In epistulam ad Hebraeos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
11.0.1
Τῷ γὰρ Ἀβραὰμ ἐπαγγειλάμενος ὁ Θεὸς, ἐπεὶ κατ' οὐδενὸς μείζονος εἶχεν ὀμόσαι, ὤμοσε καθ' ἑαυτοῦ, λέγων· ἦ μὴν εὐλογῶν εὐλογήσω σε, καὶ πληθύνων πληθυνῶ σε. Καὶ οὕτω μακροθυμήσας, ἐπέτυχε τῆς ἐπαγγελίας. Ἄνθρωποι μὲν γὰρ κατὰ τοῦ μείζονος ὀμνύουσι, καὶ πάσης αὐτοῖς ἀντιλογίας πέρας εἰς βεβαίωσιν ὁ ὅρκος.
11.1.1
Καθαψάμενος γενναίως τῶν Ἑβραίων, καὶ φοβήσας αὐτοὺς ἱκανῶς, πρῶτον μὲν τοῖς ἐγκωμίοις παραμυθεῖται, δεύτερον δὲ, ὃ καὶ ἰσχυρότερόν ἐστι, τῷ πάντως ἐπιτεύξεσθαι αὐτοὺς τῶν ἐλπιζομένων. Καὶ τὴν παράκλησιν οὐκ ἀπὸ τῶν ἐνεστώτων ποιεῖται, ἀλλὰ πάλιν ἀπὸ τῶν παρελθόντων· ὃ δὴ μᾶλλον αὐτοὺς ἔπειθεν. Ὥσπερ γὰρ ἐν τῇ κολάσει δι' ἐκείνων μᾶλλον φοβεῖ, οὕτω καὶ ἐν τοῖς ἐπάθλοις διὰ τούτων παρακαλεῖ, τὸ τοῦ Θεοῦ δεικνὺς ἔθος· τοῦτο δέ ἐστι, τὸ μὴ ταχέως ἐπάγειν τὰ ἐπηγγελμένα, ἀλλὰ διὰ μακροῦ τοῦ χρόνου. Ποιεῖ δὲ τοῦτο, τῆς τε αὐτοῦ δυνάμεως μέγιστον τεκμήριον ἐκφέρων, καὶ ἡμᾶς εἰς πίστιν ἐνάγων, ἵνα οἱ ἐν θλίψει ζῶντες, καὶ τὰς ἐπαγγελίας μὴ λαμβάνοντες μηδὲ τοὺς μισθοὺς, μὴ ἀπαγορεύωσι πρὸς τοὺς καμάτους. Καὶ πάντας ἀφιεὶς, καίτοι γε ἔχων πολλοὺς εἰπεῖν, τὸν Ἀβραὰμ εἰς μέσον ἤγαγε, διά τε τὸ ἀξίωμα τοῦ προσώπου, καὶ διὰ τὸ μάλιστα ἐπ' αὐτοῦ τοῦτο συμβεβηκέναι. Καίτοι γε ἐν τῷ τέλει τῆς ἐπιστολῆς, φησὶν, ὅτι οὗτοι πάντες πόῤῥωθεν αὐτὰς ἰδόντες καὶ ἀσπασάμενοι, οὐκ ἐκομίσαντο τὰς ἐπαγγελίας, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι. Τῷ γὰρ Ἀβραὰμ, φησὶν, ἐπαγγειλάμενος ὁ Θεὸς, ἐπεὶ κατ' οὐδενὸς μείζονος εἶχεν ὀμόσαι, ὤμοσε καθ' ἑαυτοῦ, λέγων· Ἦ μὴν εὐλογῶν εὐλογήσω σε, καὶ πληθύνων πληθυνῶ σε. Καὶ οὕτω μακροθυμήσας ἐπέτυχε τῆς ἐπαγγελίας. Πῶς οὖν ἐν τῷ τέλει φησὶν, ὅτι Οὐκ ἐκομίσαντο τὰς ἐπαγγελίας· ἐν 63. 90 ταῦθα δὲ, ὅτι Μακροθυμήσας ἐπέτυχε τῆς ἐπαγγελίας; πῶς οὐκ ἔλαβε; πῶς καὶ ἐπέτυχεν; Οὐ περὶ τῶν αὐτῶν ἐνταῦθά φησι κἀκεῖ, ἀλλὰ καὶ διπλῆν ποιεῖται τὴν παράκλησιν. Ἐπηγγείλατο τῷ Ἀβραάμ· καὶ τὰ μὲν ἐνταῦθα μετὰ μακρὸν χρόνον ἔδωκε, τὰ δὲ ἐκεῖ, οὐδέπω· καὶ οὕτω μακροθυμήσας ἐπέτυχε τῆς ἐπαγγελίας. Ὁρᾷς ὅτι οὐχ ἡ ἐπαγγελία μόνη τὸ πᾶν εἰργάσατο, ἀλλὰ καὶ ἡ μακροθυμία; Ἐνταῦθα φοβεῖ αὐτοὺς, δεικνὺς ὅτι πολλάκις ἐγκόπτεται ἐπαγγελία δι' ὀλιγοψυχίαν. Καὶ τοῦτο ἔδειξε μὲν διὰ τοῦ λαοῦ· ἐπειδὴ γὰρ ὠλιγοψύχησαν, διὰ τοῦτο τῆς ἐπαγγελίας οὐκ ἔτυχον οὐδαμῶς· τὸ δὲ ἐναντίον δείκνυσι διὰ τοῦ Ἀβραάμ. Εἶτα πρὸς τῷ τέλει καὶ πλεῖόν τι ποιεῖ· δείκνυσι γὰρ ὅτι καὶ μακροθυμήσαντες οὐκ ἐπέτυχον, καὶ οὐδὲ οὕτως ἀσχάλλουσιν. Ἄνθρωποι μὲν γὰρ κατὰ τοῦ μείζονος ὀμνύουσι, καὶ πάσης αὐτοῖς ἀντιλογίας πέρας εἰς βεβαίωσιν ὁ ὅρκος· ὁ δὲ Θεὸς ἐπεὶ κατ' οὐδενὸς μείζονος εἶχεν ὀμόσαι, ὤμοσε καθ' ἑαυτοῦ. Καλῶς. Τίς οὖν ἐστιν ὁ ὀμόσας τῷ Ἀβραάμ; οὐχὶ ὁ Υἱός; Οὒ, φησί. Πόθεν τοῦτο λέγεις; Μάλιστα μὲν γὰρ αὐτός· πλὴν οὐκ ἀμφισβητῶ. Ὅταν οὖν αὐτὸς ὀμνύῃ τὸν αὐτὸν ὅρκον, Ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐ δῆλον ὅτι ἐκ τοῦ μὴ ἔχειν κατὰ μείζονος ὀμόσαι; Ὥσπερ γὰρ ὁ Πατὴρ ὤμοσεν, οὕτω καὶ ὁ Υἱὸς ὀμνύει καθ' ἑαυτοῦ, λέγων, Ἀμὴν ἀμὴν λέγω ὑμῖν. Ἐνταῦθα αὐτοὺς ἀναμιμνήσκει ἐκείνων τῶν ὅρκων τῶν τοῦ Χριστοῦ, ὧν συνεχῶς ἔλεγεν, Ἀμὴν ἀμὴν λέγω σοι, ὁ πιστεύων εἰς ἐμὲ, οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα. Τί ἐστι, Καὶ πάσης αὐτοῖς ἀντιλογίας πέρας εἰς βεβαίωσιν ὁ ὅρκος; Ἀντὶ τοῦ, ἐκ τούτου λύεται πάσης ἀντιλογίας ἀμφισβήτησις· οὐ τῆσδε ἢ τῆσδε, ἀλλὰ πάσης. Ἔδει μὲν οὖν καὶ χωρὶς ὅρκου πιστεύεσθαι τὸν Θεόν. Ἐν ᾧ περισσότερον βουλόμενος ὁ Θεὸς, φησὶν, ἐπιδεῖξαι τοῖς κληρονόμοις τῆς ἐπαγγελίας τὸ ἀμετάθετον τῆς βουλῆς αὐτοῦ, ἐμεσίτευσεν ὅρκῳ. Ἐνταῦθα καὶ τοὺς πιστοὺς περιλαμβάνει· διὰ τοῦτο 63. 91 καὶ ταύτης τῆς ἐπαγγελίας μέμνηται τῆς πρὸς ἡμᾶς κοινῶς γενομένης. Ἐμεσίτευσε, φησὶν, ὅρκῳ. Πάλιν ἐνταῦθα τὸν Υἱόν φησι μεταξὺ ἀνθρώπων καὶ Θεοῦ μεσίτην γεγονέναι. Ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι τὸν Θεόν. Ποίου, καὶ ποίου; Τοῦ τε εἰπεῖν καὶ ὑποσχέσθαι, τοῦ τε ὅρκον προσθεῖναι τῇ ὑποσχέσει. Ἐπειδὴ γὰρ παρὰ ἀνθρώποις τοῦτο δοκεῖ πιστότερον εἶναι τὸ τοῦ ὅρκου, διὰ τοῦτο καὶ αὐτὸ προσέθηκεν.
11.2.1
Ὁρᾷς ὅτι οὐ τὴν ἀξίαν τὴν ἑαυτοῦ σκοπεῖ, ἀλλ' ὅπως τοὺς ἀνθρώπους πείσῃ, καὶ ἀνάξια περὶ ἑαυτοῦ ἀνέχεται λέγεσθαι; τουτέστι, πληροφορῆσαι θέλων. Καὶ ἐπὶ μὲν τοῦ Ἀβραὰμ δείκνυσι τοῦ Θεοῦ ὂν τὸ πᾶν, οὐ τῆς μακροθυμίας ἐκείνου, εἴ γε καὶ ὅρκον ἠνέσχετο προσθεῖναι, εἰ καθ' οὗ ὀμνύουσιν ἄνθρωποι, καὶ ὁ Θεὸς κατ' αὐτοῦ ὤμοσε, τουτέστι, καθ' ἑαυτοῦ. Ἀλλ' ἐκεῖνοι μὲν ὡς μείζονος, οὗτος δὲ οὐχ ὡς μείζονος· καὶ ὅμως ἐποίησεν. Οὐ γὰρ ἴσον, ἄνθρωπον καθ' ἑαυτοῦ ὀμόσαι καὶ Θεόν· ὁ γὰρ ἄνθρωπος ἐξουσίαν ἑαυτοῦ οὐκ ἔχει. Ὁρᾷς τοίνυν ὅτι οὐ πρὸς τὸν Ἀβραὰμ μᾶλλον ἢ πρὸς ἡμᾶς τοῦτο εἴρηται. Ἰσχυρὰν, φησὶ, παράκλησιν ἔχωμεν οἱ καταφυγόντες κρατῆσαι τῆς προκειμένης ἐλπίδος. Καὶ ἐνταῦθα πάλιν μακροθυμήσας ἐπέτυχε τῆς ἐπαγγελίας. Νῦν, φησί· καὶ οὐκ εἶπεν, Ἐπειδὴ ὤμοσεν. Ὅρκος δὲ τίς ἐστιν, ἐδήλωσεν εἰπὼν τὸ, κατὰ τοῦ μείζονος ὀμόσαι. Ἀλλ' ἐπειδὴ ἄπιστόν ἐστι τὸ τῶν ἀνθρώπων γένος, συγκάτεισιν εἰς τὰ αὐτὰ ἡμῖν. Ὥσπερ οὖν ὄμνυσι δι' ἡμᾶς, καίτοι ἀνάξιον αὐτοῦ τὸ μὴ πιστεύεσθαι· οὕτω καὶ τὸ, Ἔμαθεν ἐξ ὧν ἔπαθεν, εἴρηκεν, ἐπειδὴ οἱ ἄνθρωποι τοῦτο νομίζουσι μᾶλλον εἶναι ἀξιοπιστότερον, τὸ διὰ τῆς πείρας ἐλθεῖν. Τί ἐστι, Τῆς προκειμένης ἐλπίδος; Ἀπὸ τούτων τὰ μέλλοντα, φησὶ, στοχαζόμεθα· εἰ γὰρ ταῦτα μετὰ τοσοῦτον ἐξέβη χρόνον, πάντως κἀκεῖνα. Ὥστε τὰ πρὸς τὸν Ἀβραὰμ γεγενημένα πιστοῦται ἡμᾶς καὶ περὶ τῶν μελλόντων. Ἣν ὡς ἄγκυραν ἔχομεν τῆς ψυχῆς ἀσφαλῆ τε καὶ βεβαίαν, καὶ εἰσερχομένην εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος· ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν Ἰησοῦς, κατὰ τὴν τάξιν Μελχισεδὲχ ἀρχιερεὺς γενόμενος εἰς τὸν αἰῶνα. Ἐν τῷ κόσμῳ ἔτι ὄντας, καὶ οὐδέπω μεταστάντας τοῦ βίου, δείκνυσιν ἤδη ὄντας ἐν τοῖς ἐπηγγελμένοις· διὰ γὰρ τῆς ἐλπίδος ἤδη ἐν τῷ οὐρανῷ ἐσμεν. Εἶπεν, Ἀναμείνατε· πάντως γὰρ ἔσται. Εἶτα πληροφορῶν λέγει· Μᾶλλον δὲ, τῇ ἐλπίδι ἤδη ἐτύχετε. Καὶ οὐκ εἶπεν, Ἡμεῖς ἐσμεν ἔνδον, ἀλλ', Αὐτὴ εἰσῆλθεν ἔνδον· ὅπερ ἀληθέστερον ἦν καὶ πιθανώτερον. Ὥσπερ γὰρ ἡ ἄγκυρα ἐξαρτηθεῖσα τοῦ πλοίου, οὐκ ἀφίησιν αὐτὸ περιφέρεσθαι, κἂν μυρίοι παρασαλεύωσιν ἄνεμοι, ἀλλ' ἐξαρτηθεῖσα ἑδραῖον ποιεῖ· οὕτω καὶ ἡ ἐλπίς. Καὶ ὅρα πῶς σφόδρα ἁρμόδιον εὗρεν εἰκόνα· οὐ γὰρ εἶπε θεμέλιον, ὅπερ ἀπῇδεν, ἀλλὰ ἄγκυραν. Τὸ γὰρ ἐν σάλῳ ὂν, καὶ οὐ σφόδρα δοκοῦν ἡδράσθαι, ἐπὶ τῆς ὑγρᾶς, ὡς ἐπὶ γῆς, ἕστηκε, καὶ σαλεύεται, καὶ οὐ σαλεύεται. Ἐπὶ μὲν γὰρ τῶν σφόδρα στεῤῥῶν 63. 92 καὶ φιλοσόφων, εἰκότως ἐκεῖνο τέθεικεν ὁ Χριστὸς λέγων· Ὅστις ᾠκοδόμησε τὴν οἰκίαν αὑτοῦ ἐπὶ τὴν πέτραν· ἐπὶ δὲ τῶν ἀπαγορευόντων, καὶ ὀφειλόντων, διὰ τῆς ἐλπίδος διαβαστάζεσθαι, οἰκείως τοῦτο τέθεικεν ὁ Παῦλος. Ἡ μὲν γὰρ ζάλη καὶ ὁ πολὺς χειμὼν σαλεύει τὸ σκάφος· ἡ δὲ ἐλπὶς οὐκ ἀφίησι περιφέρεσθαι, κἂν μυρίοι παρασαλεύωσιν ἄνεμοι. Ὥστε εἴ γε μὴ ταύτην εἴχομεν, πάλαι ἂν κατεποντίσθημεν. Οὐκ ἐν τοῖς πνευματικοῖς δὲ μόνον, ἀλλὰ καὶ ἐν τοῖς βιωτικοῖς πολλὴν ταύτης εὕροι τις ἂν τὴν ἰσχύν· οἷον, ἐπὶ ἐμπορίας, ἐπὶ γεωργίας, ἐπὶ στρατείας· ἐὰν γὰρ μὴ ταύτην εὐθέως τις πρόθηται, οὐδ' ἂν ἅψαιτο ἔργου. Ἄγκυραν δὲ οὐχ ἁπλῶς εἶπεν, ἀλλ' ἀσφαλῆ τε καὶ βεβαίαν· ἵνα δηλώσῃ τὸ ἀψευδὲς τῶν αὐτῇ ἐπερειδομένων εἰς σωτηρίαν· διὸ ἐπάγει· Εἰσερχομένην εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος. Τί ἐστι τοῦτο; Ἀντὶ τοῦ, διικνουμένην εἰς τὸν οὐρανόν. Εἶτα καὶ τὴν πίστιν ἐπήγαγεν, ἵνα μὴ μόνον ἐλπὶς ᾖ, ἀλλὰ καὶ ἀληθὴς σφόδρα. Μετὰ γὰρ τὸν ὅρκον καὶ ἕτερον τίθησι, τὴν διὰ τῶν πραγμάτων ἀπόδειξιν, ὅτι Πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν Ἰησοῦς. Ὁ δὲ πρόδρομος, τινῶν ἐστι πρόδρομος, ὥσπερ Ἰωάννης τοῦ Χριστοῦ. Καὶ οὐκ εἶπεν ἁπλῶς, Εἰσῆλθεν, ἀλλ', Ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν, ὡς καὶ ἡμῶν ὀφειλόντων καταλαβεῖν. Οὐ πολὺ γὰρ τοῦ προδρόμου καὶ τῶν ἑπομένων ὀφείλει εἶναι τὸ μέσον· ἐπεὶ οὐδ' ἂν εἴη πρόδρομος. Τὸν γὰρ πρόδρομον καὶ τοὺς ἑπομένους ἐν τῇ αὐτῇ χρὴ εἶναι ὁδῷ· καὶ τὸν μὲν ὁδεύειν, τοὺς δὲ ἐπικαταλαμβάνειν. Κατὰ τὴν τάξιν, φησὶ, Μελχισεδὲχ ἀρχιερεὺς γενόμενος εἰς τὸν αἰῶνα. Ἰδοὺ καὶ ἄλλη παράκλησις, εἴ γε ἄνω ὁ ἀρχιερεὺς ἡμῶν, καὶ πολὺ βελτίων τῶν παρὰ Ἰουδαίοις, οὐ τῷ τρόπῳ μόνον, ἀλλὰ καὶ τῷ τόπῳ καὶ τῇ σκηνῇ καὶ τῇ διαθήκῃ, καὶ τῷ προσώπῳ. Καὶ τοῦτο δὲ εἰς τὸ κατὰ σάρκα εἴρηται.
11.3.1
Χρὴ τοίνυν καὶ τοὺς ὧν ἐστιν ἱερεὺς σφόδρα εἶναι βελτίους· καὶ ὥσπερ πολὺ τὸ μέσον Ἀαρὼν καὶ τοῦ Χριστοῦ, τοσοῦτον ἡμῶν καὶ τῶν Ἰουδαίων τὸ μέσον. Ὅρα γὰρ, ἄνω ἔχομεν τὸ ἱερεῖον, ἄνω τὸν ἱερέα, ἄνω τὴν θυσίαν. Οὐκοῦν τοιαύτας ἀναφέρωμεν θυσίας τὰς ἐν ἐκείνῳ δυναμένας προσφέρεσθαι τῷ θυσιαστηρίῳ· οὐκέτι πρόβατα καὶ βόας, οὐκέτι αἷμα καὶ κνῖσσαν· πάντα ταῦτα λέλυται, καὶ ἀντεισενήνεκται ἀντὶ τούτων ἡ λογικὴ λατρεία. Τί δέ ἐστιν ἡ λογικὴ λατρεία; Τὰ διὰ ψυχῆς, τὰ διὰ πνεύματος (Πνεῦμα, φησὶν, ὁ Θεός· καὶ τοὺς προσκυνοῦντας αὐτὸν, ἐν πνεύματι καὶ ἀληθείᾳ χρὴ προσκυνεῖν)· ὅσα μὴ δεῖται σώματος, ὅσα μὴ δεῖται ὀργάνων, μὴ τόπων· τὰ δέ ἐστιν οἷον ἐπιείκεια, σωφροσύνη, ἐλεημοσύνη, ἀνεξικακία, μακροθυμία, ταπεινοφροσύνη. Τὰ θύματα ταῦτα καὶ ἐν τῇ Παλαιᾷ ἴδοι τις ἂν ἄνωθεν προδιατετυπωμένα. Θύσατε γὰρ, φησὶν ὁ Δαυῒδ, τῷ Θεῷ θυσίαν δικαιοσύνης· καὶ πάλιν· Θύσω σοι θυσίαν αἰνέσεως· καί· Θυσία αἰνέσεως δοξάσει με· καί· Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καί· Τί Κύριος ἐκζητεῖ παρὰ σοῦ, ἀλλ' ἢ τὸ ἀκούειν αὐτοῦ; Ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ηὐδόκησας. Τότε εἶπον· Ἰδοὺ ἥκω τοῦ ποιῆσαι, ὁ Θεὸς, τὸ θέλημά σου· καὶ πάλιν· Ἵνα τί μοι λίβανον ἐκ Σαβὰ φέρετε; καὶ ἕτερος· Ἀπόστησον ἀπ' ἐμοῦ ἦχον ᾠδῶν σου, καὶ ψαλμὸν ὀρ 63. 