In epistulam ad Hebraeos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
32.0.1
Οὐ γὰρ προσεληλύθατε ὄρει ψηλαφωμένῳ, καὶ κεκαυμένῳ πυρὶ, γνόφῳ καὶ σκότῳ καὶ θυέλ λῃ, καὶ σάλπιγγος ἤχῳ, καὶ φωνῇ ῥημά των, ἧς οἱ ἀκούσαντες παρῃτήσαντο μὴ προσ τεθῆναι αὐτοῖς λόγον (οὐκ ἔφερον γὰρ τὸ διαστελλόμενον· Κἂν θηρίον θίγῃ τοῦ ὄρους, λιθοβοληθήσεται· καὶ, (οὕτω φοβερὸν ἦν τὸ φανταζόμενον) Μωϋσῆς εἶπεν, Ἔκφοβός εἰμι καὶ ἔντρομος)· ἀλλὰ προσεληλύθατε Σιὼν ὄρει, καὶ πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων, πανηγύρει καὶ Ἐκκλησίᾳ πρωτοτόκων ἐν οὐρανοῖς ἀπογεγραμμένων, καὶ κριτῇ Θεῷ πάντων, καὶ πνεύμασι δικαίων τε τελειωμένων, καὶ διαθήκης νέας μεσίτῃ Ἰησοῦ, καὶ αἵματι ῥαντισμοῦ, κρεῖττον λαλοῦντι παρὰ τὸν Ἄβελ.
32.1.1
Ἦν μὲν τὰ κατὰ τὸν ναὸν θαυμαστὰ, τὰ Ἅγια τῶν ἁγίων· ἦν δὲ πάλιν φοβερὰ καὶ ταῦτα τὰ κατὰ τὸ Σινᾶ ὄρος γεγενημένα, τὸ πῦρ, τὸ σκότος, ὁ γνόφος, ἡ θύελλα. Ὤφθη γὰρ, φησὶν, ὁ Θεὸς ἐν Σινᾷ διὰ πυρὸς καὶ θυέλλης καὶ γνόφου. Ἡ μέντοι Διαθήκη ἡ Καινὴ μετ' οὐδενὸς τούτων ἐδόθη, ἀλλ' ἐν διαλέξει ψιλῇ παρὰ τοῦ Χριστοῦ δέδοται. Ὅρα τοίνυν πῶς ποιεῖται τὰς συγκρίσεις καὶ τούτων· καὶ εἰκότως αὐτὰ ὕστερον ἔθηκεν. Ὅτε γὰρ αὐτοὺς διὰ μυρίων ἔπεισεν, ὅτε καὶ τὸ μέσον ἔδειξεν ἑκατέρας τῆς Διαθήκης, τότε λοιπὸν ὡς προκατεγνωσμένης αὐτῆς, ῥᾳδίως καὶ τούτοις ἐπιχειρεῖ· καὶ τί φησιν; Οὐ γὰρ προσεληλύθατε ὄρει ψηλαφωμένῳ, καὶ κεκαυμένῳ πυρὶ, καὶ γνόφῳ, καὶ σκότῳ, καὶ θυέλλῃ, καὶ σάλπιγγος ἤχῳ, καὶ φωνῇ ῥημάτων, ἧς οἱ ἀκούσαντες παρῃτήσαντο μὴ προστεθῆναι αὐτοῖς λόγον· οὐκ ἔφερον γὰρ τὸ διαστελλόμενον· κἂν θηρίον θίγῃ τοῦ ὄρους, λιθοβοληθήσεται. Φοβερὰ ταῦτα, φησὶ, καὶ οὕτω φοβερὰ, ὡς μηδὲ φέρειν τὴν ἀκοὴν, ὡς μηδὲ θηρίον τολμᾷν ἀνιέναι. Ἀλλ' οὐ τοιαῦτα οἷα τὰ μετὰ ταῦτα· τί γὰρ τὸ Σινᾶ πρὸς τὸν οὐρανόν; τί δὲ τὸ ψηλαφώμενον πῦρ πρὸς τὸν ἀψηλάφητον Θεόν; Ὁ Θεὸς γὰρ ἡμῶν πῦρ καταναλίσκον, φησίν. Ὅτι δὲ φρίκης ἔγεμον τὰ ἐν τῷ ὄρει τότε γεγενημένα, δῆλον ἐξ ὧν ἔλεγον· Μὴ λαλείτω ὁ Θεὸς, ἀλλὰ λαλείτω ἡμῖν Μωϋσῆς. Οὐκ ἔφερον γὰρ, φησὶ, τὸ διαστελλόμενον· Κἂν θηρίον θίγῃ, τοῦ ὄρους, λιθοβοληθήσεται, καὶ (οὕτω φοβερὸν ἦν τὸ φανταζόμενον), Μωϋσῆς εἶπεν· Ἔκφοβός εἰμι καὶ ἔντρομος. Τί θαυμαστὸν εἰ περὶ τοῦ λαοῦ τοιαῦτα παθεῖν διαλέγεται, ὅπου καὶ αὐτὸς ὁ εἰς τὸν γνόφον εἰσελθὼν, οὗ ἦν ὁ Θεὸς, φησὶν, Ἔμφοβός εἰμι καὶ ἔντρομος; Ἀλλὰ προσεληλύθατε Σιὼν ὄρει, καὶ πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων πανηγύρει, καὶ Ἐκκλησίᾳ πρωτοτόκων ἐν οὐρανοῖς ἀπογεγραμμένων, καὶ κριτῇ Θεῷ πάντων, καὶ πνεύμασι δικαίων τετελειωμένων, καὶ διαθήκης νέας μεσίτῃ Ἰησοῦ, καὶ αἵματι ῥαντισμοῦ, κρεῖττον λαλοῦντι παρὰ τὸν Ἄβελ. Ὅρα διὰ πόσων ἔδειξε τὸ ὑπερέχον τῆς Καινῆς πρὸς τὴν Παλαιάν. Ἀντὶ γὰρ τῆς κάτω Ἱερουσαλὴμ ἡ ἐπουράνιος· Προσεληλύθατε γὰρ, φησὶ, πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ· ἀντὶ Μωϋσέως ὁ Ἰησοῦς· Καὶ διαθήκης, φησὶ, νέας μεσίτῃ Ἰησοῦ· ἀντὶ δὲ τοῦ λαοῦ πάντες οἱ ἄγγελοι· Καὶ μυριάσιν ἀγγέλων πανηγύρει, φησί. Τίνας δὲ πρωτοτόκους καλεῖ λέγων, Καὶ Ἐκκλησίᾳ πρωτοτόκων; Πάντας τοὺς χοροὺς τῶν πιστῶν. Τοὺς αὐτοὺς δὲ καὶ πνεύματα δικαίων τετελειωμένων λέγει. Μὴ τοίνυν ἀσχάλλετε· μετὰ τούτων ἔσεσθε, φησί. Τί ἐστιν ὃ λέγει, Αἵματι ῥαντισμοῦ κρεῖττον λαλοῦντι παρὰ τὸν Ἄβελ; τὸ γὰρ τοῦ Ἄβελ ἐλάλησε; Ναί· καὶ πῶς, ἄκουε Παύλου λέγοντος, Πίστει πλείονα θυσίαν Ἄβελ παρὰ Κάϊν προσήνεγκε, δι' ἧς ἐμαρτυρήθη εἶναι δίκαιος· καὶ δι' αὐτῆς ἀποθανὼν ἔτι λαλεῖ. Τοῦτο καὶ ὁ Θεὸς δείκνυσι λέγων· Φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με. Ἢ τοῦτο τοίνυν ἔστιν εἰπεῖν, ἢ ὅτι ἔτι καὶ νῦν ᾄδεται· ἀλλ' οὐχ οὕτως ὡς τὸ τοῦ Χριστοῦ· τοῦτο γὰρ πάντας ἐκάθηρε, καὶ φωνὴν ἀφίησι λαμπροτέραν καὶ εὐσημοτέραν, ὅσῳ μείζονα τὴν μαρτυρίαν ἔχει τὴν διὰ τῶν πραγμάτων. Βλέπετε μὴ παραιτήσησθε τὸν λαλοῦντα. Εἰ γὰρ ἐκεῖνοι οὐκ ἐξέφυγον, τὸν ἐπὶ γῆς παραιτησάμενοι χρηματίζοντα, πολλῷ μᾶλλον ἡμεῖς οἱ τὸν ἀπ' οὐρανοῦ ἀποστρεφόμενοι. Οὗ ἡ φωνὴ τὴν γῆν ἐσάλευσε τότε· νῦν δὲ ἐπήγγελται, λέγων· Ἔτι ἅπαξ ἐγὼ σείω οὐ μόνον τὴν γῆν, ἀλλὰ καὶ τὸν οὐρανόν. Τὸ δὲ, Ἔτι ἅπαξ, δηλοῖ τῶν σαλευομένων τὴν μετάθεσιν, ὡς πεποιημένων, ἵνα μείνῃ τὰ μὴ σαλευόμενα. Διὸ βασιλείαν ἀσάλευτον παραλαμβάνοντες, ἔχομεν χάριν, δι' ἧς λατρεύωμεν εὐαρέστως τῷ Θεῷ μετὰ αἰδοῦς καὶ εὐλαβείας. Καὶ γὰρ ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον. Φοβερὰ ἐκεῖνα, ἀλλὰ πολλῷ ταῦτα θαυμασιώτερα καὶ λαμπρότερα· οὐ γὰρ σκότος ἐνταῦθα, οὐδὲ γνόφος, οὐδὲ θύελλα, ὥσπερ ἐκεῖ. Καὶ τίνος ἕνεκεν διὰ πυρὸς ὤφθη τότε ὁ Θεός; Ἐμοὶ δοκεῖ δι' ἐκείνων αἰνίττεσθαι τὸ ἀσαφὲς τῆς Παλαιᾶς, καὶ τὸ συνεσκιασμένον τοῦ νόμου καὶ τὸ συγκεκαλυμμένον· ἄλλως δὲ, ἵνα δείξῃ ὅτι ὁ νομοθέτης φοβερὸς ὀφείλει εἶναι, καὶ κολαστικὸς τοῖς παραβαίνουσι.
32.2.1
Τί δὲ οἱ ἦχοι τῆς σάλπιγγος; Εἰκότως, ἅτε ὡς βασιλέως τινὸς παρόντος. Τοῦτο γοῦν καὶ ἐπὶ τῆς δευτέρας ἔσται παρουσίας· Σαλπίσει γὰρ, φησὶ, καὶ πάντες ἀναστησόμεθα. Ὥστε τῇ τοῦ Θεοῦ δυνάμει πάντων ἡ ἀνάστασις ἔσται. Ἡ δὲ φωνὴ τῆς σάλπιγγος οὐδὲν ἕτερον, ἀλλ' ἢ τοῦτο δηλοῖ, ὅτι πάντας ἐγηγέρθαι δεῖ. Ἀλλὰ τότε μὲν ἦσαν ἐκεῖνα αἰσθητὰ, καὶ ὄψεις, καὶ φωναί· τὰ δὲ μετὰ ταῦτα πάντα, νοητὰ καὶ ἀόρατα. Καὶ τὸ μὲν πῦρ τοῦτο δηλοῖ, ὅτι ὁ Θεὸς πῦρ ἐστι. Πῦρ γὰρ, φησὶν, ὁ Θεὸς ἡμῶν καταναλίσκον· ὁ δὲ γνόφος καὶ τὸ σκότος καὶ ὁ καπνὸς πάλιν τὸ φοβερὸν ἐμφαίνει. Οὕτω καὶ ὁ Ἡσαΐας φησί· Καὶ ὁ οἶκος ἐπλήσθη καπνοῦ. Καὶ ἡ θύελλα τί βούλεται; Ῥᾴθυμον τὸ γένος τὸ ἀνθρώπινον ἦν· ἔδει τοίνυν αὐτὸ διανίστασθαι τούτοις. Οὐδεὶς γὰρ οὕτω νωθὴς, ὃς οὐκ ἄνω τὴν διάνοιαν εἶχε γινομένων τούτων καὶ νομοθετουμένων· Μωϋσῆς ἐλάλει, ὁ δὲ Θεὸς ἀπεκρίνετο αὐτῷ φωνῇ· ἔδει γὰρ τοῦ Θεοῦ φέρεσθαι τὴν φωνήν. Ἐπεὶ δὲ διὰ Μωϋσέως ἔμελλε νομοθετεῖν, διὰ τοῦτο ἀξιόπιστον αὐτὸν ποιεῖ. Οὐχ ἑώρων αὐτὸν διὰ τὸν γνόφον, οὐκ ἤκουον αὐτοῦ διὰ τὸ ἰσχνόφωνον. Τί οὖν; Ἀποκρίνεται ὁ Θεὸς φωνῇ φθεγγόμενος, ὥσπερ καὶ δημηγορῶν, καὶ ἐξακουστὰ ποιῶν τὰ νομοθετούμενα. Ἀλλ' ἴδωμεν ἄνωθεν τὰ εἰρημένα· Οὐ γὰρ προσεληλύθατε ψηλαφωμένῳ ὄρει, καὶ κεκαυμένῳ πυρὶ καὶ σάλπιγγος ἤχῳ, φωνῇ ῥημάτων, ἧς οἱ ἀκούσαντες παρῃτήσαντο, φησὶ, μὴ προστεθῆναι αὐτοῖς τὸν λόγον. Ἄρα αὐτοὶ γεγόνασιν αἴτιοι τοῦ διὰ σαρκὸς φανῆναι τὸν Θεόν. Τί δὲ καὶ ἔλεγον; Λαλείτω ἡμῖν Μωϋσῆς, καὶ μὴ λαλείτω ἡμῖν ὁ Θεός. Οἱ τὰς συγκρίσεις ποιοῦντες, μᾶλλον ἐκεῖνα αἴρουσιν, ἵνα ταῦτα πολλῷ μείζονα δείξωσιν· ἐγὼ δὲ κἀκεῖνα ἡγούμενος θαυμαστὰ (Θεοῦ γὰρ ἔργα, καὶ τῆς αὐτοῦ δυνάμεως ἀπόδειξις), ὅμως καὶ ταύτῃ κρείττονα καὶ θαυμασιώτερα τὰ ἡμέτερα δείκνυμι. Διπλῇ γὰρ μεγάλα· ὅτι τε λαμπρὰ καὶ ὅτι μείζονα ὄντα, εὐπρόσιτα μᾶλλόν ἐστι καὶ ἡμερώτερα. Τοῦτο καὶ ἐν τῇ πρὸς Κορινθίους Ἐπιστολῇ γράφων φησί· Ἡμεῖς δὲ ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμεθα, καὶ οὐχ ὡς Μωϋσῆς ἐτίθει κάλυμμα ἐπὶ πρόσωπον αὐτοῦ. Οὐκ ἠξιώθησαν, φησὶν, ὧν ἡμεῖς ἐκεῖνοι. Τίνος γὰρ κατηξιώθησαν; σκότος εἶδον, γνόφον, φωνῆς ἤκουσαν. Ἀλλὰ καὶ σὺ φωνῆς ἤκουσας, οὐ διὰ γνόφου, ἀλλὰ διὰ σαρκός· οὐ διεταράχθης οὐδὲ διεθορυβήθης, ἀλλὰ καὶ ἔστης καὶ διελέχθης τῷ μεσίτῃ. Ἄλλως δὲ, καὶ τὸ ἀόρατον δείκνυσι διὰ τοῦ σκότους. Καὶ γνόφος, φησὶν, ὑπὸ τοὺς πόδας αὐτοῦ. Τότε καὶ Μωϋσῆς ἔδεισε, νυνὶ δὲ οὐδείς· κάτω εἱστήκει ὁ λαὸς τότε, ἡμεῖς δὲ οὐκ ἐσμὲν κάτω, ἀλλὰ τοῦ οὐρανοῦ ἀνώτεροι, ἐγγὺς τοῦ Θεοῦ ὡς υἱοὶ, ἀλλ' οὐχ ὡς Μωϋσῆς. Ἐκεῖ ἔρημος ἦν, ἐνταῦθα πόλις, καὶ μυριάσιν ἀγγέλων πανηγύρει· ἐνταῦθα τὴν χαρὰν δείκνυσι καὶ τὴν εὐφροσύνην, ἀντὶ τοῦ γνόφου καὶ τοῦ σκότους καὶ τῆς θυέλλης Καὶ Ἐκκλησίᾳ πρωτοτόκων ἐν οὐρανοῖς ἀπογεγραμμένων, καὶ κριτῇ Θεῷ πάντων. Ἐκεῖνοι οὐ προσῆλθον, ἀλλὰ πόῤῥω εἱστήκεισαν, καὶ ὁ Μωϋσῆς· ὑμεῖς δὲ προσεληλύθατε. Ἐνταῦθα αὐτοὺς φοβεῖ εἰπὼν, Καὶ κριτῇ Θεῷ πάντων. Ἄρα οὐχὶ τῶν Ἰουδαίων μόνον, οὐδὲ τῶν πιστῶν, ἀλλὰ καὶ τῆς οἰκουμένης ἁπάσης καθεδεῖται κριτής. Καὶ πνεύμασι δικαίων τετελειωμένων. Τὰς ψυχὰς λέγει τῶν εὐδοκίμων. Καὶ διαθήκης νέας μεσίτῃ Ἰησοῦ, καὶ αἵματι ῥαντισμοῦ· τουτέστι, καθαρμοῦ. Κρεῖττον λαλοῦντι παρὰ τὸν Ἄβελ. Εἰ δὲ τὸ αἷμα λαλεῖ, πολλῷ μᾶλλον ὁ σφαγιασθεὶς ζῇ. Τί δὲ λαλεῖ, ἄκουε· Καὶ τὸ πνεῦμα, φησὶ, λαλεῖ στεναγμοῖς ἀλαλήτοις. Πῶς λαλεῖ; Ἔνθα γὰρ ἂν εἰς εἰλικρινῆ διάνοιαν ἐμπέσῃ, αὐτὴν διανίστησι, καὶ ποιεῖ λαλεῖν. Βλέπετε μὴ παραιτήσησθε τὸν λαλοῦντα· τουτέστι, Μὴ ἀπογνῶτε. Εἰ γὰρ ἐκεῖνοι οὐκ ἐξέφυγον τὸν ἐπὶ τῆς γῆς παραιτησάμενοι χρηματίζοντα. Τίνα λέγει; Ἐμοὶ δοκεῖ, Μωϋσῆν. Ὃ δὲ λέγει, τοῦτόἐστιν· Εἰ ἐπὶ γῆς νομοθετοῦντα παραιτησάμενοι οὐκ ἐξέφυγον, ἀπὸ τοῦ οὐρανοῦ νομοθετοῦντα πῶς παραιτησόμεθα; Ἐνταῦθα ἐπιδείκνυσιν, οὐχ ὅτι ἄλλος ἐστὶν ἐκεῖνος· μὴ γένοιτο· οὐκ ἄλλον καὶ ἄλλον δείκνυσιν, ἀλλὰ ὅτι φοβερὸς φαίνεται φωνὴν ἀφιεὶς ἐκ τοῦ οὐρανοῦ. Αὐτὸς μὲν οὖν ἐστι καὶ οὗτος κἀκεῖνος, φοβερὸς δὲ οὗτος· οὐ γὰρ διαφορὰν λέγει προσώπων, ἀλλὰ δόσεως. Πόθεν δῆλον; Ἐξ ὧν ἐπήγαγε λέγων· Εἰ γὰρ ἐκεῖνοι οὐκ ἐξέφυγον, παραιτησάμενοι τὸν ἐπὶ γῆς χρηματίζοντα, πολλῷ μᾶλλον ἡμεῖς οἱ τὸν ἀπ' οὐρανῶν ἀποστρεφόμενοι. Τί οὖν; ἄλλος οὗτός ἐστι παρ' ἐκεῖνον; πῶς οὖν φησιν, Οὗ ἡ φωνὴ τὴν γῆν ἐσάλευσε τότε; ἡ γὰρ τοῦ τότε δόντος τὸν νόμον φωνὴ τὴν γῆν ἐσάλευσε. Νῦν δὲ ἐπήγγελται λέγων· Ἔτι ἅπαξ ἐγὼ σείω οὐ μόνον τὴν γῆν, ἀλλὰ καὶ τὸν οὐρανόν. Τὸ δὲ, ἔτι ἅπαξ, δηλοῖ τῶν σαλευομένων τὴν μετάθεσιν ὡς πεποιημένων. Ἄρα ἐκ τοῦ μέσου πάντα ἀρεήσεται, καὶ ἐπὶ τὸ βέλτιον συμπαγήσεται ἄνωθεν· τοῦτο γὰρ αἰνίττεται ταῦτα λέγων ἐνταῦθα. Τί τοίνυν ἀλγεῖς, ἐν κόσμῳ πάσχων οὐ μένοντι, ἐν κόσμῳ θλιβόμενος μικρὸν ὕστερον παροδευομένῳ; Εἰ ἐν ὑστέρῳ τοῦ κόσμου ἡ ἄνεσις ἦν, τότε θλίβεσθαι ἐχρῆν πρὸς τὸ τέλος ὁρῶντα. Ἵνα μείνῃ, φησὶ, τὰ μὴ σαλευόμενα. Ποῖα δέ ἐστι τὰ μὴ σαλευόμενα; Τὰ μέλλοντα.
32.3.1
Πάντα τοίνυν ὑπὲρ τούτου πράττωμεν, ὥστε ἐκείνων τυχεῖν, ὥστε ἐκείνων ἀπολαῦσαι τῶν ἀγαθῶν. Ναὶ δέομαι καὶ ἀντιβολῶ, τοῦτο σπουδάζωμεν. Οὐδεὶς ἐν πόλει μελλούσῃ καταπίπτειν οἰκοδομεῖ. Εἰπὲ δή μοι, παρακαλῶ, εἴ τις ἔλεγεν ὅτι μετὰ ἐνιαυτὸν αὕτη πεσεῖται ἡ πόλις, ἡ δεῖνα δὲ οὐ πάντως, ἆρα ἂν ᾠκοδόμησας ἐν τῇ μελλούσῃ καταπίπτειν; Ὥστε τοῦτο καὶ νῦν λέγω, μὴ οἰκοδομῶμεν ἐν τῷ κόσμῳ τούτῳ· πεσεῖται μικρὸν ὕστερον, καὶ πάντα ἀπολεῖται. Τί δὲ λέγω, πεσεῖται; πρὸ τῆς πτώσεως ἡμεῖς ἀπολούμεθα καὶ δεινὰ πεισόμεθα, ἡμεῖς αὐτῶν ἐκστησόμεθα. Τί οἰκοδομοῦμεν ἐπὶ τὴν ἄμμον; Οἰκοδομήσωμεν ἐπὶ τὴν πέτραν· ὅπερ γὰρ ἐὰν ἐπέλθῃ, ἀνάλωτος ἐκείνη μένει ἡ οἰκοδομὴ, οὐδὲν αὐτὴν δυνήσεται ἑλεῖν, εἰκότως· πάσαις γὰρ ἐπιβουλαῖς τοιαύταις ἄβατος ὁ χῶρος ἐκεῖνος, ὥσπερ οὖν ὁ ἐνταῦθα βατός· καὶ γὰρ σεισμοὶ καὶ ἐμπρησμοὶ καὶ πολεμίων ἔφοδος καὶ ζῶντας ἡμᾶς ἀφαιρεῖται αὐτὴν, πολλάκις δὲ καὶ μετ' αὐτῆς ἀπόλλυσιν. Ὅταν δὲ καὶ αὐτὴ ἑστήκῃ, τότε ἡμᾶς ἢ νόσος ἀπήγαγε θᾶττον, ἢ μένοντας οὐκ εἴασεν αὐτῆς ἀπολαῦσαι καλῶς· ποία γὰρ ἡδονὴ, ἔνθα νόσοι, καὶ συκοφαντίαι, καὶ φθόνος, καὶ ἐπιβουλαί; Ἢ εἰ μηδὲν τούτων ᾖ τὸ ἐνοχλοῦν, παιδία πολλάκις μὴ ἔχοντες, ἀλύομεν, δυσανασχετοῦμεν, οὐκ ἔχοντες οἷς παραδῶμεν τὰς οἰκίας καὶ τἄλλα πάντα· καὶ κατατρυχόμεθα λοιπὸν ὡς ἑτέροις πονοῦντες· πολλάκις δὲ καὶ εἰς ἐχθροὺς ἦλθεν ὁ κλῆρος, οὐκ ἀπελθόντων μόνον ἡμῶν, ἀλλὰ καὶ ζώντων. Τί τοίνυν ἀθλιώτερον τοῦ τοῖς ἐχθροῖς κάμνειν, καὶ ἵνα ἐκεῖνοι ἀναπαύσωνται, αὐτοὺς ἁμαρτίας συλλέγειν; καὶ τούτου τὰ ὑποδείγματα πολλὰ ἐν ταῖς πόλεσιν ὁρᾶται· καὶ σιγῶ, ἵνα μὴ λυπήσω τοὺς ἀπεστερημένους· ἐπεὶ εἶπον ἂν ὀνομαστὶ καί τινας ἐξ αὐτῶν, καὶ πολλὰ εἶχον διηγήματα εἰπεῖν, καὶ πολλὰς ὑποδεῖξαι οἰκίας ὑμῖν, αἳ κυρίους ἔλαβον τοὺς ἐχθροὺς τῶν περὶ αὐτὰς πονησάντων· οὐκ οἰκίαι δὲ, ἀλλὰ καὶ ἀνδράποδα καὶ ἅπας ὁ κλῆρος πολλάκις εἰς τοὺς ἐχθροὺς περιῆλθε. Τοιαῦτα γὰρ τὰ ἀνθρώπινα. Ἐν τοῖς οὐρανοῖς δὲ οὐδὲν ἔστι δεῖσαι τούτων, μὴ τοῦ τετελευτηκότος ἕτερος ἔλθῃ ὁ ἐχθρὸς, καὶ τὸν κλῆρον διαδέξηται· οὔτε γὰρ θάνατός ἐστιν ἐκεῖ. οὔτε ἀπέχθεια· αἱ σκηναὶ τῶν ἁγίων εἰσὶ μόναι· ἐν δὲ τοῖς ἁγίοις ἐκείνοις ἀγαλλίασις, χαρὰ, εὐφροσύνη· Φωνὴ γὰρ, φησὶν, ἀγαλλιάσεως ἐν σκηναῖς δικαίων. Αἰώνιοί εἰσι, τέλος οὐκ ἔχουσαι. Οὐχ αὗται τῷ χρόνῳ καταπίπτουσιν, οὐ τοὺς κεκτημένους ἀμείβουσιν, ἀλλ' ἑστήκασιν ἐν ἀκμῇ διηνεκεῖ, εἰκότως· οὐ γὰρ ἔστι τι φθαρτὸν οὐδὲ ἐπίκηρον ἐκεῖ, ἀλλὰ πάντα ἀθάνατα καὶ ἀκήρατα. Οὐκοῦν κενώσωμεν εἰς ταύτην τὴν οἰκοδομὴν τὰ χρήματα· οὐ δεῖ τεκτόνων ἡμῖν, οὐδὲ ἐργατῶν· αἱ τῶν πενήτων χεῖρες τὰς τοιαύτας οἰκοδομοῦσιν οἰκίας, οἱ χωλοὶ, οἱ τυφλοὶ, οἱ ἀνάπηροι· οὗτοι ἐκείνας τὰς οἰκίας οἰκοδομοῦσι. Καὶ μὴ θαυμάσῃς, ὅπου γε καὶ βασιλείαν ἡμῖν οὗτοι προξενοῦσι, καὶ παῤῥησίαν ἡμῖν διδόασι πρὸς τὸν Θεόν. Ἡ γὰρ ἐλεημοσύνη τέχνη τίς ἐστιν ἀρίστη, καὶ προστάτις τῶν ἐργαζομένων αὐτήν· φίλη γὰρ τῷ Θεῷ ἐστι, καὶ πλησίον ἕστηκεν αὐτοῦ, ὑπὲρ ὧν ἂν βούληται, εὐκόλως αἰτοῦσα χάριν, μόνον ἂν μὴ ἀδικῆται παρ' ἡμῶν· ἀδικεῖται δὲ, ὅταν ἐξ ἁρπαγῆς αὐτὴν ἐργαζώμεθα· ὡς ἐὰν ᾖ καθαρὰ, πολλὴν τοῖς ἀναπέμπουσιν αὐτὴν δίδωσι τὴν παῤῥησίαν. Τοσαύτη αὐτῆς ἡ ἰσχὺς, ὅτι καὶ ὑπὲρ προσκεκρουκότων δεῖται, καὶ ὑπὲρ ἡμαρτηκότων. Αὕτη διαῤῥήγνυσι τὰ δεσμὰ, λύει τὸ σκότος, σβέννυσι τὸ πῦρ, θανατοῖ τὸν σκώληκα, ἀπελαύνει τὸν τῶν ὀδόντων βρυγμόν· ταύτῃ μετὰ πολλῆς ἀδείας ἀνοίγονται τῶν οὐρανῶν αἱ πύλαι. Καὶ ὥσπερ βασιλίδος εἰσιούσης οὐδεὶς τολμήσει τῶν φυλάκων τῶν ἐπὶ ταῖς θύραις τεταγμένων ἐξετάσαι τίς εἴη καὶ πόθεν, ἀλλὰ πάντες εὐθέως ὑποδέχονται· οὕτω δὴ καὶ τὴν ἐλεημοσύνην· βασιλὶς γάρ ἐστιν ὄντως, ὁμοίους ἀνθρώπους ποιοῦσα Θεῷ. Ἔσεσθε γὰρ, φησὶν, οἰκτίρμονες, ὡς ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος οἰκτίρμων ἐστίν. Ὑπόπτερός ἐστι καὶ κούφη, πτέρυγας ἔχουσα χρυσᾶς, πτῆσιν ἔχουσα πάνυ τέρπουσαν τοὺς ἀγγέλους. Ἐκεῖ, φησὶ, Πτέρυγες περιστερᾶς περιηργυρωμέναι, καὶ τὰ μετάφρενα αὐτῆς ἐν χλωρότητι χρυσίου. Καθάπερ γὰρ περιστερά τις χρυσῆ καὶ ζῶσα, πέταται, ὄμμα προσηνὲς ἔχουσα, ὀφθαλμὸν ἥμερον. Οὐδὲν τοῦ ὀφθαλμοῦ ἐκείνου βέλτιον. Καλός ἐστι καὶ ὁ ταὼς, ἀλλὰ πρὸς ἐκείνην κολοιός ἐστιν· οὕτως ἡ ὄρνις αὕτη καλή τίς ἐστι καὶ θαυμαστή. Ἄνω διὰ παντὸς ὁρᾷ, πολλῇ τοῦ Θεοῦ τῇ δόξῃ περιστοιχίζεται· παρθένος ἐστὶ πτέρυγας ἔχουσα χρυσᾶς, περιεσταλμένη, λευκὸν πρόσωπον ἔχουσα καὶ ἥμερον· ὑπόπτερός ἐστι καὶ κούφη, παρὰ τὸν θρόνον ἑστῶσα τὸν βασιλικόν. Ὅταν κρινώμεθα, ἄφνω ἐφίπταται καὶ φαίνεται, καὶ ἐξαιρεῖται τῆς κολάσεως ἡμᾶς, ταῖς αὑτῆς πτέρυξι περιβάλλουσα. Ταύτην θέλει ὁ Θεὸς μᾶλλον, ἢ θυσίας· πολλὰ περὶ αὐτῆς διαλέγεται· οὕτως αὐτὴν φιλεῖ. Χήραν καὶ ὀρφανὸν καὶ πένητα, φησὶν, ἀναλήψεται. Ἀπ' αὐτῆς φιλεῖ καλεῖσθαι ὁ Θεός· Οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, φησὶν ὁ Δαυῒδ, μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινός· καὶ πάλιν ἕτερος, Ἔλεος τοῦ Θεοῦ ἐπὶ πᾶσαν τὴν γῆν. Αὕτη τὸ τῶν ἀνθρώπων γένος διέσωσεν· εἰ γὰρ μὴ ἠλέησεν ἡμᾶς ὁ Θεὸς, πάντα ἂν ἀπόλωλεν· αὕτη ἐχθροὺς ἡμᾶς ὄντας κατήλλαξεν, αὕτη τὰ μυρία ἀγαθὰ εἰργάσατο, αὕτη τὸν Υἱὸν τοῦ Θεοῦ ἔπεισε δοῦλον γενέσθαι καὶ κενῶσαιἑαυτόν. Ταύτην ζηλώσωμεν, ἀγαπητοὶ, δι' ἧς ἐσώθημεν· ταύτην ἀγαπήσωμεν, ταύτην χρημάτων προτιμήσωμεν, καὶ χωρὶς χρημάτων ψυχὴν ἐλεήμονα ἔχωμεν. Οὐδὲν οὕτω χαρακτηριστικὸν Χριστιανοῦ, ὡς ἐλεημοσύνη· οὐδὲν οὕτω καὶ ἄπιστοι καὶ πάντες θαυμάζουσιν, ὡς ὅταν ἐλεῶμεν. Πολλαχοῦ γὰρ καὶ ἡμεῖς δεόμεθα τοῦ ἐλέους τούτου, καὶ πρὸς τὸν Θεὸν καθ' ἑκάστην λέγομεν· Κατὰ τὸ μέγα σου ἔλεος ἐλέησον ἡμᾶς. Πρότερον αὐτοὶ ἀρχώμεθα· μᾶλλον δὲ οὐκ ἀρχόμεθα πρότερον· καὶ γὰρ αὐτὸς ἤδη ἐπεδείξατο τὸν ἔλεον αὐτοῦ τὸν περὶ ἡμᾶς. Ἀλλ', ἀγαπητοὶ, κἂν δεύτεροι ἑπώμεθα. Εἰ γὰρ ἄνθρωποι τὸν ἐλεήμονα, κἂν μυρία ἐργάσηται ἁμαρτήματα, ἐλεοῦσι· πολλῷ μᾶλλον ὁ Θεός. Ἄκουε τοῦ προφήτου λέγοντος· Ἐγὼ δὲ ὡσεὶ ἐλαία, φησὶ, κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ. Τοιοῦτοι γενώμεθα, ὡς ἐλαία γενώμεθα· πάντοθεν βριθώμεθα ταῖς ἐντολαῖς· οὐ γὰρ ἀρκεῖ ὡς ἐλαίαν εἶναι, ἀλλὰ καὶ κατάκαρπον. Εἰσὶ γὰρ οἳ ἐλεοῦντες ὀλίγα διδόασιν, ἢ διὰ παντὸς τοῦ ἐνιαυτοῦ ἅπαξ, ἢ καθ' ἑκάστην ἑβδομάδα, ἢ τὸ τυχὸν προϊέμενοι· οὗτοι ἐλαῖαι μέν εἰσιν, οὐ κατάκαρποι δὲ, ἀλλὰ καὶ ξηραί. Ὅτι μὲν γὰρ ἐλεοῦσιν, ἐλαῖαι· ὅτι δὲ οὐ φιλοτίμως, οὐ κατάκαρποι ἐλαῖαι. Ἀλλ' ἡμεῖς κατάκαρποι γενώμεθα. Ὃ πολλάκις εἶπον, καὶ λέγω νῦν· οὐ τῷ μέτρῳ τῶν διδομένων τὸ μέγεθος δείκνυται τῆς ἐλεημοσύνης, ἀλλὰ τῇ προαιρέσει τοῦ διδόντος. Ἴστε τὰ κατὰ τὴν χήραν· καλὸν ἀεὶ φέρειν τοῦτο τὸ ὑπόδειγμα, ἵνα μηδὲ ὁ πένης ἀπογινώσκῃ ἑαυτοῦ, ὁρῶν εἰς τὴν τὰ δύο λεπτὰ καταβαλοῦσαν. Ἤνεγκάν τινες καὶ τρίχας ἐν τῇ τοῦ ναοῦ κατασκευῇ, καὶ οὐδὲ οὗτοι ἀπεβλήθησαν. Ἀλλ' εἰ μὲν χρυσίον ἔχοντες, τρίχας ἔφερον, ἐπικατάρατοι· εἰ δὲ τοῦτο ἔχοντες μόνον, τοῦτο ἤνεγκαν, ἀπόδεκτοι. Διὰ τοῦτο καὶ ὁ Κάϊν ἐμέμφθη, οὐκ ἐπειδὴ φαῦλα προσήνεγκεν, ἀλλ' ἐπειδὴ ὧν εἶχε τὰ φαυλότερα· Ἐπικατάρατος, φησὶν, ὃς ἔχει ἄρσεν, καὶ θύει διεφθαρμένον τῷ Θεῷ, Οὐχ ἁπλῶς εἶπεν, ἀλλ' ὁ ἔχων, φησὶ, καὶ φειδόμενος. Εἰ τοίνυν τις οὐκ ἔχει, ἀπήλλακται καὶ ἐγκλημάτων, μᾶλλον δὲ ἔχει μισθόν. Τί γὰρ δύο ὀβολῶν εὐτελέστερον, καὶ τριχῶν οὐδαμινέστερον; τί δὲ σεμιδάλεως κοτύλης; ἀλλ' ὅμως ταῦτα ηὐδοκίμησεν ὁμοίως τοῖς μόσχοις καὶ τῷ χρυσίῳ. Καθ' ὃ γὰρ ἔχει τις, εὐπρόσδεκτος, οὐ καθ' ὃ οὐκ ἔχει· καὶ, Ὡς ἂν ἔχῃ, φησὶν, ἡ χείρ σου, εὖ ποίει· διὸ, παρακαλῶ, κενώσωμεν προθύμως τὰ ὄντα εἰς τοὺς πένητας· κἂν ὀλίγα ᾖ, τὸν αὐτὸν ληψόμεθα μισθὸν τοῖς τὰ πλείονα καταβάλλουσι, μᾶλλον δὲ πλείονα τῶν μυρία τάλαντα καταβαλλόντων. Ἂν ταῦτα ποιῶμεν, ἐπιτευξόμεθα τῶν ἀφάτων θησαυρῶν τοῦ Θεοῦ, ἂν μὴ ἀκούωμεν μόνον, ἀλλὰ καὶ πράττωμεν, ἂν μὴ ἐπαινῶμεν, ἀλλὰ καὶ διὰ τῶν ἔργων ἐπιδεικνύωμεν. Ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.