In epistulam ad Hebraeos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
14.0.1
Κεφάλαιον δὲ ἐπὶ τοῖς λεγομένοις, τοσοῦτον ἔχο μεν ἀρχιερέα, ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρό νου τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς, τῶν ἁγίων λειτουργὸς καὶ τῆς σκηνῆς τῆς ἀληθι νῆς, ἣν ἔπηξεν ὁ Κύριος, καὶ οὐκ ἄνθρωπος.
14.1.1
Ἀναμίγνυσι τὰ ταπεινὰ τοῖς ὑψηλοῖς ὁ Παῦλος, ὁ ἀεὶ τὸν διδάσκαλον μιμούμενος τὸν αὑτοῦ, ὥστε τὰ ταπεινὰ τοῖς ὑψηλοῖς ὁδὸν γενέσθαι, καὶ διὰ τούτων ἐπ' ἐκεῖνα χειραγωγηθῆναι, καὶ γενομένους ἐν τοῖς μεγάλοις, μανθάνειν ὅτι ταῦτα συγκαταβάσεως ἦν. Τοῦτο γοῦν καὶ ἐνταῦθα ποιεῖ· εἰπὼν γὰρ ὅτι ἀνήνεγκεν ἑαυτὸν, καὶ ἀρχιερέα δείξας, ἐπάγει· Κεφάλαιον δὲ ἐπὶ τοῖς λεγομένοις, τοιοῦτον ἔχομεν ἀρχιερέα, ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς. Καίτοι τοῦτο οὐχὶἱερέως, ἀλλὰ τούτου ᾧ ἱερᾶσθαι ἐκεῖνον χρή. Τῶν ἁγίων λειτουργός. Οὐδὲ λειτουργὸς ἁπλῶς, ἀλλὰ, Τῶν ἁγίων λειτουργός. Καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, ἣν ἔπηξεν ὁ Κύριος, καὶ οὐκ ἄνθρωπος. Ὁρᾷς τὴν συγκατάβασιν; Οὐχὶ πρὸ μικροῦ διίστη, λέγων· Οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα; καὶ διὰ τοῦτο οὐδὲ ἀκούουσι· Κάθου ἐκ δεξιῶν μου. Τοῦτο δέ φησιν, ὡς τοῦ καθημένου πάντως οὐκ ὄντος λειτουργοῦ· ὥστε τοῦτο ἀκούει διὰ τὴν σάρκα. Σκηνὴν δὲ ἐνταῦθα τὸν οὐρανὸν λέγει. Διὸ καὶ τὸ διάφορον δεικνὺς πρὸς τὴν Ἰουδαϊκὴν, ἐπάγει λέγων, Ἣν ἔπηξεν ὁ Κύριος, καὶ οὐκ ἄνθρωπος. Ὅρα πῶς ἦρε τὰς ψυχὰς τῶν ἐξ Ἰουδαίων πεπιστευκότων, τοῦτο εἰπών. Ἐπειδὴ γὰρ εἰκὸς ἦν αὐτοὺς φαντάζεσθαι, ὅτι σκηνὴν οὐκ ἔχομεν τοιαύτην, Ἰδοὺ, φησὶν, ὁ ἱερεὺς, καὶ μέγας, καὶ πολὺ μείζων ἐκείνου, καὶ θυσίαν θαυμασιωτέραν προσήνεγκεν. Ἀλλ' ἆρα μὴ λόγος ταῦτα, μὴ κόμπος καὶ ψυχαγωγία; Ἀλλὰ διὰ τοῦτο ἐπιστώσατο πρότερον ἀπὸ τοῦ ὅρκου, λοιπὸν δὲ καὶ ἀπὸ τῆς σκηνῆς. Ἦν μὲν οὖν καὶ αὕτη δήλη ἡδιαφορά· οὗτος δὲ καὶ ἑτέραν ἐπινοεῖ· Ἣν ἔπηξεν ὁ Κύριος, φησὶ, καὶ οὐκ ἄνθρωπος. Ποῦ τοίνυν εἰσὶν οἱ λέγοντες κινεῖσθαι τὸν οὐρανόν; ποῦ εἰσιν οἱ σφαιροειδῆ αὐτὸν εἶναι ἀποφαινόμενοι; ἀμφότερα γὰρ ταῦτα ἀνῄρηται ἐνταῦθα. Κεφάλαιον δὲ, φησὶν, ἐπὶ τοῖς λεγομένοις. Κεφάλαιον ἀεὶ τὸ μέγιστον λέγεται. Πάλιν κατάγει τὸν λόγον· εἰπὼν τὸ ὑψηλὸν, ἀδεῶς φθέγγεται λοιπὸν τὰ ταπεινά. Εἶτα, ἵνα μάθῃς ὅτι τὸ, Λειτουργὸς, περὶ τῆς ἀνθρωπότητος εἴρηται, ὅρα πῶς πάλιν ἐπισημαίνεται· Πᾶς γὰρ ἀρχιερεὺς, φησὶν, εἰς τὸ προσφέρειν δῶρά τε καὶ θυσίας καθίσταται· ὅθεν ἀναγκαῖον ἔχειν τι καὶ τοῦτον ὃ προσενέγκῃ. Μὴ, ἐπειδὴ ἀκούεις ὅτι κάθηται, ὕθλον εἶναι νομίσῃς τὸ ἀρχιερέα αὐτὸν εἰρῆσθαι· ἐκεῖνο μὲν γὰρ τῆς ἀξίας τοῦ Θεοῦ, τὸ καθῆσθαι, τοῦτο δὲ τῆς φιλανθρωπίας τῆς πολλῆς καὶ τῆς εἰς ἡμᾶς κηδεμονίας. Διὰ τοῦτο αὐτὸ λιπαίνει, καὶ τούτῳ πλέον ἐνδιατρίβει· δέδοικε γὰρ μὴ ἐκεῖνο ἀνατρέψῃ. Διὰ τοῦτο πάλιν ἐπὶ τοῦτο κατάγει τὸν λόγον, ἐπειδὴ ἐζήτουν τινὲς, τίνος ἕνεκεν ἀπέθανεν, ἱερεὺς ὤν. Ἱερεὺς δὲ χωρὶς θυσίας οὐκ ἔστι· δεῖ τοίνυν καὶ τοῦτον ἔχειν θυσίαν. Ἄλλως δὲ, εἰπὼν ὅτι ἄνω ἐστὶ, λέγει καὶ δείκνυσιν, ὅτι ἱερεύς ἐστι πάντοθεν, ἀπὸ τοῦ Μελχισεδὲχ, ἀπὸ τοῦ ὅρκου, ἀπὸ τοῦ προσενεγκεῖν θυσίαν. Ἐκ τούτου λοιπὸν καὶ ἀναγκαῖον ἄλλον πλέκει συλλογισμόν. Εἰ μὲν γὰρ ἦν ἐπὶ γῆς, φησὶν, οὐδ' ἂν ἦν ἱερεὺς, ὄντων τῶν ἱερέων τῶν προσφερόντων κατὰ τὸν νόμον τὰ δῶρα. Εἰ τοίνυν ἐστὶν ἱερεὺς, φησὶν, ὥσπερ οὖν καὶ ἔστι, δεῖ αὐτῷ τόπον ζητῆσαι ἕτερον. Ἐπὶ γῆς μὲν γὰρ ὢν, οὐκ ἂν ἦν ἱερεύς. Πῶς γάρ; οὐ προσήνεγκεν, οὐχ ἱεράσατο· καὶ εἰκότως· ἦσαν γὰρ οἱ ἱερεῖς. Καὶ δείκνυσιν, ὅτι οὐδὲ δυνατὸν ἐπὶ γῆς εἶναι ἱερέα· πῶς γάρ; Ἐπεὶ οὐδὲ ἐπανάστασις ἦν, φησίν. Ἐνταῦθα ἀναγκαῖον συντεῖναι τὸν νοῦν, καὶ συνιδεῖν τὴν ἀποστολικὴν σύνεσιν· πάλιν γὰρ τὴν διαφορὰν δείκνυσι τῆς ἱερωσύνης. Οἵτινες, φησὶν, ὑποδείγματι καὶ σκιᾷ λατρεύουσι τῶν ἐπουρανίων. Τίνα λέγει ἐνταῦθα ἐπουράνια; Τὰ πνευματικά· εἰ γὰρ καὶ ἐπὶ γῆς τελεῖται, ἀλλ' ὅμως τῶν οὐρανῶν εἰσιν ἄξια. Ὅταν γὰρ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς κεῖται ἐσφαγμένος, ὅταν Πνεῦμα παραγίνηται, ὅταν ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρὸς ἐνταῦθα ᾖ, ὅταν υἱοὶ γίνωνται διὰ τοῦ λουτροῦ, ὅταν πολῖται ὦσι τῶν ἐν οὐρανοῖς, ὅταν πατρίδα ἔχωμεν ἐκεῖ, καὶ πόλιν, καὶ πολίτευμα, ὅταν ξένοι ὦμεν τῶν ἐνταῦθα, πῶς οὐκ ἐπουράνια ταῦτα πάντα τυγχάνει;
14.2.1
Ἀλλὰ τί; οἱ ὕμνοι οὐκ ἐπουράνιοι; οὐχ ἅπερ ἄνω ᾄδουσιν οἱ θεῖοι χοροὶ τῶν ἀσωμάτων δυνάμεων, ταῦτα καὶ ἡμεῖς οἱ κάτω συνῳδὰ ἐκείνοις φθεγγόμεθα; οὐχὶ καὶ τὸ θυσιαστήριον ἐπουράνιον; Πῶς; οὐδὲν ἔχει σαρκικόν· πάντα πνευματικὰ γίνεται τὰ προκείμενα· οὐκ εἰς τέφραν, οὐκ εἰς καπνὸν, οὐκ εἰς κνῖσσαν διαχεῖται ἡ θυσία, ἀλλὰ λαμπρὰ καὶ φαιδρὰ ἐργάζεται τὰ προκείμενα. Πῶς δὲ οὐκ οὐράνια τὰ τελούμενα, ὅταν οἱ διακονούμενοι αὐτοῖς ἀκούωσιν ἔτι ἐξ οὗ εἴρηται· Ἄν τινων κρατῆτε, κεκράτηνται· ἄν τινων ἀφῆτε, ἀφίενται; Πῶς οὐκ οὐράνια πάντα, ὅταν οὗτοι καὶ τὰς κλεῖς ἔχωσι τοῦ οὐρανοῦ; Οἵτινες, φησὶν, ὑποδείγματι καὶ σκιᾷ λατρεύουσι τῶν ἐπουρανίων, καθὼς κεχρημάτισται Μωϋσῆς, μέλλων ἐπιτελεῖν τὴν σκηνήν· Ὅρα γὰρ, φησὶ, ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει. Ἐπειδὴ ἡ ἀκοὴ ἡμῶν ἀμαθεστέρα τῆς ὄψεώς ἐστιν (οὐ γὰρ οὕτως ἅπερ ἂν ἀκούσωμεν, τῇ ψυχῇ παρακατατιθέμεθα, ὡς ἅπερ ἂν ἴδωμεν αὐταῖς ὄψεσιν), ἔδειξεν αὐτῷ πάντα. Ἢ τοίνυν τοῦτο λέγει, Ὑποδείγματι καὶ σκιᾷ· ἢ περὶ τοῦ ναοῦ αἰνίττεται· ἐπήγαγε γάρ, Ὅρα, ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει. Ἄρα περὶ τῆς κατασκευῆς τοῦ ναοῦ μόνον, ἢ περὶ τῶν θυσιῶν εἶδε, καὶ τῶν ἄλλων ἁπάντων· μᾶλλον δὲ οὐκ ἄν τις ἁμάρτοι καὶ τοῦτο εἰπών. Οὐρανία γάρ ἐστιν ἡ Ἐκκλησία, καὶ οὐδέν ἐστιν ἄλλο ἢ οὐρανός. Νυνὶ δὲ διαφορωτέρας τετύχηκε λειτουργίας, ὅσῳ καὶ κρείττονός ἐστι διαθήκης μεσίτης. Ὁρᾷς, φησὶν, ὅσῳ βελτίων ἡ λειτουργία τῆς λειτουργίας, εἴ γε ἐκείνη μὲν ὑπόδειγμα καὶ τύπος, αὕτη δὲ ἀλήθεια. Ἀλλ' οὐδὲν τοῦτο ὠφέλει τοὺς ἀκούοντας, οὐδὲ εὔφραινε. Διά τοι τοῦτο ὃ μάλιστα αὐτοὺς εὔφραινε, λέγει· Ἥτις ἐπὶ κρείττοσιν ἐπαγγελίαις νενομεθέτηται. Ἐπάρας ἀπὸ τοῦ τόπου καὶ τοῦ ἱερέως καὶ τῆς θυσίας, τότε καὶ τῆς διαθήκης τὸ μέσον τίθησιν· εἰπὼν μὲν καὶ πρότερον, ὅτε ἐδείκνυ ὅτι ἀσθενὴς ἦν καὶ ἀνωφελής. Καὶ ὅρα οἷα τίθησιν ἀσφαλίσματα, μέλλων αὐτῆς κατηγορεῖν. Ἐκεῖ γὰρ εἰπὼν, Κατὰ δύναμιν ζωῆς ἀκαταλύτου, τότε εἶπεν, ὅτι Ἀθέτησις γίνεται προαγούσης ἐντολῆς· εἶτα καὶ ὕστερον μέγα τι ἔθηκεν εἰπών· Δι' ἧς ἐγγίζομεν τῷ Θεῷ. Ἐνταῦθα δὲ ἡμᾶς εἰς τὸν οὐρανὸν ἀναγαγὼν, καὶ δείξας ὅτι ἀντὶ τοῦ ἱεροῦ τὸν οὐρανὸν ἔχομεν, καὶ ὅτι τύποι ἦσαν τῶν ἡμετέρων ἐκεῖνα, καὶ τὴν λειτουργίαν ἐπάρας τούτοις, καὶ τὴν ἱερωσύνην εἰκότως ἐπαίρει λοιπόν. Ἀλλ', ὅπερ ἔφην, ὃ μάλιστα αὐτοὺς εὐφραίνει τίθησι λέγων· Ἥτις ἐπὶ κρείττοσιν ἐπαγγελίαις νενομοθέτηται. Πόθεν τοῦτο δῆλον; Ἐξ ὧν αὕτη μὲν ἐξεβλήθη, ἐκείνη δὲ ἀντεισήχθη· διὰ γὰρ τοῦτο κρατεῖ, ὅτι βελτίων. Ὥσπερ γὰρ λέγει, ὅτι, Εἰ ἡ τελείωσις δι' αὐτῆς ἦν, τίς ἔτι χρεία κατὰ τὴν τάξιν Μελχισεδὲχ ἕτερον ἀνίστασθαι ἱερέα; οὕτω καὶ ἐνταῦθα τῷ αὐτῷ συλλογισμῷ κέχρηται, λέγων· Εἰ γὰρ ἡ πρώτη ἐκείνη ἦν ἄμεμπτος, οὐκ ἂν δευτέρας ἐζητεῖτο τόπος· τουτέστιν, εἰ οὐδὲν εἶχεν ἐλλιπὲς, εἰ ἀμέμπτους ἐποίει. Ὅτι γὰρ περὶ τούτου φησὶν, ἄκουε τὸ ἑξῆς· Μεμφόμενος δὲ αὐτοῖς λέγει. Οὐκ εἶπε, Μεμφόμενος δὲ αὐτῇ, ἀλλὰ, Μεμφόμενος δὲ αὐτοῖς λέγει· Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ συντελέσω ἐπὶ τὸν οἶκον τοῦ Ἰσραὴλ, καὶ ἐπὶ τὸν οἶκον Ἰούδα διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην, ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν, ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν, ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου· ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου, κἀγὼ ἠμέλησα αὐτῶν, λέγει Κύριος. Ναὶ, φησί· καὶ πόθεν δῆλον, ὅτι τέλος ἔλαβεν; Ἔδειξε μὲν οὖν καὶ ἀπὸ τοῦ ἱερέως τοῦτο· δείκνυσι δὲ τρανότερον νῦν αὐτολεξεὶ, ὅτι ἐκβέβληται. Πῶς δέ; Ἐπὶ κρείττοσιν ἐπαγγελίαις, εἰπών. Ποῦ γὰρ ἴσον, εἰπέ μοι, γῆ καὶ οὐρανός; Σὺ δὲ θεώρει πῶς κἀκεῖ Ἐπαγγελίαις φησὶν, ἵνα μὴ ταύτης τοῦτο κατηγορῇς. Καὶ γὰρ ἐκεῖ, Δι' ἧς ἐγγίζομεν τῷ Θεῷ ἐλπίδος, φησὶ, κρείττονος, δεικνὺς ὅτι κἀκεῖ ἐλπίς· καὶ ἐνταῦθα, ἐπαγγελίας κρείττονος, αἰνιττόμενος ὅτι καὶ ἐκεῖ ἐπηγγείλατο. Ἐπειδὴ δὲ ἐνεκάλουν ἀεὶ, Ἰδοὺ γὰρ ἡμέραι ἔρχονται, λέγει Κύριος, φησὶ, καὶ συντελέσω ἐπὶ τὸν οἶκον Ἰσραὴλ, καὶ ἐπὶ τὸν οἶκον Ἰούδα διαθήκην καινήν. Οὐ παλαιάν τινα διαθήκην φησίν. Ἵνα γὰρ μὴ τοῦτο ἔχωσι λέγειν, καὶ τὸν χρόνον ὥρισεν· οὐ γὰρ ἁπλῶς εἶπε, Κατὰ τὴν διαθήκην, ἢν διεθέμην τοῖς πατράσιν αὐτῶν, ἵνα μὴ τὴν πρὸς τὸν Ἀβραὰμ γεγενημένην εἴπῃς, ἢ τὴν πρὸς τὸν Νῶε· ἀλλὰ ποίαν δηλῶν, φησὶν, Οὐ κατὰ τὴν διαθήκην, ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν τοῖς ἐν τῇ ἐξόδῳ. Διὸ καὶ ἐπήγαγεν· Ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν, ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου· ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου, κἀγὼ ἠμέλησα αὐτῶν, λέγει Κύριος.
14.3.1
Ὁρᾷς πρῶτον παρ' ἡμῶν ἀρχόμενα τὰ κακά; Αὐτοὶ, φησὶ, πρῶτον οὐκ ἐνέμειναν. Λοιπὸν καὶ παρ' ἡμῶν ἡ ἀμέλεια, τὰ δὲ ἀγαθὰ παρ' αὐτοῦ, τὰ τῆς εὐεργεσίας λέγω. Ἐνταῦθα ὥσπερ ἀπολογίαν τίθησιν, αὐτὴν τὴν αἰτίαν δεικνὺς, δι' ἣν ἐγκαταλιμπάνει αὐτούς. Ὅτι αὕτη ἡ διαθήκη, φησὶν, ἣν διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ μετὰ τὰς ἡμέρας ἐκείνας, λέγει Κύριος, διδοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ ἐπὶ καρδίας αὐτῶν ἐπιγράψω αὐτούς· καὶ ἔσομαι αὐτοῖς εἰς Θεὸν, καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν. Οὕτω περὶ τῆς καινῆς ταῦτά φησιν, ὅτι λέγει· Οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην. Ποία δὲ ἄλλη ἐστὶ διαφορὰ, ἢ αὕτη; Εἰ δὲ τὸ διάφορον λέγοι τις οὐ κατὰ τοῦτο, ἀλλὰ κατὰ τὸ δοθῆναι εἰς τὰς καρδίας αὐτῶν· οὐ προσταγμάτων εἰσάγει διαφορὰν, ἀλλὰ τὸν τρόπον τῆς δόσεως δείκνυσιν. Οὐκέτι γὰρ ἐν γράμμασι, φησὶν, ἔσται ἡ διαθήκη, ἀλλ' ἐν καρδίαις. Δειξάτω τοίνυν τοῦτο γενόμενόν ποτε ὁ Ἰουδαῖος· ἀλλ' οὐκ ἂν εὕροι· πάλιν γὰρ ἐν γράμμασιν ἐγένετο μετὰ τὴν ἐπάνοδον τὴν ἐκ Βαβυλῶνος. Ἐγὼ δὲ δείκνυμι τοὺς ἀποστόλους μηδὲν παραλαβόντας γραπτὸν, ἀλλ' ἐν ταῖς καρδίαις δεξαμένους διὰ Πνεύματος ἁγίου. Διὸ καὶ ἔλεγεν ὁ Χριστός· Ἐκεῖνος ἐλθὼν ἀναμνήσει ὑμᾶς πάντα, καὶ διδάξει ὑμᾶς. Καὶ οὐ μὴ διδάξωσιν ἕκαστος, φησὶ, τὸν πλησίον αὐτοῦ, καὶ ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ, λέγων, Γνῶθι τὸν Κύριον· ὅτι πάντες εἰδήσουσί με, ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν. Ὅτι ἵλεως ἔσομαι ταῖς ἀδικίαις αὐτῶν, καὶ τῶν ἀνομιῶν αὐτῶν, καὶ τῶν ἁμαρτιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι. Ἰδοὺ καὶ ἄλλο σημεῖον· Ἀπὸ μικροῦ, φησὶν, ἕως μεγάλου αὐτῶν εἰδήσουσί με, καὶ οὐ μὴ εἴπωσι· Γνῶθι τὸν Κύριον. Πότε τοῦτο γέγονεν ἢ νῦν; δῆλον γὰρ τὸ ἡμέτερον· τὸ δὲ ἐκείνων οὐ δῆλον, ἀλλ' ἀπεκέκλειστο εἰς γωνίαν. Ἄλλως δὲ, καινὴ τότε λέγεται, ὅταν ἑτέρα ᾖ, καὶ δεικνύῃ εἴ τι τῆς παλαιᾶς πλέον ἔχει. Καινὴ δὲ καὶ αὕτη τυγχάνει, ὅταν αὐτῆς τὰ μὲν περιαιρεθῇ, τὰ δὲ μή· οἷον, ἐπὶ ὑποδείγματος ἵναεἴπω, εἴ τις οἰκίαν παλαιὰν μέλλουσαν καταπίπτειν ἀφεὶς τὸ πᾶν, τὸν θεμέλιον ὑπέῤῥαψεν, εὐθέως λέγομεν, Ἐποίησεν αὐτὴν καινὴν, ὅταν τὰ μὲν ἐξέλῃ, τὰ δὲ ἀντεισαγάγῃ. Καὶ γὰρ καὶ ὁ οὐρανὸς καινὸς λέγεται οὕτως, ὅταν μηκέτι χαλκοῦς ᾖ, ἀλλ' ὑετὸν διδῷ· καὶ ἡ γῆ ὁμοίως καινὴ, ὅταν μὴ ἄκαρπος ᾖ, οὐχ ὅταν μεταβληθῇ. Καὶ οἶκος οὕτω καινὸς, ὅταν τὰ μὲν αὐτοῦ ἐξαιρεθῇ, τὰ δὲ μένῃ. Ὥστε καὶ διαθήκην καινὴν καλῶς εἶπεν· ἵνα δείξῃ ὅτι παλαιὰ γέγονεν ἡ διαθήκη ἐκείνη, κατὰ τὸ μηδένα δοῦναι καρπόν. Καὶ ἵνα μάθῃς ἀκριβῶς, ἀνάγνωθι τί φησιν ὁ Ἀγγαῖος, τί ὁ Ζαχαρίας, τί ὁ ἄγγελος, τί δὲ Ἔσδρας ἐγκαλεῖ. Πῶς οὖν ἔλαβεν αὐτόν; πῶς δὲ οὐδεὶς ἐρωτᾷ Κύριον, ὅπου γε καὶ αὐτοὶ παρέβησαν, καὶ οὐδὲ αὐτοὶ ᾔδεσαν; Ὁρᾷς πῶς βεβίασται τὸ σόν; Ἐγὼ δὲ τὸ ἐμὸν τίθημι, ὅτι καινὴ κυρίως αὕτη ἂν λέγοιτο. Ἄλλως δὲ, οὐδὲ ἐκεῖνο συγχωρῶ περὶ τούτου εἰρῆσθαι, τὸ, Ἔσται καινὸς ὁ οὐρανός. Διὰ τί γὰρ μὴ, λέγων ἐν τῷ Δευτερονομίῳ, ὅτι Ἔσται χαλκοῦς ὁ οὐρανὸς, τοῦτο ἔθηκεν ἐν τῇ διαστολῇ, ἐὰν δὲ εἰσακούσητε, ἔσται καινός; Καὶ μὴν διὰ τοῦτό φησιν ἑτέραν διαθήκην δώσειν, ἐπειδὴ τῇ προτέρᾳ οὐκ ἐνέμειναν. Τοῦτο ἐγὼ δείκνυμι, δι' ὧν φησι· Τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκός· καὶ πάλιν· Τί πειράζετε τὸν Θεὸν, ἐπιθεῖναι ζυγὸν ἐπὶ τὸν τράχηλον τῶν μαθητῶν, ὃν οὔτε οἱ πατέρες ἡμῶν, οὔτε ἡμεῖς ἰσχύσαμεν βαστάσαι; Ὅτι αὐτοὶ οὐκ ἐνέμειναν, φησίν. Ἐνταῦθα δείκνυσιν, ὅτι μειζόνων ἡμᾶς ἀξιοῖ, καὶ πνευματικῶν. Εἰς πᾶσαν γὰρ, φησὶ, τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Τουτέστιν, Οὐ μὴ εἴπωσιν ἕκαστος τῷ πλησίον αὐτοῦ, Γνῶθι τὸν Κύριον. Καὶ πάλιν, Πλησθήσεται ἡ γῆ τοῦ γνῶναι τὸν Κύριον, ὡς ὕδωρ πολὺ κατακαλύψαι θαλάσσας. Ἐν τῷ λέγειν καινὴν, φησὶ, πεπαλαίωκε τὴν πρώτην. Τὸ δὲ παλαιούμενον καὶ γηράσκον ἐγγὺς ἀφανισμοῦ. Ὅρα τὸ κρυπτόμενον, ὅπως ἐξεκάλυψεν αὐτὴν τοῦ προφήτου τὴν διάνοιαν. Ἐτίμησε τὸν νόμον, καὶ οὐκ ἠθέλησεν αὐτὸν εἰπεῖν παλαιὸν ὀνομαστί· πλὴν μέντοι τοῦτο εἶπεν· εἰ γὰρ ἐκεῖνο καινὸν ἦν, οὐκ ἂν καὶ τοῦτο τὸ μετὰ ταῦτα καινὸν ἐκάλεσεν. Ὥστε πλέον τι διδοὺς καὶ ἕτερον, Ἐπαλαιώθη, φησίν. Οὐκοῦν καταλύεται καὶ ἀπόλλυται καὶ οὐκέτι ἐστί. Λαβὼν παρὰ τοῦ προφήτου τὴν παῤῥησίαν, μᾶλλον αὐτοῦ καθάπτεται συμφερόντως, δεικνὺς ὅτι τὰ ἡμέτερα νῦν ἀνθεῖ· τουτέστιν, ἔδειξεν οὖσαν παλαιάν. Εἶτα λαβὼν τὸ τῆς παλαιᾶς ὄνομα, καὶ ἕτερον παρ' ἑαυτοῦ προσθεὶς τὸ τοῦ γήρως, τὸ λειπόμενον ἀπὸ τῶν ἄλλων ἔλαβε, καί φησιν· Ἐγγὺς ἀφανισμοῦ. Οὐκ ἄρα ἁπλῶς κατέπαυσεν ἡ καινὴ τὴν παλαιὰν, ἀλλ' ὡς γεγηρακυῖαν, ὡς οὐ χρήσιμον. Διὰ τοῦτο ἔλεγε, Διὰ τὸ ἀσθενὲς καὶ ἀνωφελὲς, καὶ, Οὐδὲν ἐτελείωσεν ὁ νόμος, καὶ ὅτι, Εἰ ἡ πρώτη ἦν ἄμεμπτος, οὐκ ἂν δευτέρας ἐζητεῖτο τόπος. Ἄμεμπτος τί ἐστι; Χρήσιμος, ἰσχυρά. Τοῦτο δὲ λέγει, οὐχ ὡς ἐγκλημάτων δεῖξαι ὑπεύθυνον, ἀλλ' ὡς οὐκ ἀρκοῦσαν, ἰδιωτικώτερον ἐφθέγξατο· ὡς ἄν τις εἴποι· Οὐκ ἔστιν ἄμεμπτος ἡ οἰκία, τουτέστιν, ἔχει ἐλάττωμα, σαθρά ἐστιν· οὐκ ἔστιν ἄμεμπτον τὸ ἱμάτιον, τουτέστι, λοιπὸν διαῤῥεῖ. Οὐχ ὡς πονηρὸν τοίνυν ἐνταῦθά φησιν, ἀλλ' ὡς ἔχον τὸ αἰτίαμα καὶ ἐλάττωμα.
14.4.1
Οὕτω δὴ καὶ ἡμεῖς καινοί ἐσμεν, μᾶλλον δὲ καινοὶ ἐγενόμεθα· νῦν δὲ πεπαλαιώμεθα· διὰ τοῦτο ἐγγύς ἐσμεν ἀφανισμοῦ καὶ ἀπωλείας. Ἀλλ', ἂν ἐθέλωμεν, ἔστιν ἀποξῦσαι τοῦτο τὸ γῆρας. Λουτρῷ μὲν οὖν οὐκέτι δυνατὸν, μετανοίᾳ δὲ ἐνταῦθα δυνατόν. Εἴ τι παλαιὸν ἐν ἡμῖν, ῥίψωμεν· εἴ τις ῥυτὶς, εἴ τις κηλὶς, εἴ τις σπῖλος, ἀπονιψώμεθα, καὶ καλοὶ γενώμεθα, ἵνα ἐπιθυμήσῃ ὁ βασιλεὺς τοῦ κάλλους ἡμῶν. Ἔξεστι καὶ πρὸς ἐσχάτην δυσείδειαν καταπεσόντας ἀνακτήσασθαι τὸ κάλλος ἐκεῖνο, περὶ οὗ φησιν ὁ Δαυΐδ· Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου. Καὶ μὴν ἡ λήθη κάλλος οὐ ποιεῖ, κάλλος τὸ ψυχικόν. Λήθη ποία; Ἡ τῶν ἁμαρτιῶν. Πρὸς γὰρ τὴν Ἐκκλησίαν τὴν ἐξ ἐθνῶν διαλέγεται, παραινῶν αὐτῇ τῶν πατρῴων μὴ μνησθῆναι, τουτέστι, τῶν εἰδώλοις θυόντων· ἀπὸ γὰρ τῶν τοιούτων συνῆκται. Καὶ οὐκ εἶπε, Μὴ μετέλθῃς αὐτά· ἀλλ', ὃ πλέον ἐστὶ, Μηδὲ εἰς νοῦν λάβῃς· ὃ καὶ ἀλλαχοῦ φησιν· Οὐ μὴ μνησθῶ τῶν ὀνομάτων αὐτῶν διὰ χειλέων μου· καὶ πάλιν· Ὅπως ἂν μὴ λαλήσῃ τὸ στόμα μου τὰ ἔργα τῶν ἀνθρώπων. Οὔπω τοῦτο μεγάλη ἀρετή· μᾶλλον δὲ μεγάλη μὲν, ἀλλ' οὐ τοιαύτη. Ἐκεῖ γὰρ τί φησιν; Οὐκ εἶπεν, Οὐ μὴ λαλήσῃς τὰ τῶν πατέρων, ἀλλὰ, Μηδὲ ἀναμνησθῇς αὐτῶν, μηδὲ εἰς νοῦν λάβῃς. Ὁρᾷς πόσον ἡμᾶς διάστημα τῆς κακίας ἀπέχειν βούλεται; Ὁ γὰρ μὴ μεμνημένος, οὐ λογιεῖται· ὁ δὲ μὴ λογιζόμενος, οὐδὲ φθέγγεται· ὁ δὲ μὴ φθεγγόμενος, οὐδὲ πράξει. Ὁρᾷς πρὸ πόσων ἀπετείχισεν ἡμᾶς ὁδῶν, πρὸ πόσων διαστημάτων ἀπεμάκρυνε καὶ ἐκ τοῦ πλείονος; Ἀκούσωμεν τοίνυν καὶ ἡμεῖς, καὶ ἐπιλαθώμεθα τῶν ἡμετέρων κακῶν, οὐ τῶν ἡμαρτημένων ἡμῖν, λέγω· Μνήσθητι γὰρ σὺ, φησὶ, πρῶτος, καὶ οὐ μὴ μνησθῶ ἐγώ. Οἷόν τι λέγω· Μηκέτι μνημονεύωμεν ἁρπαγῆς, ἀλλὰ καὶ τὰ πρότερα ἀποδῶμεν. Τοῦτό ἐστιν ἐπιλαθέσθαι κακίας, καὶ ἐκβαλεῖν τὸν λογισμὸν τὸν ἁρπακτικὸν, καὶ μηδέποτε αὐτὸν ἔτι δέξασθαι, ἀλλὰ καὶ τὰ ἤδη πεπλημμελημένα ἀπαλείφειν. Πόθεν δὲ ἂν γένοιτο ἡμῖν λήθη πονηρίας; Ἀπὸ τῆς μνήμης τῶν ἀγαθῶν τοῦ Θεοῦ· ἐὰν τοῦ Θεοῦ διαπαντὸς μνημονεύωμεν, οὐ δυνάμεθα κἀκείνων μεμνῆσθαι. Εἰ ἐμνημόνευον γὰρ σου, φησὶν, ἐπὶ τῆς στρωμνῆς μου, ἐν τοῖς ὄρθροις ἐμελέτων εἰς σέ. Ἀεὶ μὲν οὖν, μάλιστα δὲ τότε χρὴ μεμνῆσθαι τοῦ Θεοῦ, ὅταν ἐν ἡσυχίᾳ ὁ λογισμὸς ᾖ, ὅταν διὰ τῆς μνήμης ἐκείνης ἑαυτοῦ καταδικάζειν δύνηται, ὅταν κατέχεσθαι ἐν τῇ μνήμῃ. Ἐν ἡμέρᾳ μὲν γὰρ ἂν μνημονεύσωμεν, ἐπεισελθοῦσαι φροντίδες ἕτεραι καὶ θόρυβοι πάλιν αὐτὴν ἐκβάλλουσιν· ἐν νυκτὶ δὲ διαπαντὸς μεμνῆσθαι δυνατὸν, ὅταν ἐν γαλήνῃ ᾖ καὶ ἀναπαύσει ἡ ψυχὴ, ὅταν ἐν λιμένι, ὅταν ἐν εὐδίᾳ. Ἃ λέγετε ἐν ταῖς καρδίαις ὑμῶν, ἐπὶ ταῖς κοίταις ὑμῶν κατανύγητε, φησίν. Ἔδει μὲν γὰρ καὶ δι' ἡμέρας ταύτην ἔχειν τὴν μνήμην· ἐπειδὴ δὲ φροντίζετε ἀεὶ, καὶ περισπᾶσθε ἐν τοῖς βιωτικοῖς, κἂν τότε μνημονεύετε ἐπὶ τῆς κοίτης τοῦ Θεοῦ· ἐν τοῖς ὄρθροις μελετᾶτε ἐν αὐτῷ. Ἂν ἐν τοῖς ὄρθροις μελετήσωμεν ταῦτα, μετὰ πολλῆς ἀσφαλείας χωρήσομεν εἰς τὰ πράγματα· ἂν ἵλεων πρῶτον τὸν Θεὸν ποιήσωμεν τῇ ἐντεύξει καὶ τῇ ἱκετηρίᾳ, οὕτω προβαίνοντες οὐδένα ἕξομεν ἐχθρόν· κἂν ἔχῃς δὲ, καταγελάσῃ, ἵλεων ἔχων τὸν Θεόν. Πόλεμός ἐστιν ἐν τῇ ἀγορᾷ, μάχη ἐστὶ τὰ πράγματα τὰ καθημερινὰ, κλυδώνιόν ἐστι καὶ χειμών. Δεῖ τοίνυν ὅπλων ἡμῖν· μέγα δὲ ὅπλον εὐχή· δεῖ οὐρίων ἀνέμων δεῖ μαθεῖν ἅπαντα, ὥστε τὸ μῆκος τῆς ἡμέρας χωρὶς ναυαγίων διανύσαι καὶ τραυμάτων· πολλοὶ γὰρ καθ' ἑκάστην ἡμέραν οἱ σκόπελοι, καὶ πολλάκις προσέῤῥαξε τὸ σκάφος καὶ κατεποντίσθη. Διὰ τοῦτο εὐχῆς ἡμῖν δεῖ μάλιστα ἑωθινῆς καὶ νυκτερινῆς. Ὀλύμπια πολλοὶ πολλάκις ὑμῶν ἐθεάσαντο· καὶ οὐκ ἐθεάσαντο μόνον, ἀλλὰ καὶ σπουδασταὶ καὶ θαυμασταὶ τῶν ἀγωνιζομένων ἐγένοντο, ὁ μὲν τούτου, ὁ δὲ ἐκείνου. Ἴστε οὖν ὅτι καὶ τὰς ἡμέρας τῶν ἀγώνων, καὶ τὰς νύκτας ἐκείνας, δι' ὅλης νυκτὸς ὁ κήρυξ οὐδὲν ἄλλο φροντίζει, οὐδὲν ἄλλο μεριμνᾷ, ἢ ὅπως ἐξελθὼν μὴ ἀσχημονήσῃ, ὁ ἀγωνιζόμενος. Ἐκεῖνοι γὰρ οἱ παρακαθήμενοι τῷ σαλπιγκτῇ παρεγγυῶσι μηδὲ φθέγγεσθαί τινι, ὥστε μὴ τὸ πνεῦμα δαπανώμενον γέλωτα ὄφλειν. Εἰ τοίνυν ὁ ἐπ' ἀνθρώπων ἀγωνίζεσθαι μέλλων, τοσαύτῃ κέχρηται προνοίᾳ, πολλῷ μᾶλλον ἡμῖν ἁρμόσει διηνεκῶς φροντίζειν καὶ μεριμνᾷν, οἷς ὁ πᾶς βίος ἀγών ἐστι. Πᾶσα τοίνυν ἔστω νὺξ παννυχὶς, καὶ μεριμνῶμεν πῶς ἐξελθόντες τὴν ἡμέραν, μὴ γέλωτα ὄφλωμεν. Καὶ εἴθε γέλωτα μόνον· νυνὶ δὲ κάθηται ἐν δεξιᾷ τοῦ Πατρὸς ὁ ἀγωνοθέτης, ἀκούων ἀκριβῶς μήτι ἀπηχὲς φθεγγώμεθα, μήτι παρὰ μέλος· οὐ γὰρ πραγμάτων μόνον, ἀλλὰ καὶ ῥημάτων ἐστὶ κριτής. Παννυχίσωμεν, ἀγαπητοί· ἔχομεν καὶ ἡμεῖς σπουδαστὰς, ἐὰν θέλωμεν· ἑκάστῳ ἡμῶν ἄγγελος παρακάθηται· ἡμεῖς δὲ ῥέγχομεν δι' ὅλης νυκτός· καὶ εἴθε τοῦτο μόνον· πολλοὶ δὲ καὶ ἀσελγῆ πράττουσι πολλὰ, οἱ μὲν πρὸς αὐτὰ τὰ χαμαιτυπεῖα βαδίζοντες, οἱ δὲ τὰς οἰκίας πορνεῖα ποιοῦντες τῷ ἑταίρας ἄγειν ἐκεῖ. Πάνυ γε (οὐ γάρ;) καλῶς μεριμνῶσιν ἀγωνίσασθαι. Ἕτεροι μεθύουσι καὶ παραφθέγγονται, ἄλλοι θορυβοῦσιν, ἕτεροι παννυχίζουσι κακῶς, καὶ τῶν καθευδόντων χεῖρον πλέκοντες δόλους· ἄλλοι τόκους ἀριθμοῦντες, ἕτεροι φροντίσι κοπτόμενοι, καὶ πάντα μᾶλλον ποιοῦντες, ἢ τὰ τῷ ἀγῶνι προσήκοντα. Διὸ, παρακαλῶ, πάντα ἀφέντες, εἰς ἓν ὁρῶμεν μόνον, ὅπως τὸ βραβεῖον λάβωμεν, καὶ τὸν στέφανον ἀναδησώμεθα· πάντα πράττωμεν, δι' ὧν δυνησώμεθα τυχεῖν τῶν ἐπηγγελμένων ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ.