Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In epistulam ad Hebraeos
John ChrysostomHebr 27 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
27.0.1
Πίστει πεποίηκε τὸ Πάσχα καὶ τὴν πρόσχυσιν τοῦ αἵματος, ἵνα μὴ ὁ ὀλοθρεύων τὰ πρω τότοκα θίγῃ αὐτῶν. Πίστει διέβησαν τὴν Ἐρυ θρὰν θάλασσαν ὡς διὰ ξηρᾶς γῆς· ἧς πεῖραν λαβόντες οἱ Αἰγύπτιοι, κατεπόθησαν. Πίστει τὰ τείχη Ἱεριχὼ ἔπεσε, κυκλωθέντα ἐπὶ ἑπτὰ ἡμέρας. Πίστει Ῥαὰβ ἡ πόρνη οὐ συναπώλετο τοῖς ἀπειθήσασι, δεξαμένη τοὺς κατασκόπους μετ' εἰρήνης.
27.1.1
Πολλὰ μεταξὺ κατασκευάζειν ὁ Παῦλος εἴωθε, καὶ πυκνός ἐστι τοῖς νοήμασι. Τοιαύτη γὰρ ἡ τοῦ Πνεύματος χάρις· οὐκ ἐν πλήθει λόγων ὀλίγα περιέχει νοήματα, ἀλλὰ βραχύτητι ῥημάτων μεγάλην καὶ πολλὴν διάνοιαν ἐντίθησιν. Ὅρα γοῦν πῶς ἐν τάξει παρακλήσεως καὶ περὶ πίστεως διαλεγόμενος, οἵου ὑπομιμνήσκει τύπου καὶ μυστηρίου, οὗ τὴν ἀλήθειαν ἔχομεν. Πίστει, φησὶ, πεποίηκε τὸ Πάσχα καὶ τὴν πρόσχυσιν τοῦ αἵματος, ἵνα μὴ ὁ ὀλοθρεύων τὰ πρωτότοκα θίγῃ αὐτῶν. Τί δέ ἐστιν, Ἡ πρόσχυσις τοῦ αἵματος; Ἀρνίον ἐθύετο κατὰ οἰκίαν, καὶ τὸ αἷμα αὐτοῦ ἐπεχρίετο ταῖς φλιαῖς, καὶ τοῦτο ἦν ἀποτείχισις τῆς ἀπωλείας τῆς Αἰγυπτιακῆς. Εἰ τοίνυν αἷμα ἀρνίου ἐν μέσοις Αἰγυπτίοις καὶ ἐν ὀλέθρῳ τοσούτῳ ἀσινεῖς διεφύλαττε τοὺς Ἰουδαίους· πολλῷ μᾶλλον διασώσει ἡμᾶς, οὐκ ἐν ταῖς φλιαῖς, ἀλλ' ἐπὶ ταῖς ψυχαῖς τὸ αἷμα ἐπιχριόμενον τοῦ Χριστοῦ· καὶ γὰρ καὶ νῦν ὁ ὀλοθρεύων ἐν τῇ βαθείᾳ νυκτὶ ταύτῃ περιέρχεται. Ἀλλ' ὁπλιζώμεθα ἐκείνῃ τῇ θυσίᾳ. Πρόσχυσιν τὴν χρίσιν καλεῖ· ἀπὸ γὰρ Αἰγύπτου ἐξήγαγεν ἡμᾶς ὁ Θεὸς, ἀπὸ τοῦ σκότους, ἀπὸ τῆς εἰδωλολατρείας. Καίτοι τὸ γενόμενον οὐδὲν ἦν, τὸ δὲ κατορθούμενον μέγα· τὸ μὲν γὰρ γενόμενον αἷμα, τὸ δὲ κατορθούμενον σωτηρία καὶ ἔμφραξις καὶ κώλυμα ἀπωλείας. Ἐφοβήθη τὸ αἷμα ὁ ἄγγελος· ᾔδει γὰρ τίνος ἦν τύπος· ἔφριξε, τὸν Δεσποτικὸν θάνατον ἐννοήσας· διὰ τοῦτο οὐκ ἔθιγε τῶν φλιῶν. Εἶπε Μωϋσῆς, Χρίσατε· καὶ ἔχρισαν, καὶ ἐθάῤῥησαν χρίσαντες. Ὑμεῖς δὲ αὐτοῦ τοῦ ἀμνοῦ ἔχοντες τὸ αἷμα, οὐ θαρσεῖτε; Πίστει διέβησαν τὴν Ἐρυθρὰν θάλασσαν, ὡς διὰ ξηρᾶς γῆς. Πάλιν λαὸν ὁλόκληρον παραβάλλει λαῷ, ἵνα μὴ λέγωσιν, ὅτι Οὐ δυνάμεθα κατὰ τοὺς ἁγίους γενέσθαι. Πίστει, φησὶ, διέβησαν τὴν Ἐρυθρὰν θάλασσαν ὡς διὰ ξηρᾶς γῆς· ἧς πεῖραν λαβόντες οἱ Αἰγύπτιοι κατεπόθησαν. Ἐνταῦθα αὐτοὺς καὶ εἰς ὑπόμνησιν ἄγει τῶν παθημάτων τῶν ἐν Αἰγύπτῳ. Πῶς πίστει; Ὅτι ἤλπισαν διὰ τῆς θαλάσσης διαβήσεσθαι, καὶ διὰ τοῦτο ηὔχοντο· μᾶλλον δὲ Μωϋσῆς ἦν ὁ εὐχόμενος. Ὁρᾷς ὅτι πανταχοῦ ἡ πίστις τοὺς λογισμοὺς ὑπερβαίνει τοὺς ἀνθρωπίνους καὶ τὴν ἀσθένειαν καὶ τὴν ταπεινότητα; ὁρᾷς, ὁμοῦ καὶ ἐπίστευον, καὶ τὴν κόλασιν ἐδεδοίκεσαν ἔν τε τῷ αἵματι τῶν θυρῶν, ἔν τε τῇ Ἐρυθρᾷ θαλάττῃ; Καὶ τοῦτο ἐδήλου, ὅτι ὕδωρ ἦν, διὰ τῶν ἐμπεσόντων καὶ ἀποπνιγέντων, καὶ ὅτι οὐκ ἦν φαντασία, ἀλλ' ἀλήθεια. Ὥσπερ δὲ ἐπὶ τῶν λεόντων οἱ ἀναλωθέντες ἐδείκνυον τῶν πραγμάτων τὴν ἀλήθειαν, καὶ ἐπὶ τῆς καμίνου οἱ καέντες· οὕτω καὶ νῦν ὁρᾷς τὰ αὐτὰ πράγματα τοῖς μὲν πρὸς σωτηρίας καὶ εὐδοκιμήσεως, τοῖς δὲ πρὸς ἀπωλείας γινόμενα. Τοσοῦτόν ἐστιν ἡ πίστις ἀγαθόν· καὶ γὰρ ὅταν εἰς ἀμηχανίαν ἐμπέσωμεν, τότε ἀπαλλαττόμεθα, κἂν πρὸς αὐτὸν τὸν θάνατον ἔλθωμεν, κἂν ἀπογνωσθῇ τὰ καθ' ἡμᾶς. Τί γὰρ ἄλλο ἦν λοιπόν; Αἰγύπτιοι καὶ θάλασσα αὐτοὺς ἀόπλους ἐκύκλουν, καὶ ἢ ἀποπνιγῆναι ἐχρῆν φεύγοντας, ἢ εἰς τὰς Αἰγυπτιακὰς χεῖρας ἐμπεσεῖν. Ἀλλ' ὅμως ἀπὸ ἀμηχάνων αὐτοὺς διέσωσε· τὸ αὐτὸ ὕδωρ τοῖς μὲν ὑπεστρώννυτο καθάπερ γῆ, τοὺς δὲ κατεπόντιζε καθάπερ θάλαττα· ἐκεῖ μὲν τῆς φύσεως ἐπελανθάνετο, ἐνταῦθα δὲ καὶ ὡπλίζετο κατ' αὐτῶν Πίστει τὰ τείχη Ἱεριχὼ ἔπεσε, κυκλωθέντα ἐπὶ ἑπτὰ ἡμέρας. Οὐ γὰρ δὴ σαλπίγγων ἠχὴ λίθους οἵα τε καταβάλλειν ἐστὶ, κἂν μυρία τις ἔτη σαλπίζῃ, ἀλλ' ἡ πίστις πάντα δύναται.
27.2.1
Ὁρᾷς πανταχοῦ, οὐχὶ ἀκολουθίᾳ, οὐδὲ φύσεως νόμῳ μεταβαλλομένην αὐτὴν, ἀλλὰ παρὰ προσδοκίαν ἅπαντα γινόμενα; Οὐκοῦν καὶ ἐνταῦθα παρὰ προσδοκίαν ἅπαντα γίνεται. Ἐπειδὴ γὰρ ἄνω καὶ κάτω ἔλεγεν, ὅτι δεῖ πιστεύειν ταῖς ἐλπίσι ταῖς μελλούσαις, εἰκότως τοῦτον ἅπαντα τὸν λόγον ἐκίνησε, δεικνὺς ὅτι οὐ νῦν, ἀλλὰ καὶ ἐξ ἀρχῆς πάντα τὰ θαύματα διὰ ταύτης ἤνυσται καὶ κατώρθωται. Πίστει Ῥαὰβ ἡ πόρνη οὐ συναπώλετο τοῖς ἀπειθήσασι, δεξαμένη κατασκόπους μετ' εἰρήνης. Οὐκοῦν αἰσχρὸν, εἰ καὶ πόρνης ἀπιστότεροι φανείητε· καίτοι γε ἐκείνη τῶν ἀνδρῶν ἤκουσεν ἀπαγγελλόντων, καὶ εὐθέως ἐπίστευσε. Τοιγαροῦν καὶ τὸ τέλος ἐπηκολούθησε· πάντων γὰρ ἀπολωλότων, μόνη διεσώθη. Οὐκ εἶπε πρὸς ἑαυτὴν, ὅτι Μετὰ πολλῶν ἔσομαι τῶν ἐμῶν· οὐκ εἶπεν, Ἐγὼ τοσούτων φρονιμωτέρα δύναμαι εἶναι ἀνδρῶν συνετῶν, οἵτινες ἀπιστοῦσι, καὶ ἐγὼ πιστεύσω; Οὐδὲν τοιοῦτον, ὅπερ εἰκὸς ἦν ἄλλον καὶ εἰπεῖν καὶ παθεῖν, ἀλλὰ τοῖς λεγομένοις ἐπίστευσε. Καὶ τί ἔτι λέγω; ἐπιλείψει γάρ με διηγούμενον ὁ χρόνος. Οὐκέτι λοιπὸν τὰ ὀνόματα τίθησιν, ἀλλὰ τελευτήσας εἰς τὴν πόρνην, καὶ ἐντρέψας διὰ τῆς τοῦ προσώπου ποιότητος, οὐκέτι πλατύνει τὰς ἱστορίας, ἵνα μὴ δόξῃ μακρηγορεῖν· οὐ μὴν αὐτὰς ἀφίησιν, ἀλλ' ἐπιτρέχει σφόδρα συνετῶς, τηρῶν ἀμφότερα, καὶ τὸν κόρον φεύγων, καὶ τὴν πυκνότητα οὐ λυμαινόμενος· οὔτε πάντῃ ἐσίγησεν, οὔτε λέγων ἠνώχλησεν, ἀλλ' ἀμφότερα ποιεῖ. Ὅταν γάρ τις ἰσχυρῶς ἀγωνίζηται, ἂν ἐπιμένῃ ἀγωνιζόμενος, ἀποκναίει τὸν ἀκροατὴν, πεπεισμένον λοιπὸν ἐνοχλῶν καὶ φιλοτιμίας λαμβάνων δόξαν· δεῖ γὰρ πρὸς τὸ λυσιτελὲς ἁρμόζεσθαι. Καὶ τί ἔτι λέγω, φησίν; ἐπιλείψει γάρ με διηγούμενον ὁ χρόνος περὶ Γεδεὼν Βαράκ τε καὶ Σαμψὼν καὶ Ἰεφθάε, Δαυΐδ τε, καὶ Σαμουὴλ, καὶ τῶν προφητῶν. Ἐγκαλοῦσι τῷ Παύλῳ τινὲς ὅτι τὸν Βαρὰκ καὶ τὸν Σαμψὼν καὶ τὸν Ἰεφθάε ἐν τούτοις τίθησι τοῖς τόποις. Τί λέγεις; ὁ τὴν πόρνην θεὶς, τούτους οὐ θήσει; Μὴ γάρ μοι τὸν ἄλλον αὐτῶν βίον εἴπῃς, ἀλλ' εἰ μὴ ἐπίστευσαν καὶ ἔλαμψαν ἐν τῇ πίστει. Καὶ τῶν προφητῶν, φησὶν, οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας. Ὁρᾷς ὅτι οὐχὶ βίον ἐνταῦθα αὐτοῖς μαρτυρεῖ λαμπρόν· οὐδὲ γὰρ τοῦτο προηγουμένως ἦν τὸ ζητούμενον· ἀλλὰ πίστεως τέως ἐξέτασις ἦν. Εἰπὲ γάρ μοι εἰ μὴ πίστει τὸ πᾶν ἤνυσαν; Πῶς; Διὰ πίστεως, φησὶ, κατηγωνίσαντο βασιλείας οἱ περὶ τὸν Γεδεών. Εἰργάσαντο δικαιοσύνην. Τίνες; Αὐτοὶ οὗτοι· ἤτοι τὴν φιλανθρωπίαν ἐνταῦθα δικαιοσύνην εἶπεν. Ἐπέτυχον ἐπαγγελιῶν. Περὶ τοῦ Δαυῒδ οἶμαι αὐτὸν τοῦτο λέγειν. Ποίων δὲ τούτων ἔτυχεν ἐπαγγελιῶν; Ὧν ἔλεγεν, ὅτι τὸ σπέρμα αὐτοῦ καθίσει ἐπὶ τὸν θρόνον αὐτοῦ. Ἔφραξαν στόματα λεόντων, ἔσβεσαν δύναμιν πυρὸς, ἔφυγον στόματα μαχαίρας. Ὅρα πῶς ἐν αὐτῷ τῷ θανάτῳ ἦσαν, ὁ Δανιὴλ κυκλούμενος ὑπὸ τῶν λεόντων, οἱ παῖδες οἱ τρεῖς ἐν τῇ καμίνῳ διατρίβοντες, ὁ Ἀβραὰμ, ὁ Ἰσαὰκ, ὁ Ἰακὼβ ἐν διαφόροις πειρασμοῖς, καὶ οὐδὲ οὕτως ἀπέγνωσαν. Τοῦτο γὰρ πίστις· ὅταν τὰ πράγματα πρὸς τὸ ἐναντίον ἐκβαίνῃ, τότε δεῖ πιστεύειν ὅτι οὐδὲν ἐναντίον γέγονεν, ἀλλὰ πάντα ἀκόλουθα. Ἔφυγον στόματα μαχαίρας. Περὶ τῶν τριῶν πάλιν οἶμαι παίδων λέγειν αὐτόν. Ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων. Τὰ κατὰ τὴν ἐπάνοδον τὴν ἀπὸ Βαβυλῶνος ἐνταῦθα αἰνίττεται. Ἀπὸ ἀσθενείας, φησί· τουτέστιν, ἀπὸ αἰχμαλωσίας. Ὅτε ἤδη ἀπέγνωστο τὰ Ἰουδαϊκὰ, ὅτε ὀστῶν νεκρῶν οὐδὲν διενηνόχεσαν, τότε αὐτοῖς γέγονε τὰ τῆς ἐπανόδου. Τίς γὰρ ἂν ἤλπισεν ἀπὸ Βαβυλῶνος ἐπανήκειν αὐτοὺς, καὶ οὐκ ἐπανήκειν μόνον, ἀλλὰ καὶ ἰσχυροὺς γενήσεσθαι, καὶ κλῖναι παρεμβολὰς ἀλλοτρίων; Ἀλλ' ἡμῖν οὐδὲν τοιοῦτον συνέβη, φησίν. Ἀλλὰ ταῦτα τύποι τῶν μελλόντων εἰσίν. Ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν. Τὰ κατὰ τοὺς προφήτας ἐνταῦθα λέγει, τὸν Ἐλισσαῖον, τὸν Ἠλίαν· νεκροὺς γὰρ ἀνέστησαν οὗτοι. Ἄλλοι δὲ ἐτυμπανίσθησαν, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν. Ἀλλ' οὐχ ἡμεῖς ἀναστάσεως ἐτύχομεν. Ἀλλ' ἔχω δεῖξαι καὶ ἐκείνους, φησὶν, ἀποτμηθέντας, καὶ μὴ δεξαμένους, ἵνα κρείττονος ἀναστάσεως τύχωσι. Διὰ τί γὰρ, εἰπέ μοι, παρὸν ζῆσαι, οὐκ ἠβουλήθησαν; οὐκ ἄρα ὅτι κρείττονα προσεδόκων ζωήν; Καὶ οἱ τοὺς ἄλλους ἀναστήσαντες, αὐτοὶ εἵλοντο ἀποθανεῖν, ὥστε κρείττονος ἀναστάσεως τυχεῖν, οὐ τοιαύτης, οἵας τὰ παιδία τῶν γυναικῶν. Ἐνταῦθά μοι δοκεῖ καὶ τὸν Ἰωάννην αἰνίττεσθαι, καὶ τὸν Ἰάκωβον· ἀποτυμπανισμὸς γὰρ λέγεται ὁ ἀποκεφαλισμός. Ἐξῆν αὐτοῖς ὁρᾷν τὸν ἥλιον, ἐξῆν αὐτοῖς μὴ ἐλέγξαι, καὶ ὅμως εἵλοντο ἀποθανεῖν, καὶ οἱ ἀναστήσαντες ἄλλους, αὐτοὶ εἵλοντο ἀποθανεῖν ἵνα κρείττονος ἀναστάσεως τύχωσιν. Ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς, ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐπειράσθησαν.
27.3.1
Ἐν τούτοις τελευτᾷ, ἐν τοῖς οἰκειοτέροις. Μάλιστα γὰρ ταῦτα φέρει τὴν παράκλησιν, ὅταν τῆς αὐτῆς ὑποθέσεως ἡ λύπη ᾖ· ἐπεὶ κἂν σφοδρότερον εἴπῃς, μὴ ᾖ δὲ ἐκ τῆς αὐτῆς ὑποθέσεως τεχθεῖσα, οὐδὲν ἐποίησας. Διὰ τοῦτο εἰς τοῦτο τὸν λόγον συνέκλεισε, δεσμὰ λέγων, φυλακὰς, μάστιγας, λιθασμοὺς, τὰ κατὰ τὸν Στέφανον, τὰ κατὰ τὸν Ζαχαρίαν αἰνιττόμενος· διὸ ἐπήγαγεν, Ἐν φόνῳ μαχαίρας ἀπέθανον. Τί λέγεις; οἱ μὲν ἔφυγον στόματα μαχαίρας, οἱ δὲ ἐν φόνῳ μαχαίρας ἀπέθανον; τί ἐστι τοῦτο; ποῖον ἐπαινεῖς, ποῖον θαυμάζεις; τοῦτο, ἢ ἐκεῖνο; Ναὶ, φησὶ, καὶ τοῦτο κἀκεῖνο· τοῦτο μὲν, ὅτι ὑμῖν οἰκεῖον, ἐκεῖνο δὲ, ὅτι καὶ πρὸς αὐτὴν τὴν τελευτὴν ἴσχυσεν ἡ πίστις, καὶ τύπος τῶν μελλόντων ἐστί. Δύο γάρ ἐστι τὰ θαύματα τῆς πίστεως, ὅτι καὶ ἀνύει μεγάλα, καὶ πάσχει μεγάλα, καὶ ὅτι οὐδὲν ἡγεῖται πάσχειν. Καὶ οὐκ ἔχεις εἰπεῖν, φησὶν, ὅτι ἁρματωλοί τινες ἦσαν καὶ οὐδαμινοί· κἂν γὰρ τὸν κόσμον ἀντιστήσῃςὅλον, ἐκείνους εὑρίσκω καθέλκοντας τὸν ζυγὸν, καὶ τιμιωτέρους ὄντας. Διὰ τοῦτο καὶ οὕτως εἶπεν Ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος. Τί τοίνυν ἔμελλον ἐνταῦθα ἀπολαμβάνειν, ὧν οὐδὲν τῶν ἐν τῷ κόσμῳ ἦν ἄξιον; Ἐνταῦθα αὐτῶν διανίστησι τὴν διάνοιαν, παιδεύων μὴ προσηλοῦσθαι τοῖς παροῦσιν, ἀλλὰ πάντων μείζω φρονεῖν τῶν ἐν τῷ παρόντι βίῳ, εἴ γε ὁ πᾶς κόσμος οὐκ ἔστιν αὐτῶν ἄξιος. Τί τοίνυν βούλει ἐνταῦθα λαβεῖν; ὕβρις γάρ ἐστιν, ἐὰν ἐνταῦθα λάβῃς τὸν μισθόν. Μὴ τοίνυν κοσμικὰ φρονῶμεν, μηδὲ ἐνταῦθα ζητῶμεν τὴν ἀνταπόδοσιν, μηδὲ οὕτως ὦμεν πένητες· εἰ γὰρ ὁ πᾶς κόσμος οὐκ ἄξιος αὐτῶν, τί τὸ μέρος ἐπιζητεῖς; Καὶ εἰκότως· φίλοι γάρ εἰσι τοῦ Θεοῦ. Κόσμον δὲ ἐνταῦθα ἄρα τὸ πλῆθός φησιν, ἢ τὴν κτίσιν αὐτήν· ἀμφότερα γὰρ οἶδε λέγειν ἡ Γραφή. Εἰ πᾶσα ἡ κτίσις μετὰ τῶν ἀνθρώπων, φησὶ, στῇ τῶν αὐτῆς, οὐδέπω ἀντάξιοι φανοῦνται τούτων· καὶ εἰκότως. Ὥσπερ γὰρ μυρίοι σταθμοὶ ἀχύρου καὶ χόρτου δέκα μαργαριτῶν οὐκ ἂν εἶεν ἀντάξιοι· οὕτως οὐδὲ ἐκεῖνοι· Κρείσσων γὰρ εἷς ποιῶν θέλημα Κυρίου, ἢ μυρίοι παράνομοι· μυρίους οὐχὶ τοὺς πολλοὺς λέγει, ἀλλὰ τὸ πλῆθος τὸ ἄπειρον. Ἐννόησον ὅσον ἐστὶν ὁ δίκαιος. Εἶπεν Ἰησοῦς ὁ τοῦ Ναυῆ· Στήτω ὁ ἥλιος κατὰ Γαβαὼν, καὶ ἡ σελήνη κατὰ φάραγγα Ἐλὼμ, καὶ ἐγένετο. Ἡκέτω τοίνυν πᾶσα ἡ οἰκουμένη, μᾶλλον δὲ δύο, καὶ τρεῖς, καὶ τέσσαρες, καὶ δέκα, καὶ εἴκοσιν οἰκουμέναι, καὶ λεγέτωσαν, καὶ ποιείτωσαν τοῦτο· ἀλλὰ οὐ δυνήσονται. Ὁ δὲ τοῦ Θεοῦ φίλος τοῖς τοῦ φίλου κτίσμασιν ἐπέταττε, μᾶλλον δὲ τὸν φίλον παρεκάλει, καὶ εἶκε τὰ δοῦλα, καὶ ὁ κάτω τοῖς ἄνω προσέταττεν. Ὁρᾷς ὅτι εἰς δουλείαν ταῦτα γέγονε, τὸν δρόμον τὸν διατεταγμένον πληροῦντα; Τοῦτο τῶν Μωϋσέως μεῖζον. Τί δήποτε; Οὐ γάρ ἐστιν ἴσον θαλάττῃ ἐπιτάξαι, καὶ τοῖς κατ' οὐρανόν· μέγα μὲν γὰρ κἀκεῖνο, καὶ σφόδρα μέγα, πλὴν ἀλλ' οὐδὲν ἴσον. Ἄκουε δὲ καὶ πόθεν τοιοῦτος γέγονε. Τί δήποτε; Τύπος ἦν τοῦ Χριστοῦ τὸ τοῦ Ἰησοῦ ὄνομα. Διὰ τοῦτο τοίνυν, ἐπεὶ τὴν τοιαύτην κλῆσιν ἔσχεν ἐν τύπῳ, ἣν Ἰησοῦς, αὐτὴν τὴν προσηγορίαν ᾐδέσθη ἡ κτίσις. Τί οὖν; ἄλλος οὐκ ἐκλήθη Ἰησοῦς; Ἀλλ' οὗτος ἐπὶ τούτῳ ἐκλήθη ἐν τύπῳ· καὶ γὰρ καὶ Αὐσῆς ἐλέγετο· διὰ τοῦτο μετεβλήθη τὸ ὄνομα· πρόῤῥησις γὰρ ἦν καὶ προφητεία. Οὗτος εἰσήγαγε τὸν λαὸν εἰς τὴν ἐπαγγελίαν, ὥσπερ ὁ Ἰησοῦς εἰς τὸν οὐρανὸν, οὐχ ὁ νόμος, ὥσπερ οὐδὲ ὁ Μωϋσῆς, ἀλλ' ἔξω ἔμενεν· οὐκ ἰσχύει νόμος εἰσαγαγεῖν, ἀλλ' ἡ χάρις. Ὁρᾷς τοὺς τύπους ἄνωθεν προδιαγραφομένους; Ἐπέταξε τῇ κτίσει, μᾶλλον δὲ τῷ κυρίῳ τῆς κτίσεως μέρει, αὐτῇ τῇ κεφαλῇ κάτω ἑστώς· ἵνα, ὅταν ἴδῃς ἐν ἀνθρώπου σχήματι τὸν Ἰησοῦν τὰ αὐτὰ λέγοντα, μὴ θορυβηθῇς μηδὲ ξενισθῇς. Αὐτὸς, καὶ Μωϋσέως ζῶντος, ἐτροπώσατο τοὺς πολεμίους· οὗτος, καὶ τοῦ νόμου ζῶντος, τὰ πάντα διοικεῖ, ἀλλ' οὐ φανερῶς. Πλὴν ἴδωμεν ὅση ἡ ἀρετὴ τῶν ἁγίων.
27.4.1
Εἰ ἐνταῦθα τοιαῦτα ἐργάζονται, εἰ ἐνταῦθα τοιαῦτα ποιοῦσιν, ἅπερ οἱ ἄγγελοι, τί ἄρα ἐκεῖ; πόσην ἔχουσι τὴν λαμπρότητα; Τάχα τις ὑμῶν ἕκαστος ἐβούλετο εἶναι τοιοῦτος, ὥστε δύνασθαι ἐπιτάττειν τῷἡλίῳ καὶ τῇ σελήνῃ. Ἐνταῦθα οἱ λέγοντες τὸν οὐρανὸν σφαῖραν εἶναι, πρὸς τοῦτο τί ἂν εἴποιεν; Διὰ τί γὰρ μὴ εἶπε, Στήτω ὁ ἥλιος, ἀλλὰ προσέθηκε, Στήτω ὁ ἥλιος κατὰ Γαβαὼν, καὶ ἡ σελήνη κατὰ φάραγγα Ἐλώμ; Τουτέστι, Μείζονα τὴν ἡμέραν ἐργασάσθω. Τοῦτο καὶ ἐπὶ τοῦ Ἐζεκίου γέγονεν· ἀνεπόδισε γὰρ ὁ ἥλιος. Ἀλλὰ τοῦτο ἐκείνου θαυμαστότερον, τὸ τὴν ἐναντίαν ἐλθεῖν πάλιν ὁδὸν, μήπω περιελθόντα τὸν δρόμον. Ἀλλὰ τούτων ἡμεῖς μείζονα ἐπιτευξόμεθα, ἐὰν ἐθέλωμεν. Τίνα γὰρ ἡμῖν ἐπηγγείλατο ὁ Χριστός; Οὐχὶ ἥλιον στήσειν, οὐδὲ σελήνην, οὐδὲ ἀναποδισμὸν ἡλίου, ἀλλὰ τί; Ἐλευσόμεθα πρὸς αὐτὸν ἐγὼ καὶ ὁ Πατὴρ, φησὶ, καὶ μονὴν παρ' αὐτῷ ποιήσομεν. Τί μοι δεῖ ἡλίου καὶ σελήνης, καὶ τῶν θαυμάτων τούτων, αὐτοῦ τοῦ Δεσπότου πάντων παρ' ἐμοὶ καταγομένου καὶ ἐνιδρυμένου· οὐ δεῖ μοι τούτου. Τί γὰρ δεῖ μοί τινος τούτων; αὐτὸς ἔσται μοι εἰς ἥλιον καὶ σελήνην καὶ εἰς φῶς. Εἰπὲ γάρ μοι, τί ἐβούλου, εἰς βασίλεια εἰσελθὼν, δυνηθῆναί τι τῶν πεπηγότων μεταῤῥυθμίσαι, ἢ τὸν βασιλέα οὕτως οἰκειώσασθαι, ὡς πεῖσαι πρὸς σὲ καταχθῆναι; οὐ πολλῷ μᾶλλον τοῦτο, ἢ ἐκεῖνο; Τί δαί; οὐ θαυμαστὸν, εἴπερ ἄνθρωπος ἐπιτάττει ταῦτα ἃ καὶ ὁ Χριστός; Ἀλλ' ὁ Χριστὸς, φησὶν, οὐ δεῖται τοῦ Πατρὸς, ἀλλ' αὐθεντικῶς ποιεῖ. Καλῶς· οὐκοῦν ὁμολόγησον πρῶτον καὶ εἰπὲ, ὅτι οὐ δεῖται τοῦ Πατρὸς, καὶ αὐθεντικῶς ποιεῖ· καὶ τότε σε ἐρήσομαι πάλιν, μᾶλλον δὲ διδάξω περὶ τῆς εὐχῆς ἧς ποιεῖται, ὅτι συγκαταβάσεως καὶ οἰκονομίας ἦν (οὐ γὰρ δὴ τοῦ Ἰησοῦ τοῦ Ναυῆ ἐλάττων ἦν ὁ Χριστὸς), καὶ τοῦ δύνασθαι διδάσκειν ἡμᾶς χωρὶς εὐχῆς. Ὥσπερ γὰρ διδασκάλου ἀκούων ψελλίζοντος καὶ τὰ στοιχεῖα καταλέγοντος, οὐ φὴς αὐτὸν ἀγνοεῖν, καὶ ὅταν ἐρωτᾷ, ποῦ ἐστι τόδε τὸ στοιχεῖον, οἶδας ὅτι οὐκ ἀγνοῶν ἐρωτᾷ, ἀλλὰ τὸν μαθητευόμενον θέλων ἐναγαγεῖν· οὕτω καὶ ὁ Χριστὸς οὐ δεόμενος εὐχῆς ἐποιεῖτο τὴν εὐχὴν, ἀλλὰ σὲ θέλων ἐναγαγεῖν, ἵνα συνεχῶς προσέχῃς τῇ εὐχῇ, ἵνα ἀδιαλείπτως, ἵνα νηφόντως, καὶ μετὰ πολλῆς τῆς ἀγρυπνίας ταύτην ποιῇς. Ἀγρυπνεῖν δὲ οὐ τὸ νυκτὸς ἐγείρεσθαι λέγω μόνον, ἀλλὰ καὶ τὸ ἐν ἡμέρᾳ νήφειν ἐν ταῖς προσευχαῖς· ἄγρυπνος γὰρ καλεῖται ὁ τοιοῦτος. Ἐπεὶ ἔστι καὶ νυκτὸς εὐχόμενον καθεύδειν, καὶ ἐν ἡμέρᾳ μὴ εὐχόμενον ἀγρυπνεῖν, ὅταν ἡ ψυχὴ τεταμένη ᾖ πρὸς τὸν Θεὸν, ὅταν ἐννοῇ τίνι διαλέγεται, πρὸς τίνα ὁ λόγος αὐτῇ, ὅταν λάβῃ ἐν νῷ ὅτι ἄγγελοι παρεστήκασι μετὰ τρόμου καὶ φόβου, αὐτὸς δὲ προσίῃ χασμώμενος καὶ κνώμενος. Μέγα ὅπλον εὐχὴ, ἐὰν μετὰ τῆς προσηκούσης γίνηται διανοίας. Καὶ ἵνα μάθῃς αὐτῆς τὴν ἰσχὺν, σκόπει ἐντεῦθεν· Ἀναισχυντίας καὶ ἀδικίας καὶ ὠμότητος καὶ ἰταμότητος ἐκράτησεν ἡ συνεχὴς ἔντευξις· Ἀκούσατε γὰρ, φησὶ, τί ὁ κριτὴς λέγει τῆς ἀδικίας. Καὶ ὄκνου πάλιν ἐκράτησε· καὶ ὅπερ οὐκ ἐποίησε φιλία, τοῦτο ἐποίησεν ἔντευξις συνεχής· Καὶ εἰ μὴ διὰ τὸ φίλον αὐτοῦ εἶναι, φησὶ, δώσει αὐτῷ, ἀλλά γε διὰ τὴν ἀναίδειαν αὐτοῦ ἀναστὰς δώσει αὐτῷ. Καὶ ἀναξίαν οὖσαν ἀξίαν ἐποίησεν ἡ συνεχὴς προσεδρεία· Οὐκ ἔστι, φησι, καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ βαλεῖν τοῖς κυναρίοις. Ἡ δὲ, Ναὶ, φησὶ, Κύριε· καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὑτῶν.
27.5.1
Προσέχωμεν τοίνυν τῇ εὐχῇ· μέγα ὅπλον ἐστὶν ἐὰν μετὰ ἐκτενείας γίνηται, ἐὰν χωρὶς κενοδοξίας, ἐὰν μετὰ ψυχῆς εἰλικρινοῦς. Αὕτη πολεμίουςἐτροπώσατο, αὕτη ἔθνος ὁλόκληρον καὶ ἀνάξιον εὐηργέτησεν. Ἤκουσα, φησὶ, τοῦ στεναγμοῦ αὐτῶν, καὶ κατέβην τοῦ ἐξελέσθαι αὐτούς· αὕτη φάρμακόν ἐστι σωτήριον, καὶ κωλυτικὸν τῶν ἁμαρτημάτων, καὶ ἰατρεῖον τῶν πλημμελημάτων· ταύτῃ καὶ ἡ χήρα ἡ μεμονωμένη προσήδρευεν. Ἐὰν οὖν μετὰ ταπεινοφροσύνης εὐχώμεθα, ἐὰν τὸ στῆθος πλήττοντες ὡς ὁ τελώνης, ἐὰν ἐκεῖνα φθεγγώμεθα ἅπερ ἐκεῖνος, ἐὰν λέγωμεν, Ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, πάντων ἐπιτευξόμεθα. Εἰ γὰρ καὶ μὴ τελῶναί ἐσμεν, ἀλλ' ἕτερα ἔχομεν ἐκείνου οὐχ ἥττονα ἁμαρτήματα. Μὴ γάρ μοι εἴπῃς, ὅτι ἐν μικρῷ τινι διήμαρτες· τὴν γὰρ αὐτὴν ἔχει τὸ πρᾶγμα φύσιν. Καθάπερ γὰρ ὁμοίως ἀνδροφόνος λέγεται, ὅ τε παῖδα ἀνελὼν, ὅ τε ἄνδρα· οὕτω καὶ πλεονέκτης, καὶ ὁ πολλὰ καὶ ὁ μικρὰ πλεονεκτῶν. Καὶ ἡ μνησικακία δὲ οὐ μικρὸν, ἀλλὰ καὶ μέγα ἁμάρτημα· Μνησικάκων γὰρ, φησὶν, ὁδοὶ εἰς θάνατον· καί· Ὁ ὀργιζόμενος εἰκῆ τῷ ἀδελφῷ αὑτοῦ, ἔνοχος ἔσται τῇ γεέννῃ· καὶ ὁ καλῶν τὸν ἀδελφὸν αὑτοῦ μωρὸν καὶ ἀνόητον, καὶ ὅσα τοιαῦτα. Μεταλαμβάνομεν δὲ καὶ τῶν φρικτῶν μυστηρίων ἀναξίως, καὶ φθονοῦμεν καὶ λοιδοροῦμεν· τινὲς δὲ ἡμῶν καὶ ἐμεθύσθησαν πολλάκις. Τούτων δὲ ἕκαστον καὶ αὐτὸ καθ' ἑαυτὸ ἱκανὸν ἐκβαλεῖν τῆς βασιλείας· ὅταν δὲ καὶ ὁμοῦ συμφέρηται, τίνα ἕξομεν ἀπολογίαν; Πολλῆς ἡμῖν δεῖ τῆς μετανοίας, ἀγαπητοὶ, πολλῆς τῆς εὐχῆς, πολλῆς τῆς καρτερίας, πολλῆς τῆς προσεδρείας, ἵνα δυνηθῶμεν ἐπιτυχεῖν τῶν ἐπηγγελμένων ἡμῖν ἀγαθῶν. Εἴπωμεν οὖν καὶ ἡμεῖς· Ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ· μᾶλλον δὲ μὴ εἴπωμεν μόνον, ἀλλὰ καὶ οὕτω φρονῶμεν· κἂν ἕτερός τις ἡμᾶς ἐγκαλέσῃ, μὴ ὀργιζώμεθα. Ἤκουσεν ἐκεῖνος, ὅτι Οὐκ εἰμὶ ὡς οὗτος ὁ τελώνης, καὶ οὐ παρωξύνθη, ἀλλὰ κατενύγη· ἐδέξατο τὸ νῖκος, καὶ ἀπέθετο τὸ ὄνειδος. Εἶπεν ἐκεῖνος τὸ τραῦμα, ἐζήτησεν οὗτος τὸ φάρμακον. Λέγωμεν τοίνυν· Ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ· πλὴν κἂν ἕτερος εἴπῃ, μὴ ἀγανακτῶμεν. Ἐὰν δὲ αὐτοὶ μὲν λέγωμεν μυρία ἑαυτοὺς κακὰ, παρ' ἑτέρων δὲ ἀκούοντες δυσχεραίνωμεν, οὐκέτι τοῦτο ταπεινοφροσύνη ἐστὶν οὐδὲ ἐξομολόγησις, ἀλλ' ἐπίδειξις καὶ κενοδοξία. Ἐπίδειξίς ἐστι, φησὶν, ἑαυτὸν ἁμαρτωλὸν καλεῖν; Ναί· ταπεινοφροσύνης γὰρ λαμβάνομεν δόξαν, θαυμαζόμεθα, ἐγκωμιαζόμεθα· ἐὰν δὲ τοὐναντίον εἴπωμεν ἑαυτοὺς, καταφρονούμεθα. Ὥστε καὶ τοῦτο δόξης ἕνεκεν ποιοῦμεν. Τί δέ ἐστι ταπεινοφροσύνη; Τὸ ἑτέρου ὀνειδίζοντος φέρειν, τὸ ἐπιγινώσκειν τὸ ἁμάρτημα, τὸ φέρειν τὰς κακηγορίας. Καὶ οὐδὲ τοῦτο ταπεινοφροσύνης ἂν εἴη, ἀλλ' εὐγνωμοσύνης. Νῦν δὲ ἑαυτοὺς μὲν λέγομεν ἁμαρτωλοὺς, ἀναξίους, μυρία ὅσα· ἂν δὲ ἕτερός τις ἡμῖν ἓν τούτων προσενέγκῃ, χαλεπαίνομεν, ἀγριαινόμεθα. Ὁρᾷς ὅτι οὐκ ἔστιν ἐξομολόγησις, οὐδὲ εὐγνωμοσύνη; Εἶπες σαυτὸν εἶναι τοιοῦτον· μὴ ἀγανάκτει καὶ παρ' ἑτέρων ἀκούων, καὶ ἐλεγχόμενος· οὕτω σοι τὰ ἁμαρτήματα κουφίζεται, ὅταν ἕτεροι ὀνειδίζωσιν· ἑαυτοῖς μὲν γὰρ βάρος ἐπιτιθέασι, σὲ δὲ εἰς φιλοσοφίαν ἐνάγουσιν. Ἄκουε τί φησιν ὁ μακάριος Δαυῒδ, ἡνίκα κατηρᾶτο αὐτῷ ὁ Σεμεεί. Ἄφες αὐτὸν, φησίν· ὁ Κύριος ἐνετείλατο αὐτῷ, ὅπως ἴδῃ τὴν ταπείνωσίν μου· καὶ ἀνταποδώσει μοι Κύριος ἀγαθὰ ἀντὶ τῆς κατάρας αὐτοῦ τῆς ἐν τῇ ἡμέρᾳ ταύτῃ. Σὺ δὲ περὶ σαυτοῦ λέγων καὶ ὑπερβολὴν κακῶν, ἐὰν μὴ τὰ τῶν μεγάλων δικαίων ἐγκώμια παρ' ἑτέρων ἀκούῃς, ἀγριαίνεις. Ὁρᾷς ὅτι παίζεις ἐν οὐ παικτοῖς πράγμασι; καὶ γὰρ τοὺς ἐπαίνους ἐπαίνων ἑτέρων ἐπιθυμίᾳ διακρουόμεθα, ἵνα μειζόνων πάλιν τύχωμεν ἐγκωμίων, ἵνα μᾶλλον θαυμασθῶμεν. Ὥστε, οὐ προσιέμενοι τὰἐγκώμια, ἵνα αὐξήσωμεν αὐτὰ, τοῦτο ποιοῦμεν· καὶ πάντα πρὸς δόξαν ἡμῖν γίνεται, οὐ πρὸς ἀλήθειαν. Διὰ τοῦτο πάντα κενὰ, πάντα ἄπορα. Διὸ παρακαλῶ νῦν γοῦν ἀποστῆναι τῆς μητρὸς τῶν κακῶν, τῆς κενοδοξίας, καὶ ζῆσαι κατὰ τὸ τῷ Θεῷ δοκοῦν· ὥστε καὶ τῶν μελλόντων ἐπιτυχεῖν ἀγαθῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.

Intertext edge

Open linked passage

Note