In epistulam ad Hebraeos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
13.0.1
Εἰ μὲν οὖν τελείωσις διὰ τῆς Λευϊτικῆς ἱερω σύνης ἦν (ὁ λαὸς γὰρ ἐπ' αὐτῇ νενομοθέ τητο), τίς ἔτι χρεία, κατὰ τὴν τάξιν Μελχισε δὲχ ἕτερον ἀνίστασθαι ἱερέα, καὶ οὐ κατὰ τὴν τάξιν Ἀαρὼν λέγεσθαι; μετατιθεμένης γὰρ τῆς ἱερωσύνης, ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίνεται. Ἐφ' ὃν γὰρ λέγεται ταῦτα, φυλῆς ἑτέρας μετέσχηκεν, ἀφ' ἧς οὐδεὶς προσέσχηκε τῷ θυσιαστηρίῳ. Πρόδηλον γὰρ ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ Κύριος ἡμῶν, εἰς ἣν φυλὴν οὐ δὲν περὶ ἱερωσύνης Μωϋσῆς ἐλάλησεν.
13.1.1
Εἰ μὲν οὖν τελείωσις διὰ τῆς Λευϊτικῆς ἱερωσύνης ἦν, φησίν. Εἰπὼν περὶ τοῦ Μελχισεδὲχ, καὶ δείξας ὅσῳ κρείττων ἦν τοῦ Ἀβραὰμ, καὶ πολὺ τὸ διάφορον ἀποφήνας, ἐντεῦθεν ἄρχεται λοιπὸν τῆς διαθήκης αὐτῆς τὸ μέσον ἀποδεικνύναι, καὶ πῶς ἡ μὲν ἀτελὴς, ἡ δὲ τελεία. Καὶ οὐδέπω εἰς αὐτὰ τὰ πράγματα ἐμβαίνει, ἀλλ' ἀπὸ τῆς ἱερωσύνης τέως μάχεται καὶ τῆς διαθήκης. Τότε γὰρ ταῦτα πιστότερα ἦν τοῖς ἀπίστοις, ὅταν ἀπὸ τῶν ἤδη προειλημμένων καὶ πεπιστευμένων ἡ ἀπόδειξις γίνηται. Ἔδειξεν ὅτι πολὺ καὶ τοῦ Λευῒ καὶ τοῦ Ἀβραὰμ βελτίων ἦν ὁ Μελχισεδὲχ, ἐν τάξει ἱερέων αὐτοῖς γενόμενος. Ἐξ ἑτέρου δὲ πάλιν ἐπιχειρεῖ. Ποίου δὴ τούτου; Τῆς νῦν ἱερωσύνης, καὶ τῆς Ἰουδαϊκῆς. Καὶ θέα μοι συνέσεως ὑπερβολήν· ἀφ' οὗ γὰρ εἰκὸς ἦν αὐτὸν ἐκβαλεῖν τῆς ἱερωσύνης, ἐπειδὴ μὴ κατὰ τὴν τάξιν. 30 Ἀαρὼν, ἀπὸ τούτου τοῦτον μὲν ἵστησιν; ἐκβάλλει δὲ ἐκείνους. Ποιεῖ δὲ τοῦτο ἑαυτὸν εἰσάγων ὥσπερ ἀπό τινος διαπορούμενον, τί δήποτε μὴ κατὰ τὴν τάξιν Ἀαρὼν λέγεται, οὕτω τὴν διαπόρησιν λύοντα. Καὶ ἐγὼ, φησὶ, τοῦτο αὐτὸ διαπορῶ, τίνος ἕνεκεν μὴ κατὰ τὴν τάξιν Ἀαρὼν γέγονε. Τοῦτο γὰρ δηλοῖ τῷ εἰπεῖν, Εἰ μὲν οὖν τελείωσις διὰ τῆς Λευϊτικῆς ἱερωσύνης ἦν. Καὶ τὸ, Τίς ἔτι χρεία, πολλὴν ἔμφασιν ἔχει. Εἰ μὲν οὖν πρώην ὁ Χριστὸς τὸ κατὰ σάρκα κατὰ τὴν τάξιν Μελχισεδὲχ, ἔπειτα ὁ νόμος γέγονε, καὶ τὰ κατὰ τὸν Ἀαρών· εἰκότως ἄν τις εἴποι, ἅτε ὄντα τελειότερα, ταῦτα ἐκεῖνα καταλύειν, ἅτε ἐπεισελθόντα· εἰ δὲ ὁ Χριστὸς ὕστερος, καὶ ἕτερον λαμβάνει τύπον τὸν τῆς ἱερωσύνης, δῆλον ὅτι ὡς ἀτελεστέρων ὄντων ἐκείνων. Θῶμεν γὰρ, φησὶ, τῷ λόγῳ πάντα πεπληρῶσθαι, καὶ μηδὲν ἀτελὲς εἶναι ἐν τῇ ἱερωσύνῃ· τί οὖν ἔδει, Κατὰ τὴν τάξιν Μελχισεδὲχ, λέγεσθαι, καὶ οὐ, Κατὰ τὴν τάξιν Ἀαρών; τίνος ἕνεκεν, ἀφεὶς τὸν Ἀαρὼν, ἑτέραν εἰσήνεγκεν ἱερωσύνην, τὴν τοῦ Μελχισεδέχ; Εἰ μὲν οὖν τελείωσις διὰ τῆς Λευϊτικῆς ἱερωσύνης, φησὶν, ἦν· τουτέστι, τῆς τῶν πραγμάτων, τῆς τῶν δογμάτων, τοῦ βίου ἡ τελείωσις διὰ τῆς Λευϊτικῆς ἱερωσύνης ἦν. Καὶ ὅρα πῶς ὁδῷ προβαίνει. Εἶπεν ὅτι κατὰ τὴν τάξιν Μελχισεδὲχ, δεικνὺς ὅτι βελτίων ἡ κατὰ τὴν τάξιν Μελχισεδέχ· πολὺ γὰρ βελτίων ἐκεῖνος. Λοιπὸν δὲ καὶ ἀπὸ τοῦ χρόνου τοῦτο δείκνυσιν, ὅτι μετὰἈαρὼν δηλονότι ὡς ἀμείνων. Καὶ τί βούλεται τὸ ἑξῆς, Ὁ λαὸς γὰρ, φησὶν, ἐπ' αὐτῇ νενομοθέτητο; τί ἐστιν, Ἐπ' αὐτῇ; Αὐτῇ στοιχεῖ, φησὶ, δι' αὐτῆς ἅπαντα πράττει· οὐκ ἔστιν εἰπεῖν, ὅτι ἑτέροις ἐδόθη. Ὁ λαὸς ἐπ' αὐτῇ νενομοθέτητο· τουτέστι, κέχρηται αὐτῇ καὶ ἐχρήσατο· οὐκ ἔστιν εἰπεῖν ὅτι τελεία μὲν ἦν, οὐ προειστήκει δὲ τοῦ λαοῦ. Ἐπ' αὐτῇ νενομοθέτητο· τουτέστιν, αὐτῇ ἐχρήσατο. Τίς οὖν ἑτέρας ἦν ἱερωσύνης χρεία, εἰ τὸ τέλειον εἶχε; Μετατιθεμένης γὰρ τῆς ἱερωσύνης, ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίνεται· εἰ δὲ ἕτερον δεῖ ἱερέα εἶναι, μᾶλλον δὲ ἑτέραν ἱερωσύνην, ἀνάγκη καὶ νόμον ἕτερον εἶναι. Τοῦτο πρὸς τοὺς λέγοντας· Τί ἔδει καινῆς διαθήκης; Εἶχε μὲν γὰρ καὶ μαρτυρίαν εἰπεῖν ἀπὸ προφητείας· Αὕτη διαθήκη, ἣν διεθέμην τοῖς πατράσιν ὑμῶν· τέως δὲ ἀπὸ τῆς ἱερωσύνης μάχεται. Καὶ ὅρα πῶς ἄνωθεν ταῦτα εἰπεῖν ὤδινεν. Εἶπε· Κατὰ τὴν τάξιν Μελχισεδέχ. Τοῦτο τὴν Ἀαρὼν ἐξέβαλεν· οὐ γὰρ ἂν, Κατὰ τὴν τάξιν Μελχισεδὲχ, εἶπεν, εἰ αὕτη ἀμείνων ἦν. Εἰ τοίνυν ἱερωσύνη εἰσῆκται ἄλλη, δεῖ διαθήκην εἶναι ἑτέραν· οὔτε γὰρ ἱερέα ἔστι διαθήκης χωρὶς εἶναι καὶ νόμων καὶ προσταγμάτων, οὔτε ἑτέραν λαβόντα ἱερωσύνην ἐκείνῃ κεχρῆσθαι. Εἶτα, ὅπερ ἀντιθέσεως ἦν, πῶς ἱερεὺς ἂν εἴη μὴ ὢν Λευΐτης, τοῦτο διὰ τῶν ἄνω προκαταβαλὼν, οὐδὲ λῦσαι ἀξιοῖ, ἀλλ' ἐν παραδρομῇ εἰσάγει αὐτό. Εἶπον, φησὶν, ὅτι μετετέθη ἡ ἱερωσύνη· οὐκοῦν καὶ ἡ διαθήκη. Μετετέθη δὲ οὐ τῷ τρόπῳ μόνον, οὐδὲ τοῖς προστάγμασιν, ἀλλὰ καὶ τῇ φυλῇ· ἔδει γὰρ καὶ τῇ φυλῇ. Πῶς; Μετατιθεμένης γὰρ τῆς ἱερωσύνης, φησί. Τουτέστι, διὰ τοῦτο μετετέθη ἀπὸ φυλῆς εἰς φυλὴν, ἀπὸ τῆς ἱερατικῆς ἐπὶ τὴν βασιλικὴν, ἵνα ᾖ ἡ αὐτὴ καὶ βασιλικὴ καὶ ἱερατική. Καὶ θέα τὸ μυστήριον· Πρῶτον μὲν ἦν βασιλικὴ, καὶ νῦν γέγονεν ἱερατική· ὡσπεροῦν καὶ ἐπὶ τοῦ Χριστοῦ· βασιλεὺς μὲν γὰρ ἦν ἀεὶ, ἱερεὺς δὲ γέγονεν, ὅτε τὴν σάρκα ἀνέλαβεν, ὅτε τὴν θυσίαν προσήγαγεν. Ὁρᾷς τὴν μεταβολήν; Καὶ ἅπερ ἀντιθέσεως ἦν, ταῦτα, ὡς τῆς τῶν πραγμάτων ἀκολουθίας ἀπαιτούσης, εἰσάγει· Ἐφ' ὃν γὰρ λέγεται ταῦτα, φησὶ, φυλῆς ἑτέρας μετέσχηκεν, ἀφ' ἧς οὐδεὶς προσέσχηκε τῷ θυσιαστηρίῳ. Πρόδηλον γὰρ ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ Κύριος ἡμῶν, εἰς ἣν φυλὴν περὶ ἱερωσύνης οὐδὲν Μωϋσῆς ἐλάλησεν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Κἀγώ φημι καὶ οἶδα, ὅτι οὐδὲν ἱερωσύνης εἶχεν αὕτη ἡ φυλὴ, οὐδέ τις ἀπὸ ταύτης ἱεράτευσε· τοῦτο γὰρ δηλοῖ τὸ, Οὐδεὶς προσέσχηκε τῷ θυσιαστηρίῳ· ἀλλὰ τὸ πᾶν μετάθεσίς ἐστιν. Οὕτως ἀναγκαῖον ἦν τὸν νόμον καὶ τὴν παλαιὰν διαθήκην μετατεθῆναι, ὅτι καὶ αὐτὴ ἐνήλλακται ἡ φυλή. Ὁρᾷς πῶς δείκνυσι καὶ ἄλλην διαφορὰν ἀπὸ τῆς ἐναλλαγῆς τῆς φυλῆς; Οὐ μόνον δὲ καὶ ἀπὸ ταύτης δείκνυται ὅσον τὸ διάφορον, ἀλλ' ἤδη καὶ ἀπὸ τοῦ προσώπου, καὶ ἀπὸ τῆς διαθήκης, καὶ ἀπὸ τοῦ τρόπου, καὶ ἀπ' αὐτοῦ τοῦ τύπου. Ὃς οὐ κατὰ νόμον ἐντολῆς σαρκικῆς γέγονεν, ἀλλὰ κατὰ δύναμιν ζωῆς ἀκαταλύτου.
13.2.1
Γέγονε, φησὶν, ἱερεὺς, ἀλλ' οὐ κατὰ νόμον σαρκικῆς ἐντολῆς· ὁ γὰρ νόμος ἐκεῖνος τὰ πολλὰ ἄνομος ἦν. Καὶ καλῶς αὐτὸν ἐντολὴν ἐκάλεσε σαρκικήν· πάντα γὰρ ὅσα διωρίζετο σαρκικὰ ἦν. Τὸ γὰρλέγειν, Περίτεμε τὴν σάρκα, χρῖσον τὴν σάρκα, λοῦσον τὴν σάρκα, καθάρισον τὴν σάρκα, περίκειρον τὴν σάρκα, ἐπίδησον τὴν σάρκα, θρέψον τὴν σάρκα, ἄργησον τῇ σαρκί· ταῦτα, εἰπέ μοι, οὐχὶ σαρκικά; Εἰ δὲ θέλεις μαθεῖν καὶ τίνα ἃ ἐπηγγέλλετο ἀγαθὰ, ἄκουε· Πολλὴ ζωὴ, φησὶ, τῇ σαρκὶ, γάλα καὶ μέλι τῇ σαρκὶ, εἰρήνη τῇ σαρκὶ, τρυφὴ τῇ σαρκί. Ἀπὸ τούτου τοῦ νόμου τὴν ἱερωσύνην ἔλαβεν ὁ Ἀαρών· ὁ μέντοι Μελχισεδὲχ οὐχ οὕτω. Καὶ περισσότερον ἔτι κατάδηλόν ἐστιν, εἰ κατὰ τὴν ὁμοιότητα Μελχισεδὲχ ἀνίσταται ἱερεὺς ἕτερος. Τί ἐστι κατάδηλον; Τὸ μέσον τῆς ἱερωσύνης ἑκατέρας, τὸ διάφορον, ὅσον κρείττων ὃς οὐ κατὰ νόμον ἐντολῆς σαρκικῆς γέγονε. Τίς; ὁ Μελχισεδὲχ οὗτος; Οὒκ, ἀλλ' ὁ Χριστός. Ἀλλὰ κατὰ δύναμιν ζωῆς ἀκαταλύτου. Μαρτυρεῖται γὰρ, ὅτι Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν τοῦ Μελχισεδέχ. Τουτέστιν, οὐ πρόσκαιρος, οὐδὲ πέρας ἔχων, ἀλλὰ, Κατὰ δύναμιν ζωῆς ἀκαταλύτου. Τοῦτο εἶπεν, ἵνα δηλώσῃ, ὅτι ἱερεὺς γέγονε διὰ δυνάμεως ἰδίας καὶ τοῦ Πατρὸς, διὰ ζωῆς ἀπεράντου. Καίτοι οὐκ ἔστιν ἀκόλουθον τοῦτο τῷ, Ὃς οὐ κατὰ νόμον ἐντολῆς σαρκικῆς γέγονε· τὸ γὰρ ἀκόλουθον ἦν εἰπεῖν, Ἀλλὰ κατὰ πνευματικῆς. Ἀλλὰ διὰ τοῦ σαρκικοῦ τὸ πρόσκαιρον ἔδειξεν· ὥσπερ καὶ ἀλλαχοῦ λέγει, Μέχρι καιροῦ διορθώσεως ἐπικείμενα τὰ δικαιώματα τῆς σαρκὸς κατὰ δύναμιν ζωῆς· τουτέστιν, ὅτι οἰκείᾳ δυνάμει ζῇ. Εἶπεν, ὅτι νόμου μετάθεσις γίνεται, καὶ ἔδειξε πῶς· ζητεῖ λοιπὸν τὴν αἰτίαν· ὃ μάλιστα πάντων πληροφορεῖ τὰς τῶν ἀνθρώπων ψυχὰς, τὸ τὴν αἰτίαν πάντως εἰδέναι, καὶ εἰς πίστιν πλείονα ἄγει. Τότε γὰρ μᾶλλον πιστεύομεν, ὅταν καὶ τὴν αἰτίαν μάθωμεν, καὶ τὸν λόγον καθ' ὃν γίνεται. Ἀθέτησις μὲν γὰρ γίνεται, φησὶ, προαγούσης ἐντολῆς, διὰ τὸ αὐτῆς ἀσθενὲς καὶ ἀνωφελές. Ἐνταῦθα ἡμῖν οἱ αἱρετικοὶ ἐπιφύονται λέγοντες· Ἰδοὺ καὶ ὁ Παῦλος πονηρὰν τὴν ἐντολὴν εἴρηκεν. Ἀλλὰ πρόσεχε ἀκριβῶς· οὐκ εἶπε, διὰ τὸ πονηρὸν, οὐδὲ, διὰ τὸ μοχθηρὸν, ἀλλὰ, Διὰ τὸ αὐτῆς ἀσθενὲς καὶ ἀνωφελές. Καὶ ἀλλαχοῦ δὲ δείκνυσι τὸ ἀσθενές· ὡς ὅταν λέγῃ, Ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκός. Οὐκ ἄρα αὕτη ἀσθενὴς, ἀλλ' ἡμεῖς. Οὐδὲν γὰρ ἐτελείωσεν ὁ νόμος. Τί ἐστιν, Οὐδὲν ἐτελείωσεν; Οὐδένα, φησὶ, τέλειον εἰργάσατο παρακουόμενος. Ἄλλως δὲ, οὐδὲ εἰ ἠκούσθη, τέλειον ἐποίησεν ἂν καὶ ἐνάρετον. Τέως δὲ οὐ τοῦτό φησιν ὁ λόγος ἐνταῦθα, ἀλλ' ὅτι οὐδὲν ἴσχυσε· καὶ εἰκότως. Γράμματα γὰρ ἦν κείμενα· Τόδε πρᾶττε, καὶ τόδε μὴ πρᾶττε· ὑποτιθέμενα μόνον, οὐχὶ δὲ καὶ δύναμιν ἐντιθέντα. Ἡ δὲ ἐλπὶς οὐ τοιαύτη. Τί ἐστιν ἀθέτησις; Ἄμειψις, ἐκβολή. Τίνος δὲ ταύτης δηλῶν, ἐπήγαγεν εἰπὼν, Προαγούσης ἐντολῆς; Οὕτω τὸν νόμον καλῶν, διότι ἐκβέβληται διὰ τὸ αὐτοῦ ἀσθενές· προαγόμενον δὲ, τὸ παρελθὸν καὶ παλαιωθὲν διὰ τὴν ἀσθένειαν. Ὥστε ἡ ἀθέτησις τῶν κρατούντων ἐστὶν ἀθέτησις. Καὶ δῆλον ἐκ τούτου λοιπὸν, ὅτι ἐκράτει, ἀλλὰ κατεφρονήθη, ἐπεὶ μηδὲν ἤνυσεν. Οὐδὲν οὖν ὠφέλησεν ὁ νόμος; Ὠφέλησε μὲν, καὶ σφόδρα ὠφέλησεν, ἀλλὰ πρὸς τὸ ποιῆσαι τελείους οὐκ ὠφέλησε. Κατὰ τοῦτο τοίνυν λέγει τὸ, Οὐδὲν γὰρ ἐτελείωσεν ὁ νόμος, καθὸ πάντα τύποι ἦσαν, πάντα σκιὰ, περιτομὴ, θυσία, Σάββατον, ἃ οὐκ ἴσχυσεν διαβῆναι εἰς τὴν ψυχήν· διὰ τοῦτο παραχωρεῖ καὶ ὑπεξίσταται. Ἐπεισαγωγὴ δὲ κρείττονος ἐλπίδος, δι' ἧς ἐγγίζομεν τῷ Θεῷ· καὶ καθόσον οὐ χωρὶς ὁρκωμοσίας. Ὁρᾷς ὅτι ἀναγκαῖον οὕτω γέγονε τὸ τοῦ ὅρκου ἐνταῦθα; Ὥστε διὰ τοῦτο πολλὰ ἄνω ἐφιλοσόφησεν, ὅτι ὤμοσεν ὁ Θεὸς, καὶ ὤμοσεν ὑπὲρ πλείονος πληροφορίας. Ἐπεισαγωγὴ δὲ κρείττονος ἐλπίδος. Τί ἐστι τοῦτο; Εἶχε καὶ ὁ νόμος ἐλπίδα, φησὶν, ἀλλ' οὐ τοιαύτην· ἤλπιζον γὰρ εὐαρεστήσαντες ἕξειν τὴν γῆν, μηδὲν πείσεσθαι δεινόν· ἐνταῦθα δὲ ἐλπίζομεν εὐαρεστήσαντες, οὐ γῆν καθέξειν, ἀλλὰ τὸν οὐρανόν· μᾶλλον δὲ, ὃ πολλῷ τούτου κρεῖττόν ἐστιν, ἐλπίζομεν ἐγγὺς στήσεσθαι τοῦ Θεοῦ, παρ' αὐτὸν ἥξειν τὸν θρόνον τὸν πατρικὸν, λειτουργήσειν αὐτῷ μετὰ ἀγγέλων. Καὶ ὅρα πῶς αὐτὰ τίθησι κατὰ μικρόν. Ἐκεῖ μὲν γάρ φησιν· Εἰσερχομένην εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος· ἐνταῦθα δέ· Δι' ἧς ἐγγίζομεν τῷ Θεῷ· καὶ καθόσον οὐ χωρὶς ὁρκωμοσίας· τί ἐστι, Καὶ καθόσον οὐ χωρὶς ὁρκωμοσίας; Τουτέστιν, οὐ χωρὶς ὅρκου. Ἰδοὺ καὶ ἄλλη διαφορά. Καὶ οὐδὲ ἁπλῶς ταῦτα ἐπήγγελται, φησίν. Οἱ μὲν γὰρ χωρὶς ὁρκωμοσίας εἰσὶν ἱερεῖς γεγονότες· ὁ δὲ μεθ' ὁρκωμοσίας, διὰ τοῦ λέγοντος πρὸς αὐτὸν, Ὤμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται, σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέχ· κατὰ τοσοῦτον κρείττονος διαθήκης γέγονεν ἔγγυος Ἰησοῦς. Καὶ οἱ μὲν πλείονές εἰσι γεγονότες ἱερεῖς, διὰ τὸ θανάτῳ κωλύεσθαι παραμένειν· ὁ δὲ διὰ τὸ μένειν αὐτὸν εἰς τὸν αἰῶνα, ἀπαράβατον ἔχει τὴν ἱερωσύνην. Δύο τίθησι διαφορὰς, ὅτι οὐκ ἔχει τέλος, ὥσπερ ἡ νομικὴ, καὶ ὅτι μεθ' ὁρκωμοσίας· τοῦτο δὲ ποιεῖ ἀπὸ τοῦ Χριστοῦ τοῦ μετιόντος· Κατὰ δύναμιν γὰρ, φησὶ, ζωῆς ἀκαταλύτου· ποιεῖ δὲ αὐτὸ καὶ ἀπὸ τοῦ ὅρκου, ὅτι ὤμοσε· καὶ ἀπὸ τοῦ πράγματος. Εἰ γὰρ ἐπειδὴ ἀσθενὴς ἦν, φησὶν, ἐκείνη, ἐξεβλήθη· αὕτη, ἐπειδὴ δυνατή ἐστιν, ἕστηκε. Ποιεῖ δὲ αὐτὸ καὶ ἀπὸ τοῦ ἱερέως. Πῶς; Δεικνὺς ὅτι εἷς ἐστι· καὶ οὐκ ἂν εἷς ἦν, εἰ μὴ ἀθάνατος ἦν. Ὥσπερ γὰρ πολλοὶ ἱερεῖς, διὰ τὸ θνητοὶ εἶναι· οὕτως εἷς ὁ εἷς, διὰ τὸ ἀθάνατος εἶναι· Κατὰ τοσοῦτον κρείττονος διαθήκης γέγονεν ἔγγυος Ἰησοῦς, καθότι ὤμοσεν αὐτῷ ἀεὶ αὐτὸν ἔσεσθαι ἱερέα, φησίν· οὐκ ἂν τοῦτο ποιήσας, εἰ μὴ ζῶν ἦν. Ὅθεν καὶ σώζειν εἰς τὸ παντελὲς δύναται τοὺς προσερχομένους δι' αὐτοῦ τῷ Θεῷ, πάντοτε ζῶν εἰς τὸ ἐντυγχάνειν ὑπὲρ αὐτῶν.
13.3.1
Ὁρᾷς ὅτι εἰς τὸ κατὰ σάρκα τοῦτό φησιν; Ὅτε ἔδειξεν αὐτὸν ἱερέα, τότε εὐκαίρως λέγει τὸ ἐντυγχάνειν. Ὥστε καὶ ὅταν λέγῃ Παῦλος, Ὃς καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν, τὸ αὐτὸ αἰνίττεται, ὅτι ἀρχιερεὺς ὢν ἐντυγχάνει. Ἐπεὶ ὁ ἐγείρων τοὺς νεκροὺς ὡς θέλει, καὶ ζωοποιῶν οὕτως ὡς ὁ Πατὴρ, πῶς ἔνθα σῶσαιδεῖ, ἐντυγχάνει; ὁ πᾶσαν τὴν κρίσιν ἔχων, πῶς ἐντυγχάνει; ὁ ἀποστέλλων τοὺς ἀγγέλους, ὥστε τοὺς μὲν εἰς κάμινον ἐμβαλεῖν, τοὺς δὲ σῶσαι, πῶς ἐντυγχάνει; Ὅθεν, φησὶ, καὶ σώζειν δύναται. Διὰ τοῦτο οὖν σώζει, ἐπειδὴ οὐκ ἀποθνήσκει. Ἐπειδὴ ἀεὶ ζῇ, οὐκ ἔχει διάδοχον, φησίν· εἰ δὲ οὐκ ἔχει διάδοχον, καὶ δύναται πάντων προΐστασθαι. Ἐνταῦθα μὲν γὰρ ὁ ἀρχιερεὺς, εἰ καὶ θαυμαστὸς ἦν, μέχρι τοῦ καιροῦ ἐκείνου ἐν ᾧ ἦν, οἷον ὁ Σαμουὴλ, καὶ ὅσοι τοιοῦτοι· μετὰ δὲ ταῦτα, οὐκέτι· ἐτεθνήκεσαν γάρ· ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλὰ σώζει εἰς τὸ παντελές. Τί ἐστιν, Εἰς τὸ παντελές; Μυστήριόν τι μέγα αἰνίττεται. Οὐκ ἐνταῦθα μόνον, φησὶν, ἀλλὰ καὶ ἐκεῖ σώζει τοὺς προσερχομένους δι' αὐτοῦ τῷ Θεῷ. Πῶς σώζει; Πάντοτε ζῶν εἰς τὸ ἐντυγχάνειν ὑπὲρ αὐτῶν, φησίν. Ὁρᾷς ὅσον τὸ ταπεινὸν εἶπε διὰ τὴν ἀνθρωπότητα; οὐ γὰρ ἅπαξ αὐτὸν ἐντυχόντα τούτου τυχεῖν λέγει, ἀλλ' ἀεὶ, καὶ ἡνίκα ἂν δέηται ἐντυγχάνειν ὑπὲρ αὐτῶν· τοῦτο γὰρ δηλοῖ τὸ, Εἰς τὸ παντελές. Τί ἐστιν, Εἰς τὸ παντελές; Οὐ πρὸς τὸ παρὸν μόνον, φησὶν, ἀλλὰ καὶ ἐκεῖ ἐν τῇ μελλούσῃ ζωῇ. Ἀεὶ οὖν δεῖται τοῦ εὔχεσθαι; καὶ πῶς ἂν ἔχοι λόγον; καὶ ἄνθρωποι μὲν πολλάκις δίκαιοι ἐκ μιᾶς αἰτήσεως τὸ πᾶν ἤνυσαν, αὐτὸς δὲ ἀεὶ δεῖται; τίνος οὖν ἕνεκεν συγκάθηται; Ὁρᾷς ὅτι συγκατάβασίς ἐστι τὸ ταπεινὰ φθέγγεσθαι; Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Μηδὲν δείσητε, μηδὲ εἴπητε, Ναὶ, φιλεῖ μὲν ἡμᾶς, καὶ παῤῥησίαν ἔχει πρὸς τὸν Πατέρα, ἀλλ' οὐκ ἀεὶ δύναται ζῇν· ἀεὶ γὰρ ζῇ. Τοιοῦτος γὰρ ἡμῖν ἔπρεπεν ἀρχιερεὺς, ὅσιος, ἄκακος, ἀμίαντος, κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν. Ὁρᾷς ὅτι περὶ τῆς ἀνθρωπότητος τὸ πᾶν εἴρηται; Ὅταν δὲ εἴπω ἀνθρωπότητα, θεότητα ἔχουσαν λέγω, οὐ διαιρῶν, ἀλλὰ ἀφεὶς τὰ πρέποντα ὑποπτεύειν. Εἶδες τὴν διαφορὰν τοῦ ἀρχιερέως; Ἀνεκεφαλαιώσατο τὰ ἄνω λεχθέντα, ὅτε ἔλεγε· Πεπειραμένον δὲ κατὰ πάντα καθ' ὁμοιότητα χωρὶς ἁμαρτίας· τοιοῦτος γὰρ ἡμῖν, φησὶν, ἔπρεπεν ἀρχιερεὺς, ὅσιος, ἄκακος. Ἄκακος τί ἐστιν, Ἀπόνηρος, οὐχ ὕπουλος· καὶ ὅτι τοιοῦτος, ἄκουε τοῦ προφήτου λέγοντος· Οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. Τοῦτο οὖν ἄν τις περὶ Θεοῦ εἴποι· ὁ δὲ οὐκ αἰσχύνεται λέγων, ὅτι ὁ Θεὸς οὐκ ἔστιν ὕπουλος, οὐδὲ δολερός; Περὶ μὲν οὖν τοῦ κατὰ σάρκα ἔχοι ἂν λόγον, Ὅσιος, ἀμίαντος· καὶ τοῦτο οὐ περὶ τοῦ Θεοῦ εἴποι τις ἄν· ἔχει γὰρ φύσιν μὴ μιαίνεσθαι. Κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν. Τοῦτο οὖν μόνον δείκνυσι τὸ διάφορον, ἢ καὶ αὐτὴ ἡ θυσία; Καὶ ἡ θυσία. Πῶς; Οὐκ ἔχει, φησὶ, καθ' ἡμέραν ἀνάγκην, ὥσπερ οἱ ἀρχιερεῖς, πρότερον ὑπὲρ τῶν ἰδίων ἁμαρτιῶν θυσίας ἀναφέρειν, ἔπειτα τῶν τοῦ λαοῦ· τοῦτο γὰρ ἐποίησεν ἐφάπαξ, ἑαυτὸν ἀνενέγκας. Τοῦτο, ποῖον; ἐνταῦθα προανακρούεται λοιπὸν τῆς πνευματικῆς θυσίας τὴν ὑπερβολήν. Καὶ τὸ μέσον εἶπε τὸ τοῦ ἱερέως, εἶπε τὸ τῆς διαθήκης, οὐχ ὅλον μὲν, εἶπε δὲ ὅμως· ἐνταῦθα προανακρούεται λοιπὸν καὶ αὐτὴν τὴν θυσίαν. Μὴ τοίνυν αὐτὸν ἱερέα ἀκούσας, ἀεὶ ἱερᾶσθαι νόμιζε· ἅπαξ γὰρ ἱεράσατο, καὶ λοιπὸν ἐκάθισεν. Ἵνα γὰρ μὴ νομίσῃς ἄνω ἑστάναι αὐτὸν, καὶ λειτουργὸν εἶναι, δείκνυσιν ὅτι οἰκονομίας τὸ πρᾶγμά ἐστιν. Ὥσπερ γὰρ δοῦλος ἐγένετο, οὕτω καὶ ἱερεὺς καὶ λειτουργός· ἀλλ' ὥσπερ δοῦλος γενόμενος, οὐκ ἔμεινε δοῦλος· οὕτω καὶ λειτουργὸς γενόμενος, οὐκ ἔμεινε λειτουργός· οὐ γὰρ λειτουργοῦ τὸ καθῆσθαι, ἀλλὰ τὸ ἑστάναι. Τοῦτο οὖν αἰνίττεται ἐνταῦθα τῆς θυσίας τὸ μεγαλεῖον, ἣ ἤρκεσε μία οὖσα, καὶ ἅπαξ προσενεχθεῖσα, τοσοῦτον ὅσον αἱ πᾶσαι οὐκ ἴσχυσαν. Ἀλλ' οὔπω περὶ τούτου· τοσοῦτον δὲ τέως φησί· Τοῦτο γὰρ ἐποίησεν ἐφάπαξ. Τοῦτο, ποῖον; Ἀναγκαῖον γὰρ ἔχειν, φησὶ, τὶ καὶ τοῦτον ὃ προσενέγκῃ· οὐ τὸ ὑπὲρ ἑαυτοῦ· πῶς γὰρ ὑπὲρ ἑαυτοῦ προσέφερεν ἀναμάρτητος ὤν; ἀλλ' ὑπὲρ τοῦ λαοῦ. Τί λέγεις; καὶ οὐ δεῖται τοῦ προσφέρειν ὑπὲρ ἑαυτοῦ, ἀλλ' ἰσχύει τοσοῦτον; Ναὶ, φησίν. Ἵνα γὰρ μὴ νομίσῃς τὸ, Ἐποίησεν ἐφάπαξ, καὶ περὶ αὐτοῦ εἰρῆσθαι, ἄκουσον τί ἐπάγει· Ὁ νόμος γὰρ ἀνθρώπους καθίστησιν ἀρχιερεῖς ἔχοντας ἀσθένειαν. Διὰ τοῦτο καὶ ἀεὶ ὑπὲρ ἑαυτῶν προσφέρουσιν· ὁ μέντοι δυνατὸς ὢν, ὁ μὴ ἔχων ἁμαρτίαν, τίνος ἕνεκεν ὑπὲρ ἑαυτοῦ προσφέρει; Ἄρα οὐχ ὑπὲρ ἑαυτοῦ, ἀλλ' ὑπὲρ τοῦ λαοῦ προσέφερε· καὶ τοῦτο ἐφάπαξ. Ὁ λόγος δὲ τῆς ὁρκωμοσίας τῆς μετὰ τὸν νόμον, Υἱὸν εἰς τὸν αἰῶνα τετελειωμένον.– Τετελειωμένον τί ἐστιν; Ὅρα· Οὐ τίθησι τὰς ἀντιδιαστολὰς ὁ Παῦλος κυρίας· εἰπὼν γὰρ, Ἔχοντας ἀσθένειαν, οὐκ εἶπεν Υἱὸν δυνατὸν, ἀλλὰ τετελειωμένον, τουτέστι, δυνατὸν, ὡς ἂν εἴποι τις· Ὁρᾷς ὅτι τὸ, Υἱὸς, ὄνομα πρὸς ἀντιδιαστολὴν τοῦ δούλου εἴρηται; Ἀσθένειαν δὲ ἢ τὴν ἁμαρτίαν φησὶν, ἢ τὸν θάνατον. Τί ἐστιν, Εἰς τὸν αἰῶνα; Οὐ νῦν μόνον ἀναμάρτητον, φησὶν, ἀλλ' ἀεί. Εἰ τοίνυν τέλειός ἐστιν, εἰ μηδέποτε ἁμαρτάνει, εἰ ἀεὶ ζῇ, τίνος ἕνεκεν προσοίσει πολλάκις ὑπὲρ ἡμῶν θυσίας; Ἀλλὰ τέως μὲν ὑπὲρ τούτου οὐκ ἰσχυρίζεται, ὑπὲρ δὲ τοῦ μὴ προσφέρειν αὐτὸν ὑπὲρ ἑαυτοῦ, τοῦτο ἰσχυρίζεται. Ἐπεὶ οὖν τοιοῦτον ἔχομεν ἀρχιερέα, μιμησώμεθα αὐτὸν, καὶ κατ' ἴχνος αὐτοῦ βαίνωμεν. Οὐκ ἔστιν ἄλλη θυσία· μία ἡμᾶς ἐκαθάρισε· μετὰ δὲ τοῦτο πῦρ καὶ γέεννα. Καὶ γὰρ καὶ διὰ τοῦτο ἄνω καὶ κάτω στρέφει λέγων, ἕνα ἱερέα, μίαν θυσίαν, ἵνα μή τις, νομίζων πολλὰς εἶναι ἀδεῶς ἁμαρτάνῃ.
13.4.1
Ὅσοι τοίνυν κατηξιώθημεν τῆς σφραγῖδος, ὅσοι τῆς θυσίας ἀπηλαύσαμεν, ὅσοι τῆς ἀθανάτου τραπέζης μετέσχομεν, μένωμεν φυλάττοντες τὴν εὐγένειαν καὶ τὴν τιμήν· οὐ γὰρ ἀκίνδυνος ἡ ἀπόπτωσις. Ὅσοι δὲ μηδέπω κατηξιώθησαν τούτων, μηδὲ οὗτοι διὰ τοῦτο θαῤῥείτωσαν· ὅταν γάρ τις διὰ τοῦτο ἁμαρτάνῃ, ἵνα τὸ ἅγιον βάπτισμα πρὸς ἐσχάταις λάβῃ ταῖς ἀναπνοαῖς, πολλάκις οὐκ ἐπιτεύξεται. Καὶ, πιστεύσατέ μοι, οὐ φοβῶν ὑμᾶς λέγω, ὃ μέλλω λέγειν· πολλοὺς οἶδα τοῦτο παθόντας ἐγὼ, οἳ προσδοκίᾳ μὲν τοῦ φωτίσματος πολλὰ ἡμάρτανον, πρὸς δὲ τῇ ἡμέρᾳ τῆς τελευτῆς ἀπῆλθον κενοί. Ὁ γὰρ Θεὸς διὰ τοῦτο τὸ βάπτισμα ἔδωκεν, ἵνα λύσῃ τὰς ἁμαρτίας, οὐχ ἵνα αὐξήσῃ τὰς ἁμαρτίας· εἰ δέ τις τούτῳ κεχρημένος εἴη πρὸς ἄδειαν τοῦ πλείονα ἁμαρτάνειν, ῥᾳθυμίας λοιπὸν τοῦτο γίνεται αἴτιον. Εἰ γὰρ μὴ λουτρὸν ἦν, ἀσφαλέστερον ἔζων ἂν, ὡς οὐκ ἔχοντες ἄφεσιν. Ὁρᾷς ὅτι τὸ, Ποιήσωμεν τὰ κακὰ, ἵνα ἔλθῃ τὰ ἀγαθὰ, ἡμεῖς ἐσμεν οἱ ποιοῦντες λέγεσθαι; Διὸ, παρακαλῶ, καὶ ὑμεῖς οἱ ἀμύητοι νήφετε· μηδεὶς ὡς μισθωτὸς, μηδεὶς ὡς ἀγνώμων, οὕτω μετιέτω τὴν ἀρετὴν, μηδεὶς ὡς βαρὺ καὶ φορτικόν. Μετὰ προθυμίας τοίνυν ταύτην μετέλθωμεν καὶ χαίροντες. Εἰ γὰρ μὴ μισθὸς ἔκειτο, οὐκ ἐχρῆν εἶναι ἀγαθόν; ἀλλ' ὅμως κἂν μετὰ μισθοῦ γενώμεθα ἀγαθοί. Πῶς γὰρ οὐκ αἰσχύνη τοῦτο, καὶ μεγίστη κατάγνωσις; Ἐὰν μὴ δῷς μοι μισθὸν, φησὶν, οὐ γίνομαι σώφρων. Οὐκοῦν τολμῶ τι εἰπεῖν; οὐδέποτε ἔσῃ σώφρων, οὐδὲ ὅταν σωφρονῇς, εἴ γε μισθῷ αὐτὸ ποιεῖς· οὐδὲν γὰρ ἡγῇ τὴν ἀρετὴν, εἴ γε μὴ ἐρᾷς αὐτῆς. Ἀλλ' ὁ Θεὸς διὰ τὴν πολλὴν ἡμῶν ἀσθένειαν τέως κἂν μισθοῦ ἠθέλησεν αὐτὴν γενέσθαι· ἡμεῖς δὲ οὐδὲ οὕτω μέτιμεν αὐτήν. Θῶμεν δὲ, εἰ βούλεσθε, ὅτι ἄνθρωπός τις μυρία ἐργασάμενος κακὰ ἄπεισι, καὶ καταξιωθεὶς τοῦ βαπτίσματος (ὅπερ οὐ ταχέως οἶμαι συμβαίνειν), πῶς ἀπελεύσεται ἐκεῖ, εἰπέ μοι; Ὑπὲρ μὲν τῶν εἰργασμένων οὐκ ἐγκαλούμενος, ἀπαῤῥησίαστος δὲ ὢν, εἰκότως. Ὅταν γὰρ ἑκατὸν ἔτη βιώσας, μηδὲν ἀγαθὸν ἔργον ἐπιδείξηται, ἀλλὰ μόνον, ὅτι οὐχ ἥμαρτε, μᾶλλον δὲ μηδὲ τοῦτο, ἀλλ' ὅτι χάριτι μόνῃ διεσώθη, ἑτέρους δὲ ἐστεφανωμένους λαμπροὺς καὶ εὐδοκίμους ἴδῃ· κἂν εἰς γέενναν μὴ ἐμπέσῃ, ἆρα οἴσει τὴν ἀθυμίαν, εἰπέ μοι; Ἵνα δὲ ἐπὶ ὑποδείγματος τὸ πρᾶγμα ποιήσω φανερώτερον, ἔστωσαν δύο στρατιῶται, καὶ ὁ μὲν κλεπτέτω, ἀδικείτω, πλεονεκτείτω· ὁ δὲ μηδὲν τούτων ἐργαζέσθω, ἀλλὰ ἀνδραγαθείτω, μεγάλα κατορθούτω, ἐν πολέμοις τρόπαια ἱστάτω, αἱματτέτω τὴν δεξιάν· εἶτα καιροῦ ἐπιστάντος, ὁ μὲν ἀπὸ τῆς ἀξίας ἐκείνης, ἐν ᾗ καὶ ὁ κλέπτης ἦν, ἀθρόον ἐπὶ τὸν βασιλικὸν θρόνον καὶ τὴν ἁλουργίδα ἀγέσθω· ἐκεῖνος δὲ ὁ κλέπτης ἐκεῖ μενέτω, ἔνθα ἦν, ἀπὸ δὲ τῆς φιλανθρωπίας μόνον τῆς βασιλικῆς μὴ διδότω δίκην ὧν ἔδρασεν, ἐν μέντοι τῷ ἐσχάτῳ τόπῳ ἔστω, καὶ ὑπὸ τῷ βασιλεῖ ταττέσθω· ἆρα οἴσει τὴν ἀθυμίαν, εἰπέ μοι, ὅταν ἴδῃ τὸν μὲν μετ' αὐτοῦ πρὸς αὐτὴν δήπου ἀνελθόντα τῶν ἀξιωμάτων τὴν κορυφὴν, καὶ οὕτω λαμπρὸν γενόμενον, καὶ τῆς οἰκουμένης κρατοῦντα, ἑαυτὸν δὲ ἔτι κάτω μένοντα, καὶ οὐδὲ αὐτὸ τὸ μὴ κολασθῆναι μετὰ τιμῆς ἔχοντα, ἀλλ' ἀπὸ τῆς χάριτος καὶ τῆς φιλανθρωπίας τοῦ βασιλέως; κἂν γὰρ ἀφῇ ὁ βασιλεὺς, καὶ ἐγκλημάτων ἀπαλλάξῃ, ἀλλ' ὅμως αἰσχυνόμενος βιώσεται· οὐ γὰρ δὴ καὶ ἄλλοι αὐτὸν θαυμάσονται. Ἐν γὰρ ταῖς τοιαύταις συγχωρήσεσιν οὐ τοὺς λαμβάνοντας τὰ δῶρα, ἀλλὰ τοὺς διδόντας θαυμάζομεν· καὶ ὅσῳ ἂν μείζονα δῶσι δῶρα, τοσούτῳ μᾶλλον καταισχύνονται οἱ λαμβάνοντες, ὅταν μεγάλα ᾖ αὐτοῖς τὰ ἡμαρτημένα. Ποίοις οὖν ὀφθαλμοῖς ἀντιβλέψαι δυνήσεται ὁ τοιοῦτος τοῖς ἐν τοῖς βασιλείοις οὖσιν, ἐκείνων μυρίους ἱδρῶτας καὶ τραύματα ἐπιδεικνυμένων, αὐτὸς οὐδὲν ἔχων ἐπιδεῖξαι, ἀλλὰ καὶ αὐτὸ τὸ σωθῆναι ἀπὸ μόνης τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἔχων; Ὥσπερ γὰρ εἴ τις ἀνδροφόνον, κλέπτην, μοιχὸν μέλλοντα ἀπάγεσθαι ἐξαιτήσαιτο, καὶ κελεύσειεν εἶναι παρὰ τὰ πρόθυρα τῶν βασιλείων, οὐδενὶ δυνήσεται ἀντιβλέψαι ἐκεῖνος λοιπὸν, εἰ καὶ τῆς τιμωρίας ἀπήλλακται· οὕτω δὴ καὶ οὗτος.
13.5.1
Μὴ γὰρ δὴ, ἐπειδὴ βασίλεια λέγεται, νομίσητε πάντας τῶν αὐτῶν τυγχάνειν. Εἰ γὰρ ἐνταῦθα καὶ ὁὕπαρχος, καὶ πάντες οἱ περὶ τὸν βασιλέα, καὶ οἱ σφόδρα καταδεέστεροι καὶ τὸν τῶν λεγομένων δεκανῶν τόπον ἐπέχοντες, ἐν τοῖς βασιλείοις εἰσὶ, καίτοι τοσούτου ὄντος τοῦ μέσου τοῦ ὑπάρχου καὶ τοῦ δεκανοῦ· πολλῷ μᾶλλον ἐν τοῖς ἄνω βασιλείοις τοῦτο ἔσται. Καὶ τοῦτο οὐκ ἀπ' ἐμαυτοῦ λέγω· καὶ γὰρ ἑτέραν τούτων μείζονα τίθησι διαφορὰν ὁ Παῦλος. Ὅσαι γὰρ διαφοραὶ, φησὶν, ἀπὸ ἡλίου ἕως σελήνης, καὶ ἀστέρων καὶ τοῦ μικροτάτου ἀστέρος, τοσαῦται καὶ τῶν ἐν τῇ βασιλείᾳ. Καὶ ὅτι πολλῷ πλέον τοῦ δεκανοῦ λεγομένου καὶ τοῦ ὑπάρχου, τοῦ ἡλίου καὶ τοῦ μικροτάτου ἀστέρος τὸ διάφορον, δῆλον ἅπασιν. Ὁ μὲν γὰρ ἥλιος πᾶσαν ὁμοῦ καταλάμπει τὴν οἰκουμένην καὶ φαιδρὰν ποιεῖ, καὶ σελήνην καὶ ἀστέρας ἀποκρύπτει· ὁ δὲ πολλάκις οὐδὲ φαίνεται, καὶ ταῦτα ἐν σκότῳ· πολλοὶ γάρ εἰσι τῶν ἀστέρων, οὓς οὐχ ὁρῶμεν. Ὅταν οὖν ἑτέρους ὁρῶμεν ἡλίους γινομένους, ἡμεῖς δὲ τῶν ἀστέρων τῶν σμικροτάτων τὴν τάξιν ἔχωμεν τῶν οὐδὲ φαινομένων, τίς ἔσται ἡμῖν παραμυθία; Μὴ, παρακαλῶ, μὴ οὕτω νωθεῖς ὦμεν, μὴ οὕτως ἀργοὶ, μὴ πραγματευώμεθα τὴν παρὰ τοῦ Θεοῦ σωτηρίαν εἰς ῥᾳθυμίαν, ἀλλ' ἐμπορευώμεθα αὐτὴν, καὶ πληθύνωμεν. Κἂν γὰρ κατηχούμενός τις ᾖ, ἀλλὰ τὸν Χριστὸν οἶδεν, ἀλλὰ τὴν πίστιν ἔγνω, ἀλλὰ τῶν θείων ἐπακούει λόγων, ἀλλ' οὐ πόῤῥω ἐστὶ τῆς θείας γνώσεως, οἶδε τὸ θέλημα τοῦ Δεσπότου αὐτοῦ. Τίνος οὖν ἕνεκεν ἀναβάλλεται; τίνος ἕνεκεν μέλλει καὶ ὑπερτίθεται; Οὐδὲν βίου κρεῖττον καλοῦ, καὶ ἐνταῦθα κἀκεῖ, καὶ ἐπὶ φωτιζομένων καὶ ἐπὶ κατηχουμένων. Τί γὰρ, εἰπέ μοι, φορτικὸν ἐπιτετάγμεθα; Ἔχε, φησὶ, γυναῖκα, καὶ σωφρόνει. Τοῦτο φορτικὸν, εἰπέ μοι; καὶ πῶς, ὅπου γε πολλοὶ καὶ χωρὶς γυναικὸς σωφρονοῦσιν, οὐ Χριστιανοὶ μόνον, ἀλλὰ καὶ Ἕλληνες; Ὃ ὑπερβαίνει τοίνυν ὁ Ἕλλην διὰ κενοδοξίαν, σὺ οὐδὲ τοῦτο τηρεῖς διὰ τὸν φόβον τοῦ Θεοῦ; Δίδου, φησὶ, πένησιν ἐκ τῶν ὄντων. Τοῦτο φορτικόν; Ἀλλὰ καὶ ἐνταῦθα κατηγοροῦσιν ἡμῶν Ἕλληνες, ὁλοκλήρους οὐσίας κενώσαντες διὰ κενοδοξίαν μόνην. Μὴ αἰσχρολόγει. Τοῦτο δύσκολον; εἰ γὰρ μὴ ἐπετέτακτο, οὐκ ἔδει αὐτὸ κατορθοῦν, ἵνα μὴ ἄτιμοι φαινώμεθα; ὅτι γὰρ τὸ ἐναντίον δύσκολον, τὸ αἰσχρολογεῖν λέγω, δῆλον ἐξ ὧν αἰδεῖται ἡ ψυχὴ καὶ ἐρυθριᾷ, ἐάν τι τοιοῦτον εἰπεῖν προαχθῇ, καὶ οὐδὲ ἐρεῖ, ἐὰν μὴ τάχα μεθύῃ. Διὰ τί γὰρ ἐπ' ἀγορᾶς καθήμενος, κἂν ἐπὶ οἰκίας τοῦτο ποιῇς, ἐκεῖ οὐ ποιεῖς; ἆρα οὐχὶ διὰ τοὺς παρόντας; διὰ τί ἐπὶ τῆς γυναικός σου ταχέως τὸ αὐτὸ μὴ ποιεῖς; ἆρα οὐχ ἵνα μὴ αὐτὴν ὑβρίσῃς; Ἵνα μὴ ὑβρίσῃς τοίνυν τὴν γυναῖκά σου, οὐ ποιεῖς· τὸν δὲ Θεὸν ὑβρίζων οὐκ ἐρυθριᾷς; πανταχοῦ γὰρ πάρεστι, καὶ πάντα ἀκούει. Μὴ μέθυε, φησί· καλῶς. Τοῦτο γὰρ καὶ αὐτὸ καθ' ἑαυτὸ οὐ κόλασις; Οὐκ εἶπε, Κατάτεινον τὸ σῶμα, ἀλλὰ τί; Μὴ μέθυε· τουτέστι, μὴ οὕτως αὐτὸ ἐκτραχηλίσῃς, ὡς τῆς ψυχῆς ἀφελέσθαι τὴν ἀρχήν. Τί οὖν; οὐ χρὴ προνοεῖσθαι τοῦ σώματος; Μὴ γένοιτο· οὐ τοῦτο λέγω, ἀλλ' εἰς ἐπιθυμίας αὐτοῦ μὴ προνόει· οὕτω γὰρ καὶ Παῦλος ἐκέλευσε λέγων· Καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίας. Μὴ ἅρπαζε, φησὶ, τὰ μὴ σὰ, μὴ πλεονέκτει, μὴ ἐπιόρκει. Ποίων πόνων ταῦτα δεῖται; ποίων ἱδρώτων; Μὴ κακηγόρει, φησὶ, μηδὲ συκοφάντει. Ποῖον ἔχει τοῦτο πόνον; Τοὐναντίον μὲν οὖν πόνος. Ὅταν μὲν γὰρ εἴπῃς κακῶς, εὐθέως ἐν κινδύνῳ εἶ, ἐν ὑποψίᾳ, Μὴ ἤκουσε περὶ οὗ εἶπον, ἄν τε μέγας ᾖ, ἄν τε μικρός· ἂν μὲν γὰρ μέγας ᾖ, ἐν ἔργοις κινδυνεύσεις εὐθέως· ἂν δὲ μικρὸς, τοῖς ἴσοις σε ἀμυνεῖται, μᾶλλον δὲ καὶ πολλῷ χαλεπωτέροις· μειζόνως γάρ σε ἐρεῖ κακῶς. Οὐδὲν δύσκολον, οὐδὲν φορτικὸν ἐπιτετάγμεθα, ἂν βουλώμεθα· ἂν δὲ μὴ βουλώμεθα, καὶ τὰ ῥᾷστα φορτικὰ ἡμῖν φανεῖται. Τί τοῦ φαγεῖν ῥᾷον; ἀλλ' ὑπὸ πολλῆς βλακείας πολλοὶ καὶ πρὸς τοῦτο δυσχεραίνουσι· πολλῶν δὲ ἀκούω λεγόντων, ὅτι καὶ τὸ φαγεῖν κάματος. Οὐδὲν τούτων ἔχει κάματον, ἂν θέλῃς· ἐν γὰρ τῷ θέλειν πάντα κεῖται, μετὰ τὴν ἄνωθεν χάριν. Θελήσωμεν οὖν τὰ ἀγαθὰ, ἵνα καὶ τῶν αἰωνίων τύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ.