Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In epistulam ad Hebraeos
John ChrysostomHebr 22 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
22.0.1
Πίστει νοοῦμεν κατηρτίσθαι τοὺς αἰῶνας ῥήματι τοῦ Θεοῦ, εἰς τὸ μὴ ἐκ φαινομένων τὰ βλεπό μενα γεγονέναι. Πίστει πλείονα θυσίαν Ἄβελ παρὰ Κάϊν προσήνεγκε τῷ Θεῷ, δι' ἧς ἐμαρτυ ρήθη εἶναι δίκαιος, μαρτυροῦντος ἐπὶ τοῖς δώ ροις αὐτοῦ τοῦ Θεοῦ· καὶ δι' αὐτῆς ἀποθα νὼν ἔτι λαλεῖται.
22.1.1
Τὸ τῆς πίστεως γενναίας καὶ νεανικῆς δεῖται ψυχῆς καὶ πάντα ὑπερβαινούσης τὰ αἰσθητὰ, καὶ τὴν ἀσθένειαν τῶν λογισμῶν τῶν ἀνθρωπίνων παρερχομένης. Οὐ γὰρ ἔστιν ἑτέρως γενέσθαι πιστὸν, ἂν μή τις ἑαυτὸν τῆς συνηθείας ὑπεραναγάγῃ τῆς κοινῆς. Ἐπεὶ οὖν αἱ τῶν Ἑβραίων ἦσαν ἐξησθενημέναι ψυχαὶ, καὶ ἀπὸ πίστεως μὲν ἤρξατο, ὑπὸ δὲ τῶν πραγμάτων, λέγω δὴ τῶν παθῶν καὶ τῶν θλίψεων, ὠλιγοψύχουν λοιπὸν καὶ ἐμικροψύχουν καὶ παρεσαλεύοντο, πρῶτον μὲν αὐτοὺς ἀπὸ τῶν ἑαυτῶν παρεκάλεσεν, εἰπὼν, Ἀναμνήσθητε τὰς πρότερον ἡμέρας· ἔπειτα· ἀπὸ τῆς Γραφῆς τῆς λεγούσης, Ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται· ἔπειτα ἀπὸ τῶν λογισμῶν, εἰπὼν, Ἔστι δὲ πίστις, ἐλπιζομένων ὑπόστασις, πραγμάτων ἔλεγχος οὐ βλεπομένων. Νῦν δὲ πάλιν ἀπὸ τῶν προπατόρων, τῶν μεγάλων ἀνδρῶν, τῶν θαυμαστῶν ἐκείνων, μονονουχὶ λέγων· Εἰ ἔνθα παρὰ πόδας τὰ ἀγαθὰ, πάντες πίστει ἐσώθησαν, πολλῷ μᾶλλον ἡμεῖς. Ὅταν γὰρ εὕρῃ τῶν αὐτῶν κοινωνὸν ἡ ψυχὴ, ἀναπαύεται καὶ ἀναπνεῖ. Τοῦτο καὶ ἐπὶ τῆς πίστεως, τοῦτο καὶ ἐπὶθλίψεως ἔστιν ἰδεῖν συμβαῖνον· καθὼς ἀλλαχοῦ φησιν· Εἰς τὸ συμπαρακληθῆναι ἐν ὑμῖν διὰ τῆς ἐν ἀλλήλοις πίστεως. Σφόδρα γὰρ ἄπιστον τὸ γένος τὸ ἀνθρώπινον, καὶ ἑαυτῷ οὐ δύναται θαῤῥεῖν, καὶ δέδοικεν ὑπὲρ ὧν ἂν κρίνῃ· ὅτι ἔχει, καὶ πολλὴν ἔχει τῆς τῶν πολλῶν δόξης φροντίδα. Τί οὖν ὁ Παῦλος ποιεῖ; Ἀπὸ τῶν προτέρων αὐτοὺς παρακαλεῖ, καὶ πρὸ τούτων, ἀπὸ τῆς κοινῆς ἐννοίας. Ἐπειδὴ γὰρ ἡ πίστις τότε διεβάλλετο ὡς ἀναπόδεικτον πρᾶγμα, καὶ ἀπάτης μᾶλλον ὂν, διὰ τοῦτο δείκνυσιν, ὅτι τὰ μέγιστα διὰ πίστεως, καὶ οὐ διὰ λογισμῶν κατορθοῦται. Καὶ πῶς τοῦτο δείκνυσιν, εἰπέ μοι; Πίστει νοοῦμεν, εἰπὼν, κατηρτίσθαι τοὺς αἰῶνας ῥήματι Θεοῦ, εἰς τὸ μὴ ἐκ φαινομένων τὰ βλεπόμενα γεγονέναι. Δῆλον, φησὶν, ἐστὶν, ὅτι ἐξ οὐκ ὄντων τὰ ὄντα ἐποίησεν ὁ Θεὸς, ἐκ τῶν μὴ φαινομένων τὰ φαινόμενα, ἐκ τῶν οὐχ ὑφεστώτων τὰ ὑφεστῶτα. Πόθεν δὲ δῆλον, ὅτι καὶ ῥήματι τοῦτο ἐποίησεν; ὁ μὲν γὰρ λογισμὸς οὐδὲν ὑποβάλλει τοιοῦτον, ἀλλὰ καὶ τοὐναντίον ἐκ τῶν φαινομένων τὰ μὴ φαινόμενα εἶναι. Διὰ τοῦτο μάλιστα οἱ φιλόσοφοι οὐδέν φασιν ἐξ οὐκ ὄντων εἶναι, ψυχικοὶ ὄντες, καὶ οὐδὲν τῇ πίστει ἐπιτρέποντες· ἁλίσκονται δὲ καὶ αὐτοὶ ὅμως, ὅταν μέγα τι καὶ γενναῖον εἴπωσι, τῇ πίστει αὐτὸ ἐπιτρέποντες· οἷον, λέγουσιν ὅτι ὁ Θεὸς ἄναρχόςἐστι καὶ ἀγέννητος· ὁ γὰρ λογισμὸς οὐχ ὑποβάλλει τοῦτο, ἀλλὰ τοὐναντίον. Θέα δέ μοι καὶ τὴν πολλὴν μωρίαν αὐτῶν. Τὸν Θεὸν ἄναρχον λέγουσιν· ὃ τοῦ ἐξ οὐκ ὄντων πολλῷ θαυμασιώτερον. Τοῦ γὰρ εἰπεῖν, ὅτι ἐξ οὐκ ὄντων τὰ ὄντα ὁ Θεὸς ἐποίησε, τὸ εἰπεῖν, ὅτι ἄναρχός ἐστιν, ὅτι ἀγέννητος, οὔτε ὑφ' ἑαυτοῦ, οὔτε ὑφ' ἑτέρου γεννηθεὶς, ἀπορώτερον. Ἐνταῦθα μὲν γὰρ πολλὰ τὰ πιστά· οἷον, ὅτι ἐποίησέ τι, ὅτι ἀρχὴν ἔσχε τὸ ποιούμενον, ὅτι ἐποιήθη ὅλως· ἐκεῖ δὲ τὸ, αὐτόματος, ἀγέννητος, οὔτε ἀρχὴν ἔσχεν, οὔτε χρόνον, ταῦτα οὐχὶ πίστεως δεῖται, εἰπέ μοι; Ἀλλ' οὐκ ἔθηκε τοῦτο ὃ πολλῷ πλέον ἦν, ἀλλὰ τὸ ἔλαττον, εἰπών· Πίστει νοοῦμεν κατηρτίσθαι τοὺς αἰῶνας ῥήματι Θεοῦ. Πόθεν οὖν λέγεις δῆλον, ὅτε ὁ Θεὸς ῥήματι πάντα ἐποίησε; λογισμὸς γὰρ τοῦτο οὐχ ὑποβάλλει, οὐδὲ παρῆν τις ὅτε ταῦτα ἐγίνετο. Ὑπὸ πίστεως· πίστεως γὰρ ἔργον ἡ κατανόησις. Διὸ καὶ οὕτως εἶπε, Πίστει νοοῦμεν. Τί νοοῦμεν πίστει, εἰπέ; Ὅτι μὴ ἐκ φαινομένων τὰ βλεπόμενα γέγονε· τοῦτο γὰρ ἡ πίστις. Εἰπὼν δὴ τὸ κοινὸν, λοιπὸν ἐπὶ προσώπων αὐτὸ γυμνάζει. Καὶ γὰρ τῆς οἰκουμένης ἐστὶν ἀντάξιος ἔνδοξος ἀνήρ. Τοῦτο γοῦν καὶ ὕστερον ᾐνίξατο. Ἐπειδὴ γὰρ ἐπὶ προσώπων αὐτὸ ἑκατὸν ἢ διακοσίων ἀντέστησεν, εἶτα εἶδε τὸν ἀριθμὸν ὀλίγον τῇ ποσότητι, λοιπόν φησιν· Ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος. Πίστει πλείονα θυσίαν Ἄβελ παρὰ Κάϊν προσήνεγκε τῷ Θεῷ. Θέα τίνα πρῶτον τίθησι, τὸν παθόντα κακῶς, καὶ παρὰ ἀδελφοῦ οὐδὲν ἠδικημένου, ἀλλὰ διὰ τὸν Θεὸν φθονηθέντος. Οὐκοῦν οἰκεῖον τὸ πάθος. Καὶ γὰρ ὑμεῖς τὰ αὐτὰ, φησὶν, ἐπάθετε ὑπὸ τῶν οἰκείων συμφυλετῶν. Ἅμα καὶ δείκνυσιν ὅτι καὶ αὐτοὶ βασκαίνονται καὶ φθονοῦνται. Ἐτίμησεν ἐκεῖνος τὸν Θεὸν, καὶ ἀπέθανεν ἀνθ' ὧν ἐτίμησε, καὶ οὐδέπω ἀναστάσεως ἔτυχεν· ἀλλ' ἡ μὲν προθυμία αὐτοῦ δήλη, καὶ τὰ παρ' αὐτοῦ γέγονε, τὰ δὲ παρὰ τοῦ Θεοῦ οὐδέπω εἰς αὐτὸν εἰσενήνεκται. Θυσίαν δὲ ἐνταῦθα πλείονα τὴν ἐντιμοτέραν λέγει, τὴν λαμπροτέραν, τὴν ἀναγκαιοτέραν. Καὶ οὐκ ἔχομεν, φησὶν, εἰπεῖν, ὅτι οὐκ ἀπεδέχθη· ἀπεδέξατο γὰρ, καὶ εἶπε πρὸς τὸν Κάϊν· Οὒκ, ἂν ὀρθῶς προσενέγκῃς, ὀρθῶς δὲ μὴ διέλῃς. Οὐκοῦν ὁ Ἄβελ καὶ ὀρθῶς προσήνεγκε, καὶ ὀρθῶς διεῖλεν. Ἀλλ' ὅμως ἀντὶ τούτων τίνα τὴν ἀμοιβὴν ἔλαβεν; Ἐσφάγη παρὰ τῆς ἀδελφικῆς χειρός· καὶ τὴν καταδίκην, ἣν ὁ πατὴρ ὑπέμεινε διὰ τὴν ἁμαρτίαν, ταύτην πρῶτος ἐδέξατο υἱὸς ὁ κατορθώσας, καὶ τοσούτῳ χαλεπὰ ἔπαθεν ὅσῳ καὶ παρὰ ἀδελφοῦ καὶ πρῶτος. Καὶ ταῦτα κατώρθωσεν εἰς οὐδένα ἰδών· εἰς τίνα γὰρ εἶδε, καὶ οὕτως ἐτίμησε τὸν Θεόν; εἰς τὸν πατέρα καὶ τὴν μητέρα; ἀλλ' ἐκεῖνοι ὕβρισαν αὐτὸν ἀντὶ τῶν εὐεργεσιῶν. Ἀλλ' εἰς τὸν ἀδελφόν; ἀλλὰ καὶ οὗτος ἠτίμασεν. Ὥστε παρ' ἑαυτοῦ τὸ ἀγαθὸν ἐξεῦρε. Καὶ ὁ τοσαύτης ὢν τιμῆς ἄξιος, τί δὴ πάσχει; Ἀναιρεῖται. Εἶτα καὶ ἄλλο ἐγκώμιον τίθησι λέγων· Δι' ἧς ἐμαρτυρήθη εἶναι δίκαιος, μαρτυροῦντος ἐπὶ τοῖς δώροις αὐτοῦ τοῦ Θεοῦ· καὶ δι' αὐτῆς ἀποθανὼν ἔτι λαλεῖ. Πῶς δὲ καὶ ἄλλως ἐμαρτυρήθη εἶναι δίκαιος; Λέγεται πῦρ κατελθὸν ἀναλαβεῖν τὰς θυσίας· ἀντὶ γὰρ τοῦ, Ἐπὶ Ἄβελ ἐπέβλεψε, καὶ ἐπὶ τὰς θυσίας αὐτοῦ ὁ Κύριος, Καὶ ἐνεπύρισεν, εἶπεν. Ὁ τοίνυν καὶ διὰλόγων, καὶ δι' ἔργων μαρτυρήσας τῷ δικαίῳ, καὶ δι' αὐτὸν ὁρῶν ἀναιρούμενον, οὐκ ἤμυνεν ἀλλ' εἴασε.
22.2.1
Τὸ δὲ ὑμέτερον οὐ τοιοῦτον· πῶς γὰρ, οἱ καὶ προφήτας καὶ παραδείγματα ἔχοντες, καὶ παρακλήσεις μυρίας, καὶ σημεῖα καὶ θαύματα γενόμενα; Ὥστε ἐκεῖνο ὄντως πίστις ἦν. Ποῖα γὰρ θαύματα εἶδεν ἐκεῖνος, ἵνα πιστεύσῃ ὅτι ἔσται τις αὐτῷ ἀντίδοσις τῶν ἀγαθῶν; οὐχὶ ἀπὸ πίστεως μόνης τὴν ἀρετὴν εἵλετο; Τί ἐστι, Καὶ δι' αὐτῆς ἀποθανὼν ἔτι λαλεῖ; Ἵνα μὴ εἰς πολλὴν ἀπόγνωσιν αὐτοὺς ἐμβάλῃ, δείκνυσιν αὐτὸν ἐν μέρει ἀπολαύσαντα ἀμοιβῆς. Πῶς; Ἡ ἐπισκοπὴ ἡ ὑπὲρ αὐτοῦ, φησὶ, πολλή ἐστι· τοῦτο γὰρ ᾐνίξατο εἰπὼν, Καὶ ἔτι λαλεῖ· τουτέστιν, ἀνεῖλεν αὐτὸν, ἀλλὰ οὐ συνανεῖλεν αὐτῷ τὴν δόξαν καὶ τὴν τιμήν· οὐ τέθνηκεν ἐκεῖνος· οὐκοῦν οὐδὲ ὑμεῖς τεθνήξεσθε. Ὅσῳ γὰρ ἄν τις χαλεπώτερα πάθῃ, τοσούτῳ ἡ δόξα μείζων. Πῶς οὖν ἔτι γὰρ λαλεῖ; Τοῦτο καὶ τοῦ ζῇν σημεῖόν ἐστι, καὶ τοῦ παρὰ πάντων ᾄδεσθαι, θαυμάζεσθαι καὶ μακαρίζεσθαι· ὁ γὰρ παραινῶν τοῖς ἄλλοις δικαίοις εἶναι, λαλεῖ. Οὐ τοσοῦτον γὰρ ἀνύει λόγος, ὅσον τὸ πάθος τὸ ἐκείνου. Ὥσπερ οὖν ὁ οὐρανὸς φαινόμενος μόνον λαλεῖ, οὕτω καὶ ἐκεῖνος μνημονευόμενος. Οὐκ ἂν, εἰ ἀνεκήρυξεν ἑαυτὸν, οὐκ ἂν, εἰ μυρίας ἔσχε γλώσσας, καὶ ἔζη, οὕτως ἐθαυμάζετο ὡς νῦν. Τουτέστιν, οὐκ ἀτιμωρητὶ ταῦτα γίνεται οὐδὲ ἁπλῶς, οὐδὲ παρέρχεται. Πίστει Ἐνὼχ μετετέθη τοῦ μὴ ἰδεῖν θάνατον· καὶ οὐχ εὑρίσκετο, διότι μετέθηκεν αὐτὸν ὁ Θεός· πρὸ γὰρ τῆς μεταθέσεως αὐτοῦ μεμαρτύρηται εὐηρεστηκέναι τῷ Θεῷ. Χωρὶς δὲ πίστεως ἀδύνατον εὐαρεστῆσαι· πιστεῦσαι γὰρ δεῖ πρῶτον τὸν προσερχόμενον τῷ Θεῷ, ὅτι ἔστι, καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν μισθαποδότης γίνεται. Οὗτος μείζονα πίστιν τοῦ Ἄβελ ἐπεδείξατο. Τί δήποτε; Ὅτι εἰ καὶ μετ' ἐκεῖνον γέγονεν, ἀλλὰ τὰ εἰς ἐκεῖνον γενόμενα ἱκανὰ ἦν αὐτὸν ἀποστρέψαι. Πῶς; Προῄδει ὁ Θεὸς ὅτι ἀπολεῖται· εἶπε γὰρ τῷ Κάϊν· Ἥμαρτες, μὴ προσθῇς ἔτι. Ἐτιμήθη παρ' αὐτοῦ, οὐκ ἤμυνεν αὐτῷ. Καὶ οὐδὲ τοῦτο εἰς ῥᾳθυμίαν ἐνέβαλεν· οὐκ εἶπε πρὸς ἑαυτὸν, Τίς χρεία πόνων καὶ κινδύνων; ὁ Ἄβελ ἐτίμησε τὸν Θεὸν, καὶ οὐκ ἤμυνεν αὐτῷ. Τί γὰρ ὄφελος τῷ ἀπελθόντι τῆς τιμωρίας τῆς τοῦ ἀδελφοῦ; τί δὲ ἐκεῖθεν ἀπόνασθαι αὐτὸν δυνατόν; Θῶμεν ὅτι χαλεπὴν δίδωσι δίκην· τί πρὸς τὸν ἀνηρημένον; Οὐδὲν τοιοῦτον οὐκ εἶπεν, οὐκ ἐνενόησεν, ἀλλὰ ταῦτα πάντα ὑπερβὰς, ἔγνω ὅτι, εἰ Θεὸς ἔστι, πάντως καὶ ἀνταποδότης ἐστί· καίτοι οὔπω οὐδὲν περὶ ἀναστάσεως ᾔδεισαν. Εἰ δὲ οἱ μηδὲν μηδέπω περὶ ἀναστάσεως εἰδότες, ἀλλὰ καὶ ἐνταῦθα τἀναντία ὁρῶντες οὕτως εὐηρέστησαν· πόσῳ μᾶλλον ἡμεῖς; οὔτε γὰρ περὶ ἀναστάσεως ᾔδεισαν ἐκεῖνοι, οὔτε εἰς παραδείγματα εἶχον ἰδεῖν. Αὐτὸ μὲν οὖν τοῦτο αὐτὸνεὐαρεστῆσαι ἐποίησε, τὸ μηδὲν αὐτὸν ἀπολαβεῖν. Εἰπὲ δή μοι· ᾔδει ὅτι μισθαποδότης ἐστὶν ὁ Θεός. Πόθεν; οὔπω γὰρ οὐδὲ τῷ Ἄβελ ἀπέδωκεν. Ὥστε ὁλογισμὸς ἕτερα ὑπέβαλλεν, ἡ δὲ πίστις τὰ ἐναντία τῶν ὁρωμένων. Κἂν ὑμεῖς οὖν, φησὶν, ὁρᾶτε μηδὲν ἐνταῦθα ἀπολαμβάνοντας ὑμᾶς, μὴ θορυβεῖσθε. Πῶς δὲ πίστει μετετέθη ὁ Ἐνώχ; Ὅτι τῆς μεταθέσεως ἡ εὐαρέστησις αἰτία, τῆς δὲ εὐαρεστήσεως ἡ πίστις. Εἰ γὰρ μὴ ᾔδει ὅτι λήψεται ἀμοιβὰς, πῶς εὐηρέστει; Χωρὶς δὲ πίστεως ἀδύνατον εὐαρεστῆσαι. Πῶς; Ἂν γάρ τις πιστεύσῃ εἶναι Θεὸν καὶ ἀντίδοσιν, ἕξει τὰς ἀμοιβάς. Ἐντεῦθεν οὖν ἡ εὐαρέστησις. Πιστεῦσαι γὰρ δεῖ τὸν προσερχόμενον τῷ Θεῷ, ὅτι ἔστιν, οὐ τὸ τί ἐστιν. Εἰ δὲ τὸ, Ὅτι ἔστι, πίστεως, καὶ οὐ λογισμῶν δεῖται· τὸ, τί ἐστι, λογισμῷ καταλαβεῖν δυνατόν; εἰ ὅτι μισθαποδότης ἐστὶ, πίστεως χρείαν ἔχει, καὶ οὐ λογισμῶν· πῶς τὰ τῆς οὐσίας λογισμῷ περιλαβεῖν ἔνι; ποῖος γὰρ δυνήσεται λογισμὸς ἐφικέσθαι τούτων; τινὲς γὰρ αὐτόματά φασιν ἄγεσθαι τὰ ὄντα. Ὁρᾷς ὅτι, ἂν μὴ πιστεύομεν περὶ πάντα, οὐ περὶ τὴν ἀντίδοσιν μόνον, ἀλλὰ καὶ περὶ αὐτὸ τὸ εἶναι Θεὸν, οἴχεται ἡμῖν τὰ πάντα; Πολλοὶ δὲ ζητοῦσι ποῦ μετετέθη ὁ Ἐνὼχ, καὶ διὰ τί μετετέθη, καὶ διὰ τί οὐκ ἀπέθανεν, οὔτε αὐτὸς, οὔτε ὁ Ἠλίας, καὶ εἰ ἔτι ζῶσι, πῶς ζῶσι, καὶ ἐν ποίῳ σχήματί εἰσιν. Ἀλλὰ περιττὸν πάντη τὸ ταῦτα ζητεῖν. Ὅτι μὲν γὰρ μετετέθη οὗτος, καὶ ὅτι ἀνελήφθη ἐκεῖνος, εἶπον αἱ Γραφαί· ποῦ δέ εἰσι, καὶ πῶς εἰσιν, οὐκέτι προσέθηκαν· οὐδὲν γὰρ πλέον τῶν ἀναγκαίων λέγουσι. Τοῦτο μὲν γὰρ γέγονε, λέγω δὲ τὸ τῆς μεταθέσεως, ἐκ προοιμίων εὐθέως, ὅπως ἡ ἀνθρωπίνη φύσις ἐλπίδα λάβῃ τῆς καταλύσεως τοῦ θανάτου, καὶ τῆς καθαιρέσεως τῆς τυραννίδος τῆς διαβολικῆς, καὶ ὅτι παραλυθήσεται ὁ θάνατος· μετετέθη γὰρ οὐ νεκρὸς, ἀλλὰ τοῦ μὴ ἰδεῖν θάνατον. Διὰ τοῦτο προσέθηκε, ζῶν μετετέθη, ὅτι εὐηρέστησε. Καθάπερ γάρ τις ἀπειλήσας πατὴρ υἱῷ, βούλεται μὲν εὐθέως ἀνεῖναι τὴν ἀπειλὴν, ὅταν ἀπειλήσῃ, ἀνέχεται δὲ καὶ καρτερεῖ, ἵνα τέως αὐτὸν σωφρονίσῃ καὶ νουθετήσῃ, ἀφεὶς βεβαίαν μένειν τὴν ἀπειλήν· οὕτω καὶ ὁ Θεὸς, σχεδὸν εἰπεῖν ἀνθρωπίνως, οὐκ ἐκαρτέρησεν, ἀλλ' εὐθέως ἔδειξεν, ὅτι λέλυται ὁ θάνατος. Καὶ πρῶτον ἀφίησι τὸν θάνατον εἰς τὸν δίκαιον γενέσθαι, φοβῆσαι βουλόμενος διὰ τοῦ παιδὸς τὸν πατέρα. Θέλων γὰρ δεῖξαι, ὅτι ὄντως ἐστὶν ἡ ἀπόφασις βεβαία, οὐ τοὺς κακοὺς εὐθέως, ἀλλὰ καὶ τὸν εὐαρεστήσαντα ὑπέβαλε τῇ τιμωρίᾳ, τὸν μακάριον ἐκεῖνον τὸν Ἄβελ λέγω· καὶ σχεδὸν μετὰ τοῦτον εὐθέως μετέθηκε τὸν Ἐνὼχ ζῶντα. Καὶ οὐκ ἀνέστησεν ἐκεῖνον, ἵνα μὴ θαῤῥήσωσιν εὐθέως, ἀλλὰ μετέθηκε τοῦτον ζῶντα, διὰ μὲν τοῦ Ἄβελ φοβήσας, διὰ δὲ τούτου δοὺς ζῆλον τοῦ εὐαρεστεῖν αὐτῷ. Ὥστε οἱ αὐτόματα πάντα ἄγεσθαι καὶ φέρεσθαι λέγοντες, καὶ μὴ προσδοκῶντες ἀντίδοσιν, οὐκ εὐαρεστοῦσιν, ὥσπερ οὐδὲ οἱ Ἕλληνες. Τοῖς γὰρ ἐκζητοῦσιν αὐτὸν δι' ἔργων καὶ διὰ τῆς γνώσεως μισθαποδότης γίνεται. γʹ. Ἐπεὶ οὖν ἔχομεν μισθαποδότην, πάντα πράττωμεν, ὥστε μὴ ἀποστερηθῆναι τῶν μισθῶν τῶν ἐπὶ τῇ ἀρετῇ· καὶ γὰρ πολλῶν δακρύων ἄξιον τοιαύτης ἀμοιβῆς ὑπεριδεῖν, τοιαύτης ἀντιδόσεως καταφρονῆσαι. Ὥσπερ γὰρ τοῖς ἐκζητοῦσιν αὐτὸν μισθαποδότης γίνεται, οὕτω τοῖς μὴ ζητοῦσι τὸ ἐναντίον· Ζητεῖτε, καὶ εὑρήσετε, φησί. Πῶς δὲ ἔστι τὸν Κύριον εὑρεῖν; Ἐννόησον πῶς εὑρίσκεται τὸ χρυσίον, μετὰ πολλοῦ πόνου. Ταῖς χερσί μου, φησὶ, νυκτὸς ἐναντίον αὐτοῦ, καὶ οὐκ ἠπατήθην. Τουτέστιν, ὥσπερ τὸ ἀπολωλὸς ζητοῦμεν, οὕτω τὸν Θεὸν ζητήσωμεν. Οὐχὶ τὸν νοῦν ἐκεῖ συστρέφομεν; οὐχὶ πάντας ἐξετάζομεν; οὐχὶ ἀποδημίαν ποιούμεθα; οὐχὶ χρήματα ἐπαγγελλόμεθα; Οἶον, ἔστω τις ἡμῖν υἱὸς ἀπολωλώς· τί οὐ πράττομεν; ποίαν γῆν, ποίαν θάλατταν οὐ περινοστοῦμεν; οὐχὶ καὶ χρήματα, καὶ οἰκίας, καὶ πάντα δεύτερα τιθέμεθα τῆς εὑρέσεως; κἂν εὕρωμεν, κατέχομεν, ἐπισφίγγομεν, οὐκ ἐγκαταλιμπάνομεν. Καὶ μέλλοντες ζητεῖν, πάντα πραγματευόμεθα, ὥστε εὑρεῖν τὸ ζητούμενον· πόσῳ δὲ μᾶλλον ἐπὶ τοῦ Θεοῦ τοῦτο χρὴ ποιεῖν, ὥσπερ τι τῶν ἀναγκαίων ζητοῦντας; μᾶλλον δὲ οὐχ οὕτως, ἀλλὰ καὶ πολλῷ πλέον. Πλὴν ἀλλ' ἐπειδὴ ἀσθενεῖς ἐσμεν, κἂν ὡς τὰ χρήματά σου ζητεῖς, ἢ τὸν υἱὸν, ζήτησον τὸν Θεόν. Οὐχὶ ἀποδημεῖς ὑπὲρ τούτου; ἆρα οὐκ ἀπεδήμησάς ποτε ὑπὲρ χρημάτων; οὐχὶ πάντα περιεργάζῃ; οὐχ ὅταν εὕρῃς, τότε θαῤῥεῖς; Ζητεῖτε, φησὶ, καὶ εὑρήσετε. Τὰ γὰρ ζητούμενα πολλῆς δεῖται μερίμνης, καὶ μάλιστα ἐπὶ Θεοῦ· πολλὰ γὰρ τὰ κωλύματα, πολλὰ τὰ ἐπισκοτοῦντα, πολλὰ τὰ εἴργοντα ἡμῶν τὴν αἴσθησιν. Ὥσπερ γὰρ ὁ ἥλιός ἐστι δῆλος, καὶ εἰς μέσον πᾶσι πρόκειται, καὶ οὐ δεόμεθα τοῦ ζητεῖν αὐτόν· ἂν μέντοι κατορύξωμεν ἑαυτοὺς, κἂν πάντα περιστρέφωμεν, πολλοῦ δεόμεθα πόνου, ὥστε ἰδεῖν πρὸς τὸν ἥλιον· οὕτω δὴ καὶ ἐνταῦθα, ἐὰν ἐν τῷ βυθῷ τῶν ἐπιθυμιῶν τῶν πονηρῶν, ἐὰν ἐν τῷ σκότῳ τῶν παθῶν καὶ τῶν βιωτικῶν πραγμάτων κατορύττωμεν ἑαυτοὺς, μόλις διαβλέπομεν, μόλις ἀνακύπτομεν. Ὁ κάτω κατορωρυγμένος, ὅσῳ ἂν ἄνω βλέπῃ, τοσούτῳ πρὸς τὸν ἥλιον ἔρχεται. Ἀποτιναξώμεθα τοίνυν τὸν χοῦν, ἀναῤῥήξωμεν τὴν ἐπικειμένην ἡμῖν ἀχλύν· πυκνή τίς ἐστι καὶ στεγανὴ, καὶ οὐκ ἀφίησιν ἡμᾶς ἀναβλέψαι. Καὶ πῶς διαῤῥήγνυται, φησὶν, ἡ νεφέλη αὕτη; Ἐὰν ἐπισπασώμεθα τοῦ νοητοῦ ἡλίου τὰς ἀκτῖνας, τοῦ ἡλίου τῆς δικαιοσύνης, ἐὰν τὰς χεῖρας εἰς τὸν οὐρανὸν αἴρωμεν· Ἔπαρσις, φησὶ, τῶν χειρῶν μου θυσία ἑσπερινή· ἐὰν μετὰ τῶν χειρῶν καὶ τὸν νοῦν ἀναλάβωμεν. Ἴστε οἱ μεμυημένοι τί λέγω· τάχα δὲ καὶ ἐπιγινώσκετε τὸ λεχθὲν, καὶ συνορᾶτε ὅπερ ᾐνιξάμην. Ἐπάρωμεν εἰς ὕψος τὴν διάνοιαν. Οἶδα πολλοὺς ἄνδρας ἐγὼ, σχεδὸν κρεμαμένους ἀπὸ τῆς γῆς, καὶ πέρα τοῦ μέτρου τὰς χεῖρας ἀνατείνοντας, καὶ ἀθυμοῦντας ὅτι μὴ δυνατὸν μετεωρισθῆναι, καὶ οὕτως εὐχομένους μετὰ προθυμίας. Οὕτως ὑμᾶς εἶναι βούλομαι ἀεί· εἰ δὲ μὴ ἀεὶ, κἂν πλεονάκις· εἰ δὲ μὴ πλεονάκις, κἂν ὀλιγάκις, κἂν ἐν ταῖς ἑωθιναῖς, κἂν ἐν ταῖς ἑσπεριναῖς. Εἰπὲ γάρ μοι, ἐκτείνειν τὰς χεῖρας οὐ δύνῃ; ἔκτεινον τὴν προαίρεσιν ὅσον θέλεις· ταύτην ἔκτεινον κἂν εἰς αὐτὸν τὸν οὐρανόν· κἂν αὐτῆς βουληθῇς τῆς κορυφῆς ἅψασθαι, κἂν ἀνωτέρω ἀνελθὼν ἐμπεριπατῆσαι, ἔξεστί σοι· παντὸς γὰρπτεροῦ καὶ κουφότερος καὶ ὑψηλότερος ὁ ἡμέτερος νοῦς. Ὅταν δὲ καὶ τὴν παρὰ τοῦ Πνεύματος λάβῃ χάριν, βαβαὶ, πῶς ἐστι ταχὺς, πῶς ὀξὺς, πῶς πάντα περινοστεῖ, πῶς οὐ καταφέρεται οὐδὲ καταπίπτει πρὸς τὸ ἔδαφος! Ταῦτα κατασκευάσωμεν ἡμῖν τὰ πτερὰ, διὰ τούτων καὶ τὸ πέλαγος διαπτῆναι δυνησόμεθα τοῦ κλύδωνος τοῦ παρόντος βίου. Τὰ ὀξύτατα τῶν ὀρνίθων, καὶ ὄρη, καὶ νάπας, καὶ πελάγη, καὶ σκοπέλους ἐν βραχείᾳ καιροῦ ῥοπῇ διίπταται ἀσινῆ. Τοιοῦτός ἐστι καὶ ὁ νοῦς· ὅταν πτερωθῇ, ὅταν τῶν βιωτικῶν ἀποστῇ, οὐδὲν αὐτοῦ ἐπιλαβέσθαι δύναται, πάντων ἐστὶν ἀνώτερος, καὶ τῶν βελῶν τῶν πεπυρωμένων τοῦ διαβόλου. Οὐκ ἔστιν οὕτως εὔστοχος ὁ διάβολος, ὡς δυνηθῆναι τοῦ ὕψους ἐφικέσθαι, ἀλλὰ τί; ἀφίησι μὲν τὰ βέλη· ἀναίσχυντος γάρ ἐστιν· οὐκ ἐπιτυγχάνει δὲ, ἀλλ' ὑποστρέφει πρὸς αὐτὸν κενὸν τὸ βέλος, καὶ οὐ μόνον κενὸν, ἀλλὰ καὶ εἰς τὴν αὐτοῦ κεφαλήν· δεῖ γὰρ πάντως πλῆξαι τὸ παρ' αὐτοῦ πεμπόμενον. Ὥσπερ οὖν τὸ παρὰ ἀνθρώπων βληθὲν, ἢ τὸ καθ' οὗ πέμπεται βάλλει, ἢ ὄρνεον, ἢ τοῖχον, ἢ ἱμάτιον, ἢ ξύλον, ἢ αὐτὸν τὸν ἀέρα διατέμνει· οὕτω καὶ τὸ τοῦ διαβόλου βέλος, δεῖ μὲν πλῆξαι πάντως, ἂν δὲ τὸν βαλλόμενον μὴ πλήξῃ, πάντως τὸν πέμποντα ἔπληξε. Καὶ ἔστι πολλαχόθεν τοῦτο μαθεῖν, ὅτι, ὅταν ἡμεῖς μὴ πληγῶμεν, πάντως ἐκεῖνος πλήττεται· οἷόν τι λέγω, Ἐπεβούλευσε τῷ Ἰὼβ, οὐκ ἔπληξεν αὐτὸν, ἀλλ' ἐπλήγη αὐτός· ἐπεβούλευσε τῷ Παύλῳ, οὐκ ἔπληξεν αὐτὸν, ἀλλ' ἐπλήγη αὐτός. Καὶ πανταχοῦ τοῦτο ἔστιν, ἐὰν νήφωμεν, ἰδεῖν γινόμενον. Καὶ ὅταν μὲν γὰρ πλήξῃ, πλήττεται· πολλῷ δὲ πλέον, ὅτε κατ' ἐκείνου τοῖς ξίφεσι καὶ τῷ θυρεῷ τῆς πίστεως καθοπλίσαντες καὶ τειχίσαντες ἑαυτοὺς, ἐν ἀσφαλείᾳ διατηρῶμεν, ὥστε ἀνάλωτοι γίνεσθαι. Βέλοςδέ ἐστι τοῦ διαβόλου ἐπιθυμία πονηρά. Ὀργὴ μάλιστα· πῦρ ἐστι, φλόξ ἐστι, συναρπάζει, ἀναιρεῖ, κατακαίει· ἀλλ' ἡμεῖς τῇ μακροθυμίᾳ τῇ ἀνοχῇ αὐτὴν σβέσωμεν. Καθάπερ γὰρ πεπυρωμένος σίδηρος εἰς ὕδωρ βαφεὶς, τὸ πῦρ ἀπόλλυσιν· οὕτως ὀργὴ εἰς τὸν μακρόθυμον ἐμπεσοῦσα, οὐδὲν τὸν μακρόθυμον ἔβλαψεν, ἀλλὰ μᾶλλον ὠφέλησε, καὶ αὐτὸς διεκρατήθη πλέον. Οὐδὲν γὰρ μακροθυμίας ἴσον· οὐδέποτε ὑβρίζεται ὁ τοιοῦτος· ἀλλ' ὥσπερ τὰ ἀδαμάντινα σώματα οὐ πλήττεται, οὕτως οὐδὲ αἱ τοιαῦται ψυχαί· ἀνώτεραι γὰρ τῶν βελῶν εἰσιν. Ὑψηλός ἐστι, καὶ οὕτως ὑψηλὸς ὁ μακρόθυμος, ὡς μὴ δέχεσθαι πληγὴν ἀπὸ τῆς βολῆς. Ὅταν ἀγριαίνῃ, σὺ γέλα· γέλα δὲ μὴ φανερῶς, ὥστε μὴ παροξῦναι, ἀλλὰ γέλα κατὰ ψυχὴν αὑτοῦ ἕνεκεν. Καὶ γὰρ ἐπὶ τῶν παίδων, ὅταν πλήττωσιν ἡμᾶς μετὰ θυμοῦ, ὡς δὴ ἀμυνόμενοι, γελῶμεν. Ἂν τοίνυν γελάσῃς, τοσοῦτον ἔσται σοῦ κἀκείνου τὸ μέσον, ὅσον παιδὸς καὶ ἀνδρός· ἂν δὲ ἀγριάνῃς, γέγονας παῖς· παίδων γὰρ ἀνοητότεροι οἱ ὀργιζόμενοι. Εἰπὲ δή μοι, ἂν ἀπίδῃ τις πρὸς παῖδα ἀγριαίνοντα, οὐχὶ καταγελᾷ; Τοῦτο καὶ ἐπὶ τῶν ὀργιζομένων συμβαῖνον ἔστιν ἰδεῖν· οἱ τοιοῦτοι καὶ ὀλιγόψυχοι, εἰ δὲ ὀλιγόψυχοι, καὶ ἄφρονες· Ὁ δὲ ὀλιγόψυχος, φησὶν, ἰσχυρῶς ἄφρων. Ὁ τοίνυν ἄφρων νήπιός ἐστι. Καὶ ὁ μακρόθυμος, φησὶ, πολὺς ἐν φρονήσει. Ταύτην τοίνυν τὴν μακροθυμίαν μεταδιώκωμεν, ὅθεν πολλὴ τοῖς κατορθοῦσι σύνεσις περιγίνεται· ἵνα τύχωμεν τῶν ἐπηγγελμένων ἡμῖν ἀγαθῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ καὶ προσκύνησις, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Intertext edge

Open linked passage

Note