In epistulam ad Hebraeos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
31.0.1
Εἰρήνην διώκετε μετὰ πάντων καὶ τὸν ἁγιασμὸν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον.
31.1.1
Πολλὰ μὲν ἔστι τὰ χαρακτηρίζοντα τὸν Χριστιανισμὸν, μᾶλλον δὲ πάντων καὶ κρεῖττον ἁπάντων ἡ πρὸς ἀλλήλους ἀγάπη καὶ ἡ εἰρήνη. Διὰ τοῦτο καὶ ὁ Χριστός φησιν· Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν· καὶ πάλιν, Ἐν τούτῳ γνώσονται πάντες, ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους. Διὰ τοῦτο καὶ ὁ Παῦλος νῦν φησιν· Εἰρήνην διώκετε μετὰ πάντων καὶ τὸν ἁγιασμὸν, τουτέστι, τὴν σεμνότητα, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον. Ἐπισκοποῦντες μή τις ὑστερῶν ἀπὸ τῆς χάριτος τοῦ Θεοῦ. Καθάπερ ὁδόν τινα μακρὰν ὁδευόντων ἐν συνοδίᾳ πολλῇ, βλέπετε, φησὶ, μή τις ἀπέμεινεν· οὐ γὰρ τοῦτο ζητῶ μόνον, ἵνα ὑμεῖς παραγένησθε, ἀλλ' ἵνα καὶ τοὺς ἄλλους ἐπισκοπῆτε. Μή τις ὑστερῶν, φησὶν, ἀπὸ τῆς χάριτος τοῦ Θεοῦ. Χάριν τοῦ Θεοῦ τὰ μέλλοντα καλεῖ ἀγαθὰ, τὴν πίστιν τὴν εὐαγγελικὴν, τὴν ἀρίστην πολιτείαν· πάντα γὰρ τῆς τοῦ Θεοῦ χάριτός ἐστι. Μὴ οὖν μοι εἴπῃς, ὅτι εἷς ἐστιν ὁ ἀπολλύμενος· καὶ δι' ἕνα ὁ Χριστὸς ἀπέθανε. Δι' ἔνα ὁ Χριστὸς ἀπέθανε, σὺ δὲ οὐ φροντίζεις; Ἐπισκοποῦντες, φησί· τουτέστιν, ἀκριβῶς ἐρευνῶντες, ἐπισκεπτόμενοι, καταμανθάνοντες, ὅπερ ἐστὶν ἐπὶ τῶν ἀσθενῶν, καὶ διὰ πάντων ἐξετάζοντες, [καταμανθάνοντες]. Μή τις ῥίζα πικρίας ἄνω φύουσα ἐνοχλῇ. Τοῦτο ἐν τῷ Δευτερονομίῳ κεῖται· ἔλαβε δὲ αὐτὸ ἀπὸ μεταφορᾶς τῶν φυτῶν. Μή τις ῥίζα, φησὶ, πικρίας· ὃ καὶ ἀλλαχοῦ γράφων λέγει, Μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ. Οὐκ ἐκείνου μόνον ἕνεκεν τοῦτο, φησὶ, βούλομαι, ἀλλὰ καὶ διὰ τὴν ἐξ αὐτοῦ γινομένην βλάβην. Τουτέστι, κἂν ᾖ τις ῥίζα τοιαύτη, μηδεμίαν βλάστην ἀφῇς ἀνελθεῖν, ἀλλ' ἐκκοπτέσθω, ὥστε μὴ φέρειν τοὺς οἰκείους καρποὺς, ὥστε μὴ καὶ τοὺς ἄλλους μολύνειν καὶ μιαίνειν. Μή τις γὰρ, φησὶ, ῥίζα πικρίας ἄνω φύουσα ἐνοχλῇ, καὶ διὰ ταύτης μιανθῶσι πολλοί. Καὶ εἰκότως πικρὰν τὴν ἁμαρτίαν ἐκάλεσεν· οὐδὲν γὰρ ὄντως ἁμαρτίας πικρότερον· καὶ ἴσασιν οἱ μετὰ τὸ πρᾶξαι ὑπὸ τοῦ συνειδότος τηκόμενοι, οἱ πικρίαν πολλὴν ὑπομένοντες· πικροτάτη γὰρ οὖσα διαστρέφει αὐτὸ τὸ λογιστικόν. Τοιαύτη ἡ τοῦ πικροῦ φύσις, ἔστιν ἀνόνητος. Καὶ καλῶς εἶπε· Ῥίζα πικρίας. Οὐκ εἶπε, Πικρὰ, ἀλλὰ, Πικρίας· τὴν μὲν γὰρ πικρὰν ῥίζαν ἔστι καρποὺς ἐνεγκεῖν γλυκεῖς, τὴν δὲ πικρίας ῥίζαν καὶ πηγὴν καὶ ὑπόθεσιν· οὐκ ἔστι ποτὲ γλυκὺν ἐνεγκεῖν καρπόν· πάντα γάρ ἐστι πικρὰ, οὐδὲν ἔχει ἡδὺ, πάντα πικρὰ, πάντα ἀηδῆ, πάντα μίσους καὶ βδελυγμίας γέμοντα. Καὶ δι' αὐτῆς, φησὶ, μιανθῶσι πολλοί. Τουτέστιν, Ἵνα μὴ τοῦτο γένηται, τοὺς ἀσελγεῖς ἐκκόπτετε. Μή τις πόρνος, ἢ βέβηλος ὡς Ἡσαῦ, ὃς ἀντὶ βρώσεως μιᾶς ἀπέδοτο τὰ πρωτοτόκια αὑτοῦ. Καὶ ποῦ πόρνος ἦν ὁ Ἡσαῦ; Οὐ τοῦτο ἐνταῦθά φησιν, ὅτι πόρνος ἦν ὁ Ἡσαῦ, ἀλλὰ πρὸς ἀντιδιαστολὴν κεῖται τοῦ, Τὸν ἁγιασμὸν διώκετε· τὸ δὲ, Βέβηλος, ὡς πρὸς ἐκεῖνον εἴρηται. Μή τις οὖν ἔστω ὡς ὁ Ἡσαῦ, βέβηλος, τουτέστι, γαστρίμαργος, ἀκρατὴς, κοσμικὸς, τὰ πνευματικὰ ἀπεμπολῶν. Ὃς ἀντὶ βρώσεως μιᾶς ἀπέδοτο τὰ πρωτοτόκια αὑτοῦ. Τουτέστιν, ὃς τὴν παρὰ τοῦ Θεοῦ τιμὴν ταύτην διὰ τῆς οἰκείας ῥᾳθυμίας ἀπέδοτο, καὶ μικρᾶς ἡδονῆς χάριν τὴν μεγίστην τιμὴν καὶ δόξαν ἀπώλεσε. Τοῦτο οἰκείως πρὸς αὐτοὺς, τοῦτο βδελυροῦ, τοῦτο ἀκαθάρτου. Ὥστε οὐχ ὁ πόρνος ἀκάθαρτος μόνον, ἀλλὰ καὶ ὁ γαστρίμαργος, ὅς ἐστι τῆς γαστρὸς δοῦλος. Καὶ γὰρ καὶ οὗτος ἑτέρας ἐστὶν ἡδονῆς δοῦλος, ἀναγκάζεται πλεονεκτεῖν, ἀναγκάζεται ἁρπάζειν, μυρία ἀσχημονεῖν, δοῦλος ὢν τοῦ πάθους ἐκείνου, καὶ βλασφημεῖ πολλάκις. Οὗτος οὐδενὸς ἄξια εἶναι ἐνόμισε τὰ πρωτοτόκια. Διὸ καὶ προνοῶν τῆς ἀναπαύσεως τῆς προσκαίρου, καὶ μέχρι τῶν πρωτοτοκίων ἔφθασεν. Ὥστε ἡμῶν τὰ πρωτοτόκια λοιπὸν, οὐχὶ Ἰουδαίων. Ἅμα δὲ καὶ πρὸς τὸ πάθος αὐτῶν τοῦτο συμβάλλεται· μονονουχὶ τοῦτο γὰρ διὰ τούτου αἰνίττεται, ὅτι ὁ πρῶτος ὕστερος γέγονε, καὶ ὁ δεύτερος πρῶτος· οὗτος διὰ καρτερίαν πρῶτος, ἐκεῖνος διὰ ῥᾳθυμίαν ὕστερος. Ἴστε γὰρ, φησὶν, ὅτι καὶ μετέπειτα θέλων κληρονομῆσαι τὴν εὐλογίαν, ἀπεδοκιμάσθη· μετανοίας γὰρ τόπον οὐχ εὗρε, καίπερ μετὰ δακρύων ἐκζητήσας αὐτήν.
31.2.1
Τί δὴ τοῦτό ἐστιν; ἆρα μὴ τὴν μετάνοιαν ἐκβάλλει; Οὐδαμῶς. Ἀλλὰ πῶς, φησὶ, μετανοίας τόπον οὐχ εὗρεν; εἰ γὰρ κατέγνω ἑαυτοῦ, εἰ ἀνῴμωξε μέγα, διὰ τί οὐχ εὗρε τόπον μετανοίας; Ὅτι οὐκ ἦν μετανοίας τὸ πρᾶγμα. Ὥσπερ γὰρ ἡ λύπη τοῦ Κάϊν οὐκ ἦν μετανοίας, καὶ ὁ φόνος ἔδειξεν· οὕτω καὶ ἐνταῦθα οὐκ ἦν μετανοίας τὰ ῥήματα, καὶ μετὰ ταῦτα ὁ φόνος ἔδειξε· καὶ γὰρ καὶ αὐτὸς τῇ προαιρέσει ἀνεῖλε τὸν Ἰακώβ. Ἐγγίσουσι γὰρ, φησὶν, αἱ ἡμέραι τοῦ πένθους τοῦ πατρός μου, καὶ ἀποκτενῶ Ἰακὼβ τὸν ἀδελφόν μου. Διὰ τοῦτο οὐκ ἴσχυσε τὰ δάκρυα μετάνοιαν αὐτῷ δοῦναι. Καὶ οὐκ εἶπε, Μετανοίας, ἁπλῶς, ἀλλὰ, Καὶ μετὰ δακρύων ἐκζητήσας, μετανοίας τόπον οὐχ εὗρε. Τί δήποτε; Ὅτι οὐ μετενόησεν ὃν ἔδει τρόπον· τοῦτο γάρ ἐστι μετάνοια· οὐ μετενόησεν ὡς ἐχρῆν. Ἐπεὶ πῶς ταῦτα ἔλεγε; πῶς νωθροὺς γενομένους παρεκάλει πάλιν; πῶς χωλοὺς γενομένους; πῶς παραλυθέντας; πῶς παρειμένους; τοῦτο γὰρ ἀρχὴ πτώσεώς ἐστιν. Ἐμοὶ δοκεῖ αἰνίττεσθαί τινας ἐν αὐτοῖς πόρνους, οὐ μέντοι βούλεσθαι ἐλέγχειν αὐτοὺς τέως, ἀλλὰ προσποιεῖται ἄγνοιαν, ἵνα διορθώσωνται. Δεῖ γὰρ πρῶτον μὲν ἄγνοιαν ὑποκρίνεσθαι, μετὰ δὲ ταῦτα, ὅταν ἐπιμένωσι, τότε καὶ τὸν ἔλεγχον ἐπάγειν, ὥστε μὴ ἀπαναισχυντῆσαι. Ὅπερ καὶ Μωϋσῆς ἐποίησεν ἐπὶ Ζαμβρὶ καὶ τῆς Χασβίτιδος. Μετανοίας γὰρ, φησὶ, τόπον οὐχ εὗρεν. Οὐχ εὗρε μετάνοιαν, ἢ ὅτι μετανοίας μείζονα ἥμαρτεν, ἢ ὅτι μετάνοιαν ἀξίαν οὐκ ἐπεδείξατο. Ἔστιν ἄρα ἁμαρτήματα μετανοίας μείζονα. Ὃ δὲ λέγει, τοῦτό ἐστι· Μὴ πέσωμεν πτῶμα ἀνίατον· ἕως ἂν ᾖ χωλεία τὸ πρᾶγμα, εὔκολον γενέσθαι ὀρθόν· ἐὰν δὲ ἐκτραπῶμεν, τί ἔσται λοιπόν; Τοῖς μὲν γὰρ μηδέπω πεσοῦσιν οὕτω διαλέγεται, τῷ φόβῳ συγκροτῶν αὐτοὺς, καί φησιν ὅτι οὐκ ἔστι πεσόντα παραμυθίας τυχεῖν· τοῖς δὲ πεσοῦσιν, ὥστε μὴ εἰς ἀπόγνωσιν ἐμπεσεῖν, τἀναντία παραινεῖ, οὕτω λέγων· Τεκνία μου, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν· καὶ πάλιν, Οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσετε. Ἰδοὺ μαρτυρεῖ ὅτι ἐξέπεσον. Ὁ μὲν γὰρ ἑστὼς, ἀκούων ὅτι πεσόντα οὐκ ἔστι συγγνώμης τυχεῖν, σφοδρότερος ἔσται, καὶ ἀσφαλέστερος περὶ τὴν στάσιν· ἂν μέντοι καὶ περὶ τὸν πεπτωκότα τῇ αὐτῇ χρήσῃ σφοδρότητι, οὐδέποτε ἀναστήσεται· ποίᾳ γὰρ ἐλπίδι τὴν μεταβολὴν ἐπιδείξεται; Οὐ μόνον δέ φησιν, Ἐδάκρυσεν, ἀλλὰ καὶ, Ἐξεζήτησεν· οὐ τοίνυν ἐκβάλλει μετάνοιαν, λέγων, Μετανοίας τόπον οὐχ εὗρεν· ἀλλ' ἀσφαλίζεται αὐτοὺς μᾶλλον διὰ τούτου πρὸς τὸ μὴ πεσεῖν. Ὅσοι τοίνυν ἀπιστοῦσι τῇ γεέννῃ, ταῦτα ἀναμιμνησκέσθωσαν· ὅσοι νομίζουσιν ἀτιμώρητα ἁμαρτάνειν, ταῦτα λογιζέσθωσαν. Διὰ τί Ἡσαῦ οὐκ ἔτυχε συγγνώμης; Ὅτι οὐ μετενόησεν ὡς ἐχρῆν.
31.3.1
Θέλεις ἰδεῖν μετάνοιαν ἀκριβῆ; Ἄκουσον τὴν τοῦ Πέτρου μετάνοιαν μετὰ τὴν ἄρνησιν. Διηγούμενος γὰρ ἡμῖν τὰ κατ' αὐτὸν ὁ εὐαγγελιστὴς, φησὶ, Καὶ ἐξελθὼν ἔξω, ἔκλαυσε πικρῶς. Διὰ τοῦτο καὶ ἀφείθη αὐτῷ τὸ τοιοῦτον ἁμάρτημα, ὅτι μετενόησεν ὃν ἔδει τρόπον. Καίτοι οὔπω τὸ θῦμα προσενήνεκτο, οὔπω ἡ θυσία ἐγεγένητο, οὔπω ἦρτο ἡ ἁμαρτία, ἔτι ἐκράτει καὶ ἐτυράννει. Καὶ ἵνα μάθῃς, ὅτι οὐχ οὕτω ῥᾳθυμίας ἦν ἡ ἄρνησις, ὅσον ἐγκαταλείψεως τοῦ Θεοῦ παιδεύοντος αὐτὸν εἰδέναι τὰ ἀνθρώπινα μέτρα, καὶ μὴ ἀντιλέγειν τοῖς παρὰ τοῦ διδασκάλου λεγομένοις, μηδὲ μείζονα τῶν ἄλλων φρονεῖν, ἀλλ' εἰδέναι ὅτι χωρὶς Θεοῦ οὐδὲν γενέσθαι δυνατὸν, καὶ ὅτι, Ἐὰν μὴ ὁ Κύριος οἶκον οἰκοδομήσῃ, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες αὐτόν· ἄκουε πῶς ἀσφαλιζόμενος, καὶ πείθων μετριάζειν, εἶπε πρὸς αὐτὸν μόνον ὁ Χριστός· Σίμων, Σίμων, ἰδοὺ ὁ Σατανᾶς ἐξῃτήσατο σινιάσαι σε ὡς τὸν σῖτον, κἀγὼ ἐδεήθην περὶ σοῦ, ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου. Ἐπειδὴ γὰρ εἰκὸς ἦν αὐτὸν μέγα φρονεῖν, συνειδότα ἑαυτῷ ὅτι μᾶλλον ἁπάντων ἀγαπᾷ τὸν Χριστὸν, διὰ τοῦτο συγχωρεῖται πεσεῖν, ἀπαρνήσασθαι τὸν διδάσκαλον, διὰ τοῦτο καὶ κλαίει πικρῶς, καὶ τὰ ἄλλα τὰ ἑξῆς τοῦ κλαυθμοῦ ὁμοίως ποιεῖ. Τί γὰρ οὐκ ἐποίησε; μυρίοις κινδύνοις ἑαυτὸν περιέβαλε μετὰ ταῦτα, διὰ πάντων δεικνὺς αὑτοῦ τὴν ἀνδρείαν καὶ τὸ παράστημα τῆς ψυχῆς. Μετενόησε καὶ ὁ Ἰούδας, ἀλλὰ κακῶς· ἀπήγξατο γάρ. Μετενόησεν, ὅπερ ἔφην, καὶ Ἡσαῦ· μᾶλλον δὲ οὗτος οὐδὲ μετενόησε· τὰ γὰρ δάκρυα οὐκ ἦν μετανοίας, ἀλλὰ ἐπηρείας καὶ θυμοῦ μᾶλλον· καὶ δείκνυσι τὰ ἑξῆς. Μετενόησεν ὁ μακάριος Δαυῒδ οὕτω λέγων· Λούσω καθ' ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω· καὶ τὴν πάλαι γεγενημένην ἁμαρτίαν, μετὰ τοσαῦτα ἔτη, μετὰ τοσαύτας γενεὰς, ὡς νεωστὶ συμβᾶσαν ἐπένθει. Τὸν γὰρ μετανοοῦντα οὐκ ὀργίζεσθαι χρὴ οὐδὲ ἀγριαίνειν, ἀλλὰ συντρίβεσθαι ὡς κατεγνωσμένον, ὡς οὐκ ἔχοντα παῤῥησίαν, ὡς καταδεδικασμένον, ὡς ἀπὸ ἐλέους σωθῆναι ὀφείλοντα μόνου, ὡς ἀγνώμονα περὶ τὸν εὐεργέτην φανέντα, ὡς ἀχάριστον, ὡς ἀδόκιμον, ὡς μυρίων κολάσεων ἄξιον. Ἐὰν ταῦτα λογίζηται, οὐκ ὀργισθήσεται, οὐκ ἀγανακτήσει, ἀλλὰ πενθήσει, κλαύσει, στενάξει καὶ ὀδυρεῖται νύκτα καὶ ἡμέραν. Τὸν μετανοοῦντα οὐδέποτε χρὴ λήθῃ παραδοῦναι τὴν ἁμαρτίαν, ἀλλὰ τὸν μὲν Θεὸν παρακαλεῖν μὴ μνησθῆναι αὐτῆς, αὐτὸν δὲ μηδέποτε ἐπιλαθέσθαι αὐτῆς· ἐὰν ἡμεῖς αὐτῆς μνημονεύωμεν, ὁ Θεὸς αὐτῆς ἐπιλήσεται. Παρ' ἡμῶν αὐτῶν δίκην λάβωμεν, ἡμῶν αὐτῶν κατηγορήσωμεν· οὕτως ἐξιλεωσόμεθα τὸν κριτήν. Ἁμαρτία γὰρ ὁμολογουμένη ἐλάττων γίνεται, μὴ ὁμολογουμένη δὲ χείρων. Ἂν γὰρ προσλάβῃ ἁμαρτία τὴν ἀναισχυντίαν καὶ τὴν ἀγνωμοσύνην, οὐδέποτε στήσεται· πῶς δαὶ ὅλως ὁ τοιοῦτος δυνήσεται φυλάξασθαι πάλιν μὴ τοῖς αὐτοῖς περιπεσεῖν, ὁ τὸ πρότερον οὐκ εἰδὼς ὅτι ἥμαρτεν; Μὴ τοίνυν ἀρνώμεθα, παρακαλῶ, μηδὲ ἀναισχυντῶμεν, ἵνα μὴ καὶ ἄκοντες δῶμεν τιμωρίαν. Ἤκουσε Κάϊν παρὰ τοῦ Θεοῦ, Ποῦ ἐστιν Ἄβελ ὁ ἀδελφός σου; καί φησιν, Οὐκ οἶδα· μὴ φύλαξ ἐγώ εἰμι τοῦ ἀδελφοῦ μου; Εἶδες πῶς τοῦτο χαλεπωτέραν τὴν ἁμαρτίαν εἰργάσατο; Ἀλλ' οὐχ ὁ πατὴρ αὐτοῦ οὕτως, ἀλλὰ τί; Ἀκούσας, Ἀδὰμ, ποῦ εἶ; φησὶν, Ἤκουσα τῆς φωνῆς σου, καὶ ἐφοβήθην, ὅτι γυμνός εἰμι, καὶ ἐκρύβην. Μέγα ἀγαθὸν, ἐπιγινώσκειν τὰ ἁμαρτήματα, καὶ μιμνήσκεσθαι αὐτῶν διηνεκῶς· οὐδὲν οὕτω θεραπεύει πλημμέλειαν, ὡς μνήμη διηνεκής· οὐδὲν οὕτως ὀκνηρὸν ἄνθρωπον ποιεῖ πρὸς κακίαν. Οἶδα ὅτι ἀποπηδᾷ, καὶ οὐκ ἀνέχεται τὸ συνειδὸς ὑπὸ τῆς μνήμης μαστίζεσθαι τῶν κακῶν· ἀλλ' ἄγξον τὴν ψυχὴν, καὶ ἐπίθες αὐτῇ κημόν· καθάπερ γὰρ ἵππος δυσήνιος, οὕτω δυσανασχετεῖ, καὶ οὐ βούλεται πεῖσαι ἑαυτὴν ὅτι ἥμαρτε. Τοῦτο δὲ ὅλον ἐστὶ σατανικόν. Ἀλλ' ἡμεῖς αὐτὴν πείθωμεν ὅτι ἥμαρτεν, ἵνα καὶ μετανοήσῃ, καὶ ἵνα μετανοήσασα ἀπαλλαγῇ τῶν κολάσεων. Πῶς ἀξιοῖς συγγνώμης τυχεῖν, εἰπέ μοι, ἐπὶ τοῖς ἁμαρτήμασι, μηδέπω ταῦτα ὁμολογήσας; Πάντως ἐκεῖνός ἐστιν ἐλέους καὶ φιλανθρωπίας ἄξιος ὁ ἡμαρτηκώς· σὺ δὲ μηδέπω πείσας σαυτὸν ἡμαρτηκέναι, πῶς ἀξιοῖς ἐλεηθῆναι, ἐπὶ τοῖς πλημμελήμασιν οὕτως ἀναισχυντῶν; Πείθωμεν ἑαυτοὺς ὅτι ἡμάρτομεν· μὴ τῇ γλώττῃ λέγωμεν μόνον, ἀλλὰ καὶ τῇ διανοίᾳ· μὴ ἁμαρτωλοὺς καλῶμεν ἑαυτοὺς μόνον, ἀλλὰ καὶ τὰ ἁμαρτήματα ἀναλογιζώμεθα, κατ' εἶδος ἕκαστον ἀναλέγοντες. Οὐ λέγω σοι, Ἐκπόμπευσον σαυτὸν, οὐδὲ παρὰ τοῖς ἄλλοις κατηγόρησον, ἀλλὰ πείθεσθαι συμβουλεύω τῷ προφήτῃ λέγοντι· Ἀποκάλυψον πρὸς Κύριον τὴν ὁδόν σου. Ἐπὶ τοῦ Θεοῦ ταῦτα ὁμολόγησον, ἐπὶ τοῦ δικαστοῦ ὁμολόγει τὰ ἁμαρτήματα, εὐχόμενος, εἰ καὶ μὴ τῇ γλώττῃ, ἀλλὰ τῇ μνήμῃ, καὶ οὕτως ἀξίου ἐλεηθῆναι. Ἂν ἔχῃς τὰ ἁμαρτήματα διηνεκῶς ἐν τῇ μνήμῃ, οὐδέποτε τῷ πλησίον μνησικακήσεις. Οὐ τοῦτο δὲ λέγω, ἐὰν ᾖς πεπεισμένος σαυτὸν ἁμαρτωλὸν εἶναι· οὐχ οὕτω τοῦτο δύναται ταπεινῶσαιψυχὴν, ὡς αὐτὰ ἐφ' ἑαυτῶν τὰ ἁμαρτήματα, καὶ κατ' εἶδος ἐξεταζόμενα. Οὐ μνησικακήσεις, ταῦτα δι' ὅλου ἔχων ἐν τῇ μνήμῃ, οὐκ ὀργισθήσῃ, οὐ λοιδορήσεις, οὐ φρονήσεις μέγα, οὐ περιπεσῇ πάλιν τοῖς αὐτοῖς· σφοδρότερος ἔσῃ πρὸς τὰ ἀγαθά.
31.4.1
Ὁρᾷς ὅσα ἀπὸ τῆς μνήμης τῶν ἁμαρτημάτων τίκτεται καλά; Ἐγγράφωμεν τοίνυν αὐτὰ εἰς τὰς διανοίας ἡμῶν. Οἶδα ὅτι οὐκ ἀνέχεται ἡ ψυχὴ τῆς μνήμης τῆς οὕτω πικρᾶς· ἀλλὰ ἀναγκάζωμεν αὐτὴν καὶ βιαζώμεθα. Βέλτιον δάκνεσθαι αὐτὴν τῇ μνήμῃ νῦν, ἢ κατ' ἐκεῖνον τὸν καιρὸν τῇ τιμωρίᾳ. Νῦν, ἐὰν ᾖς αὐτῶν μεμνημένος, καὶ συνεχῶς αὐτὰς προσφέρῃς τῷ Θεῷ, καὶ ὑπὲρ αὐτῶν δέῃ, ταχέως ἐξαλείψεις αὐτάς· ἐὰν δὲ νῦν ἐπιλάθη, τότε αὐτῶν ἀναμνησθήσῃ καὶ ἄκων, ἐπὶ τῆς οἰκουμένης ἁπάσης εἰς μέσον φερομένων αὐτῶν, καὶ ἐκπομπευομένων ἐπὶ πάντων, καὶ φίλων καὶ ἐχθρῶν καὶ ἀγγέλων. Οὐ γὰρ δὴ πρὸς Δαυῒδ ἔλεγε μόνον, Ἃ σὺ ἐν κρυφῇ ἐποίησας, ἐγὼ ποιήσω πᾶσι κατάδηλα, ἀλλὰ καὶ πρὸς πάντας ἡμᾶς. Ἐφοβήθης ἀνθρώπους, φησὶ, καὶ ᾐσχύνθης τοῦ Θεοῦ πλέον· καὶ τοῦ Θεοῦ ὁρῶντος οὐκ ἐφρόντισας, ἀλλὰ τοὺς ἀνθρώπους ᾐδέσθης· Οἱ ὀφθαλμοὶ γὰρ, φησὶ, τῶν ἀνθρώπων, τοῦτο ὁ φόβος αὐτῶν. Διὰ τοῦτο ἐπὶ τούτων αὐτῶν δώσεις δίκην· ἐλέγξω γάρ σε, ὑπὸ τοῖς ἁπάντων ὀφθαλμοῖς τιθείς σου τὰ ἁμαρτήματα. Ὅτι γὰρ τοῦτό ἐστιν ἀληθὲς, καὶ κατ' ἐκείνην τὴν ἡμέραν πάντων ἡμῶν ἐκπομπεύεται τὰ ἁμαρτήματα, ἐὰν μὴ νῦν αὐτὰ τῇ συνεχεῖ μνήμῃ ἀφανίσωμεν, ἄκουσον πῶς ἐκπομπεύεται ἡ ὠμότης καὶ ἡ ἀπανθρωπία τῶν ἐνταῦθα μὴ ἐλεησάντων. Ἐπείνασα, φησὶ, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν. Πότε ταῦτα λέγεται; ἆρα ἐν γωνίᾳ· ἆρα ἐν παραβύστῳ; Οὐδαμῶς, ἀλλὰ πότε; Ὅταν ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ, καὶ πάντα τὰ ἔθνη συναγάγῃ, ὅταν ἀφορίσῃ τούτους κἀκείνους, τότε πάντων ἀκουόντων ἐρεῖ, στήσας ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων· Ἐπείνασα, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν. Ὅρα πάλιν καὶ τὰς πέντε παρθένους ἐπὶ πάντων ἀκουούσας, Οὐκ οἶδα ὑμᾶς. Αἱ γὰρ πέντε, καὶ πέντε, οὐχὶ τὸν ἀριθμὸν δηλοῦσι τῶν πέντε μόνον, ἀλλὰ πάσας τὰς πονηρὰς καὶ ὠμοὺς καὶ ἀπανθρώπους τῶν παρθένων, καὶ τὰς μὴ τοιαύτας. Οὕτω καὶ ὁ τὸ ἓν τάλαντον κατορύξας, ἤκουσεν ἐπὶ πάντων, καὶ τῶν τὰ πέντε, καὶ τῶν τὰ δύο προσενεγκόντων· Πονηρὲ δοῦλε καὶ ὀκνηρέ. Οὐ διὰ ῥημάτων μόνον, ἀλλὰ καὶ διὰ πραγμάτων τότε ἐλέγχει αὐτούς· καθάπερ καὶ ὁ εὐαγγελιστής φησιν, Ὄψονται εἰς ὃν ἐξεκέντησαν. Ὁμοῦ γὰρ ἡ ἀνάστασις ἔσται πάντων, καὶ ἁμαρτωλῶν καὶ δικαίων· ὁμοῦ παρέσται κρίνωνἅπασιν. Ἐννόησον οὖν τίνες ἔσονται τότε οἱ ἐν κατηφείᾳ, οἱ ἐν ὀδύνῃ, οἱ ἑλκόμενοι εἰς τὸ πῦρ, στεφανουμένων ἑτέρων. Δεῦτε, φησὶν, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου· καὶ πάλιν, Ἀπέλθετε ἀπ' ἐμοῦ εἰς τὸ πῦρ τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Μὴ ἁπλῶς τῶν ῥημάτων ἀκούωμεν, ἀλλ' ὑπογράψωμεν αὐτὰ καὶ τῇ ὄψει, καὶ νομίσωμεν νῦν παρεῖναι αὐτὸν, καὶ λέγειν ταῦτα, καὶ ἀπάγεσθαι ἡμᾶς εἰς τὸ πῦρ ἐκεῖνο. Τίνα ἕξομεν ψυχήν; ποίαν παραμυθίαν; Τί δὲ, ὅταν διχοτομώμεθα; τί δὲ, ὅταν ὑπὲρ ἁρπαγῆς ἐγκαλώμεθα; ποίαν ἕξομεν εἰπεῖν πρόφασιν; τίνα λόγον εὐπρόσωπον; Οὐδένα· ἀλλ' ἀνάγκη δεσμουμένους, κάτω νεύοντας, σύρεσθαι πρὸς τὰ τῶν καμίνων στόματα, πρὸς τὸν ποταμὸν τοῦ πυρὸς, πρὸς τὸ σκότος, πρὸς τὰς ἀθανάτους κολάσεις, καὶ μηδενὸς δεῖσθαι πρὸς ἀπαλλαγὴν δύνασθαι. Οὐ γὰρ ἔστι, φησὶν, οὐκ ἔστιν ἐντεῦθεν διαβῆναι ἐκεῖ· χάσμα γὰρ μέγα μεταξὺ ἡμῶν τε καὶ ὑμῶν· καὶ οὐδὲ βουλομένοις ἔνι μεταβῆναι, καὶ ὀρέξαι χεῖρα· ἀλλ' ἀνάγκη καίεσθαι διαπαντὸς, οὐδενὸς ἡμῖν ἀμύνοντος, κἂν πατὴρ ᾖ, κἂν μήτηρ, κἂν ὁστισοῦν, κἂν πολλὴν ἔχῃ πρὸς τὸν Θεὸν παῤῥησίαν. Ἀδελφὸς γὰρ, φησὶν, οὐ λυτροῦται· λυτρώσεται ἄνθρωπος; Ἐπεὶ οὖν οὐκ ἔστιν ἐν ἑτέρῳ τὰς ἐλπίδας ἔχειν τῆς σωτηρίας, ἀλλ' ἐν αὑτῷ μετὰ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν, παρακαλῶ, πάντα πράττωμεν, ὥστε ἡμῖν τὸν βίον γενέσθαι καθαρὸν καὶ τὴν πολιτείαν ἀρίστην, καὶ μηδὲ παρὰ τὴν ἀρχὴν δέξασθαι κηλῖδά τινα· εἰ δὲ ἐδεξάμεθα, μετὰ γοῦν τὴν κηλῖδα μὴ καθεύδωμεν, ἀλλὰ διαπαντὸς ἐπιμένωμεν ἀποπλύνοντες τὸν ῥύπον διὰ μετανοίας, διὰ δακρύων, διὰ εὐχῶν, διὰ ἐλεημοσύνης. Τί οὖν, ἐὰν μὴ ἔχω, φησὶν, ἐλεημοσύνην ἐργάζεσθαι; Ἀλλὰ ψυχροῦ ποτήριον ἔχεις, ὅσον ἂν ᾖς πένης· ἀλλὰ δύο λεπτὰ ἔχεις, ὡς ἂν ᾖς ἐν πενίᾳ· ἀλλὰ πόδας ἔχεις ὥστε ἐπισκέψασθαι ἀῤῥώστους, ὥστε εἰς δεσμωτήριον εἰσελθεῖν, ἀλλὰ στέγην ἔχεις ὥστε δέξασθαι ξένους. Οὐ γὰρ ἔστιν, οὐκ ἔστι συγγνώμη οὐδεμία τῷ ἐλεημοσύνην μὴ ἐργαζομένῳ. Ταῦτα συνεχῶς λέγομεν πρὸς ὑμᾶς, ἵνα κἂν μικρὸν ἀπὸ τῆς συνεχείας ἀνύσωμεν· ταῦτα λέγομεν, οὐ τῶν εὖ πασχόντων φροντίζοντες, ὡς ὑμῶν. Ἐκείνοις μὲν γὰρ τὰ ἐνταῦθα δίδοτε, ἀντιλαμβάνετε δὲ τὰ οὐράνια· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ καὶ προσκύνησις, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.