93 γάνων σου οὐκ ἀκούσομαι· ἀλλ' ἀντὶ τούτων, Ἔλεον θέλω, καὶ οὐ θυσίαν. Ὁρᾷς οἵαις θυσίαις εὐαρεστεῖται ὁ Θεός; ὁρᾷς καὶ ἄνωθεν ἤδη τὰς μὲν ἐκκεχωρηκυίας, τὰς δὲ ἀντεισελθούσας; Ταύτας τοίνυν προσάγωμεν. Ἐκεῖναι μὲν γὰρ πλούτου καὶ τῶν ἐχόντων εἰσὶν, αὗται δὲ ἀρετῆς· ἐκεῖναι ἔξωθεν, αὗται ἔνδοθεν· ἐκείνας καὶ ὁ τυχὼν ἐργάσασθαι δύναιτ' ἂν, ταύτας δὲ ὀλίγοι. Ὅσῳ δὲ προβάτου κρείττων ὁ ἄνθρωπος, τοσούτῳ αὕτη ἐκείνης ἡ θυσία· ἐνταῦθα γὰρ τὴν ψυχήν σου ἀναφέρεις θῦμα. Ἔστι δὲ καὶ ἄλλα θύματα, τὰ ὄντως ὁλοκαυτώματα, τὰ τῶν ἁγίων μαρτύρων σώματα· ἐκεῖ ἅγια καὶ ψυχὴ καὶ σῶμα· ἐκεῖνα ὀσμὴν εὐωδίας ἔχει μεγάλην. Δύνασαι καὶ σὺ, ἐὰν θέλῃς, τοιαύτην θυσίαν ἀναγαγεῖν. Τί γὰρ, ἐὰν μὴ τῷ πυρὶ καύσῃς τὸ σῶμα; ἀλλ' ἑτέρῳ πυρὶ δύνασαι· οἷον, τῷ τῆς πενίας τῆς ἑκουσίου, τῷ τῆς θλίψεως. Τὸ γὰρ ἐξεῖναι μετὰ τρυφῆς καὶ πολυτελείας διάγειν, τὸν δὲ ἐπίμοχθον καὶ κατάπικρον ἀναιρεῖσθαι βίον, καὶ τὸ σῶμα νεκροῦν, οὐχὶ ὁλοκαύτωσίς ἐστι; Νέκρωσόν σου τὸ σῶμα καὶ σταύρωσον, καὶ λήψῃ καὶ αὐτὸς τοῦ μαρτυρίου τούτου τὸν στέφανον. Ὅπερ γὰρ ἐκεῖ τὸ ξίφος ἐργάζεται, τοῦτο ἐνταῦθα ἡ προθυμία ποιείτω. Μὴ καιέτω, μηδὲ κατεχέτω χρημάτων ἔρως, ἀλλὰ κατακαιέσθω καὶ κατασβεννύσθω ἡ ἐπιθυμία αὕτη ἡ ἄτοπος τῷ πυρὶ τοῦ πνεύματος, καὶ κατακοπτέσθω τῇ μαχαίρᾳ τοῦ Πνεύματος. Αὕτη θυσία καλὴ, οὐ δεομένη ἱερέως, ἀλλ' αὐτοῦ τοῦ προσφέροντος αὐτήν· θυσία καλὴ, κάτω μὲν ἐπιτελουμένη, ἄνω δὲ εὐθέως ἀναλαμβανομένη. Οὐχὶ θαυμάζομεν ὅτι τὸ παλαιὸν πῦρ κατιὸν ἅπαντα ἀνήλισκεν; Ἔξεστι καὶ νῦν πῦρ κατελθεῖν πολὺ θαυμαστότερον ἐκείνου, καὶ πάντα ἀναλῶσαι τὰ προκείμενα· μᾶλλον δὲ οὐκ ἀναλῶσαι, ἀλλ' ἀναγαγεῖν εἰς τὸν οὐρανόν· οὐ γὰρ τέφραν αὐτὰ ποιεῖ, ἀλλὰ δῶρα προσφέρει τῷ Θεῷ. Τοιαῦται ἦσαν αἱ τοῦ Κορνηλίου προσφοραί· Αἱ προσευχαί σου γὰρ, φησὶ, καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἐνώπιον τοῦ Θεοῦ. Ὁρᾷς συζυγίαν ἀρίστην; Τότε ἀκουόμεθα, ὅταν καὶ αὐτοὶ ἀκούωμεν τῶν προσιόντων πενήτων. Ὃς ἀποφράσσει, φησὶ, τὰ ὦτα αὐτοῦ τοῦ μὴ ἀκοῦσαι πτωχοῦ, τῆς δεήσεως αὐτοῦ οὐκ εἰσακούσεται ὁ Θεός. Μακάριος ὁ συνιῶν ἐπὶ πτωχὸν καὶ πένητα· ἐν ἡμέρᾳ πονηρᾷ ῥύσεται αὐτὸν ὁ Κύριος. Οὐκ ἄλλη δὲ αὕτη ἐστὶν, ἀλλ' ἢ ἡ ἡμέρα ἐκείνη, ἣ πονηρὰ γίνεται τοῖς ἁμαρτωλοῖς. Τί ἐστιν, Ὁ συνιῶν; Ὁ νοῶν τί ἐστι πένης, ὁ τὴν θλῖψιν αὐτοῦ καταμανθάνων· ὁ γὰρ μαθὼν αὐτοῦ τὴν θλῖψιν, πάντως καὶ εὐθέως αὐτὸν ἐλεήσει. Ὅταν ἴδῃς πένητα, μὴ παραδράμῃς, ἀλλ' εὐθέως ἐννόησον τίς ἂν ἦς, εἰ σὺ ἦς ἐκεῖνος· τί οὐκ ἂν ἠθέλησας πάντας ποιεῖν; Ὁ συνιῶν, φησίν. Ἐννόησον ὅτι ὁμοίως σοι ἐλεύθερός ἐστι, καὶ τῆς αὐτῆς σοὶ κοινωνεῖ εὐγενείας, καὶ πάντα σοὶ κοινὰ κέκτηται· ἀλλὰ τοῦτον τὸν οὐδὲν ἔλαττον ἔχοντά σου, οὐδὲ τῶν κυνῶν πολλάκις τῶν σῶν ἴσον ποιεῖς. Οἱ μὲν γὰρ ἄρτου κορέννυνται, οὗτος δὲ πολλάκις ἐκοιμήθη πεινῶν· καὶ δούλων τῶν σῶν ὁ ἐλεύθερος ἀτιμότερος γέγονεν. Ἀλλ' ἐκεῖνοι ἡμῖν χρείαν πληροῦσι, φησί. Ποίαν δὴ ταύτην, εἰπέ μοι; ὅτι δουλεύουσί σοι καλῶς; Ἐὰν οὖν δείξω καὶ τοῦτον χρείαν σοι πληροῦντα πολλῷ μείζονα ἐκείνων, τί ἐρεῖς; 63. 94 παραστήσεται γάρ σοι ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, καὶ ἐξαιρήσεταί σε τοῦ πυρός. Τί τοιοῦτον οἱ δοῦλοι ποιοῦσι πάντες; Ὅτε ἡ Ταβιθὰ ἐτελεύτησε, τίς ἀνέστησεν αὐτήν; δοῦλοι περιστάντες, ἢ πτωχοί; Σὺ δὲ οὐδὲ τῶν δούλων τὸν ἐλεύθερον ἐν ἴσῳ ποιεῖν ἐθέλεις. Πολύς ἐστιν ὁ κρυμὸς, καὶ ἔῤῥιπται ἐπ' ἐδάφους ῥάκια ἔχων ὁ πένης, ἀποτεθνηκὼς τῷ κρύει, κροτῶν τοὺς ὀδόντας, καὶ τῇ ὄψει καὶ τῷ σχήματι ἱκανὸς παρακαλέσαι· σὺ δὲ θερμαινόμενος καὶ μεθύων παρέρχῃ· καὶ πῶς ἀξιοῖς τὸν Θεὸν ἐν συμφορᾷ σε ὄντα ἐξελέσθαι; Πολλάκις δὲ καὶ τοῦτο λέγεις· Ἐγὼ εἰ ἤμην, καὶ ἔλαβον πολλὰ ἁμαρτόντα τινὰ, ἀφῆκα ἂν αὐτὸν, καὶ ὁ Θεὸς οὐκ ἀφίησι; Μὴ τοῦτο εἴπῃς καὶ γὰρ σὺ τὸν οὐδὲν ἁμαρτόντα εἰς σὲ, ὃν δύνασαι ἀπαλλάξαι, τοῦτον περιορᾷς. Εἰ δὲ τὸν τοιοῦτον σὺ παραλογίζῃ, πῶς ὁ Θεὸς εἰς αὐτὸν ἁμαρτάνοντά σε ἀφήσει; ἆρα οὐχὶ γεέννης ἄξια ταῦτα; Καὶ τί θαυμαστόν; σῶμα μὲν πολλάκις νεκρὸν καὶ ἀναίσθητον, οὐκέτι τῆς τιμῆς αἰσθανόμενον, μυρίοις καὶ ποικίλοις καὶ διαχρύσοις ἱματίοις περιστέλλεις· τὸ δὲ ἀλγοῦν καὶ κατακοπτόμενον καὶ βασανιζόμενον καὶ κατατεινόμενον ὑπὸ λιμοῦ καὶ κρυμοῦ περιορᾷς, καὶ πλέον τῇ κενοδοξίᾳ χαρίζῃ, ἢ τῷ φόβῳ τοῦ Θεοῦ. Καὶ εἴθε μέχρι τούτου· ἀλλ' εὐθέως κατηγορίαι κατὰ τοῦ προσιόντος· Τί γὰρ οὐκ ἐργάζεται, φησί; τί δὲ ἀργῶν τρέφεται; Εἰπέ μοι, σὺ δὲ ἐργαζόμενος ἔχεις ἃ ἔχεις, οὐχὶ κλῆρον πατρῷον παραλαβών; Εἰ δὲ καὶ ἐργάζῃ, διὰ τοῦτο ὀνειδίζεις ἑτέρῳ; Οὐκ ἀκούεις Παύλου λέγοντος, Ὑμεῖς δὲ τὸ καλὸν ποιοῦντες μὴ ἐκκακήσητε; μετὰ γὰρ τὸ εἰπεῖν, Ὁ μὴ ἐργαζόμενος μηδὲ ἐσθιέτω, τοῦτο ἐπήγαγεν. Ἀλλ' ἐπιθέτης, φησὶν, ἐστί.
11.4.1
Τί φὴς, ἄνθρωπε; ἄρτου ἑνὸς ἕνεκεν καὶ ἱματίου ἐπιθέτην καλεῖς; Ἀλλ' εὐθέως πωλεῖ αὐτὸ, φησί. Σὺ δὲ πάντα τὰ σαυτοῦ καλῶς διοικεῖς; Τί δέ; πάντες ἀπὸ ἀργίας πένονται; οὐδεὶς ἀπὸ ναυαγίων; οὐδεὶς ἀπὸ δικαστηρίων; οὐδεὶς ἀπὸ κλοπῆς; οὐδεὶς ἀπὸ κινδύνων; οὐδεὶς ἀπὸ νόσων; οὐδεὶς ἀπὸ ἄλλης περιστάσεως; Ἀλλ' ἂν ἀκούσωμέν τινος τοιαῦτα ἀποδυρομένου καὶ μεγάλα βοῶντος, καὶ γυμνοῦ ἀναβλέποντος εἰς τὸν οὐρανὸν, καὶ κομῶντος καὶ ῥάκια ἠμφιεσμένου, εὐθέως τὸν ἐπιθέτην, τὸν ἀπατεῶνα, τὸν εἴρωνα καλοῦμεν. Οὐκ αἰσχύνῃ; τίνα ἐπιθέτην καλεῖς; Μηδὲν δῷς, καὶ μὴ κατηγορήσῃς τοῦ ἀνδρός. Ἀλλ' ἔχει, φησὶ, καὶ σχηματίζεται. Τοῦτο σοῦ κατηγορία, οὐκ ἐκείνου· οἶδε πρὸς ὠμοὺς ἔχων, πρὸς θηρία μᾶλλον ἢ πρὸς ἀνθρώπους καὶ ὅτι κἂν ἐλεεινὸν φθέγξηται ῥῆμα, οὐδένα ἐφέλκεται· καὶ διὰ τοῦτο ἀναγκάζεται καὶ σχῆμα περιθεῖναι ἑαυτῷ ἐλεεινότερον, ἵνα σου κατακλάσῃ τὴν ψυχήν. Ἐὰν ἴδωμέν τινα ἐν ἐλευθερίῳ σχήματι προσιόντα, Οὗτος ἐπιθέτης ἐστὶ, φησὶ, καὶ ἵνα δόξῃ ἀπὸ εὐγενῶν εἶναι, οὕτω πρόσεισιν· ἂν ἴδωμεν ἐν τῷ ἐναντίῳ σχήματι καὶ τοῦτον κακίζομεν. Τί πράξουσι λοιπόν; Ὢ τῆς ὠμότητος! ὢ τῆς ἀπηνείας! Καὶ τίνος ἕνεκεν, φησὶ, τὰ ἠκρωτηριασμένα μέλη γυμνοῦσι; Διὰ σέ· εἰ ἐλεήμονες ἦμεν, οὐκ ἔδει τούτων αὐτοῖς τῶν τεχνῶν· εἰ ἐκ πρώτης προσόδου ἔπειθον, οὐκ ἂν τοσαῦτα ἐμηχανήσαντο. Τίς ἐστιν οὕτως ἄθλιος, ὡς ἐθέλειν τοσαῦτα βοᾷν, ὡς ἐθέλειν ἀσχημονεῖν, ὡς ἐθέλειν ἀποδύρεσθαι δημοσίᾳ μετὰ τῆς γυναικὸς γεγυμνωμένης, μετὰ τῶν παίδων σποδὸν καταπάττεσθαι; Πόσης 63. 95 ταῦτα πενίας χείρονα; Ἀλλ' ὑπὲρ τούτων οὐ μόνον οὐκ ἐλεοῦνται, ἀλλὰ καὶ κατηγοροῦνται παρ' ἡμῶν. Ἔτι οὖν ἀγανακτήσομεν, ὅτι τοῦ Θεοῦ δεόμενοι οὐκ εἰσακουόμεθα; ἔτι οὖν δυσχερανοῦμεν, ὅτι οὐ πείθομεν παρακαλοῦντες; Οὐ φρίττομεν, ἀγαπητοί; Ἀλλὰ πολλάκις ἔδωκα, φησί. Σὺ δὲ οὐκ ἀεὶ ἐσθίεις; τοὺς δὲ παῖδας πολλάκις ἀπαιτοῦντας ἀπάγεις; Ὢ τῆς ἀναισχυντίας! Πένητα ἀναίσχυντον καλεῖς; καὶ σὺ μὲν ἁρπάζων οὐκ ἀναίσχυντος· ἐκεῖνος δὲ ὑπὲρ ἄρτου δεόμενος ἀναίσχυντος; Οὐκ ἐννοεῖς ὅση τῆς γαστρὸς ἡ ἀνάγκη; οὐχὶ πάντα διὰ τοῦτο ποιεῖς; οὐχὶ τῶν πνευματικῶν διὰ τοῦτο ἀμελεῖς; οὐχὶ οὐρανὸς πρόκειται καὶ οὐρανῶν βασιλεία; σὺ δὲ τὴν ἐκείνης δεδοικὼς τυραννίδα, πάντα ὑπομένεις, καὶ ἐκείνης οὐ καταφρονεῖς; Αὕτη ἐστὶν ἀναισχυντία. Οὐχ ὁρᾷς γέροντας ἀναπήρους; Ἀλλ' ὢ τῆς ληρωδίας! ὁ δεῖνα, φησὶ, τοσούσδε χρυσοῦς δανείζει· ὁ δεῖνα δὲ τόσους, καὶ ἐπαιτεῖ. Παίδων μικρῶν μύθους διηγεῖσθε καὶ λήρους· καὶ γὰρ ἐκεῖνοι τοιούτων ἀεὶ μύθων παρὰ τῆς τιτθίδος ἀκούουσιν. Οὐ πείθομαι, οὐ πιστεύω, μὴ γένοιτο. Δανείζει τις, καὶ ἐν ἀφθονίᾳ ὢν προσαιτεῖ; τίνος ἕνεκεν, εἰπέ μοι; τί δὲ ἀσχημονέστερον τοῦ ἐπαιτεῖν; κρεῖσσον ἀποθανεῖν, ἢ ἐπαιτεῖν. Μέχρι τίνος ἀπηνεῖς ἐσμεν; Τί οὖν; πάντες δανείζουσι; πάντες ἐπιθέται εἰσίν; οὐδεὶς πένης ὄντως; Ναὶ, φησὶ, καὶ πολλοί. Τί οὖν ἐκείνοις οὐκ ἐπικουρεῖς, ἐπειδὴ ἀκριβὴς εἶ τῶν βίων αὐτῶν ἐξεταστής; Σκῆψις ταῦτα καὶ πρόφασις. Παντὶ τῷ αἰτοῦντί σε δίδου, καὶ τὸν θέλοντα δανείσασθαι ἀπὸ σοῦ μὴ ἀποστραφῇς· ἔκτεινον τὴν χεῖρά σου, μὴ ἔστω συνεσταλμένη. Οὐχὶ τῶν βίων κατέστημεν ἐξετασταὶ ἐπεὶ οὐδένα οὕτως ἐλεήσομεν. Διὰ τί, ὅταν τὸν Θεὸν παρακαλῇς, λέγεις· Μὴ μνησθῇς τῶν ἁμαρτιῶν μου; Ὥστε