, καθὼς καὶ ἑτέρωθι γράφων ἔλεγε· Νῦν ζῶμεν, ἐὰν ὑμεῖς στήκητε ἐν Κυρίῳ. Σφόδρα γὰρ ἀεὶ τῆς σωτηρίας τῶν μαθητευομένων ἐφίετο. Ἐγὼ ὁ δέσμιος ἐν Κυρίῳ. Μέγα ἀξίωμα καὶ σφοδρὸν, καὶ βασιλείας καὶ ὑπατείας καὶ πάντων μεῖζον. Ὅπερ οὖν καὶ πρὸς Φιλήμονα γράφων φησίν· Ὡς Παῦλος πρεσβύτης, νυνὶ δὲ καὶ δέσμιος ἐν Χριστῷ. Οὐδὲν γὰρ οὕτω λαμπρὸν, ὡς δεσμὸς διὰ Χριστὸν, ὡς αἱ ἁλύσεις αἱ περικείμεναι ταῖς ὁσίαις χερσὶν ἐκείναις. Τοῦ ἀπόστολον εἶναι, τοῦ διδάσκαλον εἶναι. τοῦ εὐαγγελιστὴν εἶναι, τοῦτο λαμπρότερον, τὸ δέσμιον εἶναι διὰ τὸν Χριστόν. Εἴ τις φιλεῖ τὸν Χριστὸν, ἔγνω τὸ λεγόμενον· εἴ τις μαίνεται καὶ περικαίεται τοῦ Δεσπότου, οἶδε τὴν δύναμιν τῶν δεσμῶν. Ὁ τοιοῦτος ἕλοιτο ἂν δέσμιος εἶναι διὰ Χριστὸν, ἢ 62. 56. 20 τοὺς οὐρανοὺς οἰκεῖν. Παντὸς χρυσοῦ λαμπροτέρας αὐτοῖς ἐδείκνυ τὰς χεῖρας, παντὸς διαδήματος βασιλικοῦ. Οὐ γὰρ οὕτω ποιεῖ λαμπρὰν κεφαλὴν ταινία λιθοκόλλητος περικειμένη, ὡς ἅλυσις σιδηρᾶ διὰ Χριστόν. Τότε τῶν βασιλείων λαμπρότερον τὸ δεσμωτήριον ἦν. Τί λέγω βασιλείων; καὶ αὐτοῦ δὲ τοῦ οὐρανοῦ· δέσμιον γὰρ εἶχε Χριστοῦ. Εἴ τις φιλεῖ τὸν Χριστὸν, οἶδε τοῦτο τὸ ἀξίωμα, οἶδε ταύτην τὴν ἀρετὴν, οἶδεν ὅσον ἐχαρίσατο τῷ τῶν ἀνθρώπων γένει τὸ δεθῆναι δι' αὐτόν. Τάχα τοῦ καθίσαι ἐκ δεξιῶν αὐτοῦ τοῦτο λαμπρότερον, τοῦ καθίσαι ἐπὶ δώδεκα θρόνων τοῦτο σεμνότερον, τὸ δεθῆναι δι' αὐτόν. Καὶ τί λέγω περὶ τῶν ἀνθρωπίνων; αἰσχύνομαι συγκρίνων πλοῦτον καὶ κόσμον χρυσοῦν δεσμοῖς. Ἀλλ' ἀφεὶς εἰπεῖν περὶ τῶν μεγάλων ἐκείνων, κἂν μηδένα μισθὸν εἶχε τὸ πρᾶγμα, τοῦτο μόνον μέγας μισθὸς, τοῦτο ἀντίδοσις ἱκανὴ, τὸ διὰ τὸν φιλούμενον ταῦτα πάσχειν τὰ δεινά. Ἴσασιν οἱ φιλοῦντες, εἰ καὶ μὴ τὸν Θεὸν, ἀλλ' ἀνθρώπους, τὸ λεγόμενον, οἳ ἥδονται κακῶς πάσχοντες μᾶλλον, ἢ τιμώμενοι παρὰ τῶν ἐρωμένων. Τοῦ ἁγίου χοροῦ τὸ ταῦτα συνιδεῖν μόνον, τῶν ἀποστόλων λέγω. Ἄκουε γὰρ τοῦ μακαρίου Λουκᾶ λέγοντος· ὅτι Ὑπέστρεφον χαίροντες ἀπὸ προσώπου τοῦ συνεδρίου, ὅτι ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ κατηξιώθησαν ἀτιμασθῆναι. Τοῖς μὲν οὖν ἄλλοις δοκεῖ γέλως εἶναι, εἰ τὸ ἀτιμασθῆναι καταξιωθῆναί ἐστιν, εἰ τὸ ἀτιμασθῆναι, χαίρειν ἐστί· τοῖς δὲ ἐπισταμένοις τοῦ Χριστοῦ τὸν πόθον τοῦτο πάντων μακαριστότερον νενόμισται. Εἴ τις ἐμοὶ τὸν οὐρανὸν ἐχαρίζετο πάντα, ἢ τὴν ἅλυσιν ἐκείνην, ἐκείνην ἂν ἐγὼ προετίμησα· εἴ τίς με μετὰ τῶν ἀγγέλων ἵστη ἄνω, ἢ μετὰ Παύλου δεδεμένου, τὸ δεσμωτήριον ἂν εἱλόμην· εἴ τις με ἐκείνων ἕνα ἐποίει τῶν δυνάμεων τῶν περὶ τὸν οὐρανὸν, τῶν περὶ τὸν θρόνον, ἢ δεσμώτην τοιοῦτον, τοιοῦτος ἂν εἱλόμην γενέσθαι δεσμώτης. Εἰκότως· οὐδὲν τῆς ἁλύσεως ἐκείνης μακαριώτερον. Ἐβουλόμην ἐν τοῖς τόποις γενέσθαι νῦν ἐκείνοις· λέγεται γὰρ ἔτι μένειν τὰ δεσμά· καὶ ἰδεῖν καὶ θαυμάσαι τοὺς ἄνδρας ἐκείνους τοῦ πόθου τοῦ Χριστοῦ· ἐβουλόμην ἰδεῖν τὰς 62. 57 ἁλύσεις, ἃς δεδοίκασι μὲν δαίμονες καὶ φρίττουσιν, αἰδοῦνται δὲ ἄγγελοι. Οὐδὲν βέλτιον τοῦ κακῶς παθεῖν τι διὰ Χριστόν. Οὐχ οὕτω μακαρίζω Παῦλον, ὅτι εἰς παράδεισον ἡρπάγη, ὡς ὅτι εἰς τὸ δεσμωτήριον ἐνεβλήθη. Οὐχ οὕτως αὐτὸν μακαρίζω, ὅτι ἤκουσεν ἄῤῥητα ῥήματα, ὡς ὅτι ὑπέμεινε τὰ δεσμά· οὐχ οὕτως αὐτὸν μακαρίζω, ὅτι ἡρπάγη εἰς τρίτον οὐρανὸν, ὡς μακαρίζω διὰ τὰ δεσμά. Ὅτι γὰρ ταῦτα ἐκείνων μείζονα, ἄκουσον καὶ αὐτὸς πῶς τοῦτο οἶδεν. Οὐδὲ γὰρ εἶπε, Παρακαλῶ ὑμᾶς ἐγὼ ὁ ῥήματα ἄῤῥητα ἀκούσας, ἀλλὰ τί; Παρακαλῶ ὑμᾶς ἐγὼ ὁ δέσμιος ἐν Κυρίῳ. Εἰ δὲ μὴ πάσαις τοῦτο προσγράφει ταῖς ἐπιστολαῖς, οὐ θαυμαστόν· οὐδὲ γὰρ πάντοτε ἐδέδετο, ἀλλ' ἐν χρόνοις τισίν. Αἱρετώτερον ἐμοὶ παθεῖν κακῶς ὑπὲρ τοῦ Χριστοῦ, ἢ τιμᾶσθαι παρὰ τοῦ Χριστοῦ. Τοῦτο μεγάλη τιμὴ, τοῦτο δόξα ἡ πάντα ὑπερβάλλουσα. Εἰ αὐτὸς δι' ἐμὲ γενόμενος δοῦλος, καὶ τὴν δόξαν κενώσας, οὐχ οὕτως ἡγεῖτο ἐν δόξῃ εἶναι, ὡς ὅτε ἐσταυροῦτο ὑπὲρ ἐμοῦ, τί ἐμὲ παθεῖν οὐ δεῖ; Ἄκουε γὰρ αὐτοῦ λέγοντος. Δόξασόν με σὺ, Πάτερ. Τί λέγεις; ἐπὶ σταυροῦ ἄγῃ μετὰ λῃστῶν καὶ τυμβωρύχων, τὸν τῶν ἐπαράτων ὑφίστασθαι θάνατον, ἐμπτύεσθαι μέλλεις καὶ ῥαπίζεσθαι, καὶ ταῦτα δόξαν καλεῖς; Ναὶ, φησίν· ὑπὲρ γὰρ τῶν φιλουμένων ἐγὼ πάσχω ταῦτα, καὶ τανῦν δόξαν αὐτὰ ἡγοῦμαι. Εἰ ὁ τοὺς οἰκτροὺς καὶ ταλαιπώρους φιλήσας, δόξαν τὸ πρᾶγμα καλεῖ, καὶ οὐ τὸ ἐν τῷ θρόνῳ εἶναι τῷ πατρικῷ, οὐδὲ τὸ ἐν τῇ δόξῃ, ἀλλὰ τὸ ἐν ἀτιμίᾳ δόξα ἦν, καὶ τοῦτο ἐκείνου προετίθει, πολλῷ μᾶλλον ἐγὼ ταῦτα ὀφείλω δόξαν ἡγεῖσθαι. Ὢ τῶν μακαρίων δεσμῶν, ὢ τῶν μακαρίων χειρῶν, ἃς ἐκόσμησεν ἡ ἅλυσις ἐκείνη. Οὐκ ἦσαν οὕτω τίμιαι αἱ χεῖρες Παύλου τὸν χωλὸν τὸν ἐν Λύστροις ἀναστήσασαι καὶ ἐγείρασαι, ὡς τὰ δεσμὰ περικείμεναι. Εἰ κατ' ἐκείνους τοὺς χρόνους ἦν ἐγὼ, τότε ἂν μάλιστα αὐτὰς περιεπτυξάμην, καὶ ἐπὶ τὰς κόρας ἔθηκα τὰς ἐμάς· οὐκ ἐπαυσάμην καταφιλῶν χεῖρας καταξιωθείσας ὑπὲρ τοῦ Δεσπότου δεθῆναι τοῦ ἐμοῦ. Θαυμάζεις Παῦλον, ὅτε καθῆψεν αὐτοῦ ἡ ἔχις τῆς χειρὸς, καὶ οὐδὲν ἐποίησε; Μὴ θαυμάσῃς· ᾐδέσθη γὰρ τὴν ἅλυσιν· καὶ θάλαττα δὲ ὁλόκληρος ταύτην ᾐδεῖτο· τότε γὰρ ἐδέδετο. Εἴ τίς μοι νεκροὺς ἔδωκεν ἀναστῆσαι νῦν, οὐκ ἂν τοῦτο εἱλόμην, ἀλλὰ τὴν ἅλυσιν· εἰ τῶν ἐκκλησιαστικῶν φροντίδων ἐκτὸς ἤμην, καὶ τὸ σῶμα εὔρωστον εἶχον, οὐκ ἂν παρῃτησάμην ἀποδημίαν τοσαύτην ποιήσασθαι ὑπὲρ τοῦ τὰς ἁλύσεις μόνον ἰδεῖν, ὑπὲρ τοῦ τὸ δεσμωτήριον ἔνθα ἐδέδετο. Καίτοι καὶ τῶν θαυμάτων αὐτοῦ πολλὰ πανταχοῦ σημεῖα τυγχάνει, ἀλλ' οὐχ οὕτως ἐστὶ ποθεινὰ, ὡς τὰ τῶν στιγμάτων. Καὶ ἐν ταῖς Γραφαῖς δὲ οὐχ οὕτω με εὐφραίνει θαύματα ἐργαζόμενος, ὡς πάσχων κακῶς, μαστιζόμενος, συρόμενος. Ὄντως θαυμαστὰ καὶ τὰ τοῦ χρωτὸς σουδάρια καὶ τὰ σημικίνθια, παράδοξα ἐργαζόμενα· ἀλλ' οὐ τοιαῦτα οἷα ἐκεῖνα. Δείραντες αὐτὸν, φησὶ, καὶ ἐπιθέντες πολλὰς πληγὰς, ἔβαλον εἰς φυλακήν· καὶ πάλιν, Δεδεμένοι ὕμνουν τὸν Θεόν· καὶ πάλιν, Λιθάσαντες αὐτὸν, ἔσυρον ἔξω τῆς πόλεως, νομίσαντες αὐτὸν τεθνάναι. Βούλεσθε μαθεῖν ὅσον ἐστὶν ἅλυσις σιδηρᾶ διὰ Χριστὸν περικειμένη σώματι δουλικῷ; ἀκούσατε αὐτοῦ τοῦ Χριστοῦ λέγοντος, Μακάριοί ἐστε. Τί; ὅταν νε 62. 