Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In epistulam ad Hebraeos
John ChrysostomHebr 33 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
33.0.1
Διὸ βασιλείαν ἀσάλευτον παραλαμβάνοντες, ἔχω μεν χάριν, δι' ἧς λατρεύωμεν εὐαρέστως τῷ Θεῷ μετὰ αἰδοῦς καὶ εὐλαβείας. Καὶ γὰρ ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον.
33.1.1
Ὅπερ ἀλλαχοῦ φησι, Τὰ γὰρ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια, καὶ ἀπὸ τούτου ποιούμενος τὴν παράκλησιν τὴν ἐπὶ τοῖς κακοῖς οἷς κατὰ τὸν παρόντα βίον ὑπομένομεν, τοῦτο δὴ καὶ ἐνταῦθα ποιεῖ, καί φησιν, Ἔχωμεν χάριν· τουτέστιν, εὐχαριστῶμεν τῷ Θεῷ, βέβαιοι μένωμεν. Οὐ γὰρ μόνον οὐκ ὀφείλομεν ἀποδυσπετεῖν ἐπὶ τοῖς παροῦσιν, ἀλλὰ καὶ χάριν αὐτῷ μεγίστην εἰδέναι ἐπὶ τοῖς μέλλουσι. Δι' ἧς λατρεύωμεν εὐαρέστως τῷ Θεῷ· τουτέστιν, Οὕτω γὰρ ἔστιν εὐαρέστως λατρεύειν τῷ Θεῷ, εὐχαριστοῦντα ἐν ἅπασι. Πάντα ποιεῖτε, φησὶ, χωρὶς γογγυσμῶν καὶ διαλογισμῶν, Ὃ γὰρ ἂν ἐργάσηταί τις γογγύζων, ὑποτέμνεται καὶ ἀπώλεσε τὸν μισθὸν, καθάπερ οἱ Ἰσραηλῖται· ἴστε γὰρ ἡλίκην ἐκεῖνοι δίκην ἔτισαν ὑπὲρ γογγυσμῶν. Διό φησι, Μηδὲ γογγύζετε. Οὐκ ἄρα ἔστιν εὐαρέστως λατρεῦσαι, μὴ χάριν εἰδότα πάντων αὐτῷ καὶ τῶν πειρασμῶν καὶ τῶν ἀνέσεων. Μετὰ αἰδοῦς καὶ εὐλαβείας· τουτέστι, μηδὲν ἰταμὸν φθεγγώμεθα, μηδὲν ἀναίσχυντον, ἀλλὰ συστέλλωμεν ἑαυτοὺς, ἵνα αἰδέσιμοι ὦμεν· τοῦτο γάρ ἐστιν ὃ λέγει, Μετ' αἰδοῦς καὶ εὐλαβείας. Ἡ φιλαδελφία μενέτω. Τῆς φιλοξενίας μὴ ἐπιλανθάνεσθε· διὰ ταύτης γὰρ ἔλαθόν τινες ξενίσαντες ἀγγέλους. Ὅρα πῶς τὰ παρόντα προστάττει φυλάττειν αὐτούς· καὶ οὐχὶ προστίθησιν ἕτερα· οὐ γὰρ εἶπε, Γίνεσθε φιλάδελφοι, ἀλλὰ, Μενέτω ἡ φιλαδελφία. Καὶ πάλιν οὐκ εἶπε, Φιλόξενοι γένεσθε, ὡς οὐκ οὖσιν, ἀλλὰ, Τῆς φιλοξενίας μὴ ἐπιλανθάνεσθε· τοῦτο γὰρ εἰκὸς ἀπὸ τῶν θλίψεων γίνεσθαι. Εἶτα καὶ ἐπάγει ὅπερ ἱκανὸν ἦν μᾶλλον προτρέψαι, λέγων· Ἔλαθόν τινες ξενίσαντες ἀγγέλους. Ὁρᾷς ὅση ἡ τιμὴ, ὅσον τὸ κέρδος; Τί ἐστιν, Ἔλαθον; Οὐκ εἰδότες, φησὶν, ἐξένισαν. Διὰ τοῦτο καὶ μέγας ὁ μισθὸς τῷ Ἀβραὰμ δέδοται, ὅτι μὴ εἰδὼς ἀγγέλους αὐτοὺς ὄντας, ἐξένισεν· ἐπεὶ, εἰ ᾔδει, οὐδὲν θαυμαστόν. Τινὲς ἐνταῦθα καὶ τὸν Λὼτ αὐτὸν αἰνίττεσθαί φασι, καὶ δι' αὐτὸν εἰρηκέναι αὐτό. Μιμνήσκεσθε τῶν δεσμίων ὡς συνδεδεμένοι, τῶν κακουχουμένων, ὡς καὶ αὐτοὶ ὄντες ἐν σώματι. Τίμιος ὁ γάμος ἐν πᾶσι, καὶ ἡ κοίτη ἀμίαντος· πόρνους δὲ καὶ μοιχοὺς κρινεῖ ὁ Θεός. Ἀφιλάργυρος ὁ τρόπος· ἀρκούμενοι τοῖς παροῦσιν. Ὅρα πόσος περὶ σωφροσύνης ὁ λόγος αὐτῷ. Εἶπεν, Εἰρήνην διώκετε καὶ τὸν ἁγιασμόν· καὶ πάλιν, Μή τις ἢ πόρνος, ἢ βέβηλος· νῦν πάλιν φησὶ, Πόρνους καὶ μοιχοὺς κρινεῖ ὁ Θεός. Πανταχοῦ δὲ μετὰ ἐπιτιμίου ἡ ἀπαγόρευσις. Καὶ πῶς, σκόπει ἐντεῦθεν· Εἰρήνην, εἰπὼν, διώκετε μετὰ πάντων καὶ τὸν ἁγιασμὸν, ἐπήγαγεν, Οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον· ἐνταῦθα δὲ, Πόρνους δὲ καὶ μοιχοὺς κρινεῖ ὁ Θεὸς, καὶ πρότερον θεὶς τὸ, Τίμιος ὁ γάμος ἐν πᾶσι καὶ ἡ κοίτη ἀμίαντος, εἶτα ἐπιτίμιον ἐπαγαγὼν, δείκνυσιν ὅτι δικαίως τὰ ἑξῆς ἐπήγαγεν. Εἰ γὰρ γάμος συνεχωρήθη, δικαίως ὁ πόρνος κολάζεται, δικαίως ὁ μοιχὸς τιμωρεῖται. Ἐνταῦθα πρὸς τοὺς αἱρετικοὺς ἀποδύεται. Οὐκ εἶπε πάλιν, Μηδεὶς ἔστω πόρνος· ἀλλ' ἅπαξ εἰπὼν, τότε ἐπήγαγεν ὡς κοινὴν παραίνεσιν, καὶ οὐχ ὡς πρὸς αὐτοὺς ἀποτεινόμενος· Ἀφιλάργυρος ὁ τρόπος· ἀρκούμενοι τοῖς παροῦσιν. Οὐκ εἶπεν, ὅτι Μηδὲν κτήσησθε,
33.61.1
Ἀφιλάργυρος ὁ τρόπος ἔστω· τουτέστιν, ἐλεύθερος ὁ νοῦς ἔστω, δεικνύτω τὸ φιλόσοφον ἡ γνώμη· δείξει δὲ, ἐὰν μὴ ζητῶμεν τὰ περιττὰ, ἐὰν τῆς χρείας μόνον γενώμεθα. Καὶ γὰρ ἀνωτέρω ἔλεγε, Καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν μετὰ χαρᾶς προσεδέξασθε. Ταῦτα ὥστε μὴ εἶναι φιλαργύρους παραινεῖ. Ἀρκούμενοι, φησὶ, τοῖς παροῦσιν. Εἶτα καὶ ἐνταῦθα ἡ παραμυθία, ὥστε μὴ ἀπαγορεύειν· Αὐτὸς γὰρ, φησὶν, εἴρηκεν, Οὐ μή σε ἀνῶ, οὐδ' οὐ μή σε ἐγκαταλίπω. Ὥστε θαῤῥοῦντας ἡμᾶς λέγειν, Κύριος ἐμοὶ βοηθὸς, καὶ οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος. Ἰδοὺ πάλιν ἐν τοῖς πειρασμοῖς ἡ παραμυθία. Μνημονεύετε τῶν ἡγουμένων ὑμῶν. Τοῦτο ἄνωθεν ὤδινεν εἰπεῖν· διὰ τοῦτο ἔλεγεν, Εἰρήνην διώκετε μετὰ πάντων. Τοῦτο καὶ Θεσσαλονικεῦσι παρῄνει, ὥστε ἔχειν αὐτοὺς ἐν τιμῇ ὑπὲρ ἐκπερισσοῦ. Μνημονεύετε, φησὶ, τῶν ἡγουμένων ὑμῶν, οἵτινες ἐλάλησαν ὑμῖν τὸν λόγον τοῦ Θεοῦ· ὧν ἀναθεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς, μιμεῖσθε τὴν πίστιν. Ποία ἀκολουθία αὕτη; Ἀρίστη μὲν οὖν· λέγει γὰρ, Θεωροῦντες αὐτῶν τὴν ἀναστροφὴν, τουτέστι, τὸν βίον, μιμεῖσθε τὴν πίστιν· ἀπὸ γὰρ βίου καθαροῦ ἡ πίστις. Ἢ τὴν πίστιν τὸ βέβαιον λέγει. Πῶς; Δείκνυσι γὰρ ὅτι πιστεύσαντες βεβαίως τοῖς μέλλουσι, τὴν ἀρίστην πολιτείαν κατώρθωσαν. Οὐ γὰρ ἂν ἐπεδείξαντο βίον καθαρὸν, εἴ γε ἠμφισβήτουν περὶ τῶν μελλόντων, εἴ γε ἀμφέβαλλον. Ὥστε καὶ ἐνταῦθα τὸ αὐτὸ θεραπεύει. Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς, καὶ εἰς τοὺς αἰῶνας. Διδαχαῖς ποικίλαις καὶ ξέναις μὴ παραφέρεσθε· καλὸν γὰρ χάριτι βεβαιοῦσθαι τὴν καρδίαν, οὐ βρώμασιν, ἐν οἷς οὐκ ὠφελήθησαν οἱ περιπατήσαντες.
33.2.1
Ἐνταῦθα τὸ, Χθὲς, τὸν παρελθόντα πάντα λέγει χρόνον· τὸ, Σήμερον, τὸν ἐνεστῶτα· ὁ αἰὼν, τὸ ἄπειρον καὶ λῆξιν οὐκ ἔχον. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἀρχιερέα ἠκούσατε, ἀλλ' οὐκ ἀρχιερέα λήγοντα· ἀεὶ γὰρ ὁ αὐτός ἐστι. Τάχα δὲ ὡς ὄντων τινῶν τῶν λεγόντων, ὅτι οὐκ ἔστιν ὁ σταυρωθεὶς οὗτος ὁ προσδοκώμενος Χριστὸς, ἀλλ' ἕτερος ἥξει, τὸ, Χθὲς καὶ σήμερον, λέγει, καὶ, Ὁ αὐτὸς εἰς τοὺς αἰῶνας· δηλῶν διὰ τούτου, ὅτι ὁ ἐλθὼν πάλιν ἥξει, καὶ αὐτὸς οὗτος καὶ προῆν, καὶ ἔστι, καὶ ἔσται εἰς τοὺς αἰῶνας. Ἐπεὶ καὶ νῦν Ἰουδαῖοι λέγουσιν, ὅτι ἕτερος ἥξει· οἳ καὶ τοῦ ὄντος ἀποστερήσαντες ἑαυτοὺς, τῷ Ἀντιχρίστῳ περιπεσοῦνται. Διδαχαῖς ποικίλαις, φησὶ, καὶ ξέναις μὴ παραφέρεσθε. Οὐ μόνον ξέναις, ἀλλ' οὐδὲ ποικίλαις διδαχαῖς βούλεται αὐτοὺς παραφέρεσθαι· οἶδε γὰρ ἐξ ἀμφοτέρων τοῖς παραφερομένοις ὄλεθρον τίκτεσθαι. Καλὸν γὰρ χάριτι βεβαιοῦσθαι τὴν καρδίαν, οὐ βρώμασιν, ἐν οἷς οὐκ ὠφελήθησαν οἱ περιπατήσαντες. Ἐνταῦθα ἠρέμα αἰνίττεται τοὺς τὴν παρατήρησιν τῶν βρωμάτων εἰσάγοντας· τῇ γὰρ πίστει πάντα καθαρά· πίστεως οὖν δεῖ, οὐ βρωμάτων. Ἔχομεν γὰρ θυσιαστήριον, ἐξ οὗ φαγεῖν ἐξουσίαν οὐκ ἔχουσιν οἱ τῇ σκηνῇλατρεύοντες. Οὐχ οἷα τὰ Ἰουδαϊκὰ, φησὶ, τοιαῦτα τὰ παρ' ἡμῖν, ὡς μηδὲ ἀρχιερεῖ θέμις εἶναι μετέχειν αὐτῶν. Ὥστε ἐπειδὴ εἶπε, Μὴ παρατηρεῖτε, ἐδόκει δὲ τοῦτο καταβάλλοντος εἶναι τὰ ἴδια, πάλιν αὐτὸ περιστρέφει. Μὴ γὰρ καὶ ἡμεῖς οὐ παρατηροῦμεν, φησί; Καὶ παρατηροῦμεν, καὶ σφοδρότερον οὐδὲ αὐτοῖς τοῖς ἱερεῦσι μεταδιδόντες αὐτῶν. Ὧν γὰρ εἰσφέρεται ζώων τὸ αἷμα περὶ ἁμαρτίας εἰς τὰ ἅγια διὰ τοῦ ἀρχιερέως, τούτων τὰ σώματα κατακαίεται ἔξω τῆς παρεμβολῆς. Διὸ καὶ Ἰησοῦς, ἵνα ἁγιάσῃ διὰ τοῦ ἰδίου αἵματος τὸν λαὸν, Ἔξω τῆς πύλης, φησὶν, ἔπαθεν. Εἶδες τὸν τύπον λάμποντα; Ἔξω, φησὶν, τῆς παρεμβολῆς, καὶ, Ἔξω τῆς πύλης. Ἐπεὶ οὖν τὰ προσφερόμενα περὶ ἁμαρτίας τύπος τις ἦσαν, καὶ ἔξω τῆς παρεμβολῆς ὡλοκαυτοῦντο, καὶ ὁ ὑπὲρ ἁμαρτιῶν ἡμῶν προσαχθεὶς Ἰησοῦς εἰκότως ἔξω τῆς πύλης πάσχει. Οὐκοῦν καὶ ἡμᾶς τὸν ὑπὲρ ἡμῶν παθόντα μιμεῖσθαι χρὴ, καὶ ἔξω τοῦ κόσμου γίνεσθαι, μᾶλλον δὲ τῶν τοῦ κόσμου πραγμάτων. Διὸ καὶ τοῦτο δηλῶν ἐπήγαγε· Τοίνυν ἐξερχώμεθα πρὸς αὐτὸν ἔξω τῆς παρεμβολῆς, φέροντες τὸν ὀνειδισμὸν αὐτοῦ· τουτέστι, τὰ αὐτὰ πάσχοντες, κοινωνοῦντες αὐτῷ ἐν τοῖς παθήμασιν. Ὡς κατάδικος ἐσταυρώθη ἔξω· μὴ τοίνυν μηδὲ ἡμεῖς αἰσχυνώμεθα ἐξιέναι ἔξω τοῦ κόσμου· τοῦτο γὰρ ᾐνίξατο τῷ εἰπεῖν, Ἔξω τῆς παρεμβολῆς, καὶ, Ἔξω τῆς πύλης. Οὐ γὰρ ἔχομεν ὧδε μένουσαν, φησὶ, πόλιν, ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν. Δι' αὐτοῦ οὖν ἀναφέρωμεν θυσίαν αἰνέσεως διαπαντὸς τῷ Θεῷ· τουτέστι, καρπὸν χειλέων ὁμολογούντων τῷ ὀνόματι αὐτοῦ. Δι' αὐτοῦ, εἶπεν, ὡς δι' ἀρχιερέως, τὸ κατὰ σάρκα. Ὁμολογούντων, φησὶ, τῷ ὀνόματι αὐτοῦ. Ὡσανεὶ ἔλεγεν, Εἰ ὁμολογεῖν αὐτῷ δεῖ, μηδὲν βλάσφημον, μηδὲν ἰταμὸν, μηδὲν θρασὺ, μηδὲν τολμηρὸν, μηδὲν ἀπονενοημένον φθεγγώμεθα, ἀλλὰ μετὰ αἰδοῦς καὶ εὐλαβείας πάντα ποιῶμεν καὶ λέγωμεν. Ταῦτα λέγει οὐχ ἁπλῶς, ἀλλ' ἐπειδὴ οἶδεν αὐτοὺς θλιβομένους· ψυχὴ δὲ ἐν ταῖς θλίψεσιν ἀπογινώσκει καὶ ἀπαναισχυντεῖ. Ἀλλὰ μὴ ἡμεῖς, φησίν. Ἰδοὺ πάλιν τὸ αὐτὸ εἶπεν, ὅπερ ἀνωτέρω ἔλεγε· Μὴ ἐγκαταλείποντες τὴν ἐπισυναγωγὴν ἑαυτῶν. Οὕτω δυνησόμεθα μετὰ αἰδοῦς πάντα ποιεῖν· πολλάκις γὰρ καὶ ἀνθρώπους αἰσχυνόμενοι, πολλὰ οὐ πράττομεν τῶν πονηρῶν. Τῆς δὲ εὐποιίας καὶ κοινωνίας μὴ ἐπιλανθάνεσθε.
33.3.1
Ταῦτα τότε μὲν ὁ Παῦλος ἔλεγε, νῦν δὲ ἐγὼ λέγω· οὐχὶ πρὸς τοὺς παρόντας μόνον ἀδελφοὺς δὲ τὰ αὐτὰ λέγω, ἀλλὰ καὶ πρὸς τοὺς ἀπόντας. Οὐδεὶς τὰ ὑπάρχοντα ὑμῶν ἥρπασεν· εἰ δέ τινες καὶ ἡρπάκασιν, ἐκ τῶν ἐνόντων τὴν φιλοξενίαν ἐπιδείκνυσθε. Τίνα γὰρ ἕξομεν ἡμεῖς ἀπολογίαν λοιπὸν, τούτων καὶ μετὰ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ταῦτα ἀκουόντων, Καὶ ὅρα, ἐνταῦθα λέγει, Τῆς εὐποιίας μὴ ἐπιλανθάνεσθε, εἰπὼν ἀνωτέρω, Τῆς φιλοξενίας· οὐκ ἄλλο καὶ ἄλλο δηλῶν, ἀλλὰ τὸ αὐτὸ δι' ἑτέρας λέξεως. Καὶ οὐκ εἶπε, Τῆς ξενοδοχίας μὴ ἐπιλανθάνεσθε, ἀλλὰ, Τῆς φιλοξενίας· τουτέστι, Μὴ ἁπλῶς ξενοδοχεῖτε, ἀλλὰ μετὰ τοῦ φιλεῖν τοὺς ξένους. Καὶ οὐκ εἶπε τὴν μέλλουσαν καὶ ἀποκειμένην ἀμοιβὴν, ἵνα μὴ πάλιν αὐτοὺς ὑπτιωτέρους ἐργάσηται, ἀλλὰ τὴν ἤδη δοθεῖσαν· ἐπήγαγε γὰρ, Δι' αὐτῆς ἔλαθόν τινες ξενίσαντες ἀγγέλους. Ἀλλ' ἴδωμεν ἄνωθεν τὰ εἰρημένα. Τίμιος ὁ γάμος, φησὶν, ἐν πᾶσι, καὶ ἡ κοίτη ἀμίαντος. Πῶς τίμιος ὁ γάμος; Ὅτι ἐν σωφροσύνῃ, φησὶ, διατηρεῖ τὸν πιστόν. Ἐνταῦθα καὶἸουδαίους αἰνίττεται, ὅτι βδελυρὰν ἡγοῦντο τὴν κοίτην· Καὶ ὃς ἂν ᾖ, φησὶν, ἀπὸ κοίτης, οὐκ ἔστι καθαρός. Οὐκ ἔστι βδελυρὰ τὰ ἀπὸ φύσεως, ὦ ἄγνωμον καὶ ἀναίσθητε Ἰουδαῖε, ἀλλὰ τὰ ἀπὸ προαιρέσεως· εἰ γὰρ τίμιος ὁ γάμος καὶ καθαρὸς, τί δήποτε καὶ ἐξ αὐτοῦ μιαίνεσθαι νομίζεις; Ἀφιλάργυρος, φησὶν, ὁ τρόπος. Ἐπειδὴ πολλοὶ μετὰ τὸ κενῶσαι τὰ ὑπάρχοντα, ὕστερον βούλονται προσχήματι ἐλεημοσύνης ἀνακτᾶσθαι πάλιν αὐτὰ, διὰ τοῦτό φησιν, Ἀφιλάργυρος ὁ τρόπος· τουτέστιν, ἵνα τῆς χρείας ὦμεν καὶ τῶν ἀναγκαίων. Τί οὖν, ἂν μηδὲ τούτων, φησὶν, εὐπορῶμεν; Οὐκ ἔστι τοῦτο, οὐκ ἔστιν· αὐτὸς γὰρ εἶπε, καὶ οὐ ψεύδεται, ὅτι Οὐ μή σε ἀνῶ, οὐδ' οὐ μή σε ἐγκαταλίπω. Ὥστε θαῤῥοῦντας ἡμᾶς λέγειν· Κύριος ἐμοὶ βοηθὸς, καὶ οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος. Ὡσεὶ ἔλεγε, Τὴν ὑπόσχεσιν ἔχεις παρ' αὐτοῦ, μὴ ἀμφίβαλλε λοιπόν· αὐτὸς ἐπηγγείλατο, μὴ ἀμφισβήτει. Τὸ δὲ, Οὐ μή σε ἀνῶ, οὐ περὶ χρημάτων μόνον φησὶν, ἀλλὰ καὶ περὶ τῶν ἄλλων ἁπάντων λέγει. Κύριος ἐμοὶ βοηθὸς, καὶ οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος. Εἰκότως τὸ τοῦ προφήτου ἐπήγαγεν, ἐπισφραγίζων τούτῳ τὸν λόγον, καὶ προθυμοτέρους μᾶλλον ποιῶν, ὥστε μὴ ἀπαγορεύειν. Τοῦτο τοίνυν καὶ ἡμεῖς ἐν πᾶσι λέγωμεν τοῖς πειρασμοῖς, καὶ καταγελῶμεν τῶν ἀνθρωπίνων πραγμάτων· ἕως ἂν ἔχωμεν τὸν Θεὸν ἡμῖν εὐμενῆ, οὐδεὶς ἡμῶν περιέσται. Ὥσπερ γὰρ ἐκείνου ἐχθροῦ ὄντος, κἂν πάντες ἡμῖν ὦσι φίλοι, κέρδος οὐδέν· οὕτως αὐτοῦ φίλου ὄντος, κἂν ἅπαντες ἡμᾶς πολεμῶσιν, οὐδεμία βλάβη. Διὰ τοῦτο ἔλεγεν, Οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος. Μνημονεύετε τῶν ἡγουμένων ὑμῶν, οἵτινες ἐλάλησαν ὑμῖν τὸν λόγον τοῦ Θεοῦ. Ἐνταῦθα καὶ περὶ ἐπικουρίας αὐτὸν οἶμαι λέγειν· τοῦτο γάρ ἐστι τὸ, Οἵτινες ἐλάλησαν ὑμῖν τὸν λόγον τοῦ Θεοῦ. Ὧν ἀναθεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς, μιμεῖσθε τὴν πίστιν. Τί ἐστιν, Ἀναθεωροῦντες; Συνεχῶς στρέφοντες, παρ' ἑαυτοῖς ἐξετάζοντες, λογιζόμενοι, ζητοῦντες ἀκριβῶς, ὡς βούλεσθε βασανίζοντες. Καλῶς εἶπε, Τὴν ἔκβασιν τῆς ἀναστροφῆς· τουτέστι, τὴν μέχρι τέλους πολιτείαν· ὅτι τέλος ἔσχε χρηστὸν αὐτῶν ἡ ἀναστροφή. Ἰησοῦς, φησὶ, Χριστὸς χθὲς καὶ σήμερον, ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας. Ὃ λέγει, τοῦτό ἐστι· Μὴ νομίσητε ὅτι τότε ἐθαυματούργησε, νῦν δὲ οὐ θαυματουργεῖ· ὁ αὐτός ἐστι, καὶ ἐπεὶ ὁ αὐτός ἐστιν, οὐκ ἔστιν ὅτε μὴ δύναται τὰ αὐτὰ ἐνεργεῖν. Τάχα πρὸς τοῦτο ἀφορῶν εἶπε, Μνημονεύετε τῶν ἡγουμένων ὑμῶν. Διδαχαῖς ποικίλαις καὶ ξέναις μὴ παραφέρεσθε.– Ξέναις, τουτέστι, Παρ' ἃς ἠκούσατε παρ' ἡμῶν· Ποικίλαις, παντοδαπαῖς· αἱ τοιαῦται γὰρ οὐδὲν βέβαιον ἔχουσιν, ἀλλ' εἰσὶ διάφοροι, μάλιστα δὲ τὸ τῶν βρωμάτων διάφορον· διὸ καὶ πρὸς τοῦτο ἱστάμενος ἐπάγει, Καλὸν γὰρ χάριτι βεβαιοῦσθαι τὴν καρδίαν, οὐ βρώμασιν. Αἱ ποικίλαι αὗται, αἱ ξέναι αὗται. Ἐνταῦθα εἰς παρατήρησιν βρωμάτων αὐτοὺς κωμῳδεῖ· δείκνυσι γὰρ ὅτι ἀπὸ τῆς τῶν βρωμάτων παρατηρήσεως εἰς τὸ ἑτεροδιδασκαλεῖν ἐξέπεσον, καὶ ἀπὸ τούτων πρὸς τὰς ποικίλας καὶ ξένας διδαχὰς ἐξηνέχθησαν. Καὶ ὅρα αὐτὸν οὐ τολμῶντα φανερῶς εἰπεῖν τοῦτο, ἀλλ' ὡς ἐν αἰνίγματι· τῷ γὰρ εἰπεῖν, Ποικίλαις καὶ ξέναις διδαχαῖς μὴ παραφέρεσθε, καὶ, Καλὸν χάριτι βεβαιοῦσθαι τὴν καρδίαν, οὐ βρώμασι, μονονουχὶ τὸ τοῦ Χριστοῦ λέγει, ἐν οἷς ἔλεγεν· Οὐ τὸ εἰσερχόμενον κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὸ ἐξερχόμενον. Καὶ δείκνυσιν ὅτι τὸ πᾶν πίστις ἐστίν· ἂν αὕτη βεβαιώσῃ, ἡ καρδία ἐν ἀσφαλείᾳ ἕστηκεν. Ἄρα πίστις βεβαιοῖ· οὐκοῦν λογισμοὶ σαλεύουσιν· ἐναντίον γὰρ ἡ πίστις λογισμῷ. Ἐν οἷς οὐκ ὠφελήθησαν, φησὶν, οἱ περιπατήσαντες. Τί γὰρ τὸ κέρδος, φησὶν, ἀπὸ τῆς παρατηρήσεως, εἰπέ μοι; οὐχὶ ἀπόλλυσι μᾶλλον; οὐχὶ ὑπὸ ἁμαρτίαν ἐργάζεται τὸν τοιοῦτον; Εἰ δεῖ παρατηρεῖν, ἔστι παρατηρεῖσθαι ὅθεν ὠφέλεια τοῖς παρατηροῦσιν ἔσται. Καλὴ παρατήρησις κακίας ἀποφυγὴ, καρδίας εὐθύτης, εὐσέβεια εἰς Θεὸν, πίστις ὀρθή. Ἐν οἷς, φησὶν, οὐκ ὠφελήθησαν οἱ περιπατήσαντες· τουτέστιν, οἱ διαπαντὸς φυλάξαντες αὐτά. Μία ἐστὶ παρατήρησις τὸ ἁμαρτίας ἀπέχεσθαι. Τί γὰρ ὄφελος, ὅπου γε οὕτως εἰσί τινες μιαροὶ, ὡς μὴ δύνασθαι μετέχειν τῶν θυσιῶν; Ὥστε οὐδὲν αὐτοὺς ἔσωζε, καίτοι σπουδὴν ἐποιοῦντο περὶ τὰς παρατηρήσεις, ἀλλ', ἐπειδὴ πίστιν οὐκ εἶχον, οὐδὲν ὠφελήθησαν οὐδὲ οὕτως. Εἶτα ἀναιρεῖ ἀπὸ τοῦ τύπου τὴν θυσίαν, καὶ ἐπὶ τὸ πρωτότυπον ἄγει τὸν λόγον, λέγων, ὅτι Ὧν γὰρ εἰσφέρεται ζώων τὸ αἷμα εἰς τὰ ἅγια διὰ τοῦ ἀρχιερέως, τούτων τὰ σώματα κατακαίεται ἔξω τῆς παρεμβολῆς. Διὸ καὶ Ἰησοῦς, ἵνα ἁγιάσῃ διὰ τοῦ ἰδίου αἵματος τὸν λαὸν, ἔξω τῆς πύλης ἔπαθεν. Ἄρα τύπος ἐκεῖνα τούτων ἦν, καὶ οὕτω τὰ πάντα ἐπλήρωσεν ὁ Χριστὸς ἔξω παθών. Ἐνταῦθα καὶ τὸ ἑκοντὶ πεπονθέναι δηλοῖ· δείκνυσι γὰρ, ὅτι οὐδὲ ἐκεῖνα ἁπλῶς, ἀλλὰ τύπος τις ἦν, καὶ αὐτὴ ἡ οἰκονομία οὐκ ἔξω τοῦ πάθους ἦν, ἀλλ' εἰς τὸν οὐρανὸν τὸ αἷμα ἀνηνέχθη.
33.4.1
Ὁρᾷς οὖν ὅτι αἵματος μετέχομεν τοῦ εἰς τὰ ἅγια εἰσφερομένου, τὰ ἅγια τὰ ἀληθινὰ, τῆς θυσίας ἧς μόνος ἀπήλαυσεν ὁ ἀρχιερεύς. Ἡμεῖς οὖν τῆς ἀληθείας μετέχομεν. Εἰ τοίνυν οὐκ ὀνειδισμοῦ, ἀλλ' ἁγιασμοῦ μετέχομεν, ὁ ὀνειδισμὸς τοῦ ἁγιασμοῦ αἴτιον· καθάπερ γὰρ αὐτὸς ὠνειδίσθη, οὕτω καὶ ἡμεῖς. Ἂν ἐξέλθωμεν οὖν, κοινωνοῦμεν αὐτῷ. Τί δέ ἐστι τοίνυν, Ἐξερχώμεθα πρὸς αὐτόν; Κοινωνῶμεν αὐτῷ τῶν παθῶν, φέρωμεν αὐτοῦ τὸν ὀνειδισμόν· οὐ γὰρ ἁπλῶς ἔξω πύλης ἔπαθεν, ἀλλ' ἵνα καὶ ἡμεῖς τὸν σταυρὸν αὐτοῦ αἴρωμεν, καὶ ἔξω κόσμου μένωμεν, καὶ εἶναι σπουδάζωμεν. Ὥσπερ οὖν ἐκεῖνος ὠνειδίζετο ὡς κατάδικος, οὕτω καὶ ἡμεῖς. Καὶ δι' αὐτοῦ θυσίαν ἀναφέρωμεν τῷ Θεῷ. Ποίαν δὲ θυσίαν λέγει; Αὐτὸς ἡρμήνευσε λέγων, Καρπὸν χειλέων ὁμολογούντων τῷ ὀνόματι αὐτοῦ· τουτέστιν, εὐχὰς, ὕμνους, εὐχαριστίαν· ταῦτα γὰρ τῶν χειλέων ὁ καρπός. Ἐκεῖνοι προσέφερον πρόβατα, μόσχους, καὶ ἐδίδοσαν τῷ ἱερεῖ· ἡμεῖς δὲ μηδὲν τούτων προσενέγκωμεν, ἀλλ' εὐχαριστίαν, καὶ τὴν ἐν πᾶσιν, ὡς οἷόν τε, μίμησιν τοῦ Χριστοῦ· τοῦτο βλαστησάτω ἡμῶν τὰ χείλη. Τῆς εὐποιίας καὶ κοινωνίας μὴ ἐπιλανθάνεσθε· τοιαύταις γὰρ θυσίαις εὐαρεστεῖται ὁ Θεός. Δῶμεν, φησὶ, τοιαύτην αὐτῷ θυσίαν, ἵνα ἀνενέγκῃ τῷ Πατρί· ἄλλως γὰρ οὐκ ἀναφέρεται, ἂν μὴ διὰ τοῦ Υἱοῦ· μᾶλλον δὲ καὶ διὰ καρδίας συντετριμμένης. Πάντα ταῦτα οὕτως εἶπε διὰ τοὺς ἀσθενέστερον διακειμένους ἔτι τῶν ἀκροατῶν· ἐπεὶ ὅτι τοῦ Υἱοῦ ἐστιν ἡ χάρις, δῆλον· ἐπεὶ πῶς ἐστι τιμὴ ἴση; Ἵνα πάντες, φησὶ, τιμῶσιτὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα. Εἰ μὴ τοῦ Πατρὸς δοξαζομένου καὶ ὁ Υἱὸς συνδοξάζεται, ποῦ ἴση ἡ τιμή; Ἐπειδὴ καρπὸς χειλέων ὁμολογούντων τῷ ὀνόματι αὐτοῦ τὸ χάριν αὐτῷ εἰδέναι, τουτέστιν, ὑπὲρ πάντων, καὶ ὑπὲρ ὧν δι' ἡμᾶς ἔπαθε· πάντα φέρωμεν εὐχαρίστως, κἂν πενία, κἂν νόσος ᾖ, κἂν ὁτιοῦν ἕτερον· τὰ γὰρ ἡμῖν συμφέροντα αὐτὸς οἶδε μόνος. Τὸ γὰρ τί προσευξώμεθα, φησὶ, καθ' ὃ δεῖ, οὐκ οἴδαμεν. Οἱ οὖν μηδὲ αἰτῆσαι εἰδότες ὅ τι χρὴ, ἐὰν μὴ τοῦ πνεύματος ἐπιλαβώμεθα, πῶς ἂν εἰδείημεν τὰ συμφέροντα; Οὐκοῦν σπουδάζωμεν εὐχαριστίαν ὑπὲρ ἁπάντων ἀναφέρειν, καὶ γενναίως ἅπαντα φέρωμεν τὰ συμπίπτοντα. Ὅταν τοίνυν ἐν πενίᾳ ὦμεν, ὅταν ἐν νόσῳ, εὐχαριστῶμεν· ὅταν συκοφαντώμεθα, εὐχαριστῶμεν· ὅταν κακῶς πάσχωμεν, εὐχαριστῶμεν· τοῦτο ἡμᾶς ἐγγὺς εἶναι τοῦ Θεοῦ ποιεῖ· τότε καὶ τὸν Θεὸν ὀφειλέτην ἔχομεν. Ὅταν δὲ καλῶς πάθωμεν, ἡμεῖς ἐσμεν ὀφειλέται καὶ ὑπεύθυνοι τοῦ Θεοῦ· ἄλλως τε καὶ πολλάκις ἡμῖν ταῦτα εἰς κρῖμα γίνεται, ἐκεῖνα δὲ εἰς ἔκτισιν ἁμαρτημάτων. Ἐκεῖνα ἔλεον ἐπισπᾶται, ἐκεῖνα φιλανθρωπίαν· ταῦτα δὲ καὶ εἰς ἀπόνοιαν αἴρει, ταῦτα καὶ εἰς ῥᾳθυμίαν ἐξάγει, καὶ μεγάλα περὶ ἑαυτοῦ παρασκευάζει φαντάζεσθαι, ταῦτα χαυνοῖ. Διὰ τοῦτο καὶ ὁ προφήτης ἔλεγεν· Ἀγαθόν μοι, Κύριε, ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ δικαιώματά σου. Ὅτε εὐεργετήθη καὶ ἀπηλλάγη τῶν κακῶν ὁ Ἐζεκίας, ἐπήρθη εἰς ὕψος ἡ καρδία αὐτοῦ· ὅτε ἠῤῥώστησε, τότε ἐταπεινώθη, τότε ἐγγὺς ἐγένετο τοῦ Θεοῦ. Ὅτε, φησὶν, ἀπέκτεινεν αὐτοὺς, τότε ἐξεζήτουν αὐτὸν, καὶ ἐπέστρεφον καὶ ὤρθριζον πρὸς τὸν Θεόν· καὶ πάλιν· Ὅτε ἐπαχύνθη καὶ ἐλιπάνθη, ἀπελάκτισεν ὁ ἠγαπημένος. Γινώσκεται γὰρ Κύριος κρίματα ποιῶν. Μέγα θλῖψις ἀγαθόν. Στενή ἐστιν ἡ ὁδός· ὥστε ἡ θλῖψις ἡμᾶς ὠθεῖ ἐν τῇ στενῇ· ὁ μὴ θλιβόμενος εἰσελθεῖν οὐ δυνήσεται. Ὁ γὰρ ἐν τῇ στενῇ θλίβων ἑαυτὸν, οὗτός ἐστιν ὁ καὶ ἀνέσεως ἀπολαύων· ὁ δὲ ἐμπλατύνων ἑαυτὸν, οὔτε εἰσέρχεται, καὶ θλίβεται σφηνούμενος, ὡς εἰπεῖν. Ἄκουε πῶς εἰσῆλθεν εἰς τὴν στενὴν ταύτην ὁδὸν Παῦλος. Ὑπωπιάζω, φησὶ, μοῦ τὸ σῶμα, καὶ δουλαγωγῶ. Ὑπωπίαζε τὸ σῶμα, ὥστε δυνηθῆναι εἰσελθεῖν· διὰ τοῦτο ἐν πάσαις ταῖς θλίψεσιν εὐχαριστῶν τῷ Θεῷ διετέλει. Ἐζημιώθης χρήματα· τοῦτό σοι τὸ πολὺ τῆς εὐρύτητος ἐπεκούφισεν. Ἐξέπεσες δόξης; ἑτέρα αὕτη εὐρύτης. Ἐσυκοφαντήθης; ἐπιστεύθη κατὰ σοῦ τὰ λεχθέντα, ἐν οἷς οὐ σύνοιδας σαυτῷ; χαῖρε καὶ ἀγαλλία. Μακάριοι γάρ ἐστε, φησὶν, ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ' ὑμῶν, ψευδόμενοι, ἕνεκεν ἐμοῦ. Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. Τί θαυμάζεις εἰ σὺ ἀσχάλλεις, καὶ θέλεις ἀνεθῆναι ἐκ τῶν πειρασμῶν; Παῦλος ἠθέλησεν ἀνεθῆναι, καὶ πολλάκις τὸν Θεὸν παρεκάλεσε, καὶ οὐκ ἔτυχε· τὸ γὰρ τρὶς πολλάκις ἐστίν. Ὑπὲρ τούτου τρὶς τὸν Κύριον, φησὶ, παρεκάλεσα, καὶ εἶπέ μοι, Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται· ἀσθένειαν λέγει ἐνταῦθα τὰς θλίψεις. Τί οὖν; Ἐπειδὴ ταῦτα ἤκουσεν, εὐχαρίστως ἤνεγκε, καὶ λέγει· Διὸ εὐδοκῶ ἐν ἀσθενείαις· τουτέστιν, Ἀρέσκομαι, ἀναπαύομαι ἐν ταῖς θλίψεσιν. Ὑπὲρ πάντων οὖν εὐχαριστῶμεν, ὑπέρ τε ἀνέσεως, ὑπέρ τε θλίψεως, μὴ γογγύζωμεν, μὴ ἀχάριστοι ὦμεν. Λέγε καὶ σύ· Γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι. Οὐκ ἐξῆλθες ἔνδοξος· μὴ ζήτει δόξαν. Γυμνὸς οὐ χρημάτων μόνον, ἀλλὰ καὶ δόξης καὶ εὐφημίας, εἰς τὸν βίον παρήχθης. Ἐννόησον πόσα πολλάκις ἀπὸ χρημάτων κακὰ γέγονε· μᾶλλον δὲ ἄκουε τί φησιν ὁ Χριστός· Εὐκοπώτερον γὰρ, φησὶ, κάμηλον εἰσελθεῖν διὰ τρυπήματος ῥαφίδος, ἢ πλούσιον εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ὁρᾷς πόσων ἀγαθῶν ἐμπόδιον ὁ πλοῦτος γίνεται, καὶ σὺ πλουτῆσαι ζητεῖς; καὶ οὐ χαίρεις ἐν πενίᾳ ὢν, ὅτι τὸ κώλυμα ἀνατέτραπται; Οὕτω στενή ἐστιν ἡ ὁδὸς ἡ εἰσάγουσα εἰς τὴν βασιλείαν· οὕτω πλατὺς ὁ πλοῦτος, καὶ ὄγκου γέμων καὶ φυσήματος. Διὰ τοῦτό φησι· Πώλησόν σου τὰ ὑπάρχοντα, ἵνα σε δέξηται ἡ ὁδὸς ἐκείνη. Τί ποθεῖςτὰ χρήματα; διὰ τοῦτό σε ἀφείλετο, ἵνα σε ἀπαλλάξῃ δουλείας· ἐπεὶ καὶ οἱ πατέρες οἱ γνήσιοι, ἐπειδὰν ὁ παῖς τύχῃ προσεφθαρμένος ἑταίρᾳ τινὶ, καὶ πολλὰ παραινέσαντες μὴ πείθωσιν αὐτῆς ἀποστῆναι, τὴν ἑταίραν ἐξορίζουσι. Τοιαύτη ἐστὶ καὶ ἡ εὐπορία τῶν χρημάτων. Κηδόμενος τοίνυν καὶ ἡμῶν ὁ Δεσπότης, καὶ ἀπαλλάττων ἡμᾶς τῆς ἐντεῦθεν βλάβης, ἀφαιρεῖται ἡμῶν τὰ χρήματα. Μὴ τοίνυν νομίζωμεν πενίαν κακὸν εἶναι· ἁμαρτία κακὸν μόνον. Οὐδὲ γὰρ ὁ πλοῦτος ἀγαθὸν καθ' ἑαυτόν· τῷ Θεῷ εὐαρεστεῖν ἀγαθὸν μόνον. Τὴν πενίαν τοίνυν ζητῶμεν, ταύτην διώκωμεν· οὕτω τοῦ οὐρανοῦ ἐπιληψόμεθα, οὕτω τῶν ἐν οὐρανοῖς ἀγαθῶν ἐπιτευξόμεθα· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Intertext edge

Open linked passage

Note