εἰ καὶ σφόδρα ἐστὶν ἐκεῖνος ἁμαρτωλὸς, τοῦτο καὶ ἐπ' αὐτοῦ λογίζου, καὶ μὴ μιμνήσκου τῶν ἁμαρτιῶν αὐτοῦ. Φιλανθρωπίας ἐστὶν ὁ καιρὸς, οὐκ ἀκριβοῦς ἐξετάσεως· ἐλέους, οὐ λογισμοῦ. Διατραφῆναι βούλεται· ἂν μὲν βούλῃ, δός· ἂν δὲ μὴ βούλῃ, ἀπόπεμψον, μὴ ἐπαπορήσας. Διὰ τί ἄθλιος εἶ καὶ ταλαίπωρος; Διὰ τί οὐδὲ αὐτὸν ἐλεεῖς, καὶ τοὺς θέλοντας ἀποτρέπεις; Ὅταν γὰρ ὁ δεῖνα ἀκούσῃ παρὰ σοῦ, ὅτι οὗτος ἀπατεὼν, ὅτι ἐκεῖνος ὑποκριτὴς, ὅτι ἐκεῖνος δανείζει· οὔτε τούτοις δίδωσιν, οὔτε ἐκείνοις· πάντας γὰρ ὑποπτεύει τοιούτους εἶναι. Ἴστε γὰρ ὅτι τὰ πονηρὰ εὐκόλως ὑποπτεύομεν, τὰ δὲ χρηστὰ 63. 96 οὐκέτι. Γενώμεθα ἐλεήμονες, οὐχ ἁπλῶς, ἀλλ' ὡς ὁ Πατὴρ ἡμῶν ὁ οὐράνιος· αὐτὸς καὶ μοιχοὺς, καὶ πόρνους, καὶ γόητας τρέφει· καὶ τί λέγω; πᾶν εἶδος κακίας ἔχοντας. Ἐν γὰρ τοσούτῳ κόσμῳ ἀνάγκη εἶναι καὶ τοιούτους πολλούς· ἀλλ' ὅμως ἅπαντας ἐνδιδύσκει· οὐδεὶς λιμῷ διεφθάρη ποτὲ, πλὴν εἴ τις ἑκών. Οὕτω γενώμεθα οἰκτίρμονες· ἐὰν δέηται, καὶ ἐν ἀνάγκῃ ᾖ, βοήθει. Νῦν δὲ εἰς τοσοῦτον ἤλθομεν ἀλογίας, ὥστε μὴ μόνον ἐπὶ τῶν πενήτων τοῦτο ποιεῖν τῶν διὰ τῶν στενωπῶν βαδιζόντων, ἀλλὰ καὶ ἐπὶ μοναζόντων ἀνδρῶν. Ὁ δεῖνα ἐπιθέτης ἐστὶ, φησίν. Οὐχὶ τοῦτο ἔλεγον πρώην, ὅτι ἂν μὲν πᾶσιν ἀδιαφόρως διδῶμεν, ἀεὶ ἐλεήσομεν· ἐὰν δὲ ἀρξώμεθα περιεργάζεσθαι, οὐδέποτε ἐλεήσομεν; Τί λέγεις; ἵνα ἄρτον λάβῃ, ἐπιθέτης ἐστίν; Εἰ μὲν χρυσίου τάλαντα αἰτεῖ καὶ ἀργυρίου, ἢ ἱμάτια πολυτελῆ, ἢ ἀνδράποδα, ἢ ἄλλ' ὁτιοῦν, εἰκότως ἄν τις τοῦτον εἴποι ἀπατεῶνα· εἰ δὲ μηδὲν τούτων, ἀλλὰ διατροφὴν καὶ σκέπην ἃ φιλοσοφίας ἐστὶ τοῦτο ἀπατεῶνος, εἰπέ μοι; Παυσώμεθα τῆς ἀκαίρου ταύτης φιλοπραγμοσύνης, τῆς σατανικῆς, τῆς ὀλεθρίας. Εἰ μὲν γὰρ ἐν κλήρῳ κατειλεγμένον ἑαυτὸν εἶναι λέγοι, ἢ ἱερέα ἑαυτὸν ὀνομάζοι, περιεργάζου, πολυπραγμόνει· οὐ γὰρ ἀκίνδυνος ἐκεῖ ἡ ἀνεξέταστος κοινωνία· περὶ γὰρ μεγάλων ὁ κίνδυνος· ἂν δὲ διατροφῆς δέηται, μηδὲν ἐξέταζε· οὐ γὰρ δίδως, ἀλλὰ λαμβάνεις. Ἐξέτασον, εἰ βούλει, πῶς Ἀβραὰμ τὴν φιλοξενίαν περὶ πάντας τοὺς προσιόντας ἐπεδείκνυτο. Εἰ περίεργος ἦν περὶ τοὺς καταφεύγοντας πρὸς αὐτὸν, οὐκ ἂν ἀγγέλους ἐξένισεν· ἴσως γὰρ ἂν μὴ νομίζων αὐτοὺς ἀγγέλους εἶναι, μετὰ τῶν ἄλλων καὶ τούτους ἀπώσατο· ἀλλ' ἐπειδὴ πάντας ἐδέχετο, ἐδέξατο καὶ ἀγγέλους. Μὴ γὰρ ἀπὸ τοῦ βίου σοι τῶν λαμβανόντων τὸν μισθὸν δίδωσιν ὁ Θεός; Ἀπὸ τῆς προαιρέσεως τῆς σῆς, ἀπὸ τῆς φιλοτιμίας τῆς οἰκείας, ἀπὸ φιλανθρωπίας τῆς πολλῆς, ἀπὸ τῆς ἀγαθότητος· αὕτη ἔστω, καὶ πάντων ἐπιτεύξῃ τῶν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν.