In epistulam ad Hebraeos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
2.0.1
Ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥή ματι τῆς δυνάμεως αὐτοῦ, δι' ἑαυτοῦ καθαρι σμὸν ποιησάμενος τῶν ἁμαρτιῶν ἡμῶν.
2.1.1
Πανταχοῦ μὲν εὐλαβοῦς διανοίας δεῖ, μάλιστα δὲ ὅταν περὶ Θεοῦ λέγωμέν τι καὶ ἀκούωμεν· οὔτε γὰρ γλῶσσα εἰπεῖν, οὔτε οὖς ἀκοῦσαι πρὸς ἀξίαν τοῦ Θεοῦ τι δύναται· καὶ τί λέγω γλῶτταν καὶ οὖς; οὐδὲ γὰρ ὁ νοῦς ὁ πολὺ τούτων ὑπερέχων, δυνήσεταί τι περιλαβεῖν ἀκριβῶς, ὅταν περὶ Θεοῦ τι φθέγγεσθαι βουλώμεθα. Εἰ γὰρ ἡ εἰρήνη τοῦ Θεοῦ ὑπερέχει πάντα νοῦν, καὶ τὰ ἡτοιμασμένα τοῖς ἀγαπῶσιν αὐτὸν ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη· πολλῷ μᾶλλον αὐτὸς ὁ τῆς εἰρήνης Θεὸς, ὁ τῶν ἁπάντων Δημιουργὸς, ὑπερβαίνει πολλῷ τῷ μέτρῳ τὸν ἡμέτερον λογισμόν. Δεῖ τοίνυν μετὰ πίστεως καὶ εὐλαβείας ἅπαντα δέχεσθαι· καὶ ὅταν ὁ λόγος ἐξασθενήσῃ, καὶ μὴ δύνηται παραστῆσαι τὰ λεγόμενα μετὰ ἀκριβείας, τότε μάλιστα δοξάζειν τὸν Θεὸν, ὅτι Θεὸν τοιοῦτον ἔχομεν, καὶ τὴν διάνοιαν ἡμῶν καὶ τὸν λόγον ὑπερβαίνοντα· πολλὰ γὰρ ὧν περὶ Θεοῦ νοοῦμεν, οὐ φράσαι δυνάμεθα· ἢ πολλὰ μὲν φράζομεν, νοῆσαι δὲ οὐκ ἰσχύομεν· οἷόν τι λέγω, ὅτι πανταχοῦ μὲν ὁ Θεὸς ἴσμεν, πῶς δὲ, οὐκέτι νοοῦμεν· ὅτι ἐστί τις ἀσώματος δύναμις πάντων αἰτία τῶν ἀγαθῶν, ἴσμεν, πῶς δέ ἐστιν, οὐκ ἴσμεν. Ἰδοὺ φράζομεν, καὶ οὐ νοοῦμεν. Εἶπον ὅτι πανταχοῦ ἐστιν, ἀλλ' οὐ νοῶ· εἶπον ὅτι ἄναρχός ἐστιν, ἀλλ' οὐ νοῶ· εἶπον ὅτι ἐγέννησεν ἐξ ἑαυτοῦ, καὶ οὐκ οἶδα πῶς πάλιν νοήσω. Ἔστιν οὖν τινα, ἃ μηδὲ φράσαι ἔνι· οἷόν τι λέγω, νοεῖ ἡ διάνοια, ἀλλ' εἰπεῖν οὐ δύναται. Καὶ ἵνα εἰδῇς καὶ Παῦλον ἀσθενοῦντα, καὶ μὴ πρὸς ἀκρίβειαν τὰ ὑποδείγματα λέγοντα, καὶ φρίξῃς καὶ μηδὲν περαιτέρω ζητήσῃς, ἄκουε· εἰπὼν γὰρ Υἱὸν, καὶ θεὶς δημιουργὸν, τί ἐπάγει; Ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστά 63. 20 σεως αὐτοῦ. Τοῦτο δὲ μετ' εὐλαβείας ἐκλαμβάνειν δεῖ, καὶ τὰ ἄτοπα περικόψαι. Ἀπαύγασμα τῆς δόξης, φησίν. Ἀλλ' ὅρα πρὸς τί αὐτὸ ἐκλαμβάνει, καὶ οὕτω καὶ αὐτὸς δέχου· ὅτι ἐξ αὐτοῦ, ὅτι ἀπαθῶς, ὅτι οὐ μειωθέντος οὐδὲ ἐλαττωθέντος· ἐπειδή εἰσί τινες ἄτοπά τινα ἐκ τοῦ ὑποδείγματος ἐκλαμβάνοντες. Τὸ γὰρ ἀπαύγασμα, φασὶν, ἐνυπόστατον οὐκ ἔστιν, ἀλλ' ἐν ἑτέρῳ ἔχει τὸ εἶναι. Μὴ τοῦτο τοίνυν ἐκλάβῃς, ἄνθρωπε, μηδὲ Μαρκέλλου καὶ Φωτεινοῦ νοσήσῃς τὴν νόσον. Ἐγγύθεν γάρ σε θεραπεύει, ὥστε μὴ εἰς ἐκείνην ἐμπεσεῖν σε τὴν διάνοιαν, οὐδὲ ἀφίησί σε εἰς τὸ ὀλέθριον ἐκεῖνο νόσημα κατενεχθῆναι· τί δέ φησι; Καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ· δηλῶν διὰ τῆς ἐπαγωγῆς, ὅτι ὥσπερ ἐστὶν ὁ Πατὴρ ἐνυπόστατος, καὶ πρὸς ὑπόστασιν οὐδενὸς δεόμενος· οὕτω καὶ ὁ Υἱός. Ἐνταῦθα γὰρ τὸ ἀπαράλλακτον δεικνὺς τοῦτό φησι, καὶ πρὸς τὸν ἰδιάζοντα χαρακτῆρα τοῦ πρωτοτύπου παραπέμπων σε, καὶ διδάσκων ὡς ἐν ὑποστάσει ἐστὶ καθ' ἑαυτόν. Εἰπὼν δὲ ἀνωτέρω, ὅτι δι' αὐτοῦ ἐποίησεν ὁ Θεὸς τὰ πάντα, ἐνταῦθα δίδωσιν αὐτῷ τὴν αὐθεντίαν. Τί γὰρ ἐπάγει; Φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ· ἵνα ἐκ τούτου μὴ μόνον τὸν χαρακτῆρα τῆς ὑποστάσεως ἐκλάβωμεν, ἀλλὰ καὶ τὸ μετὰ αὐθεντίας ἅπαντα κυβερνᾷν. Ὅρα τοίνυν πῶς, ὅπερ ἐστὶν ἴδιον τοῦ Πατρὸς, τοῦτο προσάπτει τῷ Υἱῷ. Διὰ γὰρ τοῦτο οὐχ ἁπλῶς εἶπε· Φέρων τε τὰ πάντα, οὐδὲ εἶπε· Τῇ δυνάμει αὐτοῦ, ἀλλὰ, Τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ. Ὥσπερ γὰρ πρώην ἡμῖν ἀνῄει κατὰ μικρὸν καὶ κατῄει· οὕτω καὶ νῦν, καθάπερ ἀπό τινων βαθμῶν, ἀναβαίνει εἰς ὕψος, εἶτα πάλιν καταβαίνει, καί φησι· Δι' οὗ καὶ τοὺς αἰῶνας ἐποίησεν. Ὅρα πῶς καὶ ἐνταῦθα δύο τέμνει ὁδούς. Βουλόμενος γὰρ ἡμᾶς ἀπαγαγεῖν τῆς Σαβελλίου καὶ Ἀρείου καινοτομίας, τοῦ μὲν τὸ περιττὸν τῆς ὑποστάσεως ἀναιροῦντος, τοῦ δὲ τὴν μίαν φύσιν εἰς ἀνισότητα κατατέμνοντος, ἐκ περιουσίας ἀμφότερα καθαιρεῖ. Πῶς 63. 21 οὖν τοῦτο ποιεῖ; Ἄνω καὶ κάτω τὰ αὐτὰ στρέφει καὶ φθέγγεται, ὥστε μὴ νομισθῆναι αὐτὸν ἄναρχον, μηδὲ ἀλλότριον τοῦ Θεοῦ. Καὶ μὴ ξενισθῇς τὸν λόγον, ἀγαπητέ· εἰ γὰρ καὶ μετὰ τοσαύτην ἀπόδειξίν εἰσί τινες οἱ ἀλλότριον αὐτὸν εἶναι φήσαντες, καὶ ἕτερον αὐτῷ δόντες πατέρα, καὶ τούτῳ πολεμεῖν αὐτὸν λέγοντες· εἰ μὴ ταῦτα εἶπε, τί οὐκ ἂν ἐφθέγξαντο; Ὅταν οὖν θεραπεύειν ἀναγκάζηται, τότε ἀναγκάζεται καὶ τὰ ταπεινὰ φθέγγεσθαι· οἷον ὅτι Ἔθηκε, φησὶν, αὐτὸν κληρονόμον πάντων, καὶ ὅτι Δι' αὐτοῦ τοὺς αἰῶνας ἐποίησεν. Εἶτα ἵνα μὴ ἑτέρως λυμήνηται, ἀπὸ τῶν λόγων τῆς ταπεινότητος εἰς αὐθεντίαν πάλιν αὐτὸν ἀνάγει, καὶ δείκνυσιν ὁμότιμον ὄντα τῷ Πατρὶ, καὶ οὕτως ὁμότιμον, ὡς πολλοὺς νομίσαι τὸν αὐτὸν εἶναι Πατέρα. Καὶ θέα τὴν σύνεσιν αὐτοῦ τὴν πολλήν· πρότερον ἐκεῖνο τίθησι, καὶ ἀσφαλίζεται αὐτὸ μετὰ ἀκριβείας· καὶ ὅταν τοῦτο δειχθῇ, ὅτι τοῦ Θεοῦ ἐστιν Υἱὸς, καὶ ὅτι οὐκ ἀλλότριος αὐτοῦ, μετὰ ἀδείας λοιπὸν ἅπαντα, ὅσα βούλεται, φθέγγεται τὰ ὑψηλά. Ἐπειδὴ γὰρ τὸ μέγα τι περὶ αὐτοῦ εἰπεῖν εἰς ἐκείνην τὴν ἔννοιαν πολλοὺς ἤγαγε, πρότερον θεὶς τὰ ταπεινὰ, μετὰ ἀσφαλείας τότε εἰς ὕψος ἀνέρχεται ὅσον βούλεται· καὶ εἰπών· Ὃν ἔθηκε κληρονόμον πάντων, καὶ ὅτι δι' αὐτοῦ τοὺς αἰῶνας ἐποίησε, τότε ἐπάγει· Φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ. Ὁ γὰρ ῥήματι μόνῳ τὰ πάντα διακυβερνῶν, οὐκ ἂν δεηθείη τινὸς εἰς τὸ παραγαγεῖν τὰ πάντα.
2.2.1
Καὶ ὅτι τοῦτό ἐστιν, ὅρα πῶς πάλιν προϊὼν δίδωσιν αὐτῷ τὴν αὐθεντίαν, καὶ τὸ, Δι' οὗ, ἐξελών. Ἐπειδὴ γὰρ εἰργάσατο δι' αὐτοῦ ὃ ἤθελε, λοιπὸν ἀποστὰς ἀπ' αὐτοῦ, τί φησι; Κατ' ἀρχὰς σὺ, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί. Οὐδαμοῦ τὸ, Δι' οὗ, οὐδὲ ὅτι ἐποίησε δι' αὐτοῦ τοὺς αἰῶνας. Τί οὖν; οὐχ ὑπ' αὐτοῦ γεγένηνται; Ναί· ἀλλ' οὐχ ὡς σὺ λέγεις, οὐδ' ὡς ὑπονοεῖς, ὡς δι' ὀργάνου, οὐδὲ ὡς οὐκ ἂν ποιήσαντος, εἰ μὴ χεῖρα αὐτῷ ὤρεξεν ὁ Πατήρ. Ὥσπερ γὰρ οὐδένα κρίνει ἐκεῖνος, καὶ λέγεται κρίνειν διὰ τοῦ Υἱοῦ, ὅτι κριτὴν αὐτὸν ἐγέννησεν· οὕτω καὶ δημιουργεῖν δι' αὐτοῦ, ὅτι δημιουργὸν αὐτὸν ἐγέννησεν. Εἰ γὰρ αὐτοῦ αἴτιος ὁ Πατὴρ, πολλῷ μᾶλλον τῶν δι' αὐτοῦ γεγενημένων. Ὅταν μὲν οὖν βούληται δεῖξαι ὅτι ἐξ αὐτοῦ, ἀναγκαίως τὰ ταπεινὰ φθέγγεται· ὅταν δὲ βούληται ὑψηλὰ φθέγγεσθαι, λαβὴν Μάρκελλος λαμβάνει καὶ Σαβέλλιος. Ἀλλ' ἀμφοτέρων τὴν ἀμετρίαν ἡ Ἐκκλησία φυγοῦσα, μέσην ὥδευσεν ὁδόν. Οὔτε γὰρ ἐπὶ τῆς ταπεινότητος ἐμμένει, ἵνα μὴ Παῦλος ὁ Σαμοσατεὺς λάβῃ χώραν, οὔτε ἀεὶ τοῖς ὑψηλοῖς ἐναπομένει· καὶ δείκνυσιν αὐτοῦ πάλιν τὴν ἐγγύτητα τὴν πολλὴν, ἵνα μὴ Σαβέλλιος ἐπιπηδήσῃ. Εἶπεν Υἱὸν, καὶ εὐθέως ἐφέστηκε Παῦλος ὁ Σαμοσατεὺς, λέγων αὐτὸν εἶναι Υἱὸν ὡς τοὺς πολλούς. Ἀλλ' ἔδωκεν αὐτῷ καιρίαν πληγὴν, εἰπὼν Κληρονόμον. Ἀλλ' ἔτι ἀναισχυντεῖ μετὰ Ἀρείου· τὸ γὰρ, Ἔθηκεναὐτὸν κληρονόμον, ἀμφότεροι κατέχουσιν· ἐκεῖνος μὲν ἀσθενείας λέγων εἶναι, οὗτος δὲ ἐπισκήπτειν 63. 22 ἐπιχειρῶν καὶ τῷ ἑξῆς. Εἰπὼν δὲ Παῦλος, Δι' οὗ καὶ τοὺς αἰῶνας ἐποίησεν, ἔβαλεν ὕπτιον ἀναισχυντοῦντα τὸν Σαμοσατέα, ὁ δὲ Ἄρειος ἔτι ἰσχυρὸς εἶναι δοκεῖ. Ἀλλ' ὅρα καὶ τοῦτον πῶς καταβάλλει πάλιν εἰπών· Ὃς ὢν ἀπαύγασμα τῆς δόξης αὑτοῦ. Ἀλλ' ἰδοὺ πάλιν ἐπιπηδᾷ Σαβέλλιος, καὶ Μάρκελλος, καὶ Φωτεινός. Ἀλλὰ κἀκείνοις πᾶσι μίαν πληγὴν δίδωσιν, εἰπών· Καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ. Ἐνταῦθα πάλιν καὶ Μαρκίωνα πλήττει, οὐ σφόδρα μὲν ἰσχυρῶς, πλήττε· δ' οὖν ὅμως· δι' ὅλης γὰρ τῆς ἐπιστολῆς πρὸς αὐτοὺς μάχεται. Ἀλλ' ὅπερ ἔφην, ἀπαύγασμα τῆς δόξης εἴρηκε τὸν Υἱόν· καὶ ὅτι καλῶς, ἄκουε τοῦ Χριστοῦ λέγοντος περὶ αὑτοῦ, Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου. Διὰ τοῦτο δὲ ἀπαύγασμα εἶπεν αὐτὸς, ἵνα δείξῃ ὅτι κἀκεῖ οὕτως εἴρηται· δῆλον δὲ, ὡς φῶς ἐκ φωτός. Οὐ τοῦτο δὲ μόνον δείκνυται, ἀλλ' ὅτι καὶ ἐφώτισε τὰς ἡμετέρας ψυχάς. Διὰ δὲ τοῦ ἀπαυγάσματος τὸ ἴσον ἐσήμανε τῆς οὐσίας, καὶ τὴν πρὸς τὸν Πατέρα ἐγγύτητα. Ἐννόησον τὴν λεπτότητα τῶν εἰρημένων· οὐσίαν μίαν ἔλαβε καὶ ὑπόστασιν εἰς δύο ὑποστάσεων παράστασιν· ὃ καὶ ἐπὶ τῆς γνώσεως τοῦ Πνεύματος ποιεῖ. Ὥσπερ γὰρ μίαν εἶναί φησι τὴν γνῶσιν τὴν τοῦ Πατρὸς καὶ τοῦ Πνεύματος, ὡς ὄντως μίαν, καὶ οὐδὲν πρὸς ἑαυτὴν διεστηκυῖαν· οὕτω καὶ ἐνταῦθα ἑνός τινος ἐπελάβετο ῥήματος εἰς τὴν τῶν δύο ὑποστάσεων δήλωσιν. Εἶτα ἐπήγαγεν, ὅτι Καὶ χαρακτήρ. Ὁ γὰρ χαρακτὴρ ἄλλος τίς ἐστι παρὰ τὸ πρωτότυπον· ἄλλος δὲ οὐ πάντη, ἀλλὰ κατὰ τὸ ἐνυπόστατον εἶναι· ἐπεὶ καὶ ἐνταῦθα ὁ χαρακτὴρ τὸ ἀπαράλλακτον δηλοῖ οὗ ἐστι χαρακτὴρ, τὸ ὅμοιον κατὰ πάντα. Ὅταν οὖν καὶ μορφὴν αὐτὸν καλῇ, καὶ χαρακτῆρα, τί ἐροῦσιν; Ἀλλὰ καὶ εἰκόνος εἴρηται εἰκὼν ὁ ἄνθρωπος, φησί. Τί οὖν; οὕτως ὡς ὁ Υἱός; Οὒ, φησὶν, ἀλλ' ὅτι εἰκὼν οὐ δείκνυσι τὸ ὅμοιον. Καίτοι γε καθ' ὃ εἴρηται ὁ ἄνθρωπος εἰκὼν, δείκνυσι τὸ ὅμοιον ὡς ἐν ἀνθρώπῳ. Ὅπερ γάρ ἐστιν ὁ Θεὸς ἐν τῷ οὐρανῷ, τοῦτο ὁ ἄνθρωπος ἐπὶ τῆς γῆς, κατὰ τὴν ἀρχὴν λέγω· καὶ ὥσπερ τῶν ἐπὶ γῆς πάντων οὗτος κρατεῖ, οὕτω καὶ ὁ Θεὸς πάντων κρατεῖ τῶν ἐν τῷ οὐρανῷ καὶ τῶν ἐπὶ τῆς γῆς. Ἄλλως δὲ, ὁ ἄνθρωπος οὐκ εἴρηται χαρακτὴρ, οὐκ εἴρηται ἀπαύγασμα, οὐκ εἴρηται μορφή· ὅπερ τὴν οὐσίαν ἐμφαίνει, ἢ καὶ ὁμοιότητα τὴν κατ' οὐσίαν. Ὥσπερ οὖν ἡ μορφὴ τοῦ δούλου οὐδὲν ἄλλο ἐμφαίνει ἢ ἄνθρωπον ἀπαράλλακτον· οὕτω καὶ ἡ μορφὴ τοῦ Θεοῦ οὐδὲν ἄλλο ἐμφαίνει ἢ Θεόν. Ὃς ὢν ἀπαύγασμα, φησὶ, τῆς δόξης. Ὅρα τὸν Παῦλον τί ποιεῖ. Εἰπών· Ὃς ὢν ἀπαύγασμα τῆς δόξης, ἐπήγαγε πάλιν· Ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης· ὀνόμασιν οἵοις κέχρηται, οὐδαμοῦ τῆς οὐσίας αὐτῆς ὄνομα εὑρών. Οὔτε γὰρ ἡ μεγαλωσύνη, οὔτε ἡ δόξα τὸ ὄνομα παρίστησιν, ὃ βούλεται εἰπεῖν, ἀλλ' οὐκ ἔχει ὄνομα 63. 23 εὑρεῖν. Τοῦτο γάρ ἐστιν ὃ ἔλεγον ἐξ ἀρχῆς, ὅτι πολλάκις τινὰ νοοῦμεν, καὶ οὐ δυνάμεθα φράζειν· ἐπεὶ οὐδὲ τὸ, Θεὸς, ὄνομα οὐσίας ἐστὶν, οὐδὲ ἔστιν ὅλως τῆς οὐσίας ἐκείνης ὄνομα εὑρεῖν. Καὶ τί θαυμαστὸν εἰ ἐπὶ Θεοῦ, ὅπου γε οὐδὲ ἐπὶ ἀγγέλου εὕροι τις ἂν ὄνομα τῆς οὐσίας δηλωτικόν; τάχα δὲ οὐδὲ ἐπὶ ψυχῆς· οὐ γάρ μοι δοκεῖ τοῦτο τὸ ὄνομα παραστατικὸν εἶναι τῆς οὐσίας αὐτῆς, ἀλλὰ τοῦ ψύχειν. Τὴν γὰρ αὐτὴν καὶ ψυχὴν, καὶ καρδίαν, καὶ νοῦν καλουμένην ἴδοι τις ἄν. Καρδίαν γὰρ, φησὶ, καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεός. Οὐ μόνον δὲ ταῦτα, ἀλλὰ καὶ πνεῦμα πολλαχοῦ ἴδοι τις ἂν λεγομένην αὐτήν. Φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ. Ὁρᾷς τί φησι;
2.3.1
Πῶς οὖν, εἰπέ μοι, λέγεις, αἱρετικὲ, διὰ τὸ λέγεσθαι παρὰ τῇ Γραφῇ· Εἶπεν ὁ Θεὸς, Γενηθήτω φῶς, ὅτι Πατὴρ ἐπέταξεν, ὁ δὲ Υἱὸς ἐπήκουσεν; Ἀλλ' ἰδοὺ καὶ ἐνταῦθα ῥήματι αὐτὸς ποιεῖ· Φέρων τε γὰρ, φησὶ, τὰ πάντα· τουτέστι, κυβερνῶν, τὰ διαπίπτοντα συγκρατῶν. Τοῦ γὰρ ποιῆσαι τὸν κόσμον οὐχ ἧττόν ἐστι τὸ συγκρατεῖν, ἀλλ', εἰ δεῖ τι καὶ θαυμαστὸν εἰπεῖν, καὶ μεῖζον. Τὸ μὲν γὰρ ἐξ οὐκ ὄντων ἐστί τι παράγειν· τὸ δὲ, τὰ γεγονότα εἰς τὸ μὴ εἶναι μέλλοντα ἀναχωρεῖν, συνέχειν τε καὶ συνάπτειν πρὸς ἄλληλα διαστασιάζοντα, τοῦτό ἐστι τὸ μέγα καὶ θαυμαστὸν, καὶ πολλῆς δυνάμεως τεκμήριον. Εἶτα καὶ τὸ εὔκολον δηλῶν εἶπε· Φέρων. Οὐκ εἶπε· Κυβερνῶν, ἀπὸ μεταφορᾶς τῶν ἁπλῶς τῷ δακτύλῳ τι κινούντων, καὶ ποιούντων περιφέρεσθαι. Ἐνταῦθα καὶ τὸν ὄγκον τῆς κτίσεως ἔδειξε μέγαν ὄντα, καὶ τὸ μέγα οὐδὲν αὐτῷ ὄν. Εἶτα πάλιν τὸ ἀπονητὶ δείκνυσιν, εἰπών· Τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ. Καλῶς εἶπε· Τῷ ῥήματι· ἐπειδὴ γὰρ τὸ ῥῆμα παρ' ἡμῖν ψιλὸν εἶναι δοκεῖ, δείκνυσιν ὅτι οὐκ ἔστι ψιλὸν ἐπὶ Θεοῦ. Ἀλλ' ὅτι μὲν τῷ ῥήματι φέρει, εἶπε, τὸ δὲ πῶς τῷ ῥήματι φέρει οὐκέτι προσέθηκεν· οὐδὲ γὰρ δυνατὸν εἰδέναι. Εἶτα ἐπήγαγε περὶ τῆς μεγαλειότητος αὐτοῦ. Οὕτω γὰρ καὶ ὁ Ἰωάννης πεποίηκεν· εἰπὼν γὰρ ὅτι Θεός ἐστιν, ἐπήγαγε τῆς κτίσεως τὴν δημιουργίαν. Ὅπερ γὰρ ἐκεῖνος ᾐνίξατο εἰπών· Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ, Πάντα δι' αὐτοῦ ἐγένετο, τοῦτο καὶ οὗτος διὰ τοῦ ῥήματος καὶ τοῦ εἰπεῖν, Δι' οὗ καὶ τοὺς αἰῶνας ἐποίησεν, ἐνέφηνε· καὶ γὰρ καὶ δημιουργὸν, καὶ πρὸ πάντων ὄντα τῶν αἰώνων αὐτὸν δείκνυσι. Τί οὖν, ὅταν περὶ τοῦ Πατρὸς μὲν λέγῃ ὁ Προφήτης, Ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος σὺ εἶ· περὶ δὲ τοῦ Υἱοῦ, ὅτι πρὸ πάντων ἐστὶ τῶν αἰώνων, καὶ τῶν ἁπάντων Δημιουργὸς, τί ἂν εἴποιεν; μᾶλλον δὲ ὅπερ περὶ τοῦ Πατρὸς ἐλέγετο· Ὁ ὑπάρχων πρὸ τῶν αἰώνων, τοῦτο καὶ περὶ τοῦ Υἱοῦ ἴδοι τις ἂν εἰρημένον; Καὶ ὥσπερ ἐκεῖνός φησι· Ζωὴ ἦν, τὸ διακρατητικὸν τῆς κτίσεως δηλῶν, ὅτι πάντων αὐτός ἐστιν ἡ ζωή· οὕτω καὶ οὗτός φησι· Φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ· οὐ καθάπερ Ἕλληνες, καὶ τῆς δημιουργίας αὐτῆς, τό γε εἰς αὐτοὺς ἧκον, ἀποστεροῦντες αὐτὸν καὶ τῆς προνοίας, μέχρι σελήνης συγκλείοντες αὐτοῦ τὴν δύναμιν. Δι' ἑαυτοῦ γὰρ, φησὶ, καθαρισμὸν ποιησάμενος τῶν ἁμαρτιῶν ἡμῶν. Εἰπὼν περὶ τῶν θαυμαστῶν ἐκείνων καὶ μεγάλων, τῶν ἀνωτάτω, λέγει λοιπὸν καὶ 63. 24 περὶ τῆς εἰς ἀνθρώπους αὐτοῦ κηδεμονίας. Μάλιστα μὲν γὰρ καὶ ἐκεῖνο καθολικὸν ἦν, τὸ, Φέρων τε τὰ πάντα· πλὴν ἀλλὰ τοῦτο πολλῷ μεῖζον. Καὶ τοῦτο δὲ καθολικόν· τὸ γὰρ αὐτοῦ μέρος, πάντας ἔσωσεν· ἐπεὶ καὶ ὁ Ἰωάννης εἰπών· Ζωὴ ἦν, καὶ τὴν πρόνοιαν αὐτοῦ δηλώσας, πάλιν λέγει, ὅτι Καὶ φῶς, τὸ αὐτὸ τοῦτο δηλῶν. Δι' ἑαυτοῦ, φησὶ, καθαρισμὸν ποιησάμενος τῶν ἁμαρτιῶν ἡμῶν, ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς. Δύο τίθησιν ἐνταῦθα τῆς κηδεμονίας αὐτοῦ τεκμήρια μέγιστα· τό τε καθαρίσαι τῶν ἁμαρτιῶν ἡμᾶς, καὶ τὸ δι' ἑαυτοῦ τοῦτο ποιῆσαι. Καὶ πολλαχοῦ ὁρᾷς αὐτὸν ἐπὶ τούτῳ σεμνυνόμενον, οὐ μόνον ἐπὶ τῇ καταλλαγῇ τῇ πρὸς τὸν Θεὸν, ἀλλὰ καὶ ἐπὶ τῷ διὰ τοῦ Υἱοῦ τοῦτο γεγενῆσθαι· καὶ γὰρ οὕτω τὸ μέγα δῶρον μεῖζον γεγένηται τῷ διὰ τοῦ Υἱοῦ. Εἰπὼν γάρ· Ἐκάθισεν ἐν δεξιᾷ, καὶ, Καθαρισμὸν δι' ἑαυτοῦ ποιησάμενος τῶν ἁμαρτιῶν ἡμῶν, καὶ ἀναμνήσας τοῦ σταυροῦ, ταχέως τὸν περὶ τῆς ἀναστάσεως καὶ τῆς ἀναλήψεως λόγον ἐπήγαγε. Καὶ ὅρα τὴν σύνεσιν αὐτοῦ τὴν ἄφατον· οὐκ εἶπεν· Ἐκελεύσθη καθίσαι· ἀλλ', Ἐκάθισεν. Εἶτα πάλιν, ἵνα μὴ νομίσῃς αὐτὸν ἑστάναι, ἐπάγει· Τίνι γὰρ τῶν ἀγγέλων εἶπέ ποτε, Κάθου ἐκ δεξιῶν μου; Ἐκάθισε, φησὶν, ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς. Τί ἐστιν, Ἐν ὑψηλοῖς; εἰς τόπον περικλείει τὸν Θεόν; Ἄπαγε· οὐχ ἵνα τοῦτο ὑποπτεύσωμεν, οὕτως εἴρηκεν· ἀλλ' ὥσπερ εἰπών· Ἐν δεξιᾷ, οὐκ ἐσχημάτισεν αὐτὸν, ἀλλὰ τὸ ὁμότιμον ἔδειξε τὸ πρὸς τὸν Πατέρα· οὕτως εἰπών· Ἐν ὑψηλοῖς, οὐκ ἀπέκλεισεν αὐτὸν ἐκεῖ, ἀλλὰ πάντα ὑπεραναβεβηκότα· ὡσανεὶ ἔλεγεν, εἰς αὐτὸν ἔφθασε τὸν θρόνον τὸν πατρικόν. Ὥσπερ οὖν ὁ Πατὴρ ἐν ὑψηλοῖς, οὕτω καὶ αὐτός· ἡ γὰρ συνεδρία οὐδὲν ἕτερον δείκνυσιν, ἢ τὸ ὁμότιμον. Εἰ δὲ λέγουσιν, ὅτι εἶπε· Κάθου, ἐρώμεθα αὐτούς· Τί οὖν; ἑστῶτι εἶπεν; Ἀλλ' οὐκ ἂν ἔχοιεν δεῖξαι. Ἄλλως δὲ οὐκ εἶπεν, ὅτι ἐκέλευσεν ἢ προσέταξεν, ἀλλ' ὅτι Εἶπε, Κάθου· καὶ τοῦτο δι' οὐδὲν ἕτερον, ἀλλ' ἵνα μὴ ἄναρχον αὐτὸν νομίσῃς καὶ ἀναίτιον. Ὅτι γὰρ διὰ τοῦτο οὕτως εἴρηκε, δῆλον ἐκ τοῦ τόπου τῆς καθέδρας· εἰ γὰρ ἐλάττωσιν ἤθελε δηλῶσαι, οὐκ ἂν εἶπεν· Ἐκ δεξιῶν, ἀλλ', Ἐξ ἀριστερῶν. Τοσούτῳ κρείττων γενόμενος, φησὶν, ἀγγέλων, ὅσῳ διαφορώτερον παρ' αὐτοὺς κεκληρονόμηκεν ὄνομα. Τὸ, Γενόμενος, ἐνταῦθα ἀντὶ τοῦ, ἀποδειχθεὶς, ὡς ἂν εἴποι τις, ἐστίν. Εἶτα καὶ διισχυρίζεται. Πόθεν; Ἀπὸ τοῦ ὀνόματος. Ὁρᾷς ὅτι οἶδε τὸ, Υἱὸς, ὄνομα τὴν γνησιότητα δηλοῦν; Καὶ μὴν, εἰ μὴ γνήσιον ἦν, οὐκ ἂν τοῦτο εἶπε. Πῶς; Ὅτι δι' οὐδὲν ἕτερον γνήσιός ἐστιν, ἀλλ' ἢ τὸ ἐξ αὐτοῦ εἶναι. Ἀπὸ τούτου τοίνυν ἰσχυρίζεται. Εἰ δὲ χάριτί ἐστιν Υἱὸς, οὐ μόνον οὐ διαφορώτερος, ἀλλὰ καὶ ἐλάττων ἐστὶν ἀγγέλων· πῶς; Ὅτι καὶ ἄνθρωποι δίκαιοι ἐκλήθησαν υἱοὶ, καὶ τὸ υἱὸς ὄνομα, ἂν μὴ γνήσιος ᾖ, οὐκ ἰσχύει δεῖξαι τὸ διάφορον. Καὶ δηλῶν ὅτι διαφορά τίς ἐστι κτισμάτων καὶ δημιουργοῦ, ἄκουσον τί φησι· Τίνι γὰρ εἶπέ ποτε τῶν ἀγγέλων, Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε; καὶ πάλιν, Ἐγὼ ἔσομαι αὐτῷ εἰς Πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς Υἱόν; Ταῦτα εἴρηται μὲν καὶ εἰς τὴν σάρκα· τὸ γὰρ, Ἐγὼ ἔσομαι αὐτῷ εἰς Πατέρα, καὶ αὐτὸς ἔσται 63. 25 μοι εἰς Υἱὸν, τῆς ἐνανθρωπήσεώς ἐστι παραστατικόν· τὸ δὲ, Υἱός μου εἶ σὺ, οὐδὲν ἕτερον δηλοῖ, ἢ ὅτι ἐξ αὐτοῦ ἐστιν. Ὥσπερ δὲ ὢν λέγεται ἀπὸ τοῦ ἐνεστῶτος καιροῦ· οὗτος γὰρ μάλιστα ἁρμόζει αὐτῷ· οὕτω καὶ τὸ, Σήμερον, ἐνταῦθά μοι δοκεῖ εἰς τὴν σάρκα εἰρῆσθαι. Ὅταν γὰρ αὐτῆς ἐπιλάβηται, πάντα λοιπὸν ἀδεῶς φθέγγεται. Καὶ γὰρ ἡ σὰρξ κοινωνεῖ τῶν ὑψηλῶν, ὡσπεροῦν καὶ ἡ θεότης τῶν ταπεινῶν. Ὁ Θεὸς γὰρ ἄνθρωπος γενέσθαι μὴ ἀπαξιώσας, καὶ τὸ πρᾶγμα μὴ παραιτησάμενος, πῶς ἂν τὰ ῥήματα παρῃτήσατο;
2.4.1
Ταῦτ' οὖν εἰδότες, μηδὲν ἐπαισχυνώμεθα, μὴ μέγα φρονῶμεν. Εἰ γὰρ αὐτὸς Θεὸς ὢν καὶ Δεσπότης καὶ Θεοῦ Υἱὸς, οὐ παρῃτήσατο μορφὴν δούλου λαβεῖν· πολλῷ μᾶλλον ἡμᾶς ἅπαντα δεῖ ποιεῖν, κἂν ταπεινὰ ᾖ. Πόθεν γὰρ, εἰπέ μοι, ἄνθρωπε, μέγα φρονεῖς; ἀπὸ τῶν βιωτικῶν; ἀλλὰ ταῦτα πρὶν ἢ φανῆναι παρατρέχει. Ἀλλ' ἀπὸ τῶν πνευματικῶν; ἀλλ' ἓν καὶ τοῦτό ἐστι κατόρθωμα πνευματικὸν, τὸ μὴ μέγα φρονεῖν. Διὰ τί τοίνυν μέγα φρονεῖς; ὅτι κατορθοῖς· Ἄκουσον τοῦ Χριστοῦ λέγοντος· Ὅταν ποιήσητε πάντα, λέγετε ὅτι Ἀχρεῖοι δοῦλοί ἐσμεν· ἃ γὰρ ὠφείλομεν ποιῆσαι, πεποιήκαμεν. Ἀλλὰ διὰ τὸν πλοῦτον μέγα φρονεῖς; διὰ τί, εἰπέ μοι; οὐκ ἤκουσας ὅτι γυμνοὶ εἰσήλθομεν εἰς τὸν βίον, γυμνοὶ καὶ ἀπελευσόμεθα; μᾶλλον δὲ, οὐχ ὁρᾷς τοὺς πρὸ σοῦ ἐρήμους καὶ γυμνοὺς ἀπελθόντας; Τίς τὰ ἀλλότρια ἔχων μέγα φρονεῖ; Οἱ γὰρ βουλόμενοι αὐτοῖς χρῆσθαι εἰς οἰκείαν μόνην ἀπόλαυσιν, ἀφαιροῦνται αὐτὰ καὶ ἄκοντες, καὶ πρὸ μὲν τῆς τελευτῆς πολλάκις, ἐν δὲ τῇ τελευτῇ πάντως. Ἀλλ' ἡμεῖς ζῶντες αὐτοῖς, φησὶν, ὡς βουλόμεθα, χρώμεθα. Μάλιστα μὲν οὐδένα ἄν τις ἴδοι ταχέως, ὡς βούλεται, τοῖς οὖσι χρώμενον· εἰ δέ τις καὶ χρῷτο ὡς βούλεται, οὐδὲ τοῦτο μέγα· βραχὺς γὰρ ὁ παρὼν καιρὸς πρὸς τοὺς αἰῶνας τοὺς ἀτελευτήτους. Μέγα φρονεῖς, ἄνθρωπε, ὅτι πλουτεῖς; τίνος ἕνεκεν; τοῦτο γὰρ καὶ λῃσταῖς παραγίνεται καὶ κλέπταις καὶ ἀνδροφόνοις καὶ μαλακοῖς καὶ πόρνοις καὶ πᾶσι τοῖς πονηροῖς. Διὰ τί οὖν μέγα φρονεῖς; Εἰ μὲν γὰρ εἰς δέον αὐτῷ κέχρησαι, οὐκ ὀφείλεις μέγα φρονεῖν, ἵνα μὴ λυμήνῃ τὴν ἐντολήν· εἰ δὲ οὐκ εἰς δέον, ταύτῃ μάλιστα συστέλλεσθαι δεῖ, ὅτι δοῦλος γέγονας τῶν χρημάτων καὶ κτημάτων καὶ κρατῇ ὑπ' αὐτῶν. Εἰπὲ γάρ μοι, εἴ τις πυρέττων ὕδωρ ἐκπίοι πολὺ, τὸ πρὸς βραχὺ μὲν σβεννύον τὴν δίψαν, ὕστερον δὲ ἀνάπτον τὴν φλόγα, μέγα ὀφείλει φρονεῖν; Τί δὲ, εἴ τις πλείονα φροντίζει εἰκῆ, διὰ τοῦτο ὀφείλει μέγα φρονεῖν; Διὰ τί, εἰπέ μοι; ἐπειδὴ πολλοὺς ἔχεις δεσπότας; ἐπειδὴ μυρίας μερίμνας; ἐπειδὴ κολακεύουσί σε πολλοί; Ἀλλὰ τοῦτο δουλεύειν ἐστί. Καὶ ἵνα μάθῃς ὅτι δουλεύεις αὐτοῖς, ἄκουε σαφῶς· τὰ ἄλλα τῶν παθῶν τῶν ἐν ἡμῖν ἔστιν ὅπου χρήσιμά ἐστιν, οἷον ἡ ὀργὴ πολλαχοῦ χρησίμη· Θυμὸς γὰρ, φησὶν, ἄδικος οὐκ ἀθωωθήσεται· ὥστε ἔστι καὶ δικαίως θυμωθῆναι. Καὶ πάλιν, Ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῆ, ἔνοχος ἔσται τῇ γεέννῃ. Πάλιν ὁ ζῆλος καλὸν καὶ ἡ ἐπιθυμία, ἡ μὲν, ὅταν εἰς παιδοποιίαν γίνηται, ὁ δὲ, ὅταν πρὸς τὰ καλὰ τὴν μίμησιν ἔχῃ. Ὥσπερ καὶ Παῦλος λέγει· Καλὸν δὲ τὸ ζηλοῦσθαι ἐν καλῷ πάντοτε· καὶ πάλιν, Ζηλοῦτε τὰ χαρίσματα τὰ κρείττονα. Ὥστε ἀμφότερα χρήσιμα. Ἡ μέντοι ἀπόνοια οὐδαμοῦ καλὸν, ἀλλὰ πανταχοῦ ἄχρηστον καὶ βλαβε 63. 26 ρόν. Πλὴν εἰ δεῖ μέγα φρονεῖν, ἐπὶ πενίᾳ, οὐκ ἐπὶ πλούτῳ δεῖ. Διὰ τί; Ὅτι ὁ ἐν ὀλίγοις ζῇν δυνάμενος, τοῦ μὴ δυναμένου πολλῷ μείζων καὶ κρείττων ἐστίν. Εἰπὲ γάρ μοι, εἰ κληθέντων εἰς βασιλικὴν πόλιν τινῶν, οἱ μὲν αὐτῶν μήτε ὑποζυγίων δέοιντο, μήτε οἰκετῶν, μήτε σκιαδίων, μήτε καταγωγίων, μήτε ὑποδημάτων, μήτε σκευῶν, ἀλλ' ἀπόχρη αὐτοῖς ἄρτον μόνον ἔχειν, καὶ ὕδωρ ἐκ τῶν πηγῶν λαμβάνειν· ἐκεῖνοι δὲ λέγοιεν, ὅτι Ἐὰν μὴ καὶ ὀχήματα δῶτε καὶ στρωμνὴν ἁπαλὴν, οὐ δυνάμεθα παραγενέσθαι, ἐὰν μὴ καὶ πολλοὺς ἔχωμεν τοὺς ἀκολουθοῦντας, ἐὰν μὴ συνεχῶς ἐξῇ διαναπαύεσθαι, οὐ δυνάμεθα, ἐὰν μὴ ὑποζυγίοις χρώμεθα, καὶ μικρὸν ὁδεύωμεν τῆς ἡμέρας μέρος· δεῖ δὲ ἡμῖν καὶ ἑτέρων πλειόνων· τίνας ἂν θαυμάσαιμεν; ἐκείνους, ἢ τούτους; Δῆλον ὅτι τούτους τοὺς οὐδενὸς δεομένους. Οὕτω δὴ καὶ ἐνταῦθα, οἱ μὲν πρὸς τὴν ὁδὸν τοῦ βίου τούτου πολλῶν δέονται, οἱ δὲ οὐδενός. Ὥστε τοὺς ἐπὶ πενίᾳ μᾶλλον ἐχρῆν μέγα φρονεῖν, εἴ γε καὶ ἐχρῆν. Ἀλλ' εὐκαταφρόνητός ἐστιν ὁ πένης, φησίν. Οὐκ ἐκεῖνος, ἀλλ' οἱ τούτου καταφρονοῦντες. Διὰ τί γὰρ ἐγὼ μὴ καταφρονῶ τῶν οὐκ εἰδότων θαυμάζειν ἃ χρή; Ἀλλ' ἂν μὲν ζωγράφος ᾖ τις, πάντων καταγελάσεται τῶν σκωπτόντων αὐτὸν, ἕως ἂν ὦσιν ἀμαθεῖς, καὶ οὔτε πρὸς τὰ παρ' ἐκείνων λεγόμενα ἐπιστρέφεται, ἀλλὰ τῇ ἑαυτοῦ ἀρκεῖται μαρτυρίᾳ· ἡμεῖς δὲ τῆς τῶν πολλῶν δόξης ἐξαρτήσομεν ἑαυτούς· καὶ ποῦ ταῦτα συγγνώμης ἄξια; Διὰ τοῦτό ἐσμεν ἄξιοι καταφρονεῖσθαι, ὅταν τῶν καταφρονούντων ἡμῶν διὰ τὴν πενίαν μὴ καταφρονῶμεν, μηδὲ ταλανίζωμεν αὐτούς. Καὶ παρίημι ὅσα μὲν ἁμαρτήματα ἀπὸ τοῦ πλούτου τίκτεται, ὅσα δὲ ἀγαθὰ ἀπὸ τῆς πενίας· μᾶλλον δὲ οὐδὲ πλοῦτος, οὐδὲ πενία καθ' ἑαυτὸ καλὸν, ἀλλὰ παρὰ τοὺς χρωμένους τούτῳ γίνεται. Ὁ Χριστιανὸς δόκιμος ἐν πενίᾳ μᾶλλον διαφαίνεται, ἢ ἐν τῷ πλούτῳ. Πῶς; Ἐν πενίᾳ μὲν γὰρ ὢν ἀτυφότερος ἔσται, σωφρονέστερος, σεμνότερος, ἐπιεικέστερος, συνετώτερος· ἐν τῷ πλούτῳ δὲ μένων, πολλὰ πρὸς ταῦτα ἔχει τὰ κωλύματα. Ἴδωμεν οὖν τίνα ἐστὶν ἃ ὁ πλούσιος ἐργάζεται, μᾶλλον δὲ ὁ κακῶς τῷ πλούτῳ κεχρημένος. Ἐκεῖνος ἁρπάζει, πλεονεκτεῖ, βιάζεται. Τί δαί; τοὺς ἔρωτας τοὺς ἀτόπους, τὰς ἀθεμίτους μίξεις, τὰς γοητείας, τὰς φαρμακείας, τὰ ἄλλα πάντα δεινὰ οὐκ ἀπὸ τοῦ πλούτου εὑρήσεις τικτόμενα; Ὁρᾷς ὅτι ἐν πενίᾳ μᾶλλον ἀκοπώτερόν ἐστιν, ἢ ἐν πλούτῳ τὴν ἀρετὴν μετιέναι; Μὴ γάρ μοι, ἐπειδὴ δίκην οὐ διδόασιν ἐνταῦθα οἱ πλούσιοι, νομίσῃς αὐτοὺς μηδὲ ἁμαρτάνειν· ὡς εἴ γε ἦν εὔκολον πλούσιον δίκην διδόναι, ἐκ τούτων ἂν εὗρες ἐμπεπλησμένα τὰ δεσμωτήρια· ἀλλὰ μετὰ τῶν ἄλλων καὶ τοῦτο ἔχει κακὸν ὁ πλοῦτος, ὅτι ἐν πονηρίᾳ ἀτιμωρητὶ πλημμελῶν ὁ τοῦτον κεκτημένος, οὐδέποτε στήσεται τοῦτο ποιῶν, ἀλλὰ λήψεται τραύματα ἄνευ φαρμάκων, καὶ χαλινὸν οὐδεὶς ἐπιθήσει αὐτῷ. Εἰ δὲ βούλοιτό τις, καὶ πρὸς ἡδονὴν εὑρήσει τὴν πενίαν πλείους παρέχουσαν ἡμῖν τὰς ἀφορμάς. Πῶς; Ὅτι φροντίδων ἀπήλλακται, μίσους, μάχης, φιλονεικίας, ἔριδος, μυρίων δεινῶν. Μὴ τοίνυν διώκωμεν τὸ πλουτεῖν, μηδὲ τούτους ζηλώσωμεν ἀεὶ τοὺς πολλὰ κεκτημένους· ἀλλ' οἱ μὲν ἔχοντες, εἰς δέον τῷ πλούτῳ χρώμεθα· οἱ δὲ μὴ ἔχοντες, μὴ ἀλγῶμεν διὰ τοῦτο, ἀλλ' εὐχαριστῶμεν ὑπὲρ ἁπάντων τῷ Θεῷ, ὅτι ἡμᾶς ἐν ὀλίγῳ πόνῳ τὸν αὐτὸν τοῖς πλουσίοις, ἢ 63. 27 καὶ μείζονα, ἂν θέλωμεν, παρασκευάζει μισθὸν λαβεῖν, καὶ ἐξ ὀλίγων μεγάλα κερδανοῦμεν. Ἐπεὶ καὶ ὁ τὰ δύο τάλαντα προσενέγκας ἐθαυμάσθη καὶ ἐτιμήθη ὁμοίως τῷ τὰ πέντε προσενεγκόντι. Τί δήποτε; Ὅτι εἰ καὶ δύο ἐπιστεύθη τάλαντα, ἀλλὰ τὰ παρ' ἑαυτοῦ πάντα ἐπλήρωσε, καὶ τὰ ἐμπιστευθέντα διπλᾶ εἰσήνεγκε. Τί τοίνυν σπεύδομεν πιστευθῆναι πολλὰ, ὅταν ἐξῇ δι' ὀλίγων τὰ αὐτὰ καρπώσασθαι, ἢ καὶ πλείονα; ὅταν ὁ μὲν πόνος ἐλάττων ᾖ, ὁ δὲ μισθὸς πολλῷ πλείων; Εὐκολώτερον γὰρ πένης ἐκστήσεται τῶν αὑτοῦ, ἢ πλούσιος πολλὰ καὶ μεγάλα 63. 28 κεκτημένος. Ἢ οὐκ ἴστε, ὅτι ὅσῳ ἂν πλείονά τις περιβάληται, τοσούτῳ πλειόνων ἐρᾷ; Ἵν' οὖν μὴ τοῦτο πάθωμεν, μὴ ζητῶμεν τὸν πλοῦτον, μηδὲ δυσανασχέτως ἔχωμεν πρὸς τὴν πενίαν, μηδὲ σπεύδωμεν πλουτεῖν, ἀλλὰ καὶ οἱ ἔχοντες οὕτως αὐτῷ χρώμεθα, ὡς ὁ Παῦλος ἐκέλευσεν· Οἱ ἔχοντες, φησὶν, ὡς μὴ ἔχοντες, καὶ οἱ χρώμενοι τῷ κόσμῳ τούτῳ, ὡς μὴ καταχρώμενοι· ἵνα τύχωμεν τῶν ἐπηγγελμένων ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ.