In epistulam ad Hebraeos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
21.0.1
Ἀναμιμνήσκεσθε δὲ τὰς πρότερον ἡμέρας, ἐν αἷς φωτισθέντες, πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων· τοῦτο μὲν, ὀνειδισμοῖς τε καὶ θλίψεσι θεατριζόμενοι· τοῦτο δὲ, κοινωνοὶ τῶν οὕτως ἀναστρεφομένων γενηθέντες. Καὶ γὰρ τοῖς δεσμίοις συνεπαθήσατε, καὶ τὴν ἁρπα γὴν τῶν ὑπαρχόντων ὑμῶν μετὰ χαρᾶς προσ εδέξασθε, γινώσκοντες ἔχειν κρείσσονα ὕπαρ ξιν ἑαυτοῖς ἐν οὐρανοῖς, καὶ μένουσαν.
21.1.1
Οἱ τῶν ἰατρῶν ἄριστοι, ἐπειδὰν βαθεῖαν δῶσι τομὴν, καὶ τὰς ἀλγηδόνας ἐπιτείνωσι διὰ τῆς πληγῆς, παραμυθούμενοι τὸ πονοῦν, καὶ τεθορυβημένην ἀναπαύοντες καὶ ἀνακτώμενοι τὴν ψυχὴν, ἑτέραν οὐκέτι προσάγουσι τομὴν, ἀλλὰ καὶ τὴν δοθεῖσαν φαρμάκοις προσηνέσι καὶ τὸ πολὺ τῆς ὀδύνης ἱκανοῖς ἀφανίσαι παραμυθοῦνται. Τοῦτο καὶ ὁ Παῦλοςἐποίησε, κατασείσας αὐτῶν τὰς ψυχὰς, καὶ κατανύξας τῇ μνήμῃ τῆς γεέννης, καὶ πιστωσάμενος αὐτοὺς, ὅτι πάντως δεῖ ἀπολέσθαι τὸν ἐνυβρίσαντα εἰς τὴν τοῦ Θεοῦ χάριν, καὶ τοῦτο ἀπὸ τῶν Μωϋσέως δείξας νόμων, ὅτι καὶ ἀπολοῦνται, καὶ μειζόνως τιμωρηθήσονται, καὶ μαρτυρίαις ἑτέραις ἐπισφραγίσας τὰ εἰρημένα, καὶ εἰπὼν, Φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος· ὥστε μὴ τῷ πολλῷ φόβῳ ἀπαγορεύσασαν τὴν ψυχὴν καταποθῆναι τῇ λύπῃ, παραμυθεῖται αὐτοὺς διὰ τῶν ἐγκωμίων καὶ τῆς παρακλήσεως· καὶ τὸν ζῆλον οἴκοθεν αὐτοῖς προσφέρει. Ἀναμιμνήσκεσθε γὰρ, φησὶ, τὰς πρότερον ἡμέρας, ἐν αἷς φωτισθέντες, πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων. Πολλὴ ἡ διὰ τῶν ἔργων παράκλησις· τὸν γὰρ ἀρχόμενον πράγματος, προϊόντα ἐπιδιδόναι χρή. Ὡς ἂν εἰ ἔλεγεν· Ὅτε ἐνήγεσθε, ὅτε ἐν τάξει μαθητῶν ἦτε, τοσαύτην προθυμίαν ἐπεδείξασθε, τοσαύτην γενναιότητα· νῦν δὲ οὐκέτι. Καὶ ὁ παρακαλῶν, οὕτω μάλιστα παρακαλεῖ ἀπὸ τῶν οἰκείων. Καὶ ὅρα, οὐχ ἁπλῶς εἶπεν· Ἄθλησιν ὑπεμείνατε, ἀλλὰ μετὰ προσθήκης τοῦ, Πολλήν. Καὶ οὐκ εἶπε πειρασμοὺς, ἀλλὰ ἄθλησιν, ὅπερ ἐστὶν ἐγκωμίου ὄνομα καὶ ἐπαίνων μεγίστων. Εἶτα καὶ καταλέγει κατὰ μέρος, πλατύνων τὸν λόγον, καὶ τοὺς ἐπαίνους πολλοὺς ποιῶν. Πῶς; Τοῦτο μὲν ὀνειδισμοῖς, φησὶ, καὶ θλίψεσι θεατριζόμενοι. Μέγα γὰρ ὀνειδισμὸς καθικέσθαι καρδίας, καὶ ἱκανὸν διαστρέψαι ψυχὴν, καὶ σκοτῶσαι λογισμόν· ἄκουε γὰρ τί φησιν ὁ Προφήτης· Ἐγενήθη τὰ δάκρυά μου ἐμοὶ ἄρτος ἡμέρας καὶ νυκτὸς ἐν τῷ λέγεσθαί μοι καθ' ἑκάστην ἡμέραν· Ποῦ ἐστιν ὁ Θεός σου; καὶ πάλιν· Εἰ ὁ ἐχθρὸς ὠνείδισέ με, ὑπήνεγκα ἄν. Ἐπειδὴ γὰρ σφόδρα κενόδοξόν ἐστι τὸ ἀνθρώπινον γένος, διὰ τοῦτο καὶ ὑπὸ τούτου ῥᾳδίως ἁλίσκεται. Καὶ οὐχ ἁπλῶς εἶπεν, Ὀνειδισμοῖς, ἀλλὰ καὶ αὐτὸ μετ' ἐπιτάσεως πολλῆς, Θεατριζόμενοι, φησίν. Ὅταν μὲν γάρ τις ὀνειδίζηται καθ' ἑαυτὸν, λυπηρὸν μὲν, πολλῷ δὲ πλέον, ὅταν ἐπὶ πάντων. Ἐννόησον γάρ μοι ὅσον ἦν κακὸν, ἀποστάντας τῆς Ἰουδαϊκῆς ταπεινότητος, καὶ ὡς ἐπὶ ἄριστον βίον μετελθόντας, καὶ τῶν πατρῴων καταφρονήσαντας, ὑπ' αὐτῶν τῶν οἰκείων πάσχειν κακῶς, καὶ μηδεμίαν ἔχειν ἀντίληψιν. Οὐκ ἔχω, φησὶν, εἰπεῖν, ὅτι ταῦτα ἐπάθετε μὲν, ἠλγεῖτε δὲ, ἀλλὰ καὶ σφόδρα ἐχαίρετε. Καὶ τοῦτο ἐδήλωσεν εἰπών· Τοῦτο δὲ, κοινωνοὶ τῶν οὕτως ἀναστρεφομένων γενηθέντες· καὶ γὰρ τοῖς δεσμίοις συνεπαθήσατε· καὶ αὐτοὺς φέρει εἰς μέσον τοὺς ἀποστόλους. Οὐ μόνον, φησὶν, ἐπὶ τοῖς οἰκείοις οὐκ ᾐσχύνεσθε, ἀλλὰ καὶ τοῖς ἄλλοις ἐκοινωνεῖτε τοῖς ταῦτα παθοῦσι. Τοῦτο καὶ παρακαλοῦντος αὐτούς ἐστιν. Οὐκ εἶπε, Φέρετε τὰς θλίψεις τὰς ἐμὰς, κοινωνεῖτέ μοι, ἀλλ' ἁπλῶς, Τοῖς δεσμίοις συνεπαθήσατε. Ὁρᾷς ὅτι περὶ ἑαυτοῦ φησι καὶ τῶν ἄλλων τῶν δεδεμένων; Οὕτως οὐχ ἡγήσασθε δεσμὰ εἶναι τὰ δεσμὰ, ἀλλ' ὥσπερ ἀθληταὶ γενναῖοι, οὕτως ἔστητε· ὅτι οὐ μόνον ἐν τοῖς ὑμετέροις οὐκ ἐδέεσθε παρακλήσεως, ἀλλὰ καὶ τοῖς ἄλλοις ἐγένεσθε παράκλησις. Καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν μετὰ χαρᾶς προσεδέξασθε. Βαβαὶ, πόση πληροφορία πίστεως! Εἶτα καὶ τὴν αἰτίαν τίθησιν, οὐ μόνον πρὸς τοὺς ἄθλους αὐτοὺς παρακαλῶν, ἀλλὰ καὶ πρὸς τὸ μὴ διασαλευθῆναι τῆς πίστεως. Τὸν ὑμέτερον πλοῦτον, φησὶν, ἁρπαζόμενον ὁρῶντες, ἠνέγκατε· ἤδη γὰρ τὸν οὐ φαινόμενον ὡς φαινόμενον ἑωρᾶτε· ὅπερ εἰλικρινοῦς πίστεως ἦν· καὶ δι' αὐτῶν τῶν ἔργων αὐτὴν ἐπεδείξασθε. Τὸ μὲν οὖν ἁρπαγῆναι, ἴσως τῆς βίας ἦν τῶν ἁρπαζόντων, καὶ οὐδεὶς ἂν ἠδύνατο κωλῦσαι· ὥστε οὐδέπω τοῦτο δῆλον, ὅτι διὰ τὴν πίστιν τὴν ἁρπαγὴν ὑπεμείνατε. Καίτοι γε καὶ τοῦτο δῆλον· ἐνῆν γὰρ, εἴπερ ἐβούλεσθε, μὴ ἁρπαγῆναι μὴ πιστεύσαντας· ἀλλ' ὃ πολλῷ τούτου μεῖζόν ἐστιν ἐποιήσατε, τὸ καὶ μετὰ χαρᾶς τὰ τοιαῦτα φέρειν· ὅπερ ἦν ὅλον ἀποστολικὸν, καὶ τῶν γενναίων ἐκείνων ἄξιον ψυχῶν, οἳ μαστιχθέντες ἔχαιρον. Ὑπέστρεψαν γὰρ, φησὶν, ἀπὸ προσώπου τοῦ συνεδρίου χαίροντες, ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ ἀτιμασθῆναι. Ὁ δὲ μετὰ χαρᾶς φέρων, δείκνυσιν ὅτι ἔχει μισθόν τινα, καὶ ὅτι οὐ ζημία, ἀλλὰ πρόσοδός ἐστι τὸ πρᾶγμα. Καὶ τὸ, Προσεδέξασθε, τὴν ἑκούσιον αὐτῶν ὑπομονὴν δηλοῖ. Πῶς οὖν εἵλεσθε καὶ κατεδέξασθε; Γινώσκοντες, φησὶν, ἔχειν ἑαυτοῖς κρείσσονα ὕπαρξιν ἐν οὐρανοῖς καὶ μένουσαν. Τί ἐστι, Μένουσαν; βεβαίαν, οὐχ οὕτως ἀπολλυμένην ὥσπερ ταύτην.
21.2.1
Εἶτα ἐπαινέσας αὐτοὺς, φησί· Μὴ οὖν ἀποβάλητε τὴν παῤῥησίαν ὑμῶν, ἥτις ἔχει μισθαποδοσίαν μεγάλην. Τί λέγεις; Οὐκ εἶπεν, ὅτι Ἀπεβάλετε τὴν παῤῥησίαν ὑμῶν, καὶ ἀνακτήσασθε, ἵνα μὴ ἀπαγορεύσωσιν· ἀλλ', ὅτι Ἔχετε αὐτὴν, μὴ ἀποβάλητε· ὃ μᾶλλον αὐτοὺς ἐψυχαγώγει, καὶ ἐποίει ῥωσθῆναι. Ὅτι ἔχετε αὐτὴν, φησί· τὸ μὲν γὰρ ἀποβληθὲν ἀνακτήσασθαι πάλιν, καμάτου δεῖται πλείονος, τὸ δὲ κατεχόμενον μὴ ἀπολέσαι, οὐχ οὕτω. Γαλάταις δὲ τὸ ἐναντίον γράφει· Τεκνία μου, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν· καὶ εἰκότως. Ἐκεῖνοι μὲν γὰρ ὑπτιώτερον διέκειντο, ὅθεν αὐτοῖς ἔδει πληκτικωτέρου λόγου· οὗτοι δὲ μικροψυχότερον, ὅθεν θεραπευτικωτέρου μᾶλλον ἐδέοντο. Μὴ ἀποβάλητε οὖν, φησὶ, τὴν παῤῥησίαν ὑμῶν. Ὥστε ἐν παῤῥησίᾳ ἦσαν πολλῇ πρὸς τὸν Θεόν. Ἥτις ἔχει, φησὶ, μισθαποδοσίαν μεγάλην. Τί ἐστι τοῦτο; Τότε αὐτὰ ληψόμεθα, φησίν. Οὐκοῦν, εἰ κατὰ τὸ μέλλον ἀπόκειται, οὐ δεῖ ἐνταῦθα ζητεῖν. Εἶτα, ἵνα μή τις εἴπῃ, Ἰδοὺ τὰ παρ' ἡμῶν πάντα ὑπῆρκται, διὰ τοῦτο προέλαβεν αὐτοὺς καὶ τῇ αὐτῶν ὑπολήψει· μονονουχὶ τοῦτο λέγων· Εἰ ἐν οὐρανοῖς γινώσκετε ἔχειν ὕπαρξιν κρείσσονα, μηδὲν ἐνταῦθα ζητεῖτε· ὑπομονῆς γὰρ ἔχετε χρείαν, οὐχὶ προσθήκης ἀγῶνος, ἵνα ἐν τοῖς αὐτοῖς μείνητε, ἵνα μὴ ῥίψητε τὸ ἐγχειρισθέν. Οὐδενὸς ὑμῖν ἑτέρου δεῖ, ἀλλ' ἢ ὥστε στῆναι, ὡς ἑστήκατε, ἵνα πρὸς τὸ τέλος ἐλθόντες, κομίσησθε τὴν ἐπαγγελίαν. Ὑπομονῆς γὰρ ἔχετε, φησὶ, χρείαν, ἵνα τὸ θέλημα τοῦ Θεοῦ ποιήσαντες, κομίσησθε τὴν ἐπαγγελίαν. Ἄρα ἑνὸς ὑμῖν δεῖ μόνου, ἵνα ἀναμείνητε τὴν μέλλησιν, οὐχ ἵνα ἀθλήσητε πάλιν. Πρὸς τὸν στέφανον αὐτόν ἐστε, φησὶ, τοὺς ἀγῶνας πάντας ἠνέγκατε, τοὺς δεσμοὺς, τὰς θλίψεις, τὰ ὑπάρχοντα ὑμῶν ἡρπάγη· τί οὖν; Πρὸς τὸ στεφανωθῆναι ἑστήκατε λοιπόν· τοῦτο μόνον φέρετε, τὴν μέλλησιν τοῦ στεφάνου. Ὢ μέγεθος παρακλήσεως! Οὕτως αὐτοὺς παρακαλεῖ, ὡς ἄν τις εἴποι πρὸς ἀθλητὴν πάντας καταβαλόντα, καὶ μηδένα ἔχοντα ἀνταγωνιστὴν, εἶτα μέλλοντα στεφανοῦσθαι, καὶ οὐ φέροντα τὸν χρόνον ἐκεῖνον, καθ' ὃν ὁ ἀγωνοθέτης ἔρχεται, καὶ τίθησι τὸν στέφανον· ἐκεῖνος δὲ ἀκαρτερήτως ἔχων, θέλοι ἐξελθεῖν καὶ φυγεῖν, ὡς μὴ φέρων τὸ δίψος καὶ τὸν φλογμόν. Τοῦτο τοίνυν αὐτὸς αἰνιττόμενος, τί φησιν; Ἔτι μικρὸν ὅσον ὅσον, ὁ ἐρχόμενος ἥξει, καὶ οὐ χρονιεῖ. Ἵνα γὰρ μὴ λέγωσι, Καὶ πότε ἥξει; ἀπὸ τῶν Γραφῶν αὐτοὺς παρακαλεῖ· καὶ γὰρ τὸ, Νῦν ἐγγύτερον ἡμῶν ἡ σωτηρία, ὅταν λέγῃ ἀλλαχοῦ, παραμυθεῖται αὐτοὺς, ὡς ὀλίγου ὄντος τοῦ λειπομένου χρόνου. Καὶ τοῦτο οὐκ ἀφ' ἑαυτοῦ φησιν, ἀλλ' ἀπὸ τῶν Γραφῶν. Εἰ δὲ ἐξ ἐκείνου ἐλέγετο, Μικρὸν ὅσον ὅσον, ὁ ἐρχόμενος ἥξει, καὶ οὐ χρονιεῖ· δῆλον ὅτι νῦν ἐγγύτερός ἐστιν. Ὥστε καὶ τὸ ἀναμένειν μισθός ἐστιν οὐ μικρός. Ὁ δὲ δίκαιος, φησὶν, ἐκ πίστεως ζήσεται· καὶ ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ. Μεγάλη αὕτη ἡ παράκλησις, ὅταν δεικνύῃ τις τὸ πᾶν κατωρθωκότας, καὶ διὰ μικρᾶς ῥᾳθυμίας ἀπολλύντας αὐτό. Ἡμεῖς δὲ οὐκ ἐσμὲν ὑποστολῆς εἰς ἀπώλειαν, ἀλλὰ πίστεως εἰς περιποίησιν ψυχῆς. Ἔστι δὲ πίστις, ἐλπιζομένων ὑπόστασις πραγμάτων, ἔλεγχος οὐ βλεπομένων. Ἐν ταύτῃ γὰρ ἐμαρτυρήθησαν οἱ πρεσβύτεροι. Βαβαί! οἵᾳ λέξει ἐχρήσατο εἰπὼν, Ἔλεγχος οὐ βλεπομένων· ἔλεγχος γὰρ λέγεται ἐπὶ τῶν λίαν δήλων. Ἡ πίστις τοίνυν ἐστὶν ὄψις τῶν ἀδήλων, φησὶ, καὶ εἰς τὴν αὐτὴν τοῖς ὁρωμένοις φέρει πληροφορίαν τὰ μὴ ὁρώμενα. Οὔτε οὖν ἐν τοῖς ὁρωμένοις ἀπιστῆσαι ἔστιν, οὔτε πάλιν, εἰ μὴ τῶν ὁρωμένων σαφέστερον περὶ τῶν ἀοράτων πεπληροφόρηταί τις, πίστις εἶναι δύναται. Ἐπειδὴ γὰρ τὰ ἐν ἐλπίδι ἀνυπόστατα εἶναι δοκεῖ, ἡ πίστις ὑπόστασιν αὐτοῖς χαρίζεται· μᾶλλον δὲ, οὐ χαρίζεται, ἀλλ' αὐτό ἐστιν οὐσία αὐτῶν· οἷον, ἡ ἀνάστασις οὐ παραγέγονεν, οὐδέ ἐστιν ἐν ὑποστάσει, ἀλλ' ἡ ἐλπὶς ὑφίστησιν αὐτὴν ἐν τῇ ἡμετέρᾳ ψυχῇ. Τοῦτό ἐστιν ὑπόστασις πραγμάτων ἐλπιζομένων. Εἰ τοίνυν ἔλεγχός ἐστιν οὐ βλεπομένων, τί δὴ βούλεσθε αὐτὰ ἰδεῖν, ἵνα ἐκπέσητε τῆς πίστεως καὶ τοῦ δίκαιοι εἶναι, εἴ γε ἐκ πίστεως ὁ δίκαιος ζήσεται; Ὑμεῖς δὲ εἰ βούλεσθε αὐτὰ ἰδεῖν, οὐκέτι ἐστὲ πιστοί. Ἐκάμετε, φησὶν, ἠθλήσατε· κἀγὼ τοῦτό φημι· ἀλλὰ ἀναμείνατε· τοῦτο γάρ ἐστι πίστις· μὴ ἐνταῦθα ζητεῖτε τὸ πᾶν.
21.3.1
Ταῦτα εἴρηται μὲν πρὸς Ἑβραίους, κοινὴ δέ ἐστι παραίνεσις καὶ πρὸς πολλοὺς τῶν ἐνταῦθα συνειλεγμένων. Πῶς καὶ τίνι τρόπῳ; Πρὸς τοὺς ὀλιγοψύχους, πρὸς τοὺς μικροψύχους. Ὅταν γὰρ ἴδωσι πονηροὺς εὐπραγοῦντας, ἑαυτοὺς δὲ δυσπραγοῦντας, ἀλύουσι, δυσανασχετοῦσιν· ὅταν ποθῶσιν ἐκείνων τὴν κόλασιν καὶ τὴν ἐκδικίαν, [ἢ] ὅταν τῶν οἰκείων πόνων τοὺς μισθοὺς ἐκδέχωνται. Ἔτι μικρὸν ὅσον ὅσον, ὁ ἐρχόμενος ἥξει, καὶ οὐ χρονιεῖ, εἶπε τότε ὁ Παῦλος. Καὶ ἡμεῖς τοίνυν πρὸς τοὺς ῥᾳθύμους ταῦτα λέγωμεν· Πάντως ἔσται κόλασις, πάντως ἥξει, ἐπὶ θύραις λοιπὸν τὰ τῆς ἀναστάσεως. Πόθεν δῆλον, φησίν; Οὐ λέγω ἀπὸ προφητῶν· οὔτε γὰρ πρὸς Χριστιανοὺς μόνον μοι νῦν ὁ λόγος, ἀλλὰ κἂν Ἕλλην ᾖ, θαῤῥῶ πάνυ, καὶ τὰς ἀποδείξεις παρέχω, καὶ διδάξω αὐτόν· καὶ πῶς, ἄκουε· Πολλὰ προεῖπεν ὁ Χριστός. Εἰ μὴ ἐξέβη ἐκεῖνα, μηδὲ τούτοις πιστεύσῃς· εἰ δὲ πάντα ἐξέβη, τί περὶ τῶν λειπομένων ἀμφιβάλλεις; Καίτοι πολὺ ἀπίθανον ἦν, μηδενὸς ἐκβάντος, περὶ ἐκείνων πιστεύειν· ἢ ὅτε πάντα ἐξέβη, τούτοις ἀπιστεῖν. Μᾶλλον δὲ ἐπὶ ὑποδείγματος ποιήσω τὸ πρᾶγμα φανερόν. Εἶπεν, ὁ Χριστὸς ὅτι τὰ Ἱεροσόλυμα ἁλώσεται, καὶ ἁλώσεται ἅλωσιν οἵαν οὐδέποτε, καὶ ὅτι οὐκ ἔτι ἀναστήσεται· καὶ ἐξέβη εἰς ἔργον ἡ πρόῤῥησις. Εἶπεν ὅτι θλῖψις ἔσται μεγάλη, καὶ ἐξέβη. Εἶπεν ὅτι καθάπερ σίνηπι σπαρὲν, οὕτως ἐκταθήσεται τὸ κήρυγμα· καὶ τοῦτο ὁρῶμεν καθ' ἑκάστην ἡμέραν τὴν οἰκουμένην ἐπιτρέχον. Εἶπεν ὅτι οἱ καταλιπόντες πατέρα, ἢ μητέρα, ἢ ἀδελφοὺς, ἢ ἀδελφὰς, ἕξουσι καὶ πατέρας καὶ μητέρας· καὶ τοῦτο διὰ τῶν ἔργων ὁρῶμεν πληρούμενον. Εἶπεν, ὅτι Ἐν τῷ κόσμῳ θλίψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον, τουτέστιν, Οὐδεὶς ὑμῶν περιέσται· καὶ τοῦτο διὰ τῶν πραγμάτων ὁρῶμεν ἐκβεβηκός. Εἶπεν ὅτι πύλαι ᾅδου οὐ κατισχύσουσι τῆς Ἐκκλησίας, καὶ ταῦτα διωκομένης, καὶ ὅτι οὐδεὶς σβέσει τὸ κήρυγμα· καὶ μαρτυρεῖ καὶ ταύτῃ τῇ προῤῥήσει ἡ τῶν πραγμάτων πεῖρα. Καίτοι σφόδρα ἀπίθανος ἦν ταῦτα λέγων τότε. Διὰ τί; Ὅτι πάντα λόγοι ἦσαν, καὶ οὐδέπω ἀπόδειξιν παρείχετο τῶν λεχθέντων. Ὥστε πολλῷ μᾶλλον πιστότερα γέγονε νῦν. Εἶπεν ὅτι ὅταν κηρυχθῇ τὸ Εὐαγγέλιον ἐν πᾶσι τοῖς ἔθνεσι, τότε ἥξει τὸ τέλος· καὶ ἰδοὺ πρὸς τὸ τέλος λοιπὸν ἐφθάσαμεν. Τὸ γὰρ πλέον τῆς οἰκουμένης κατηγγέλη· λοιπὸν οὖν τὸ τέλος ἐνέστηκε. Φρίξωμεν, ἀγαπητοί. Τί δὲ, εἰπέ μοι; περὶ συντελείας σὺ μεριμνᾷς; Καὶ αὕτη μὲν γὰρ ἐγγὺς πάρεστιν, ἡ δὲ ἑκάστου ζωὴ ἐγγυτέρα πολλῷ καὶ ἡ τελευτή. Αἱ ἡμέραι γὰρ τῶν ἐτῶν ἡμῶν, φησὶν, ἐν αὐτοῖς ἑβδομήκοντα ἔτη· ἐὰν δὲ ἐν δυναστείαις, ὀγδοήκοντα ἔτη. Ἐγγὺς ἡ ἡμέρα τῆς κρίσεως· κἂν οὕτω φοβηθῶμεν. Ἀδελφὸς οὐ λυτροῦται, λυτρώσεται ἄνθρωπος; Πολλὰ μετανοήσομεν ἐκεῖ· ἀλλ' ἐν τῷ θανάτῳ οὐδεὶς ἐξομολογήσεται αὐτῷ. Διὰ τοῦτο λέγει. Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει· τουτέστι, τὴν παρουσίαν αὐτοῦ. Ἐνταῦθα μὲν γὰρ ὅπερ ἐὰν ποιήσωμεν, ἔχει ἰσχὺν, ἐκεῖ δὲ οὐκέτι. Εἴ τις ἡμᾶς, εἰπέ μοι, ἐν καμίνῳ φλεγομένῃ μικρὸν στήσειε χρόνον, οὐχὶ πάντα ὑποστησόμεθα ὑπὲρ τῆς ἀπαλλαγῆς, κἂν χρήματα δέῃ προέσθαι, κἂν δουλείαν ὑποστῆναι; Πόσοι νόσοις περιέπεσον χαλεπαῖς, καὶ πάντα ἑτοίμως εἵλοντο δοῦναι ἂν, ὥστε ἀπαλλαγῆναι, εἴ γε αἵρεσις προὔκειτο; Εἰ τοίνυν ἐνταῦθα νόσος ὀλιγοχρόνιος οὕτως ἡμᾶς ἀνιᾷ, τί ποιήσομεν ἐκεῖ, ὅταν μηδὲν ὄφελος ᾖ τῆς μετανοίας; Πόσων νῦν γέμομεν κακῶν, καὶ οὐκ αἰσθανόμεθα; ἀλλήλους δάκνομεν, ἀλλήλους κατεσθίομεν ἀδικοῦντες, κατηγοροῦντες, διαβάλλοντες ταῖς τῶν πλησίον δόξαις δακνόμενοι. Καὶ ὅρα τὸ χαλεπόν· ὅταν βουληθῇ τις διορύξαι τοῦ πλησίον τὴν ὑπόληψιν, φησί· Τόδε εἶπεν ὁ δεῖνα περὶ αὐτοῦ, ὁ Θεὸς συγχώρησόν μοι, μή με ἐξετάσῃς, ἀκοῆς λόγον ὀφείλω. Τί οὖν λέγεις ὅλως, εἰ οὐ πιστεύεις; τί λέγεις; τί πιστὸν αὐτὸ ἐργάζῃ τῇ πολλῇ φήμῃ; τί διαπορθμεύεις τὸν λόγον οὐκ ἀληθῆ ὄντα; σὺ ἀπιστεῖς, καὶ τὸν Θεὸν παρακαλεῖς ὥστε σε μὴ ἐξετάσαι; Μὴ λέγε τοίνυν, ἀλλὰ σιώπα, καὶ παντὸς δέους ἀπήλλαξαι.
21.4.1
Ἀλλ' οὐκ οἶδα πόθεν ἡ νόσος αὕτη ἐν τοῖς ἀνθρώποις ἐμπέπτωκε· φλύαροι γεγόναμεν, οὐδὲν ἡμῶν ἐναπομένει τῇ ψυχῇ. Ἄκουε σοφοῦ τινος παραινοῦντος καὶ λέγοντος, Ἤκουσας λόγον; ἐναποθανέτω σοι· θάρσει, οὐ μή σε ῥήξῃ· καὶ πάλιν, Ἤκουσε λόγον ὁ μωρὸς, καὶ ὠδίνησεν, ὡς ἀπὸ προσώπου βρέφους ἡ τίκτουσα. Πρὸς κατηγορίας ἐσμὲν ἕτοιμοι, πρὸς κατακρίσεις παρεσκευασμένοι. Κἂν μηδὲν ἡμῖν ἕτερον εἰργασμένον εἴη κακὸν, τοῦτο ἱκανὸν ἦν ἡμᾶς ἀπολέσαι, καὶ εἰς γέενναν ἀπαγαγεῖν, τοῦτο μυρίοις περιβαλεῖν κακοῖς. Καὶ ἵνα μάθῃς ἀκριβῶς, ἄκουε τοῦ Προφήτου λέγοντος, Καθήμενος κατὰ τοῦ ἀδελφοῦ σου κατελάλεις. Ἀλλ' οὐκ ἐγὼ, φησὶν, ἀλλ' ἐκεῖνος. Σὺ μὲν οὖν· εἰ γὰρ μὴ σὺ εἶπες, ἕτερος οὐκ ἂν ἤκουσεν· εἰ δὲ καὶ ἔμελλεν ἀκούειν, ἀλλὰ σὺ τῆς ἁμαρτίας οὐκ ἦς αἴτιος. Δέον συσκιάζειν καὶ συγκρύπτειν τὰ ἐλαττώματα τῶν πλησίον, σὺ δὲ ἐκπομπεύεις προσχήματι φιλαγαθίας; Οὐ γίνῃ κατήγορος, ἀλλὰ φλύαρος, ἀλλὰ λῆρος, ἀλλὰ μωρός. Ὢ δεινότης! σαυτὸν αἰσχύνεις μετ' ἐκείνου, καὶ οὐκ αἰσθάνῃ; Ὅρα δὲ ὅσα τὰ κακὰ ἐντεῦθεν γίνεται· παροργίζεις τὸν Θεὸν, λυπεῖς τὸν πλησίον, ὑπεύθυνον σεαυτὸν τῇ κολάσει ποιεῖς. Οὐκ ἀκούεις Παύλου λέγοντος περὶ χηρῶν γυναικῶν; Οὐ μόνον δὲ ἀργαὶ, φησὶ, μανθάνουσιν, ἀλλὰ καὶ φλύαροι καὶ περίεργοι, περιερχόμεναι τὰς οἰκίας, καὶ λαλοῦσαι τὰ μὴ δέοντα; Ὥστε καὶ ὅταν πιστεύσῃς τοῖς λεγομένοις κατὰ τοῦ ἀδελφοῦ σου, οὐδὲ οὕτω λέγειν χρὴ, μήτιγε ἀπιστοῦντα. Ἀλλὰ τὸ σαυτοῦ πανταχοῦ σκοπεῖς, δεδοικὼς ἐξετασθῆναι παρὰ τοῦ Θεοῦ; Δεῖσον οὖν μὴ καὶ ὑπὲρ τῆς φλυαρίας ἐξετασθῆς. Ἐνταῦθα γὰρ οὐκ ἔχεις εἰπεῖν, ὅτι Μή με ἐξετάσῃ ὁ Θεὸς ὑπὲρ τῆς φλυαρίας· τὸ γὰρ πρᾶγμα φλυαρία ἐστί. Τί ἐξεπόμπευσας; τί ηὔξησας τὸ δεινόν; Τοῦτο ἡμᾶς ἀπολέσαι ἔχει. Διὰ τοῦτο ἔλεγεν ὁ Χριστός· Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε. Ἀλλ' οὐδεὶς ἡμῖν τούτου λόγος, οὐδὲ τὰ κατὰ τὸν Φαρισαῖον, ἡμᾶς σωφρονίζει. Ἐκεῖνος εἶπεν ἀληθὲς πρᾶγμα, ὅτι Οὐκ εἰμὶ ὡς ὁ τελώνης οὗτος, καὶ εἶπεν ἀκούοντος οὐδενὸς, καὶ κατεκρίθη. Εἰ τὸ ἀληθὲς εἰρηκὼς κατεκρίθη, καὶ μηδενὸς ἀκούοντος εἰπών· οἱ τὰ ψευδῆ, καὶ ὑπὲρ ὧν οὐκ εἰσὶ πεπεισμένοι ταῦτα διαπορθμεύοντες πανταχοῦ, καθάπερ γυναῖκες φλύαροι, τί οὐ πείσονται δεινόν; τί δὲ οὐχ ὑπομενοῦσι; Θῶμεν λοιπὸν τῷ στόματι θύραν καὶ μοχλόν· μυρία γὰρ ἀπὸ φλυαρίας γέγονε κακά· οἰκίαιἀνετράπησαν, φιλίαι διεσπάσθησαν, ἕτερα μυρία χαλεπὰ γέγονε. Μὴ περιεργάζου τὰ τοῦ πλησίον, ἄνθρωπε. Ἀλλὰ λάλος εἶ, καὶ ἐλάττωμα ἔχεις; λάλει τὰ σὰ πρὸς τὸν Θεόν· οὕτως οὐκέτι ἔσται τὸ ἐλάττωμα, ἀλλὰ πλεονέκτημα· λάλει τὰ σὰ πρὸς τοὺς φίλους τοὺς πάνυ φίλους καὶ δικαίους, καὶ οἷς θαῤῥεῖς, ὥστε εὔξασθαι ὑπὲρ τῶν σῶν ἁμαρτημάτων. Ἂν τὰ ἑτέρων εἴπῃς, οὐδὲν ὠφελήθης, οὐδὲν ἐκέρδανας ἀλλὰ καὶ ἀπώλου· ἂν τὰ σαυτοῦ ἐξαγορεύσῃς τῷ Δεσπότῃ, πολὺν ἔχεις τὸν μισθόν· Εἶπα γὰρ, φησὶν, Ἐξαγορεύσω κατ' ἐμοῦ τὴν ἀνομίαν μου τῷ Κυρίῳ, καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου. Θέλεις κρίνειν; τὰ σαυτοῦ κρίνε· οὐδείς σοι ἐγκαλεῖ, ἐὰν καταδικάσῃς σαυτόν· ἐγκαλεῖ δὲ, ἐὰν μὴ καταδικάσῃς σαυτόν· ἐγκαλεῖ, ἐὰν μὴ ἐλέγξῃς σαυτόν· ἐγκαλεῖ ἂν οὐκ ἀλγήσῃς. Εἶδες τὸν δεῖνα ὀργιζόμενον, παροξυνόμενον, ἢ ἄλλο τι ἄτοπον ποιοῦντα; ἐννόησον εὐθέως καὶ σὺ τὰ σαυτοῦ, καὶ οὕτως οὐδὲ ἐκεῖνον καταδικάσεις σφοδρῶς, καὶ σαυτὸν ἐλευθερώσεις τοῦ φορτίου τῶν ἡμαρτημένων. Ἂν οὕτω τὸν ἑαυτῶν ῥυθμίζωμεν βίον, ἂν οὕτω πραγματευώμεθα ἡμῶν τὴν ζωὴν, ἂν κατακρίνωμεν ἑαυτοὺς, οὐ πολλὰ ἁμαρτησόμεθα ἴσως, πολλὰ δὲ ἐργασόμεθα καλὰ, ἐπιεικεῖς ὄντες καὶ μέτριοι, καὶ πάντων ἀπολαύσομεν τῶν ἐπηγγελμένων τοῖς ἀγαπῶσι τὸν Θεὸν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.