58 κροὺς ἀναστήσητε; Οὐχί· ἀλλὰ τί; ὅταν τυφλοὺς θεραπεύσητε; Οὐδαμῶς· ἀλλὰ τί; Ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα, ψευδόμενοι καθ' ὑμῶν ἕνεκεν ἐμοῦ. Εἰ δὲ τὸ κακῶς ἀκοῦσαι οὕτω ποιεῖ μακαρίους, τὸ κακῶς παθεῖν τί οὐκ ἂν εἰργάσατο; Ἄκουε αὐτοῦ τοῦ μακαρίου τούτου λέγοντος ἀλλαχοῦ· Λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος. Ἀλλὰ τοῦ στεφάνου τούτου λαμπρότερος ὁ δεσμός. Τούτου με καταξιώσει, φησὶ, καὶ οὐδὲν ὑπὲρ ἐκείνων ἀκριβολογοῦμαι. Ἀρκεῖ μοι πρὸς πᾶσαν ἀντίδοσιν τὸ παθεῖν κακῶς διὰ τὸν Χριστόν. Δότω μοι φθέγξασθαι ἐκεῖνο, ὅτι Ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκί μου, καὶ οὐδενὸς δέομαι. Κατηξιώθη καὶ Πέτρος ταύτης τῆς ἁλύσεως· Ἦν γὰρ, φησὶ, δεδεμένος, καὶ παραδεδομένος στρατιώταις, καὶ ἐκάθευδεν Οὕτως ἔχαιρε, καὶ οὐκ ἤλγει, ὡς καὶ καθεύδειν· οὐκ ἂν δὲ αὐτὸν βαθὺς ὕπνος εἶχεν, εἴ γε ἐν φροντίδι ἦν πολλῇ. Ἐκάθευδε μεταξὺ στρατιωτῶν ὤν· καὶ ἄγγελος ἦλθε πρὸς αὐτὸν, καὶ πατάξας αὐτοῦ τὴν πλευρὰν, ἤγειρεν. Εἴ τις τοίνυν εἶπέ μοι, Τί ἐβούλου; ἄγγελος εἶναι ὁ Πέτρον νύξας, ἢ Πέτρος ὁ διασωθείς; Πέτρος ἂν εἱλόμην γενέσθαι, δι' ὃν καὶ ὁ ἄγγελος ἦλθεν. Ἐγὼ τῶν δεσμῶν ὀναίμην ἐκείνων. Καὶ πῶς, φησὶν, ὡς μεγάλων κακῶν ἀπαλλαγεὶς εὔχεται; Μὴ θαυμάσῃς· εὔχεται γὰρ, δεδοικὼς μὴ ἀποθάνῃ. Τὸ δὲ ἀποθανεῖν ἐδεδοίκει διὰ τὸ ἔτι βούλεσθαι αὐτὸν τὴν ζωὴν εἶναι ὑπόθεσιν τῶν παθῶν. Ἄκουσον γοῦν καὶ αὐτὸς ὁ μακάριος Παῦλος τί φησι; Τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι, πολλῷ μᾶλλον κρεῖσσον, τὸ δὲ παραμένειν τῇ σαρκὶ ἀναγκαιότερον δι' ὑμᾶς. Τοῦτο καὶ χάριν ἐκάλεσε γράφων· Ἐχαρίσθη γὰρ ὑμῖν, φησὶν, ἀπὸ τοῦ Χριστοῦ, οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν. Ὥστε τοῦτο ἐκείνου μεῖζόν ἐστιν· ἐχαρίσατο γάρ. Ὄντως ἐστὶ χάρις μεγίστη, καὶ πασῶν τούτων μείζων, τοῦ τὸν ἥλιον στῆσαι καὶ τὴν σελήνην, τοῦ τὸν κόσμον κινῆσαι· τοῦτο μεῖζον τοῦ δαιμόνων κρατῆσαι, ἢ ἀπελάσαι δαίμονας. Οὐχ οὕτως ἀλγοῦσιν ἐκεῖνοι πίστει τῇ παρ' ἡμῶν ἐλαυνόμενοι, ὡς ὅταν ἡμᾶς ἴδωσι κακόν τι πάσχοντας διὰ τὸν Χριστὸν, καὶ δεσμουμένους· μείζονα γὰρ τοῦτο ποιεῖ τὴν παῤῥησίαν. Οὐ διὰ τοῦτο καλὸν τὸ δεδέσθαι διὰ τὸν Χριστὸν, ὅτι βασιλείαν προξενεῖ τὸ πρᾶγμα, ἀλλ' ὅτι διὰ τὸν Χριστὸν γίνεται· οὐ διὰ τοῦτο μακαρίζω τοὺς δεσμοὺς, ὅτι εἰς τὸν οὐρανὸν παραπέμπουσιν, ἀλλ' ὅτι διὰ τὸν Δεσπότην τοῦ οὐρανοῦ γίνονται. Πόσον καύχημα εἰδέναι, ὅτι διὰ τὸν Χριστὸν ἐδέθη; πόση ἡδονὴ, πόση τιμὴ, πόση λαμπρότης; Ἐβουλόμην διαπαντὸς ταῦτα φθέγγεσθαι· ἐβουλόμην ἔχεσθαι τῆς ἁλύσεως· ἐβουλόμην, εἰ καὶ τῷ πράγματι ἀπεστέρημαι, ἀλλὰ τῷ λόγῳ περιθεῖναι τὴν ἅλυσιν τῇ ψυχῇ διὰ τῆς διαθέσεως. Ἐσείσθη, φησὶ, τὸ δεσμωτήριον δεδεμένου Παύλου, καὶ πάντων τὰ δεσμὰ ἀνείθη. Εἶδες δεσμῶν φύσιν τὰ δεσμὰ ἀναλύουσαν; Ὥσπερ γὰρ ὁ τοῦ Κυρίου θάνατος τὸν θάνατον ἐθανάτωσεν, οὕτω καὶ τὰ Παύλου δεσμὰ τοὺς δεσμώτας ἔλυσε, τὸ δεσμωτήριον ἔσεισε, τὰς θύρας ἀνέῳξε· καίτοι οὐχ αὕτη τῶν δεσμῶν ἡ φύσις ἐστὶν, ἀλλ' ἡ ἐναντία, κατέχειν ἐν ἀσφαλείᾳ τὸν δεδεμένον, 62. 59 οὐχὶ τοὺς τοίχους ἀνοίγειν αὐτῷ. Ἀλλὰ τῶν μὲν δεσμῶν ἁπλῶς φύσις οὐκ ἔστιν αὕτη, δεσμῶν δὲ τῶν διὰ Χριστὸν αὕτη. Προσέπεσεν ὁ δεσμοφύλαξ τῷ Παύλῳ καὶ τῷ Σίλᾳ. Ἀλλ' οὐδὲ τοῦτο ποιεῖ δεσμὰ ἁπλῶς, τοὺς δήσαντας εἰς τοὺς πόδας ἄγειν τῶν δεδεμένων, ἀλλὰ τοὐναντίον ὑποχειρίους τούτους ἐκείνοις ποιεῖν. Νῦν δὲ ὁ λελυμένος ὑπὸ τοὺς πόδας ἦν τοῦ δεδεμένου· ὁ δήσας ἠξίου τὸν δεθέντα λυθῆναι τοῦ φόβου. Οὐχὶ σὺ ἔδησας, εἰπέ μοι; οὐχὶ εἰς τὴν ἐσωτέραν ἔβαλες φυλακήν; οὐχὶ εἰς τὸ ξύλον ἠσφαλίσω τοὺς πόδας; τί τρέμεις; τί θορυβῇ; τί δακρύεις; τί τὸ ξίφος ἐσπάσω; Οὐδὲν τοιοῦτον ἔδησα, φησίν· οὐκ ᾔδειν, ὅτι τοσαύτη τῶν τοῦ Χριστοῦ δεσμίων ἡ δύναμις. Τί λέγεις; οὐρανοὺς ἔλαβον ἐξουσίαν ἀνοίγειν, καὶ δεσμωτήριον οὐκ ἔμελλον ἀνοίγειν; τοὺς ὑπὸ δαιμόνων δεδεμένους ἔλυον, καὶ σιδήριον ἔμελλεν αὐτῶν περιέσεσθαι; οὐκ οἶδας τοὺς ἄνδρας· διὰ τοῦτο καὶ συγγνώμης ἔτυχες. Παῦλος ὁ δεδεμένος ἐστὶν, ὃν ἄγγελοι πάντες ᾐδέσθησαν· Παῦλός ἐστιν, οὗ καὶ τὰ σουδάρια καὶ τὰ σημικίνθια δαίμονας ἤλαυνε, καὶ νόσους ἐφυγάδευε, καίτοι πολλῷ σιδήρου ἀδαμάντινος, καὶ ἀῤῥαγέστερος ὁ παρὰ τοῦ δαίμονος δεσμός· οὗτος μὲν γὰρ ψυχὴν, ἐκεῖνος δὲ σῶμα δεσμεῖ. Ὁ ψυχὰς τοίνυν δεδεμένας λύων, τὸ σῶμα τὸ αὐτοῦ οὐκ ἂν ἴσχυσε λῦσαι; ὁ δαιμόνων δεσμὰ διαῤῥηγνὺς, σιδήρου δέσιν οὐκ ἂν ἔλυσεν; ὁ διὰ τῶν ἱματίων αὐτοῦ τοὺς δεσμώτας ἐκείνους λύων, καὶ τῶν δαιμόνων ἀπαλλάττων, αὐτὸς δι' ἑαυτοῦ ἑαυτὸν οὐκ ἂν ἔλυσε; Διὰ τοῦτο πρῶτον ἐδέθη, καὶ τότε τοὺς δεδεμένους ἔλυσεν, ἵνα μάθῃς, ὅτι οἱ τοῦ Χριστοῦ δοῦλοι δεδεμένοι, πολλῷ τῶν λελυμένων μείζονα ἔχουσι τὴν ἰσχύν. Εἰ λελυμένος τοῦτο εἰργάσατο, οὐκ ἦν οὕτω θαυμαστόν· ὥστε οὐκ ἀσθενείας ὁ δεσμὸς ἦν, ἀλλὰ μείζονος δυνάμεως. Οὕτω γὰρ λαμπροτέρα ἡ ἰσχὺς τοῦ ἁγίου δείκνυται, ὅταν καὶ δεδεμένος τῶν λελυμένων κρατῇ, ὅταν ὁ δεδεμένος μὴ μόνον ἑαυτὸν, ἀλλὰ καὶ τοὺς δεδεμένους λύῃ. Τί τῶν τοίχων τὸ ὄφελος; τί τὸ πλέον ἀπὸ τοῦ εἰς τὴν ἐσωτέραν φυλακὴν βαλεῖν αὐτὸν, ὅπου γε καὶ τὴν ἐξωτέραν ἀνέῳξε; Διὰ τί δὲ ἐν νυκτὶ, καὶ μετὰ σεισμοῦ γέγονεν; Ἔνδοτέ μοι μικρὸν καὶ παραχωρήσατε, τῶν ἀποστολικῶν ἀποσχομένῳ ῥημάτων, καὶ ἐντρυφήσαντι τοῖς ἀποστολικοῖς πράγμασιν, ἑστιαθῆναι ἐν τῇ ἁλύσει Παύλου· δότε μοι ἐπιπλέον ἐνδιατρίψαι. Ἐπελαβόμην τοῦ δεσμοῦ, οὐδείς με ἀφίστησιν. Ἀσφαλέστερον ἐγὼ δέδεμαι νῦν τῷ πόθῳ, ἢ ἐκεῖνος τότε τῷ ξύλῳ. Τοῦτον οὐδεὶς λύει τὸν δεσμόν· ἀπὸ γὰρ τοῦ πόθου ἐστὶ τοῦ Χριστοῦ· τοῦτον οὐδὲ οἱ ἄγγελοι, οὐδὲ βασιλεία οὐρανῶν ἰσχύει λῦσαι· αὐτοῦ Παύλου ἐστὶν ἀκοῦσαι λέγοντος, Οὔτε ἄγγελοι, οὔτε ἀρχαὶ, οὔτε δυνάμεις, οὔτε ἐνεστῶτα οὔτε μέλλοντα, οὔτε ὕψωμα οὔτε βάθος δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ. Τίνος οὖν ἕνεκα μέσον νυκτῶν τὸ πρᾶγμα γέγονε; τίνος ἕνεκεν καὶ μετὰ σεισμοῦ; Ἀκούσατε Θεοῦ οἰκονομίαν, καὶ θαυμάσατε. Πάντων τὰ δεσμὰ ἐλύθη, καὶ αἱ θύραι ἀνεῴγησαν. Ἀλλὰ τοῦτο μόνον διὰ τὸν δεσμοφύλακα γέγονεν, οὐ πρὸς ἐπίδειξιν, ἀλλὰ πρὸς σωτηρίαν. Ὅτι γὰρ οὐκ ᾔδεσαν οἱ δεσμῶται ὅτι λελυμένοι εἰσὶν, δῆλον ἀπὸ τῆς φωνῆς Παύλου. Τί γάρ φησιν; Ἐφώνησε δὲ φωνῇ μεγάλῃ λέγων· Μηδὲν πράξῃς σεαυτῷ κακὸν, πάντες γάρ ἐσμεν ἐνθάδε. Οὐκ ἂν δὲ πάντες ἦσαν ἔνδον, εἰ εἶδον τὰς θύρας ἀνεῳγμένας, καὶ ἑαυτοὺς λελυμένους. Οἱ γὰρ τοίχους 62. 60 διατέμνοντες, καὶ ὀρόφους καὶ θριγκία ὑπερβαίνοντες, καὶ πάντα τολμῶντες μετὰ δεσμῶν, οὐκ ἂν ἐκαρτέρησαν, καὶ τῶν δεσμῶν λελυμένων καὶ τῶν θυρῶν ἀνεῳγμένων, ἔνδον μένειν, καὶ τοῦ δεσμοφύλακος καθεύδοντος αὐτοῦ. Ἀλλ' ἀντὶ δεσμῶν σιδηρῶν ἦν αὐτοῖς ὁ δεσμὸς τοῦ ὕπνου. Διὰ τοῦτο οὕτως ᾠκονομήθη, ὥστε καὶ τὸ πρᾶγμα γενέσθαι, καὶ μηδεμίαν ἀπὸ τοῦ θαύματος ζημίαν συμβῆναι τῷ μέλλοντι σώζεσθαι δεσμοφύλακι. Καὶ ἑτέρως δὲ μάλιστα οἱ δεδεμένοι ἐν νυκτὶ δεσμοῦνται, οὐκ ἐν ἡμέρᾳ. Μετὰ πολλῆς οὖν σπουδῆς ἦν ἰδεῖν δεδεμένους πάλιν, καὶ καθεύδοντας. Εἰ δὲ ἐν ἡμέρᾳ ἐγένετο ταῦτα, πολὺς ἂν ἐγένετο θόρυβος. Τίνος οὖν ἕνεκεν καὶ ἐσείσθη τὸ οἴκημα; Ὥστε διαναστῆναι τὸν δεσμοφύλακα ἐπὶ τὴν τοῦ πράγματος θέαν· οὗτος γὰρ ἦν ἄξιος τῆς σωτηρίας μόνος. Σὺ δέ μοι θέα τῆς τοῦ Χριστοῦ χάριτος τὴν ὑπερβολήν. Μεταξὺ γὰρ τῶν Παύλου δεσμῶν καὶ τῆς τοῦ Χριστοῦ χάριτος μεμνῆσθαι καλὸν, μᾶλλον δὲ καὶ ταῦτα τῆς τοῦ Θεοῦ χάριτός ἐστιν. Εἰσί τινες ἐγκαλοῦντες ὅτι διεσώθη ὁ δεσμοφύλαξ, καὶ ὑπὲρ ὧν θαυμάζειν τοῦ Θεοῦ τὴν φιλανθρωπίαν ἐχρῆν, ἀπὸ τούτων ψέγοντες· καὶ οὐδὲν θαυμαστόν. Οἱ γὰρ ἀσθενεῖς τοιοῦτοί εἰσιν, οἳ καὶ τὴν τρέφουσαν τροφὴν κακίζουσιν, ἣν θαυμάζειν ἐχρῆν, καὶ τὸ μέλι πικρὸν εἶναί φασι. Καὶ οἱ τυφλώττοντες, ἀφ' οὗ ὤφειλον φωτίζεσθαι, ἀπὸ τούτου σκοτίζονται, οὐ παρὰ τὴν τῶν πραγμάτων φύσιν τούτων συμβαινόντων, ἀλλὰ παρὰ τὴν ἀσθένειαν τῶν εἰς δέον αὐτοῖς κεχρῆσθαι μὴ δυναμένων. Τί οὖν ἔλεγον; Δέον θαυμάσαι, ὅτι εἰς ἐσχάτην κακίαν ἐμπεσόντα, τοῦτον εἷλε, καὶ βελτίω εἰργάσατο, λέγουσι· Πῶς γὰρ οὐκ ἐνόμισε τὸ πρᾶγμα γοητείας εἶναι καὶ μαγγανείας, καὶ μᾶλλον αὐτοὺς κατέσχε, καὶ ἀνωλόλυξε; Πολλὰ πρὸς τοῦτο συνεβάλλετο· πρῶτον μὲν, ὅτι ἤκουσεν ὑμνούντων τὸν Θεόν· οὐκ ἂν δὲ γόητες τοιούτους ὕμνους ᾖδον· Ἤκουσε γὰρ αὐτῶν, φησὶν, ὑμνούντων τὸν Θεόν. Δεύτερον, ὅτι αὐτοὶ οὐκ ἀπέφυγον, ἀλλὰ καὶ αὐτὸν ἐκώλυσαν σφάξαι ἑαυτόν· οὐκ ἂν δὲ, εἰ ἑαυτῶν ἕνεκεν ἐποίουν, ἔνδον ἔμενον, ἀλλὰ προτέρους ἂν ἑαυτοὺς ἐξεῖλον. Πολλὴ δὲ αὐτῶν καὶ ἡ φιλανθρωπία· ἐκώλυσαν αὐτὸν σφάξαι ἑαυτὸν, τὸν δήσαντα αὐτοὺς, μονονουχὶ πρὸς αὐτὸν λέγοντες· Μετὰ πολλῆς τῆς ἀσφαλείας ἠσφαλίσω εἰς τὴν ἐσωτέραν βαλὼν φυλακὴν, καὶ πικρῶς ἡμᾶς ἔδησας, ἵνα λυθῇς αὐτὸς τῶν πικροτάτων δεσμῶν. Σειραῖς γὰρ τῶν ἑαυτοῦ ἁμαρτιῶν ἕκαστος σφίγγεται. Ἐκεῖνα μὲν γὰρ ἐπάρατα τὰ δεσμὰ, ταῦτα δὲ μακάρια, καὶ πολλῆς εὐχῆς ἄξια. Ὅτι γὰρ λύει τὰ δεσμὰ ἐκεῖνα ταῦτα, ἔδειξεν ἀπὸ τῶν αἰσθητῶν. Εἶδες τοὺς τῷ σιδήρῳ δεδεμένους λυθέντας; Ὄψει καὶ σαυτὸν ἐξ ἑτέρων δεσμῶν ἀνεθέντα χαλεπῶν. Ταῦτα τὰ δεσμὰ, τὰ τῶν δεσμωτῶν λέγω, οὐ τὰ Παύλου, ἐκεῖνα τὰ δεσμὰ ποιεῖ τὰ τῶν ἁμαρτιῶν. Διπλῇ ἦσαν δεσμῶται οἱ ἔνδον, καὶ αὐτὸς δεσμώτης ἦν ὁ δεσμοφύλαξ. Ἐκεῖνοι μὲν γὰρ σιδήρῳ ἐδέδεντο, καὶ ἁμαρτίαις, οὗτος δὲ ἁμαρτίαις μόναις. Ἔλυσεν ἐκείνους ὁ Παῦλος εἰς πληροφορίαν τούτου· καὶ γὰρ ἦν ὁρατὰ τὰ δεσμά. Οὕτω καὶ ὁ Χριστὸς ἐποίησε, μᾶλλον δὲ ἀντιστρόφως. Ἐκεῖ διπλῆ παράλυσις ἦν. Ποία δὲ αὕτη; Ἡ τῶν ἁμαρτιῶν, καὶ ἡ τοῦ σώματος. Τί οὖν ποιεῖ; Θάρσει, φησὶ, τέκνον, ἀφέωνταί σου αἱ ἁμαρτίαι. Προτέραν τὴν ὄντως παράλυσιν ἔλυσεν, εἶτα ἐπὶ ταύτην ἔρχεται. 62. 61 Ὅτε γὰρ Εἶπόν τινες τῶν γραμματέων ἐν ἑαυτοῖς, Οὗτος βλασφημεῖ, εἰδὼς ὁ Ἰησοῦς τὰς ἐνθυμήσεις αὐτῶν, εἶπεν· Ἵνα τί ἐνθυμεῖσθε πονηρὰ ἐν ταῖς καρδίαις ὑμῶν; τί γάρ ἐστιν εὐκοπώτερον εἰπεῖν, Ἀφέωνταί σου αἱ ἁμαρτίαι, ἢ εἰπεῖν, Ἔγειραι καὶ περιπάτει; Ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας, λέγει τῷ παραλυτικῷ· Ἐγερθεὶς, ἆρόν σου τὴν κλίνην, καὶ ὕπαγε εἰς τὸν οἶκόν σου. Ἐβεβαίου τὸ νοητὸν ἀπὸ τοῦ αἰσθητοῦ, ἀπὸ τοῦ σωματικοῦ τὸ κατὰ ψυχὴν ἐργασάμενος. Διὰ τί δὲ τοῦτο ἐποίησεν; Ἵνα πληρωθῇ τὸ εἰρημένον· Δοῦλε πονηρὲ, ἐκ τοῦ στόματός σου κρινῶ σε. Τί δὲ ἐκεῖνοι; Οὐδεὶς δύναται ἀφιέναι ἁμαρτίας, εἰ μὴ εἷς ὁ Θεός· οὐκ ἄγγελος ἄρα λοιπὸν, οὐκ ἀρχάγγελος, οὐδὲ ἄλλη κτιστὴ δύναμις. Ὑμεῖς τοῦτο ὡμολογήσατε. Τί οὖν ἐχρῆν εἰπεῖν; Ἂν δειχθῶ ἀφιεὶς ἁμαρτίας, εὔδηλον ὅτι Θεὸς ἐγώ. Ἀλλ' οὐκ εἶπεν οὕτως, ἀλλὰ τί; Ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας, τότε λέγει τῷ παραλυτικῷ, Ἐγερθεὶς ἆρόν σου τὴν κλίνην, καὶ ὕπαγε εἰς τὸν οἶκόν σου. Ὅταν οὖν, φησὶ, τὸ δυσκολώτερον ἐργάσωμαι, εὔδηλον ὅτι οὐδεμία περὶ τοῦ εὐκόλου καταλείπεται πρόφασις οὐδὲ ἀντιλογία. Διὰ τοῦτο τὸ νοητὸν ἐκεῖνος ἐποίησε πρότερον, ἐπειδὴ πολλοὶ ἦσαν οἱ ἀντιλέγοντες· ἐνταῦθα δὲ ἀπὸ τοῦ νοητοῦ ἐπὶ τὸ αἰσθητὸν αὐτὸ ἤγαγεν. Ἄρα οὐκ ἦν κουφότητος ἡ πίστις. Εἶδε τοὺς δεσμώτας, καὶ οὐδὲν εἶδεν οὐδὲ ἤκουσε φαῦλον· εἶδεν οὐ μαγγανείᾳ τι γεγενημένον· ὕμνουν γὰρ τὸν Θεόν· εἶδεν ἀπὸ φιλανθρωπίας πολλῆς πάντα γενόμενα· οὐ γὰρ ἠμύναντο αὐτὸν, καίτοι δυνάμενοι. Ἐνῆν γὰρ καὶ ἑαυτοὺς, καὶ τοὺς δεδεμένους ἐξελόντας ἀπελθεῖν· εἰ δὲ μὴ τοὺς δεδεμένους, ἀλλ' ἑαυτούς. Ἀλλ' οὐκ εἰργάσαντο τοῦτο. Ὥστε οὐκ ἀπὸ τοῦ θαύματος μόνον, ἀλλὰ καὶ ἀπὸ τοῦ τρόπου αὐτὸν κατῄδεσαν. Πῶς ἐφώνησε; Μεγάλῃ φωνῇ λέγων, Μηδὲν ποιήσῃς σεαυτῷ κακόν· ἅπαντες γάρ ἐσμεν ἐνθάδε. Ὁρᾷς καὶ τὸ ἀκενόδοξον καὶ τὸ ἄτυφον καὶ τὸ φιλόστοργον. Οὐκ εἶπεν, ὅτι Δι' ἡμᾶς ταῦτα γέγονεν· ἀλλ', ὡσανεὶ τῶν δεσμωτῶν εἷς, φησί· Πάντες γάρ ἐσμεν ἐνθάδε. Καίτοι εἰ καὶ μὴ πρὸ τούτου, μηδὲ διὰ τοῦ θαύματος ἔλυσαν ἑαυτοὺς, ἀλλ' ἐνῆν αὐτοὺς σιγῆσαι, καὶ πάντας ἀπολῦσαι καὶ δεδεμένους. Εἰ γὰρ ἐσίγησαν, καὶ μὴ διὰ τῆς μεγάλης φωνῆς κατέσχον αὐτοῦ τὰς χεῖρας, ὤθησεν ἂν διὰ τοῦ λαιμοῦ τὸ ξίφος. Διὰ τοῦτο καὶ ἐβόησεν, ἐπειδὴ εἰς τὴν ἐνδοτέραν φυλακὴν ἦν βεβλημένος. Κατὰ σαυτοῦ τοῦτο πεποίηκας, φησὶν, ἐνδοτέρω βαλὼν τοὺς μέλλοντάς σε ἐλευθεροῦν τοῦ κινδύνου. Ἀλλ' οὐκ ἐμιμήσαντο τὰ παρ' ἐκείνου γενόμενα. Ἐκείνου δὲ ἀποθανόντος πάντες ἂν ἐξέφυγον. Εἶδες ὅτι εἵλοντο δεδέσθαι μᾶλλον, ἢ ἐκεῖνον περιιδεῖν ἀπολλύμενον. Διὰ τοῦτο καὶ ἐνενόησε πρὸς ἑαυτὸν, Εἰ γόητες ἦσαν, πάντως ἂν ἐκείνους ἀπέλυσαν, καὶ ἑαυτοὺς ἠλευθέρωσαν τῶν δεσμῶν· εἰκὸς γὰρ πολλοὺς καὶ τοιούτους ἐμβεβλῆσθαι. Ἄλλως δὲ, πολλάκις δεξάμενος γόητας, καὶ οὐδὲν ἰδὼν τοιοῦτον γενόμενον, ἐθαύμασεν. Ὁ γόης οὐκ ἂν ἔσεισε τὰ θεμέλια ὥστε διυπνίσαι τὸν δεσμοφύλακα, καὶ δυσκολωτέραν ἑαυτῷ ποιῆσαι τὴν φυγήν. Ἀλλ' ἴδωμεν λοιπὸν τοῦ δεσμοφύλακος τὴν πίστιν. Αἰτήσας, φησὶ, φῶτα εἰσεπήδησε, καὶ ἔντρομος ὑπάρχων, προσέπεσε τῷ Παύλῳ καὶ τῷ Σίλᾳ, καὶ προαγαγὼν αὐτοὺς ἔξω, φησί· Κύριοι, τί με δεῖ ποιεῖν ἵνα 62. 62 σωθῶ; Πῦρ ἐκράτει καὶ ξίφος, καὶ ἔλεγε· Κύριοι, τί με δεῖ ποιεῖν ἵνα σωθῶ; Οἱ δὲ εἶπον· Πίστευσον εἰς τὸν Κύριον Ἰησοῦν Χριστὸν, καὶ σωθήσῃ σὺ, καὶ ὁ οἶκός σου. Τοῦτο οὐχὶ γοήτων ἐστὶ, φησὶ, δόγμα τοιοῦτον παραδοῦναι· οὐδαμοῦ δαίμονος ἐνταῦθα μνήμη. Ὁρᾷς πῶς ἄξιος τοῦ σωθῆναι ἐκεῖνος; Ἰδὼν γὰρ τὸ θαῦμα, καὶ τοῦ φόβου ἀπαλλαγεὶς, οὐκ ἐπελάθετο τῶν συμφερόντων, ἀλλ' ἐν τοσούτῳ κινδύνῳ περὶ τῆς σωτηρίας ἐφρόντιζε τῆς κατὰ ψυχὴν, καὶ ὡς ἐχρῆν διδασκάλοις προσελθεῖν, οὕτω προσῆλθε· καὶ πρὸς τοὺς πόδας αὐτῶν ἔπεσε. Καὶ ἐλάλησαν αὐτῷ, φησὶ, τὸν λόγον τοῦ Κυρίου, καὶ πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ αὐτοῦ. Καὶ παραλαβὼν αὐτοὺς ἐν ἐκείνῃ τῇ νυκτὶ, ἔλουσεν ἀπὸ τῶν πληγῶν, καὶ ἐβαπτίσθη αὐτὸς, καὶ οἱ αὐτοῦ πάντες παραχρῆμα. Ὁρᾷς θερμότητα ἀνδρός; Οὐκ ἀνεβάλετο, οὐκ εἶπεν, Ἡμέρα γενέσθω, ἴδωμεν, σκεψώμεθα· ἀλλὰ μετὰ πολλῆς τῆς θερμότητος καὶ αὐτὸς καὶ ἡ οἰκία αὐτοῦ πᾶσα ἐβαπτίσθη· ἀλλ' οὐχ ὡς νῦν οἱ πλείους περιορῶσι καὶ δούλους καὶ γυναῖκας καὶ παῖδας ἀμυήτους τυγχάνοντας. Γίνεσθε, παρακαλῶ, κατὰ τὸν δεσμοφύλακα· οὐ τὴν ἀξίαν λέγω, ἀλλὰ τὴν προαίρεσιν. Τί γὰρ ὄφελος ἀξιώματος, ὅταν ᾖ ἡ προαίρεσις ἀσθενής; Βαβαὶ, ὁ ὠμὸς, ὁ ἀπηνὴς, ὁ μυρίοις συζῶν κακοῖς, ὁ τοῦτο μελετῶν ἀεὶ, οὕτω φιλάνθρωπος, οὕτω κηδεμονικὸς ἀθρόως γέγονεν. Ἔλουσεν αὐτοὺς, φησὶν, ἀπὸ τῶν πληγῶν. Θέα πάλιν καὶ τοῦ Παύλου τὴν θερμότητα· δεδεμένος, μεμαστιγωμένος, οὕτως εὐηγγελίζετο. Ὢ τῆς μακαρίας ἁλύσεως, οἵας ὤδινεν ὠδῖνας κατὰ τὴν νύκτα ἐκείνην· οἷα ἀπέτεκε παιδία. Καὶ περὶ τούτων ἔστιν εἰπεῖν, Οὓς ἐγέννησα ἐν τοῖς δεσμοῖς μου. Ὁρᾷς πῶς ἀγάλλεται, καὶ τὰ τεχθέντα παιδία ἀπὸ τούτου λαμπρότερα βούλεται εἶναι; ὁρᾷς πόση περιουσία δόξης τῶν δεσμῶν, ὅπου γε οὐ μόνον τὸν περικείμενον, ἀλλὰ καὶ τοὺς ἐν ἐκείνῳ τῷ καιρῷ τεχθέντας ὑπ' αὐτοῦ λαμπροὺς ποιεῖ; Ἔχουσί τι πλέον οἱ ἐν τοῖς Παύλου δεσμοῖς τεχθέντες, οὐ κατὰ τὴν χάριν λέγω, ἡ γὰρ αὐτὴ χάρις, οὐδὲ κατὰ τὴν ἄφεσιν, ἡ γὰρ αὐτὴ πάντων ἄφεσις, ἀλλ' ὅτι ἐκ προοιμίων παιδεύονται χαίρειν καὶ ἀγάλλεσθαι τοῖς τοιούτοις πράγμασιν. Αὐτῇ τῇ ὥρᾳ τῆς νυκτὸς, φησὶ, παραλαβὼν αὐτοὺς, ἔλουσεν ἀπὸ τῶν πληγῶν, καὶ ἐβαπτίσθη. Καὶ θέα λοιπὸν τὸν καρπόν· ἀντέδωκεν εὐθέως τὰ σαρκικά. Ἀναγαγὼν αὐτοὺς εἰς τὸν οἶκον, εὐθέως παρέθηκε τράπεζαν, καὶ ἠγαλλιάσατο πανοικὶ πεπιστευκὼς τῷ Θεῷ. Τί γὰρ οὐκ ἔμελλεν, ἀνοιγέντος αὐτῷ τοῦ οὐρανοῦ διὰ τῆς ἀνοίξεως τῶν τοῦ δεσμωτηρίου θυρῶν; Ἔλουσε τὸν διδάσκαλον, τράπεζαν παρέθηκε, καὶ ἠγαλλιάσατο. Εἰσῆλθεν εἰς δεσμωτήριον ἡ Παύλου ἅλυσις, καὶ ἐκκλησίαν εἰργάσατο πάντα τὰ ἐκεῖ, καὶ σῶμα Χριστοῦ πάντας ἐποίησε, καὶ τράπεζαν ἔθηκε τὴν πνευματικὴν, καὶ ὠδῖνας ἔτεκεν, ἐφ' αἷς ἄγγελοι χαίρουσι. Μήτι εἰκῆ ἔλεγον τὸ δεσμωτήριον τοῦ οὐρανοῦ λαμπρότερον; Τῆς γὰρ ἐκεῖ χαρᾶς τοῦτο γέγονεν αἴτιον. Εἰ γὰρ ἐφ' ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι χαρὰ ἐν οὐρανοῖς, εἰ ὅπου δύο εἰσὶ συνηγμένοι εἰς τὸ ὄνομα αὐτοῦ, ἐκεῖ ἐν μέσῳ αὐτῶν ἐστιν ὁ Χριστὸς, ὅπου Σίλας καὶ Παῦλος καὶ ὁ δεσμοφύλαξ καὶ ἡ οἰκία αὐτοῦ ὅλη καὶ πίστις τοσαύτη, πόσῳ μᾶλλον; Ὅρα τὴν σφοδρότητα τῆς πίστεως. Ἀλλὰ τὸ δεσμωτήριον τοῦτο ἑτέρου με ὑπέμνησε δεσμωτηρίου. Ποίου δὴ 62. 63 τούτου; Ἔνθα Πέτρος ἦν. Ἀλλὰ τοιοῦτον οὐδὲν ἐγένετο ἐκεῖ· ἀλλ' ἦν παραδεδομένος τέσσαρσι τετραδίοις στρατιωτῶν φυλάσσειν αὐτὸν, καὶ οὐχ ὕμνει οὐδὲ ἠγρύπνει, ἀλλ' ἐκάθευδε· καὶ οὐδὲ μεμαστιγωμένος ἦν, ἀλλὰ μείζων ὁ κίνδυνος. Ἐνταῦθα μὲν γὰρ ἤδη τὸ πᾶν εἴργαστο, καὶ δίκην ἦσαν δεδωκότες· ἐκεῖ δὲ οὐδέπω. Ὥστε εἰ μὴ πληγαὶ ὠδύνων, ἀλλ' ἡ προσδοκία τοῦ μέλλοντος ἐθορύβει. Ὅρα καὶ ἐκεῖ τὸ θαῦμα. Ἰδοὺ ἄγγελος Κυρίου, φησὶν, ἐπέστη, καὶ φῶς ἔλαμψεν ἐν τῷ οἰκήματι· πατάξας δὲ τὴν πλευρὰν τοῦ Πέτρου, ἤγειρεν αὐτὸν λέγων· Ἀνάστα ἐν τάχει. Καὶ εὐθέως ἐξέπεσον αὐτοῦ αἱ ἁλύσεις ἐκ τῶν χειρῶν. Ὥστε μὴ νομίσαι τὸ πρᾶγμα τοῦ φωτὸς μόνον εἶναι, καὶ τὸν Πέτρον ἔνυξεν. Οὐδεὶς δὲ τὸ φῶς ἑώρα, ἀλλὰ μόνος αὐτὸς, καὶ ἐδόκει ὅτι ὅραμά ἐστιν· οὕτως οὐκ ἐπαισθάνονται οἱ καθεύδοντες τῶν τοῦ Θεοῦ εὐεργεσιῶν. Εἶπε δὲ, φησὶν, ὁ ἄγγελος πρὸς αὐτόν· Περίζωσαι καὶ ὑπόδησαι τὰ σανδάλιά σου. Καὶ ἐποίησεν οὕτω. Καὶ λέγει αὐτῷ, Περιβαλοῦ τὸ ἱμάτιόν σου, καὶ ἀκολούθει μοι. Καὶ ἐξελθὼν ἠκολούθησεν αὐτῷ, καὶ οὐκ ᾔδει ὅτι ἀληθές ἐστι τὸ γινόμενον διὰ τοῦ ἀγγέλου· ἐδόκει δὲ ὅραμα βλέπειν. Διελθόντες δὲ πρώτην φυλακὴν καὶ δευτέραν, ἦλθον ἐπὶ τὴν πύλην τὴν σιδηρᾶν τὴν φέρουσαν εἰς τὴν πόλιν, ἥτις αὐτομάτη ἠνοίχθη αὐτοῖς. Καὶ εἰσελθόντες, προῆλθον ῥύμην μίαν, καὶ εὐθέως ὁ ἄγγελος ἀπ' αὐτοῦ ἀπέστη. Διὰ τί μὴ τοῦτο γέγονεν ἐνταῦθα, ὅπερ ἐπὶ τοῦ Παύλου καὶ Σίλα; Ὅτι ἐκεῖ μὲν ἔμελλον ἀπολύειν αὐτούς· διὰ τοῦτο οὐκ ἠθέλησεν οὕτως ἀπολυθῆναι αὐτούς· ἐπὶ δὲ τοῦ μακαρίου Πέτρου, εἰς φόνον αὐτὸν ἔμελλον ἐξάγειν. Τί οὖν; οὐ πολλῷ θαυμασιώτερον ἦν, φησὶν, ἐξαχθέντα καὶ παραδοθέντα ταῖς τοῦ βασιλέως χερσὶ, τότε ἐκ μέσων αὐτῶν ἐξαρπασθῆναι τῶν κινδύνων, καὶ μηδὲν παθεῖν; οὕτω γὰρ ἂν οὐδὲ οἱ στρατιῶται ἀπώλοντο. Μέγα ἐνταῦθα κεκίνηται ζήτημα. Ὁ Θεὸς τὸν αὐτοῦ δοῦλον, φησὶ, μετὰ τῆς ἑτέρων ἔσωσε τιμωρίας, μετὰ τῆς ἑτέρων ἀπωλείας; Τί οὖν ἐροῦμεν; Πρῶτον μὲν οὖν, ὅτι οὐ μετὰ τῆς ἑτέρων ἀπωλείας· δεύτερον, ὅτι οὐ τῆς τοῦ πράγματος οἰκονομίας τοῦτο γέγονεν, ἀλλὰ τῆς τοῦ δικαστοῦ πικρίας. Πῶς; Ὁ μὲν Θεὸς οὕτως ᾠκονόμησεν, ὡς μὴ μόνον τούτους μὴ ἀπολέσθαι, ἀλλὰ καὶ ἐκεῖνον σωθῆναι, καθάπερ δὴ καὶ ἐνταῦθα ἐπὶ τοῦ δεσμοφύλακος· ἐκεῖνος δὲ οὐκ ἐχρήσατο τῇ δωρεᾷ εἰς δέον. Γενομένης δὲ ἡμέρας, φησὶν, ἦν τάραχος οὐκ ὀλίγος ἐν τοῖς στρατιώταις, τί ἄρα ὁ Πέτρος ἐγένετο. Εἶτα τί; Ἐξέτασιν τοῦ πράγματος ποιεῖται ὁ Ἡρώδης, καὶ ἀνακρίνας αὐτοὺς, ἐκέλευσεν ἀπαχθῆναι. Εἰ μὲν γὰρ μὴ ἀνέκρινεν, ἦν ἄν τις ἀπολογία· νῦν δὲ παρέστησεν, ἀνέκρινεν, ἔμαθεν ὅτι ἐδέδετο, ὅτι τὸ δεσμωτήριον ἠσφάλιστο, ὅτι οἱ φύλακες ἦσαν πρὸ τῶν θυρῶν· οὐ τοῖχος διωρώρυκτο, οὐ θύρα ἀνέῳκτο, οὐδὲν ἄλλο κακουργίας τεκμήριον. Ἐχρῆν αὐτὸν ἀπὸ τούτων θαυμάσαι τοῦ Θεοῦ τὴν δύναμιν, ἥτις καὶ ἐκ μέσων αὐτὸν ἀνήρπασε τῶν κινδύνων· καὶ προσκυνῆσαι τὸν τοσαῦτα δυνηθέντα· ὁ δὲ ἐκείνους ἀπήγαγε. Πῶς οὖν ἐνταῦθα ὁ Θεὸς αἴτιος; Εἰ μὲν γὰρ τοῖχον διαῤῥαγῆ 62. 64 ναι ἐποίησε, καὶ οὕτως ἐξέβαλεν, ἴσως ἂν ἐνομίσθη τῆς ἐκείνων ῥᾳθυμίας τὸ πρᾶγμα· εἰ δὲ οὕτως ᾠκονόμησεν, ὥστε δειχθῆναι ὅτι οὐκ ἀνθρωπίνης κακουργίας, ἀλλὰ θείας θαυματουργίας τὸ πρᾶγμα ἦν, τί δὴ τοῦτο ἐποίησεν; Εἰ γὰρ ἔμελλε φεύγειν, οὕτως ὡς εἶχε τὰς ἁλύσεις ἔφυγεν ἄν· εἰ ἔμελλε φεύγειν τεθορυβημένος, οὐκ ἂν τοσαύτην ἐποιήσατο πρόνοιαν, ὥστε καὶ τὰ σανδάλια λαβεῖν, ἀλλ' εἴασεν ἄν. Νῦν δὲ διὰ τοῦτό φησιν ὁ ἄγγελος πρὸς αὐτὸν, Ὑπόδησαι τὰ σανδάλιά σου· ἵνα μάθωσιν ὅτι οὐ φεύγων, ἀλλὰ μετὰ πολλῆς ἀνέσεως τὸ πρᾶγμα εἰργάσατο. Δεδεμένος γὰρ, καὶ μεταξὺ τῶν δύο μένων στρατιωτῶν οὐκ ἂν τοσαύτην ἐποιήσατο σχολὴν, ὥστε καὶ τὰς ἁλύσεις λῦσαι, καὶ ταῦτα εἰς τὴν ἐσωτέραν ὢν καὶ αὐτὸς φυλακήν. Ὥστε τῆς ἀδικίας τοῦ δικαστοῦ γέγονεν ἡ κόλασις τῶν φυλάκων. Διὰ τί γὰρ Ἰουδαῖοι μὴ τοῦτο ἐποίησαν; Καὶ γὰρ ἑτέρου δεσμωτηρίου μέμνημαι, ἐκείνου μὲν τοῦ προτέρου τοῦ ἐν Ῥώμῃ, τούτου δὲ τοῦ ἐν Καισαρείᾳ, νῦν δὲ τοῦ ἐν Ἱεροσολύμοις. Ἀκούσαντες γὰρ οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι παρὰ τῶν ἀποσταλέντων παρ' αὐτῶν εἰς τὸ δεσμωτήριον, ὥστε ἐξαγαγεῖν τὸν Πέτρον, ὅτι Ἔσω οὐδένα εὕρομεν, ἀλλὰ καὶ κεκλεισμένας τὰς θύρας, καὶ τοὺς φύλακας ἑστῶτας πρὸ τῶν θυρῶν· διὰ τί μὴ τοὺς φύλακας ἀνεῖλον, ἀλλὰ διηπόρουν περὶ αὐτῶν λέγοντες, Τί ἂν γένοιτο τοῦτο; Εἰ δὲ σφόδρα κατ' αὐτῶν φονῶντες οὐδὲν τοιοῦτον ἐνενόησαν, πολλῷ μᾶλλον σὺ ὁ πρὸς ἐκείνων χάριν πάντα ποιῶν. Διὰ τοῦτο μετῆλθεν αὐτὸν ἡ δίκη ταχέως. Εἰ δὲ τοῦτο ἐγκαλεῖς, ἐγκάλει καὶ περὶ τῶν ἐν ταῖς ὁδοῖς σφαττομένων, καὶ περὶ τῶν ἀδίκως ἀναιρουμένων μυρίων ἑτέρων, καὶ ἔτι περὶ τῶν παίδων τῶν ἐπὶ τοῦ Χριστοῦ ἀναιρεθέντων· καὶ γὰρ καὶ ἐκείνοις, ὡς σὺ λέγεις, ὁ Χριστὸς ἐγένετο αἴτιος· μᾶλλον οὐχ ὁ Χριστὸς, ἀλλ' ἡ μανία καὶ ἡ τυραννὶς τοῦ πατρὸς τοῦ Ἡρώδου. Εἰ δὲ λέγεις, Διὰ τί μὴ ἐκ τῶν χειρῶν αὐτὸν ἥρπασε τοῦ Ἡρώδου; καὶ τοῦτο ἠδύνατο ποιῆσαι, ἀλλ' οὐδὲν ἐκέρδανεν ἂν ἀπὸ τούτου. Ποσάκις γοῦν ὁ Χριστὸς ἐκ μέσου αὐτῶν ἐξῆλθε τῶν χειρῶν; τί οὖν τοῦτο ὠφέλησε τοὺς ἀγνώμονας; Ἐνταῦθα μέντοι γε καὶ πολλὴ τοῖς πιστοῖς ὠφέλεια γίνεται ἀπὸ τῶν γεγενημένων· ὑπομνημάτων γὰρ γενομένων, καὶ τῶν ἐχθρῶν αὐτῶν μαρτυρούντων τοῖς πραττομένοις, ἀνύποπτος ἦν ἡ μαρτυρία. Ὥσπερ οὖν κἀκεῖ οὐδαμόθεν ἄλλοθεν ἐπεστομίσθησαν, ἀλλ' ἢ ἐκ τοῦ τοὺς ἐλθόντας ὁμολογεῖν τὰ γεγενημένα, οὕτω δὴ καὶ ἐνταῦθα. Διὰ τί γὰρ ὁ δεσμοφύλαξ οὐδὲν τοιοῦτον ἐποίησε; καίτοι γε οὐδὲν ἐλάττονα τῶν τούτου τὰ Ἡρώδου ἦν. Τοῦ γὰρ ἰδεῖν ἀνεῳγμένας τὰς θύρας, ὅσον εἰς ἐκπλήξεως λόγον, οὐδὲν ἔλαττον τὸ μαθεῖν ὅτι κεκλεισμένων αὐτῶν ἐξῆλθεν ὁ δεδεμένος· καίτοι ταῦτα καὶ φαντασία ἔδοξεν ἂν εἶναι μᾶλλον, ἐκεῖνο δὲ οὐκέτι, μετὰ ἀκριβείας ἀπαγγελλόμενον. Ὥστε εἰ καὶ οὗτος οὕτως ἦν πονηρὸς, ἔσφαξεν ἂν τὸν Παῦλον, καθάπερ ἐκεῖνος τοὺς στρατιώτας· ἀλλ' οὐκ ἦν. Εἰ δὲ πρὸς τοὺς λέγοντας, διὰ τί καὶ τὰ παιδία συνεχώρησεν ὁ Θεὸς ἀναιρεθῆναι, βουληθῶμεν ἀπολογήσασθαι, τάχα εἰς μακρότερον ἐμπεσούμεθα λόγον, ὃν ἐν προοιμίοις ἔδει λέγεσθαι πρὸς ὑμᾶς, 62. 65 Τέως δὲ πολλὰ τῇ Παύλου εὐχαριστήσαντες ἁλύσει, καταπαύσωμεν τὸν λόγον, ὅτι τοσούτων ἡμῖν ἀγαθῶν αἰτία γέγονε, παρακαλέσαντες ὑμᾶς μὴ μόνον μὴ δυσχεραίνειν, εἴ τι διὰ Χριστὸν πάθοιτε, ἀλλὰ καὶ χαίρειν ὡς οἱ ἀπόστολοι, καὶ καυχᾶσθαι ὡς Παῦλος ἔλεγεν· Ἥδιστα καυχήσομαι ἐν ταῖς ἀσθενείαις μου. Διὰ γὰρ τοῦτο καὶ ἤκουσεν, Ἀρκεῖ σοι ἡ χάρις μου. Παῦλος ἐπὶ δεσμοῖς καυχᾶται, καὶ σὺ ἐπὶ πλούτῳ μέγα φρονεῖς; οἱ ἀπόστολοι ἔχαιρον, ὅτι κατηξιώθησαν μαστιγωθῆναι, καὶ σὺ ἄνεσιν ζητεῖς καὶ τρυφήν; Πῶς οὖν θέλεις τῶν αὐτῶν ἐκείνοις τυχεῖν, ἀπεναντίας αὐτοῖς ὁδεύων ἐνταῦθα; Καὶ νῦν, φησὶ, πορεύομαι εἰς Ἱεροσόλυμα δεδεμένος τῷ πνεύματι, τὰ ἐν αὐτοῖς συναντήσοντά μοι μὴ εἰδὼς, πλὴν ὅτι τὸ Πνεῦμά μοι κατὰ πόλιν διαμαρτύρεται λέγον, ὅτι δεσμά με καὶ θλίψεις μένουσι. Τί οὖν ἀπέρχῃ, εἰ δεσμά σε καὶ θλίψεις μένουσι; Διὰ τοῦτο αὐτὸ, φησὶν, ἵνα δεσμευθῶ διὰ Χριστὸν, ἵνα ἀποθάνω δι' αὐτόν. Οὐ γὰρ μόνον δεθῆναι, ἀλλὰ καὶ ἀποθανεῖν ἑτοίμως ἔχω ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Οὐδὲν τῆς ψυχῆς ἐκείνης μακαριώτερον. Ἐν τίσι καυχᾶται; Ἐν δεσμοῖς, ἐν θλίψεσιν, ἐν ἁλύσει, ἐν στίγμασιν. Ἐγὼ τὰ στίγματα τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, φησὶν, ἐν τῷ σώματί μου βαστάζω, καθάπερ τρόπαιόν τι μέγα καὶ πάλιν, Ἕνεκεν τοῦ Ἰσραὴλ, φησὶ, τὴν ἅλυσιν ταύτην περίκειμαι· καὶ πάλιν, Ἐν ᾗ πρεσβεύω ἐν ἁλύσει. Τί ἐστι τοῦτο; οὐκ αἰσχύνῃ; οὐ δέδοικας τὴν οἰκουμένην δεσμώτης περιιών; οὐ φοβῇ μή τις ἀσθένειαν τοῦ Θεοῦ σου καταγνῷ; μή τις διὰ τοῦτο οὐ μὴ προσέλθῃ; Οὐ τοιαῦτά μου, φησὶ, τὰ δεσμά· οἶδε καὶ ἐν βασιλείοις λάμπειν. Ὥστε τοὺς δεσμούς μου, φησὶ, φανεροὺς γενέσθαι ἐν ὅλῳ τῷ πραιτωρίῳ, καὶ τοὺς πλείονας τῶν ἀδελφῶν ἐν Κυρίῳ πεποιθότας τοῖς δεσμοῖς μου περισσοτέρως τολμᾷν ἀφόβως λαλεῖν τὸν λόγον Ὁρᾷς δεσμῶν ἰσχὺν μᾶλλον, ἢ νεκρῶν ἀναστάσεως; Δεδεμένον με εἶδον, καὶ μᾶλλον θαῤῥοῦσιν. Ὅπου γὰρ δεσμὰ, ἀνάγκη καὶ μέγα τι γενέσθαι ἐκεῖ· ὅπου θλῖψις, πάντως ἐκεῖ καὶ σωτηρία, πάντως ἐκεῖ ἄνεσις, πάντως ἐκεῖ μεγάλα κατορθώματα. Ὁ γὰρ διάβολος ὅταν λακτίσῃ, τότε πλήττεται· ὅταν δήσῃ τοὺς τοῦ Θεοῦ δούλους, τότε μάλιστα ὁ λόγος ἐπιδίδωσι. Καὶ θέα πανταχοῦ τοῦτο γινόμενον. Ἐδεσμεύθη, καὶ ἐν τῷ δεσμωτηρίῳ ταῦτα εἰργάσατο. Ἐν αὐτοῖς γὰρ, φησὶ, τοῖς δεσμοῖς μου. Ἐδεσμεύθη ἐν Ῥώμῃ, καὶ πλείονας ἐπηγάγετο· οὐ γὰρ αὐτὸς μόνος ἐθάῤῥει, ἀλλὰ καὶ ἄλλοι πολλοὶ δι' αὐτοῦ. Ἐδεσμεύθη ἐν Ἱεροσολύμοις, καὶ δεδεμένος δημηγορῶν τὸν βασιλέα κατέπληξε, καὶ τὸν ἄρχοντα εἰς φόβον ἤγαγεν· ἔμφοβος γὰρ γενόμενος, φησὶν, ἀπέλυσεν αὐτὸν, καὶ οὐκ ᾐσχύνετο παρὰ τοῦ δεδεμένου μανθάνων περὶ τῶν μελλόντων ὁ δήσας αὐτόν. Δεδεμένος ἔπλει, καὶ ναυάγιον ἔλυσε, καὶ τὸν χειμῶνα ἐπέδησεν. Ἐν δεσμοῖς ὄντος αὐτοῦ τὸ θηρίον ἐκεῖνο καθήψατο, καὶ μηδὲν λυμηνάμενον ἐξέπεσεν. Ἐδέθη ἐν Ῥώμῃ, καὶ δεδεμένος δημηγορῶν μυρίους ἐπεσπάσατο, ἀντὶ πάντων τοῦτο αὐτὸ προβαλλόμενος, τὴν ἅλυσιν λέγω. Ἀλλ' οὐκ ἔστιν ἁλύσει δεθῆναι νῦν. Ἀλλ' ἔστιν ἑτέρα ἅλυσις, ἂν ἐθέλωμεν. Ποία δὴ αὕτη; Τὸ τῆς 62. 66 χειρὸς κρατεῖν, τὸ μὴ πρὸς πλεονεξίαν ἕτοιμον εἶναι. Ταύτῃ τῇ ἁλύσει δήσωμεν ἑαυτούς· ἀντὶ σιδηρίου γενέσθω ἡμῖν ὁ τοῦ Θεοῦ φόβος. Λύσωμεν τοὺς δεδεμένους ὑπὸ πενίας, ὑπὸ θλίψεως. Οὐκ ἔστιν ἴσον δεσμωτηρίου θύρας ἀνοῖξαι, καὶ ψυχὴν συγκεκλεισμένην ἀφεῖναι· οὐκ ἔστιν ἴσον λῦσαι δεσμὰ δεσμωτῶν δεδεμένων, καὶ τεθραυσμένους ἀπολῦσαι ἐν ἀφέσει. Τοῦτο ἐκείνου μεῖζόν ἐστιν· ἐκείνου μὲν γὰρ οὐδεὶς κεῖται μισθὸς, τούτου δὲ μυρίοι. Μακρὰ ἡ τοῦ Παύλου γέγονεν ἅλυσις, καὶ ἐπὶ πολὺ κατέσχεν ἡμᾶς· καὶ γάρ ἐστιν ὄντως μακρὰ, καὶ πάσης σειρᾶς χρυσῆς κοσμιωτέρα. Αὕτη τοὺς δεδεμένους καθάπερ διά τινος μηχανῆς ἕλκει πρὸς τὸν οὐρανὸν, καὶ ὥσπερ χρυσῆ σειρὰ ἐξαρτηθεῖσα, ἀνέλκει πρὸς αὐτὸν τὸν οὐρανόν· καὶ τὸ δὴ θαυμαστὸν, κάτω δεθεῖσα, τοὺς δεδεμένους ἄνω ἕλκει. Καίτοι οὐχ αὕτη τῶν πραγμάτων ἡ φύσις· ἀλλ' ὅταν Θεὸς οἰκονομῇ, μὴ ζήτει πραγμάτων φύσιν μηδὲ ἀκολουθίαν, ἀλλὰ τὰ ὑπὲρ φύσιν καὶ ἀκολουθίαν. Μάθωμεν μηδὲ ἐν ταῖς θλίψεσι καταπίπτειν, μηδὲ δυσχεραίνειν. Ὅρα γὰρ τὸν μακάριον τοῦτον· μεμαστίγωτο, καὶ μεμαστίγωτο ἰσχυρῶς· Πολλὰς γὰρ αὑτοῖς, φησὶν, ἐπιθέντες πληγάς· καὶ ἐδέδετο, καὶ τοῦτο πάλιν ἰσχυρῶς· εἰς γὰρ τὴν ἐσωτέραν φυλακὴν ἐνέβαλεν αὐτὸν, καὶ μετὰ πλείονος ἀσφαλείας. Καὶ ἐν τοσούτοις ὢν κατὰ τὸ μεσονύκτιον, ὅτε καὶ οἱ σφόδρα ἐγηγερμένοι καθεύδουσιν, ἑτέρου δεσμοῦ χαλεπωτέρου, τοῦ ὕπνου ἐπικειμένου, ᾖδον καὶ ὕμνουν τὸν Κύριον. Τί τούτων γένοιτ' ἂν τῶν ψυχῶν ἀδαμαντινώτερον; Ἐνενόουν ὅτι καὶ οἱ παῖδες ἐν πυρὶ ᾖδον καὶ ἐν καμίνῳ· ἴσως ἐλογίζοντο, ὅτι Ἡμεῖς οὐδὲν τοιοῦτον οὐδέπω πεπόνθαμεν. Ἀλλὰ καλῶς ποιῶν ὁ λόγος εἰς ἑτέρους ἡμᾶς πάλιν ἐξήνεγκε δεσμοὺς καὶ δεσμωτήριον ἕτερον. Τί πάθω; βούλομαι σιγῆσαι, ἀλλ' οὐ δύναμαι. Ἕτερον δεσμωτήριον εὗρον ἐκείνου πολλῷ θαυμασιώτερον καὶ ἐκπληκτικώτερον. Ἀλλά μοι διανάστητε, ὡς νῦν ἀρχομένου τοῦ λόγου, καὶ ἀκμαζούσαις προσέλθετε ταῖς διανοίαις. Βούλομαι διακόψαι τὸν λόγον, καὶ οὐκ ἀνέχεται. Καθάπερ γάρ τις μεταξὺ πίνων οὐκ ἂν ἀνάσχοιτο διακόψαι, κἂν ὁτιοῦν τις ἐπαγγέλληται· οὕτω κἀγὼ τῆς κύλικος ἐπιλαβόμενος τῆς θαυμαστῆς τοῦ δεσμωτηρίου τῶν διὰ Χριστὸν δεδεμένων, οὐ δύναμαι παύσασθαι, οὐ δύναμαι σιγῆσαι. Εἰ γὰρ αὐτὸς ἐν δεσμωτηρίῳ καὶ ἐν νυκτὶ οὐκ ἐσίγησεν, οὐδὲ ἐν μάστιξιν, ἐγὼ σιγήσομαι καθήμενος ἡμέρας οὔσης, μετὰ πολλῆς τῆς ἀνέσεως φθεγγόμενος, τῶν δεδεμένων, τῶν μεμαστιγωμένων, τῶν ἐν μέσῃ νυκτὶ τοῦτο μὴ παθόντων; Οἱ παῖδες οὐκ ἐσίγων ἐν καμίνῳ καὶ ἐν πυρί· καὶ ἡμεῖς οὐκ αἰσχυνόμεθα σιγῶντες; Ἴδωμεν οὖν καὶ τοῦτο τὸ δεσμωτήριον. Ἐδέθησαν καὶ ἐνταῦθα, ἀλλ' εὐθέως καὶ ἐκ προοιμίων ἐδείκνυτο, ὅτι οὐκ ἔμελλον καίεσθαι, ἀλλ' ὡς εἰς δεσμωτήριον εἰσιέναι. Τί γὰρ δεσμεῖς τοὺς μέλλοντας φλογίζεσθαι; Ἐδέθησαν, καθὼς Παῦλος, καὶ πόδας καὶ χεῖρας· ἐδέθησαν μετὰ τοσούτου θυμοῦ. Καὶ γὰρ ἐκεῖνος εἰς τὴν ἐσωτέραν ἔβαλε φυλακὴν, καὶ οὗτος ἐπὶ πολὺ καῆναι τὴν κάμινον ἐκέλευσεν. Ἀλλ' ἴδωμεν τὰ μετὰ ταῦτα. Ὑμνούντων ἐκείνων ἐσείετο τὸ δεσμωτήριον, καὶ ἀνεῴχθησαν αἱ θύραι· καὶ τούτων ὑμνούντων ἐλύθη τὰ δεσμὰ καὶ τῶν ποδῶν καὶ τῶν χειρῶν· ἀνεῴχθη τὸ δεσμωτήριον, καὶ ἀνεῴχθησαν αἱ θύραι τῆς καμίνου· δρόσος γὰρ πνεύματος διεσύριζεν. Ἀλλ' ὅμως 62. 67 πολλά με περιῤῥεῖ· οὐκ οἶδα ποῖον εἴπω πρῶτον, ποῖον δὲ δεύτερον. Διὸ παρακαλῶ, μή με τάξιν τις ἀπαιτείτω· πολλὴ γὰρ ἡ συγγένεια τῶν πραγμάτων. Ἐλύθησαν οἱ συνδεδεμένοι αὐτοῖς, καὶ ὅμως ἐκάθευδον· ἐνταῦθα δὲ ἀντὶ τούτου γέγονεν ἕτερόν τι· κατεκάησαν οἱ ἐμβαλόντες αὐτούς. Ἀλλ', ὅπερ ἐβουλόμην εἰπεῖν, εἶδε λελυμένους, καὶ προσέπεσεν αὐτοῖς ὁ βασιλεύς· ἤκουσεν ὑμνούντων, καὶ τέσσαρας εἶδε περιπατοῦντας, καὶ ἐκάλεσεν αὐτούς. Καθάπερ οὖν ὁ Παῦλος οὐκ ἐξῆλθε, καίτοι δυνάμενος, ἕως ὁ ἐμβαλὼν ἐκάλεσεν αὐτὸν καὶ ἐξήγαγεν, οὕτως οὐδὲ οἱ τρεῖς παῖδες ἐξῆλθον, ἕως οὗ ὁ ἐμβαλὼν ἐξελθεῖν ἐκέλευσε. Τί ἀπὸ τούτου παιδευόμεθα; Μὴ σπεύδειν ἐν ταῖς ἐπαγωγαῖς, μηδὲ ἐπείγεσθαι ἐν ταῖς θλίψεσι, μήτε πάλιν λυόντων ἐμμένειν. Ἀλλ' οὗτος μὲν προσέπεσε· καὶ γὰρ εἰσελθεῖν ἠδύνατο, ἔνθα ἦσαν οἱ ἅγιοι· ἐκεῖνος δὲ πρὸς τὴν θύραν ἐλθὼν, ἔστη· οὐ γὰρ ἐτόλμα προσελθεῖν εἰς τὸ δεσμωτήριον τὸ ἔνδον, ὅπερ αὐτοῖς διὰ τοῦ πυρὸς κατεσκεύασε. Καὶ θέα μοι τὰ ῥήματα. Οὗτός φησι, Κύριοι, τί με δεῖ ποιεῖν ἵνα σωθῶ; ἐκεῖνος οὐ μετὰ τοσαύτης μὲν ταπεινοφροσύνης, οὐκ ἔλαττον δὲ φωνὴν ἡδίω ἀφῆκε, Σεδρὰχ, Μισὰκ, Ἀβδεναγὼ, οἱ δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου, ἐξέλθετε, καὶ δεῦτε. Μεγάλη τιμή· Οἱ δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου, ἐξέλθετε, καὶ δεῦτε. Πῶς ἐξέλθωσιν, ὦ βασιλεῦ; δεδεμένους ἐνέβαλες τῷ πυρὶ, τοσοῦτον ἐνεχρόνισαν τῷ πυρὶ χρόνον; Εἰ γὰρ ἀδαμάντινοι ἦσαν, εἰ γὰρ ὕλαι μεταλλικαὶ, καὶ ὕμνον λέγοντες ἐκεῖνον ἅπαντα, οὐκ ἂν ἀπώλοντο; Διὰ τοῦτο μὲν οὖν ἐσώθησαν, ὅτι ὕμνουν. Ἠδέσθη τὴν προθυμίαν αὐτῶν τὸ πῦρ, ᾐδέσθη καὶ τὴν ᾠδὴν τὴν θαυμαστὴν ἐκείνην καὶ τοὺς ὕμνους. Πῶς αὐτοὺς καλεῖς; Προλαβὼν εἶπον, Οἱ δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου· τοῖς γὰρ τοῦ Θεοῦ δούλοις πάντα δυνατά. Εἰ γὰρ ἀνθρώπων εἰσὶ δοῦλοί τινες, καὶ ἐν τοῖς ἐκείνων οὐχ ἧττον ἰσχύουσι καὶ κρατοῦσι καὶ διατάττονται, πολλῷ μᾶλλον οἱ τοῦ Θεοῦ δοῦλοι. Τὴν ἡδίστην φωνὴν ἐκάλεσεν· ᾔδει τούτῳ μάλιστα κολακεύων αὐτούς. Εἰ γὰρ ἵνα δοῦλοι τοῦ Θεοῦ μένωσιν, εἰς πῦρ ἐνέβησαν, οὐκ ἦν αὐτοῖς ἑτέρα φωνὴ ταύτης ἡδίων· οὐκ ἂν, εἰ βασιλεῖς αὐτοὺς ἐκάλεσεν, οὐκ ἂν, εἰ τῆς οἰκουμένης δεσπότας, οὕτως ἂν αὐτοὺς ηὔφρανεν, ὡς ὅτε εἶπεν, Οἱ δοῦλοι Θεοῦ τοῦ ὑψίστου. Καὶ τί θαυμάζεις; Τῇ γὰρ μεγάλῃ πόλει, τῇ κρατούσῃ τῆς οἰκουμένης, καὶ μέγα φρονούσῃ ἐπ' ἀξιώμασιν, ὡς ἀντίῤῥοπον πρὸς ἀξίαν, μᾶλλον δὲ πολλῷ μεῖζον καὶ ἀσυγκρίτως μεῖζον καὶ ὑπατείας καὶ βασιλείας καὶ τῆς ἀρχῆς τῆς οἰκουμένης, ὁ Παῦλος τοῦτο τέθεικε γράφων· Παῦλος δοῦλος Ἰησοῦ Χριστοῦ. Οἱ δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου. Εἰ γὰρ τοσαύτην, φησὶ, ποιοῦνται σπουδὴν, ὥστε δοῦλοι εἶναι, πάντως τούτῳ πείσομεν αὐτούς. Ὅρα τοίνυν καὶ τὴν εὐλάβειαν τῶν παίδων. Οὐκ ἠγανάκτησαν, οὐδὲ ὠργίσθησαν, οὐδὲ ἀντεῖπον, ἀλλ' ἐξῆλθον. Εἰ γὰρ τιμωρίαν τὸ πρᾶγμα ἐνόμιζον, τὸ ἐμπεσεῖν εἰς τὴν κάμινον, κἂν ἤλγησαν πρὸς τὸν ἐμβαλόντα· νῦν δὲ οὐδὲν τούτων, ἀλλ' ὡς ἐξ αὐτοῦ προϊόντες τοῦ οὐρανοῦ, οὕτω προῄεσαν. Καὶ ὃ περὶ τοῦ ἡλίου φησὶν ὁ προφήτης, ὅτι Ὡς νυμφίος ἐκπορευόμενος ἐκ παστοῦ αὐτοῦ, τοῦτο καὶ περὶ τούτων εἰπών τις οὐκ ἂν ἁμάρτοι. Πῶς; Ὅτι τούτου δὴ τοῦ οὕτως ἐκπορευομένου ἐκεῖνοι τότε λαμπρότερον ἐξεπορεύοντο. Οὗτος μὲν γὰρ ἐξεπορεύετο τὴν οἰκουμένην φωτίζων τῷ αἰσθητῷ φωτὶ, ἐκεῖνοι δὲ τὴν 62. 68 οἰκουμένην φωτίζοντες ἑτέρως, νοητῶς λέγω. Διὰ γὰρ αὐτοὺς εὐθέως διάταγμα ἔπεμπεν ὁ βασιλεὺς ταῦτα ἔχον τὰ ῥήματα· Ἤρεσεν ἐναντίον ἐμοῦ τὰ σημεῖα καὶ τὰ τέρατα, ἃ ἐποίησεν ὁ Θεὸς δηλῶσαι ἡμῖν, ὡς μεγάλα καὶ ἰσχυρά. Ὥστε λαμπροτέραν ἐξῄεσαν ἀφιέντες ἀκτῖνα, φαιδρὰν μὲν οὖσαν καὶ ἐν αὐτοῖς τοῖς χωρίοις, μάλιστα δὲ πανταχοῦ ἐκταθῆναι δυναμένην διὰ τῶν γραμμάτων τῶν βασιλικῶν, καὶ λῦσαι τὸ πανταχοῦ τεταμένον σκότος. Ἐξέλθετε, καὶ δεῦτε. Οὐκ ἐκέλευσε σβέσαι τὴν κάμινον, ἀλλὰ καὶ τούτῳ μάλιστα αὐτοὺς ἐτίμησε, τῷ πιστεῦσαι, ὅτι δυνήσονται μὴ μόνον ἔνδον περιπατεῖν, ἀλλὰ καὶ καιομένης ἐξελθεῖν. Ἴδωμεν δὲ, εἰ δοκεῖ, καὶ τοῦ δεσμοφύλακος τὰ ῥήματα. Κύριοι, τί με δεῖ ποιεῖν, ἵνα σωθῶ; Τί ταύτης τῆς φωνῆς ἥδιον; Αὕτη σκιρτᾷν καὶ ἀγγέλους ποιεῖ· ἵνα ταύτην ἀκούσῃ τὴν φωνὴν, καὶ δοῦλος ἐγένετο ὁ τοῦ Θεοῦ Μονογενής· ταύτην πρὸς Πέτρον ἔλεγον τὴν φωνὴν οἱ παρὰ τὴν ἀρχὴν πιστεύσαντες· Τί ποιήσομεν, ἵνα σωθῶμεν; Καὶ τί φησιν αὐτός; Πιστεύσατε, καὶ βαπτίσθητε. Ἡδέως ἂν καὶ εἰς γέενναν ἐνέπεσεν ὁ Παῦλος, ὥστε ταύτην ἀκοῦσαι τὴν φωνὴν παρὰ Ἰουδαίων, δι' ἐπιθυμίαν σωτηρίας καὶ ὑπακοῆς αὐτῶν. Ὅρα δέ· τὸ πᾶν αὐτοῖς ἐπιτρέπει, οὐδὲν περιεργάζεται. Ἀλλ' ἴδωμεν τὰ μετὰ ταῦτα. Οὗτος οὐ λέγει, Ἵνα σωθῶ, ἀλλὰ τρανοτέρα πάσης φωνῆς αὐτῷ ἡ διδασκαλία γέγονε· καὶ γὰρ εὐθέως γίνεται κήρυξ. Οὐ δεῖται κατηχηθῆναι, καθάπερ ὁ δεσμοφύλαξ, ἀλλὰ τί; Ἀνακηρύττει τὸν Θεὸν, καὶ ὁμολογεῖ τὴν δύναμιν· Ἐπ' ἀληθείας οἶδα, ὅτι ὁ Θεὸς ὑμῶν αὐτός ἐστι τῶν θεῶν Θεὸς, καὶ Κύριος τῶν κυρίων· ὅτι ἐξαπέστειλε τὸν ἄγγελον αὐτοῦ, καὶ ἐῤῥύσατο ὑμᾶς ἀπὸ τῆς καμίνου. Καὶ τί μετὰ ταῦτα; Οὐχ εἷς δεσμοφύλαξ, ἀλλὰ πολλοὶ κατηχοῦνται διὰ τῶν γραμμάτων τῶν βασιλικῶν, διὰ τῆς θέας τῶν πραγμάτων. Ὅτι γὰρ οὐκ ἂν ἐψεύσατο ὁ βασιλεὺς, παντί που δῆλον· οὐ γὰρ ἂν ἠθέλησε τοιαῦτα τοῖς αἰχμαλωτισθεῖσι μαρτυρῆσαι, οὐδὲ τὰ αὑτοῦ καταβαλεῖν· οὐκ ἂν ἠθέλησε τοσαύτης ἀνοίας δόξαν λαβεῖν. Ὥστε εἰ μὴ πολλὴ τῆς ἀληθείας ἡ περιφάνεια, οὐκ ἂν τοιαῦτα ἔγραψε, καὶ τοσούτων παρόντων. Ὁρᾶτε πόση τῶν δεσμῶν ἡ δύναμις; πόση τῆς ὑμνῳδίας τῆς ἐν θλίψει ἡ ἰσχύς; Οὐκ ἀπηγόρευσαν οὐδὲ ἀνέπεσον, ἀλλὰ τότε μᾶλλον ἦσαν σφοδροὶ, τότε πλείων ἡ προθυμία. Εἰκότως ταῦτα ἐννοοῦσιν. Ἔτι ἓν ὑπολείπεται. Διὰ τί ἐν μὲν τῷ δεσμωτηρίῳ οἱ δεδεμένοι ἐλύθησαν, ἐν δὲ τῇ καμίνῳ οἱ ἐμβαλόντες κατεκάησαν; Καίτοι γε ἐχρῆν τὸν βασιλέα τοῦτο παθεῖν· οὐ γὰρ οἱ δεσμοῦντες οὐδὲ οἱ ἐμβάλλοντες τοσοῦτον ἥμαρτον, ὅσον ὁ κελεύων τοῦτο γενέσθαι. Τίνος οὖν ἕνεκεν ἐκεῖνοι ἀπώλοντο; Ἐνταῦθα οὐ πολλή τις χρεία τῆς ἀκριβολογίας. Ἀσεβεῖς γὰρ ἦσαν· διὰ τοῦτο ᾠκονόμητο, ἵνα δειχθῇ τοῦ πυρὸς ἡ ἰσχὺς, καὶ μεῖζον τὸ θαῦμα γένηται. Εἰ γὰρ τοὺς ἔξω οὕτω κατέφαγεν, οὓς ἔνδον εἶχε, πῶς ἀπαθεῖς ἐδείκνυ; Ἵνα δήλη γένηται ἡ τοῦ Θεοῦ δύναμις. Καὶ μηδεὶς θαυμαζέτω, εἰ τὸν βασιλέα ἐν τάξει τοῦ δεσμοφύλακος ἔθηκα· τὸ γὰρ αὐτὸ εἰργάσατο. Οὐδὲν γὰρ οὗτος ἐκείνου λαμπρότερος ἦν· ἀπώναντο γὰρ ἀμφότεροι. Ἀλλ', ὅπερ ἔφην, ὅτι ἐν ταῖς θλίψεσιν ὄντες οἱ δίκαιοι, τότε μάλιστά εἰσι σφοδρότεροι, ὅταν ἐν δεσμοῖς ὦσι. Τὸ γὰρ διὰ Χριστόν τι παθεῖν, πάσης παραμυθίας ἥδιον. Βούλεσθε ὑπο 62. 69 μνήσω ὑμᾶς καὶ ἑτέρου δεσμωτηρίου; Ἀναγκαῖον ἀπὸ τῆς ἁλύσεως ταύτης ἐφ' ἕτερον ἐλθεῖν δεσμωτήριον. Τὸ ποῖον βούλεσθε; τὸ τοῦ Ἱερεμίου; ἢ τὸ τοῦ Ἰωσήφ; ἢ τὸ Ἰωάννου; Χάρις τῇ Παύλου ἁλύσει· πόσα ἀνέῳξε τῷ λόγῳ δεσμωτήρια; Τὸ Ἰωάννου βούλεσθε; Ἐδέθη καὶ οὗτος ποτὲ διὰ τὸν Χριστὸν καὶ τὸν τοῦ Θεοῦ νόμον. Τί οὖν; ἆρα ἤργει ἐν τῷ δεσμωτηρίῳ ὤν; οὐχὶ δὲ ἐκεῖθεν πέμψας ἐκ τοῦ δεσμωτηρίου ἔλεγε τοῖς μαθηταῖς αὑτοῦ, Πορευθέντες εἴπατε τῷ Χριστῷ, Σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἕτερον προσδοκῶμεν; Καὶ ἐκεῖ ὢν ἄρα ἐδίδασκεν· οὐ γὰρ δὴ ἠμέλει. Ἀλλ' Ἱερεμίας οὐχὶ προεφήτευσε περὶ τοῦ Βαβυλωνίου, πάντα τὰ αὑτοῦ καὶ ἐκεῖ ποιῶν; Τί δὲ ὁ Ἰω 62. 70 σήφ; οὐχὶ τριακαίδεκα ἔτη ἐδέδετο; Ἀλλ' ὅμως οὐδὲ ἐκεῖ τῆς ἀρετῆς ἐπελάθετο. Ἔτι ἑνὸς εἰπόντες δεσμοὺς, καταπαύσομεν τὸν λόγον. Ἐδέθη καὶ ὁ Δεσπότης ὁ ἡμέτερος, ὁ τὴν οἰκουμένην λύσας τῶν ἁμαρτημάτων· ἐδέθησαν χεῖρες αἱ μυρία ἐργασάμεναι καλά· Δήσαντες γὰρ αὐτὸν, φησὶν, ἤγαγον πρὸς Καϊάφαν. Καὶ ἐδέδετο ὁ τοσαῦτα θαυματουργήματα ἐργασάμενος. Ταῦτα ἐννοοῦντες, μηδέποτε δυσχεραίνωμεν, ἀλλὰ κἂν δεθῶμεν, χαίρωμεν· κἂν μὴ ἐν τοῖς δεσμοῖς ὦμεν, ὡς συνδεδεμένοι διακεώμεθα. Ὁρᾷς ὅσον ἀγαθὸν ὁ δεσμός; Ταῦτα πάντα εἰδότες, χάριν ἀναπέμπωμεν ὑπὲρ πάντων τῷ Θεῷ, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.