Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In epistulam ad Hebraeos
John ChrysostomHebr 20 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
20.0.1
Ἑκουσίως γὰρ ἁμαρτανόντων ἡμῶν μετὰ τὸ λα βεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας, οὐκέτι περὶ ἁμαρτιῶν ἀπολείπεται θυσία, φοβερὰ δέ τις ἐκδοχὴ κρίσεως, καὶ πυρὸς ζῆλος, ἐσθίειν μέλ λοντος τοὺς ὑπεναντίους.
20.1.1
Τῶν δένδρων ὅσαπερ ἂν φυτευθέντα, καὶ χειρῶν γεωργικῶν καὶ τῆς ἄλλης ἐπιμελείας ἀπολαύσαντα, μηδεμίαν παρέχηται τῶν πόνων ἀμοιβὴν, πρόῤῥιζα ἀνασπασθέντα τῷ πυρὶ παραδίδοται. Τοιοῦτον δή τι καὶ ἐπὶ τοῦ φωτίσματος γίνεται. Ἐπειδὰν γὰρ ἡμᾶς ὁ Χριστὸς φυτεύσῃ, καὶ τῆς ἀρδείας ἀπολαύσωμεν τῆς πνευματικῆς, εἶτα βίον ἄκαρπον ἐπιδειξώμεθα, πῦρ ἡμᾶς ἀναμένει τὸ τῆς γεέννης, καὶ φλὸξ ἄσβεστος. Ὁ τοίνυν Παῦλος παρακαλέσας εἰς ἀγάπην καὶ καρποφορίαν ἔργων ἀγαθῶν, προτρέψας τε ἀπὸ τῶν χρηστοτέρων (ποίων δὴ τούτων; ὅτι εἴσοδον ἔχομεν εἰς τὰ ἅγια, ἣν ἐνεκαίνισεν ἡμῖν ὁδὸν πρόσφατον), καὶ ἀπὸ τῶν σκυθρωποτέρων πάλιν τὸ αὐτὸ τοῦτο ποιεῖ, οὕτω λέγων. Εἰπὼν γάρ· Μὴ ἐγκαταλείποντες τὴν ἐπισυναγωγὴν ἑαυτῶν, καθὼς ἔθος τισὶν, ἀλλὰ παρακαλοῦντες, καὶ τοσούτῳ μᾶλλον, ὅσῳ βλέπετε ἐγγίζουσαν τὴν ἡμέραν (καὶ αὕτη γὰρ εἰς παράκλησιν ἱκανή)· ἐπήγαγεν· Ἑκουσίως γὰρ ἁμαρτανόντων ἡμῶν μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας. Δεῖ, φησὶν, ἔργων ἀγαθῶν, καὶ σφόδρα δεῖ· Ἑκουσίως γὰρ ἡμῶν ἁμαρτανόντων μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας, οὐκέτι περὶ ἁμαρτιῶν ἀπολείπεται θυσία. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἐκαθάρθης, ἀπηλλάγης ἐγκλημάτων, γέγονας υἱός. Ἂν τοίνυν ἐπὶ τὸν πρότερον ἔμετον ἐπιστρέψῃς, πάλιν ἀποκήρυξις μένει καὶ πῦρ, καὶ ὅσα τοιαῦτα· οὐ γὰρ ἔστι θυσία δευτέρα. Πάλιν ἐνταῦθα ἡμῖν ἐπιφύονται οἱ τὴν μετάνοιαν ἀναιροῦντες, καὶ ὅσοι πρὸς τὸ βάπτισμα ὀκνοῦσιν ἐλθεῖν· ἐκεῖνοι μὲν λέγοντες, ὅτι οὐκ ἀσφαλὲς αὐτοῖς τῷ βαπτίσματι προσελθεῖν, εἴ γε οὐκ ἔστιν ἄφεσις δευτέρα· οὗτοι δὲ φάσκοντες, οὐκ ἀσφαλὲς εἶναι μεταδοῦναι μυστηρίων τοῖς ἡμαρτηκόσιν, εἴ γε μὴ ἔστιν ἄφεσις δευτέρα. Τί οὖν πρὸς ἀμφοτέρους ἐροῦμεν; Ὅτι οὐ σκοπῷ τοιούτῳ ἐνταῦθα τοῦτό φησι, οὐδὲ τὴν μετάνοιαν ἀναιρεῖ, ἢ τὸν διὰ μετανοίας ἐξιλασμὸν, οὐδὲ ὠθεῖ καὶ καταβάλλει διὰ τῆς ἀπογνώσεως τὸν ἐπταικότα· οὐχ οὕτως ἐχθρός ἐστι τῆς σωτηρίας τῆς ἡμετέρας· ἀλλὰ τί; τὸ δεύτερον ἀναιρεῖ λουτρόν. Οὐ γὰρ εἶπεν· Οὐκέτι ἐστὶ μετάνοια, οὐδὲ, Οὐκέτι ἐστὶν ἄφεσις, ἀλλὰ, Θυσία οὐκέτι ἐστὶ, τουτέστι, σταυρὸς δεύτερος οὐκέτι ἐστι· θυσίαν γὰρ τοῦτο καλεῖ. Μιᾷ γὰρ θυσίᾳ, φησὶ, τετελείωκεν εἰς τὸ διηνεκὲς τοὺς ἁγιαζομένους· οὐχ ὥσπερ τὰ Ἰουδαϊκὰ, οὐδὲ πολλάκις. Διὰ γὰρ τοῦτο τοσαῦτα ἄνω καὶ κάτω διελέχθη περὶ τῆς θυσίας, ὅτι μία καὶ μία, οὐ τοῦτο μόνον βουλόμενος δηλῶσαι, ὅτι διενήνοχε Ἰουδαϊκῶν τούτῳ, ἀλλὰ καὶ ἀσφαλεστέρους ποιῆσαι, ὥστε μηκέτι προσδοκᾷν κατὰ τὸν Ἰουδαϊκὸν νόμον ἄλλην θυσίαν. Ἑκουσίως γὰρ, φησὶν, ἁμαρτανόντων ἡμῶν. Ὁρᾷς πῶς συγγνωμονικός ἐστιν; Ἑκουσίως, φησὶν, ἁμαρτανόντωνἡμῶν. Ὥστε τοῖς ἀκουσίως συγγνώμη ἐστί. Μετὰ τὴν ἐπίγνωσιν τῆς ἀληθείας. Ἤτοι τοῦ Χριστοῦ φησιν, ἢ τῶν δογμάτων ἁπάντων. Οὐκέτι περὶ ἁμαρτιῶν ἀπολείπεται θυσία. Ἀλλὰ τί; Φοβερὰ δέ τις ἐκδοχὴ κρίσεως, καὶ πυρὸς ζῆλος ἐσθίειν μέλλοντος τοὺς ὑπεναντίους. Ὑπεναντίους οὐ τοὺς ἀπίστους μόνον φησὶν, ἀλλὰ καὶ τοὺς ἐναντία πράττοντας τῇ ἀρετῇ· ἢ ὅτι καὶ τοὺς οἰκείους τὸ αὐτὸ λήψεται πῦρ, ὅπερ καὶ τοὺς ὑπεναντίους. Εἶτα τὸ διαβρωτικὸν αὐτοῦ δηλῶν, ὥσπερ ἐψύχωσεν αὐτὸ, Πυρὸς ζῆλος, εἰπὼν, ἐσθίειν μέλλοντος τοὺς ὑπεναντίους. Καθάπερ γὰρ θηρίον παροξυνόμενον καὶ σφόδρα χαλεπαῖνον καὶ ἐξηγριωμένον οὐκ ἂν παύσαιτο, ἕως ἂν λάβοι τινὰ καὶ καταφάγοι· οὕτω καὶ τὸ πῦρ ἐκεῖνο, καθάπερ τις ὑπὸ ζήλου κεντούμενος, ὧν ἂν ἐπιλάβηται, οὐκ ἀφίησιν, ἀλλὰ τρώγει καὶ διασπᾷ. Εἶτα καὶ τὸν λόγον ἐπάγει τῆς ἀπειλῆς, ὅτι εἰκότως, ὅτι δικαίως· ὅπερ εἰς πίστιν ἐστὶ συμβαλλόμενον, ὅταν δείξωμεν ὅτι δικαίως γίνεται. Ἀθετήσας γὰρ, φησὶ, τὶς νόμον Μωϋσέως, χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶ μάρτυσιν ἀποθνήσκει.– Χωρὶς οἰκτιρμῶν, φησίν. Ὥστε οὐδεμία συγγνώμη, οὐδεὶς ἔλεος ἐκεῖ· καίτοι γε Μωϋσέως ὁ νόμος ἐστί· τὰ γὰρ πολλὰ αὐτὸς διετάξατο. Τί ἐστιν, Ἐπὶ δυσὶν ἢ τρισίν; Ἂν δύο καὶ τρεῖς μαρτυρήσωσι, φησὶν, εὐθέως τὴν δίκην ἔδοσαν. Εἰ τοίνυν ἐπὶ τῆς Παλαιᾶς, ἔνθα ὁ Μωϋσέως ἀθετεῖται νόμος, τοσαύτη τιμωρία· πόσῳ μᾶλλον ἐνταῦθα; Διὸ καὶ οὕτω φησί· Πόσῳ δοκεῖτε χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν Υἱὸν τοῦ Θεοῦ καταπατήσας, καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγησάμενος, καὶ τὸ Πνεῦμα τῆς χάριτος ἐνυβρίσας;
20.2.1
Καὶ πῶς καταπατεῖ τις τὸν Υἱὸν τοῦ Θεοῦ; Ὅταν ὁ μετέχων αὐτοῦ ἐν τοῖς μυστηρίοις, ἁμαρτίαν ἐργάζηται, εἰπέ μοι, οὐχὶ κατεπάτησεν αὐτόν; οὐχὶ κατεφρόνησεν αὐτοῦ; Καθάπερ γὰρ τῶν καταπατουμένων οὐδένα λόγον ἔχομεν· οὕτω καὶ οἱ ἁμαρτάνοντες τοῦ Χριστοῦ οὐδένα λόγον ἔσχον, ὅθεν καὶ οὕτως ἥμαρτον. Γέγονας σῶμα Χριστοῦ, καὶ δίδως σαυτὸν τῷ διαβόλῳ, ὥστε καταπατεῖν σε; Καὶ τὸ αἷμα, φησὶ, κοινὸν ἡγησάμενος. Κοινὸν τί ἐστι; Τὸ ἀκάθαρτον, ἢ τὸ μηδὲν πλέον ἔχον τῶν λοιπῶν. Καὶ τὸ Πνεῦμα τῆς χάριτος ἐνυβρίσας. Ὁ γὰρ τὴν εὐεργεσίαν μὴ παραδεχόμενος, ὕβρισε τὸν εὐεργετήσαντα. Ἐποίησέ σε υἱόν· σὺ δὲ θέλεις γενέσθαι δοῦλος; ἦλθε κατασκηνῶσαι πρὸς σέ· σὺ δὲ ἐπεισάγεις σαυτῷ πονηροὺς λογισμούς; ὁ Χριστὸς ἠθέλησεν ἱδρυνθῆναι πρὸς σέ· σὺ δὲ αὐτὸν καταπατεῖς διὰ τῆς κραιπάλης, διὰ τῆς μέθης; Ἀκούσωμεν οἱ ἀναξίως τῶν μυστηρίων μετέχοντες, ἀκούσωμεν οἱ ἀναξίως προσιόντες τῇ τραπέζῃ ἐκείνῃ· Μὴ δῶτε τὰ ἅγια, φησὶ, τοῖς κυσὶ, μήποτε καταπατήσωσιν ἐν τοῖς ποσὶν αὐτῶν· τουτέστι, μή πως καταφρονήσωσι, μὴ διαπτύσωσιν. Ἀλλ' οὐκ εἶπε τοῦτο, ἀλλ' ὃ τούτου φοβερώτερον ἦν· ἀπὸ γὰρ τοῦ φοβεροῦ ἐπισφίγγει τὰς ψυχάς· ἱκανὸν γὰρ καὶ τοῦτο ἐπιστρέψαι παραμυθίας οὐχ ἧττον. Καὶ ὁμοῦ τε τὴν διαφορὰν δείκνυσι, καὶ τὴν κόλασιν καὶ τὴνκρίσιν αὐτοῖς ἐφίστησιν, ἅτε τοῦ πράγματος ὄντος φανεροῦ. Πόσῳ δοκεῖτε, φησὶ, χείρονος ἀξιωθήσεται τιμωρίας; Ἐνταῦθά μοι δοκεῖ καὶ περὶ τῶν μυστηρίων αἰνίττεσθαι. Εἶτα καὶ μαρτυρίαν ἐπάγει λέγων· Φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος. Γέγραπται γάρ· Ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, λέγει Κύριος· καὶ πάλιν, Κύριος κρινεῖ τὸν λαὸν αὐτοῦ. Ἐμπεσούμεθα, φησὶν, εἰς χεῖρας Κυρίου, καὶ μὴ εἰς χεῖρας ἀνθρώπων. Ἀλλ' ἐὰν μὴ μετανοήσητε, εἰς χεῖρας Θεοῦ ἐμπεσεῖσθε· ἐκεῖνο φοβερόν· τοῦτο οὐδέν ἐστι τὸ εἰς χεῖρας ἀνθρώπων ἐμπεσεῖν. Ὅταν ἴδωμεν, φησὶ, τινὰ κολαζόμενον ἐνταῦθα, μὴ φοβηθῶμεν ἐπὶ τοῖς παροῦσιν, ἀλλὰ φρίξωμεν ἐπὶ τοῖς μέλλουσι. Κατὰ γὰρ τὸ ἔλεος αὐτοῦ καὶ ἡ ὀργὴ αὐτοῦ, καὶ ἐπὶ ἁμαρτωλοὺς καταπαύσει ὁ θυμὸς αὐτοῦ. Ἅμα καὶ ἕτερόν τι αἰνίττεται ἐνταῦθα διὰ τοῦ εἰπεῖν· Ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω. Ἐπὶ τῶν ἐχθρῶν τοῦτο εἴρηται τῶν κακῶς ποιούντων, οὐ τῶν κακῶς πασχόντων. Ἐνταῦθα καὶ παραμυθεῖται αὐτοὺς, μονονουχὶ λέγων· Μένει διαπαντὸς ὁ Θεὸς καὶ ζῇ· ὥστε κἂν μὴ νῦν ἀπολάβωσιν, ὕστερον ἀπολήψονται. Ἐκείνους δεῖ στενάζειν, οὐχ ἡμᾶς· ἡμεῖς μὲν γὰρ εἰς τὰς ἐκείνων ἐμπεσούμεθα χεῖρας, ἐκεῖνοι δὲ εἰς τὰς τοῦ Θεοῦ. Οὐ γὰρ ὁ παθὼν πάσχει κακῶς, ἀλλ' ὁ ποιῶν· οὔτε ὁ εὐεργετούμενος εὐεργετήθη, ἀλλ' ὁ εὐεργετῶν. Ταῦτα οὖν εἰδότες, ἀνεξίκακοι ὦμεν περὶ τὸ πάσχειν κακῶς, πρόχειροι περὶ τὸ εὐεργετεῖν. Τοῦτο δὲ ἔσται, ἂν χρημάτων καταφρονῶμεν καὶ δόξης· ὁ ταῦτα τὰ πάθη ἀποδυσάμενος, ἁπάντων ἀνθρώπων ἐστὶν ἐλευθερώτερος, καὶ αὐτοῦ τοῦ τὴν ἁλουργίδα περικειμένου εὐπορώτερος. Οὐχ ὁρᾷς ὅσα γίνεται κακὰ διὰ τὰ χρήματα; οὐ λέγω ὅσα διὰ τὴν πλεονεξίαν, ἀλλ' ἐν τῇ προσπαθείᾳ τούτων· οἷόν τι λέγω· Ἂν ἀπολέσῃ τις χρήματα, παντὸς θανάτου χαλεπώτερον βίον ζῇ. Τί ἀλγεῖς, ἄνθρωπε; τί δακρύεις; ὅτι σε τῆς περιττῆς φυλακῆς ἀπήλλαξεν ὁ Θεός; ὅτι οὐ κάθῃ τρέμων καὶ δεδοικώς; Εἶτα ἂν μέν σέ τις προσδήσῃ θησαυρῷ, κελεύων διαπαντὸς ἐκεῖ καθῆσθαι, καὶ ἀγρυπνεῖν ὑπὲρ ἀλλοτρίων, ἀλγεῖς, δυσχεραίνεις· σὺ δὲ σαυτὸν προσδήσας δεσμοῖς χαλεπωτάτοις, ἐπειδὴ ἀπηλλάγης τῆς δουλείας, ἀλγεῖς; Ὄντως προλήψεώς εἰσιν αἱ λῦπαι καὶ αἱ εὐφροσύναι. καθάπερ γὰρ ἀλλότρια ἔχοντες, οὕτως αὐτὰ τηροῦμεν. Νῦν πρὸς τὰς γυναῖκάς μοι ὁ λόγος. Εἶχέ τις γυνὴ πολλάκις ἀπὸ χρυσίου ὑφασμένον ἱμάτιον, καὶ τοῦτο τινάσσει, περιβάλλει λίνοις, τηρεῖ μετὰ ἀσφαλείας, τρέμει ὑπὲρ αὐτοῦ, καὶ οὐκ ἀπολαύει αὐτοῦ· ἢ γὰρ ἐτελεύτησεν ἢ ἐχήρευσεν· ἢ, κἂν μηδὲν τούτων συμβῇ, δέδοικε μὴ τῇ συνεχεῖ χρήσει δαπανήσασα αὐτὸ, ἀποστερήσειεν ἑαυτήν· κἂν ἄλλος οὐκ ἀποστερήσῃ, ἀποστερεῖ ἑαυτὴν τῇ φειδωλίᾳ. Ἀλλὰ παραχωρεῖ ἑτέρᾳ; ἀλλ' οὐδὲ τοῦτο δῆλον· εἰ δὲ καὶ παραχωρήσειε, καὶ ἐκείνη πάλιν ὁμοίως αὐτῷ χρήσεται. Καὶ εἴ τις ἐρευνήσει τὰ ἐν ταῖς οἰκίαις, εὑρήσει τὰ μάλιστα τίμια τῶν ἱματίων καὶ τὰ ἄλλα τὰ ὑπερέχοντα ἐν πλείονι τιμῇ, ὥσπερ ἐμψύχους δεσπότας, θεραπευόμενα· οὐ γὰρ χρῆται αὐτοῖς συνεχῶς, ἀλλὰ δέδοικε καὶ τρέμει, σῆτας καὶ τὰ ἄλλα τὰ βιβρώσκειν εἰωθότα ἀποσοβοῦσα, καὶ τὰ πλείονα ἐν μύῤῥοις καὶ ἀρώμασι τιθεῖσα, οὐδὲ πᾶσιν ἐπιτρέπουσατῆς ὄψεως καταξιωθῆναι ἐκείνης, ἀλλ' αὐτὴ πολλάκις μετὰ τοῦ ἀνδρὸς ταῦτα διατιθεῖσα ἐπιμελῶς.
20.3.1
Οὐκ εἰκότως, εἰπέ μοι, εἰδωλολατρείαν τὴν πλεονεξίαν ἐκάλεσεν ὁ Παῦλος; Ὅσην γὰρ ἐκεῖνοι τιμὴν περὶ τὰ εἴδωλα ἐπιδείκνυνται, τοσαύτην καὶ οὗτοι περὶ τὰ ἱμάτια, περὶ τὰ χρυσία. Μέχρι τίνος βόρβορον ἀνακινοῦμεν; μέχρι τίνος τῷ πηλῷ καὶ τῇ πλινθείᾳ προσηλώμεθα; Ὥσπερ γὰρ ἐκεῖνοι τῷ τῶν Αἰγυπτίων βασιλεῖ ἔκαμνον, οὕτω καὶ ἡμεῖς τῷ διαβόλῳ κάμνομεν, καὶ μαστιζόμεθα πολὺ χαλεπωτέρας μάστιγας. Καὶ μή τινα ὑπερβολὴν καταγνῷς τοῦ λόγου· ὅσῳ γὰρ κρείττων σώματος ψυχὴ, τοσούτῳ φροντὶς μωλώπων μαστιζόμεθα καθ' ἑκάστην ἡμέραν, δεδοίκαμεν φροντίζοντες, τρέμοντες. Ἀλλ' ἐὰν θελήσωμεν στενάξαι, ἐὰν θελήσωμεν ἀναβλέψαι πρὸς τὸν Θεὸν, πέμπει ἡμῖν οὐ Μωϋσέα, οὐδὲ Ἀαρὼν, ἀλλὰ τὸν αὑτοῦ λόγον καὶ τὴν κατάνυξιν. Οὗτος τοίνυν ἐλθὼν, καὶ κατασχὼν ἡμῶν τὰς ψυχὰς, ἐλευθερώσει τῆς δουλείας τῆς πικρᾶς ἡμᾶς, ἐξάξει ἡμᾶς ἐξ Αἰγύπτου, τῆς ἀνονήτου καὶ ματαιοπόνου σπουδῆς, τῆς δουλείας τῆς οὐδὲν κέρδος ἐχούσης. Ἐκεῖνοι μὲν οὖν κἂν χρυσία λαβόντες ἐξῆλθον, τὸν μισθὸν τῆς οἰκοδομῆς· ἡμεῖς δὲ οὐδέν· καὶ εἴθε μηδέν· νῦν δὲ καὶ ἡμεῖς λαμβάνομεν οὐ χρυσία, ἀλλὰ τὰ Αἰγύπτου κακὰ, ἁμαρτήματα καὶ κολάσεις καὶ τιμωρίας. Μάθωμεν τοίνυν ὠφελεῖσθαι, μάθωμεν ἐπηρεάζεσθαι· τοῦτό ἐστι Χριστιανοῦ· καταφρονήσωμεν τῶν χρυσῶν ἱματίων, καταφρονήσωμεν τῶν χρημάτων, ἵνα μὴ καταφρονήσωμεν τῆς σωτηρίας τῆς ἡμετέρας· καταφρονήσωμεν χρημάτων, καὶ μὴ καταφρονήσωμεν τῆς ψυχῆς· αὕτη γάρ ἐστιν ἡ κολαζομένη, αὕτη ἐστὶν ἡ τιμωρουμένη· ἐκεῖνα ἐνταῦθα μένει, αὕτη δὲ ἄπεισιν ἐκεῖ. Τίνος ἕνεκεν, τίνος, εἰπέ μοι, κατακόπτεις σαυτὸν, καὶ οὐκ αἰσθάνῃ; Ταῦτα πρὸς τοὺς πλεονέκτας λέγω. Καλὸν δὲ καὶ πρὸς τοὺς πλεονεκτουμένους εἰπεῖν, φέρετε γενναίως τὰς πλεονεξίας· ἑαυτοὺς ἀναιροῦσιν ἐκεῖνοι, οὐχ ὑμᾶς. Ὑμᾶς μὲν ἀποστεροῦσι χρημάτων, ἑαυτοὺς δὲ γυμνοῦσι τῆς εὐνοίας τοῦ Θεοῦ καὶ τῆς βοηθείας· ὁ δὲ ἐκείνης γυμνωθεὶς, κἂν ἅπαντα περιβάληται τῆς οἰκουμένης τὸν πλοῦτον, πάντων ἐστὶ πενέστερος· ὡσπεροῦν καὶ ὁ πάντων πενέστερος, ἂν ταύτην ἔχῃ, πάντων ἐστὶν εὐπορώτερος· Κύριος γὰρ, φησὶ, ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει. Εἰπὲ δή μοι, εἴ τινα εἶχες ἄνδρα μέγαν καὶ θαυμαστὸν, πάνυ σε φιλοῦντα καὶ κηδόμενον, εἶτα ἔγνως ὅτι διαπαντὸς ζήσεται, καὶ οὐ προτελευτήσεις αὐτοῦ, καὶ πάντα σοι παρέξει μετὰ ἀδείας τὰ αὑτοῦ, ὥστε σε ὡς τῶν σῶν ἀπολαύειν· ἆρα ἂν ἠθέλησας κτήσασθαί τι; ἆρα ἂν, εἰ πάντων ἐγυμνώθης, οὐχί σε πλουσιωτέραν ἐνόμιζες εἶναι διὰ τοῦτο; Τί δήποτε οὖν πενθεῖς; ὅτι χρήματα οὐκ ἔχεις; ἀλλ' ἐννόει ὅτι ἀφῃρέθης τῶν ἁμαρτημάτων τὴν ὑπόθεσιν. Ἀλλ' ὅτι οὐσίας ἀπεστερήθης; ἀλλ' ἐκτήσω τοῦ Θεοῦ τὴν εὔνοιαν. Καὶ πῶς ἐκτησάμην, φησίν; Εἶπε, Διὰ τί μὴ μᾶλλον ἀδικεῖσθε; εἶπεν ὅτι Ἐν παντὶ εὐχαριστεῖτε· εἶπεν ὅτι Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι. Ἐννόει τοίνυν ὅσης εὐνοίας ἀπολαύσεις, ταῦτα διὰ τῶν ἔργων ἐπιδειξαμένη. Ἓν γὰρ μόνον ζητεῖται παρ' ἡμῶν, τὸ ἐπὶ πᾶσιν εὐχαριστεῖν τῷ Θεῷ, καὶ πάντα ἔχομεν μετὰ δαψιλείας. Οἷόν τι λέγω· Ἀπώλεσας χρυσοῦ λίτραςμυρίας, εὐχαρίστησον εὐθέως τῷ Θεῷ, καὶ δέκα μυριάδας ἐκτήσω διὰ τῆς φωνῆς ἐκείνης καὶ τῆς εὐχαριστίας. Εἰπὲ γάρ μοι, πότε μακαρίζεις τὸν Ἰώβ; ὅτε εἶχε τοσαύτας καμήλους καὶ τὰ ποίμνια καὶ τὰ βουκόλια, ἢ ὅτε ἐκείνην τὴν φωνὴν ἀφῆκεν, Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο; Καὶ γὰρ ὁ διάβολος διὰ τοῦτο ἡμᾶς ζημιοῖ, οὐχ ἵνα τὰ χρήματα μόνον ἀφέληται· οἶδε γὰρ ὅτι οὐδέν ἐστιν· ἀλλ' ἵνα διὰ τούτων ἀναγκάσῃ εἰπεῖν τι βλάσφημον. Οὕτω καὶ ἐπὶ τοῦ μακαρίου Ἰὼβ τοῦτο ἐσπούδαζεν, οὐ πένητα αὐτὸν ποιῆσαι μόνον, ἀλλὰ βλάσφημον ἀποφῆναι. Ὅτε γοῦν πάντων αὐτὸν ἐγύμνωσεν, ὅρα τί φησι πρὸς αὐτὸν διὰ τῆς γυναικός· Εἰπόν τι ῥῆμα πρὸς Κύριον, καὶ τελεύτα. Καίτοι, ὦ μιαρὲ, πάντων αὐτὸν ἐγύμνωσας. Ἀλλ' οὐ τοῦτο ἐσπούδαζον, φησί· δι' ὃ γὰρ πάντα ἐποίησα, οὐδέπω ἤνυσα· ἐσπούδασα γὰρ αὐτὸν γυμνῶσαι τῆς τοῦ Θεοῦ βοηθείας· διὰ τοῦτο καὶ τῶν χρημάτων ἐγύμνωσα. Τοῦτό ἐστιν ὃ βούλομαι· ἐκεῖνο οὐδέν ἐστιν· ἂν τοῦτό μοι μὴ προσῇ, οὐ μόνον οὐδὲν ἠδικήθη, ἀλλὰ καὶ ὠφελήθη.
20.4.1
Ὁρᾷς ὅτι οἶδε καὶ ὁ πονηρὸς δαίμων ἐκεῖνος, ὅση τοῦ πράγματός ἐστιν ἡ ζημία; Διὰ τοῦτο καὶ βλέπεις αὐτὸν διὰ τῆς γυναικὸς τὴν ἐπιβουλὴν ῥάπτοντα. Ἀκούετε, ὅσοι γυναῖκας ἄνδρες ἔχετε χρημάτων ἐρώσας, καὶ ἀναγκαζούσας ὑμᾶς βλασφημεῖν τὸν Θεόν· ἀναμνήσθητε τοῦ Ἰώβ. Ἀλλ' ἴδωμεν αὐτοῦτὴν πολλὴν, εἰ δοκεῖ, ἐπιείκειαν, καὶ ὅπως αὐτὴν ἐπεστόμισεν. Ἵνα τί, φησὶν, ὥσπερ μία τῶν ἀφρόνων γυναικῶν οὕτως ἐλάλησας; Ἀληθῶς Φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί· ἀεὶ μὲν οὖν φθείρουσι, μάλιστα δὲ ἐπὶ τῶν συμφορῶν· τότε οἱ τὰ φαῦλα παραινοῦντες ἔχουσιν ἰσχύν. Εἰ γὰρ καὶ ἀφ' ἑαυτῆς ἡ ψυχὴ πρὸς ἀποδυσπέτησίν ἐστιν ἕτοιμος, πόσῳ μᾶλλον, ὅταν καὶ ὁ συμβουλεύων ᾖ; οὐχὶ καὶ πρὸς βάραθρον ὠθεῖται; Μέγα ἀγαθὸν γυνὴ, ὡσπεροῦν καὶ κακὸν μέγα. Καὶ ὅρα πόθεν ὀρύξαι τὸ τεῖχος ἐπεχείρησε τὸ ἰσχυρόν. Ἐπειδὴ γὰρ οὐχ εἷλεν αὐτὸν ἡ τῶν χρημάτων ἀφαίρεσις, οὐδὲ μέγα τι εἰργάσατο ἡ τούτων ζημία, ἀλλὰ καὶ μάτην ἠλέγχθη εἰπών· Ἦ μὴν εἰς πρόσωπόν σε εὐλογήσει, διὰ τοῦτο ἐφοπλίζει αὐτῷ τὴν γυναῖκα. Ὁρᾷς ποῦ ἔπνευσεν; Ἀλλ' οὐδὲν αὐτῷ πλέον ὑπῆρξε καὶ ἀπὸ ταύτης τῆς μηχανῆς. Ἂν τοίνυν καὶ ἡμεῖς εὐχαρίστως φέρωμεν, καὶ ταῦτα ἀποληψόμεθα, κἂνμὴ ἀπολάβωμεν, μείζων ἔσται ἡμῖν ὁ μισθός. Οὕτω καὶ ἐπὶ τοῦ ἀδάμαντος ἐκείνου γέγονεν· ὅτε γὰρ ἤθλησε γενναίως, τότε αὐτῷ καὶ ταῦτα ἀπέδωκεν· ὅτε ἔδειξε τῷ διαβόλῳ, ὅτι οὐ διὰ ταῦτα αὐτὸν θεραπεύει, τότε καὶ αὐτὰ αὐτῷ ἔδωκε. Τοιοῦτος γάρ ἐστιν ὁ Θεός· ὅταν ἴδῃ ἡμᾶς μὴ προσηλωμένους τοῖς βιωτικοῖς, τότε ἡμῖν αὐτὰ δίδωσιν· ὅταν ἴδῃ τὰ πνευματικὰ προτιμῶντας, τότε καὶ τὰ σαρκικὰ παρέχεται· οὐ πρότερον δὲ δίδωσιν, ἵνα μὴ ἀποῤῥαγῶμεν τῶν πνευματικῶν. Φειδόμενος οὖν ἡμῶν οὐ δίδωσι τὰ σαρκικὰ, ἵνα καὶ ἄκοντας ἀποστήσῃ τούτων. Οὒ, φησίν· ἀλλ' ἐὰν λάβω, ἐμπίπλαμαι, καὶ μᾶλλον εὐχαριστῶ. Ψεύδῃ, ὦ ἄνθρωπε· τότε γὰρ μάλιστα ἔσῃ ῥᾴθυμος. Τί οὖν ὅτι, φησὶ, πολλοῖς δίδωσι; Καὶ πόθεν δῆλον, ὅτι αὐτὸς δίδωσιν; Ἀλλὰ τίς, φησὶν, ἕτερος δίδωσιν; Ἡ πλεονεξία αὐτῶν, ἡ ἁρπαγή. Πῶς οὖν συγχωρεῖ γίνεσθαι ταῦτα; Ὥσπερ καὶ φόνους καὶ κλοπὰς καὶ βίας. Τί οὖν ἐρεῖς, φησὶ, πρὸς τοὺς ἐκ πατέρων διαδεχομένους κλῆρον, τοὺς μυρίων γέμοντας κακῶν; πῶς αὐτοὺς ἐᾷ, φησὶν, ὁ Θεὸς ἀπολαύειν τούτων; Ὥσπερ οὖν καὶ κλέπτας ἀφίησι, καὶ φονέας, καὶ τοὺς λοιποὺς κακούργους· οὐ γάρ ἐστιν ὁ καιρὸς τῆς κρίσεως νῦν, ἀλλὰ τῆς πολιτείας τῆς ἀρίστης. Ὅπερ δὲ καὶ ἤδη εἶπον, τοῦτο καὶ νῦν λέγω· ὅτι μείζονα δώσουσι δίκην, ὅταν καὶ πάντων ἀπολαύσαντες τῶν ἀγαθῶν, μηδὲ οὕτω βελτίους γίνωνται. Οὐ γὰρ πάντες ὁμοίως κολασθήσονται, ἀλλ' οἱ μὲν καὶ μετὰ τῆς εὐεργεσίας μείναντες κακοὶ, μειζόνως τιμωρηθήσονται· οἱ δὲ μετὰ πενίας, οὐχ οὕτω. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, ἄκουσον τί φησιν τῷ Δαυΐδ· Οὐχὶ ἔδωκά σοι πάντα τὰ τοῦ κυρίου σου; Ὅταν οὖν ἴδῃς νέον χωρὶς πόνων κλῆρον παραλαβόντα πατρῷον, καὶ μείναντα κακὸν, εὖ ἴσθι ὅτι ἡ κόλασις αὐτῷ αὔξεται, καὶ τὰ τῆς τιμωρίας ἐπιτείνεται. Μὴ δὴ τούτους ζηλῶμεν, ἀλλ' εἴ τις ἀρετὴν διεδέξατο, εἴ τις πλοῦτον πνευματικὸν ἐκτήσατο. Οὐαὶ γὰρ, φησὶν, οἱ πεποιθότες ἐπὶ τῷ πλούτῳ αὐτῶν· καὶ πάλιν· Μακάριοι οἱ φοβούμενοι τὸν Κύριον. Τίνων βούλει εἶναι, εἰπέ μοι; Πάντως τῶν μακαριζομένων. Τούτους οὖν ζήλου, μὴ ἐκείνους, ἵνα καὶ τῶν ἀποκειμένων αὐτοῖς τύχῃς ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Intertext edge

Open linked passage

Note