Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In epistulam ad Hebraeos
John ChrysostomHebr 4 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
4.0.1
Οὐ γὰρ ἀγγέλοις ὑπέταξε τὴν οἰκουμένην τὴν μέλλουσαν, περὶ ἧς λαλοῦμεν. Διεμαρτύ ρατο δέ πού τις, λέγων· Τί ἐστιν ἄνθρωπος ὅτι μιμνήσκῃ αὐτοῦ; ἢ υἱὸς ἀνθρώπου ὅτι ἐπισκέπτῃ αὐτόν; Ἠλάττωσας αὐτὸν βραχύ τι παρ' ἀγγέλους.
4.1.1
Ἠβουλόμην γνῶναι σαφῶς, εἴ τινες μετὰ τῆς προσηκούσης σπουδῆς τῶν λεγομένων ἀκούουσιν, εἰ μὴ παρὰ τὴν ὁδὸν τὰ σπέρματα ῥίπτομεν· οὕτω γὰρ ἂν προθυμότερον τὴν διδασκαλίαν ἐποιησάμην. Ἐροῦμεν γὰρ, κἂν μηδεὶς ἀκούῃ, διὰ τὸν ἐπικείμενον παρὰ τοῦ Σωτῆρος φόβον. Διαμάρτυραι γὰρ, φησὶ, τῷ λαῷ τούτῳ· κἂν μὴ ἀκούσωσιν, αὐτὸς ἀνεύθυνος ἔσῃ. Εἰ δὲ ἐπεπείσμην περὶ τῆς ὑμετέρας σπουδῆς, οὐ διὰ τὸν φόβον ἔλεγον μόνον, ἀλλὰ καὶ μεθ' ἡδονῆς τοῦτο ἐποίουν. Νῦν μὲν γὰρ κἂν μηδεὶς ἀκούῃ, κἂν ἐμοὶ τὸ πρᾶγμα ἀκίνδυνον ᾖ τὸ ἐμαυτοῦ πληροῦντι, ἀλλ' ὅμως οὐ μεθ' ἡδονῆς ὁ πόνος γίνεται. Τί γὰρ ὄφελος, ὅταν μὴ ἐγκαλῶμαι μὲν ἐγὼ, ὠφελῆται δὲ μηδείς; Εἰ δέ τινες μέλλοιεν προσέχειν, οὐ τοσαύτην ἀπὸ τοῦ μὴ κολάζεσθαι ληψόμεθα ὄνησιν, ὅσην ἀπὸ τῆς προκοπῆς τῆς ὑμετέρας. Πῶς οὖν εἴσομαι τοῦτο; Ἐπιτηρήσας ὑμῶν τινας τοὺς οὐ πάνυ προσέχοντας, τούτους ἐρήσομαι κατ' ἰδίαν συντυχὼν, κἂν εὕρω τινὰ τῶν εἰρημένων κατέχοντας, οὐ λέγω πάντα· τοῦτο γὰρ ὑμῖν οὐ σφόδρα εὔκολον· ἀλλὰ κἂν ὀλίγα ἐκ πολλῶν, εὔδηλον ὅτι περὶ τῶν πολλῶν οὐδὲ ἀμφιβάλλω λοιπόν. Καὶ ἐχρῆν μὲν ἡμᾶς, μὴ προειπόντας τοῦτο, ἀφυλάκτοις ὑμῖν ἐπιτεθῆναι· πλὴν ἀλλ' ἀγαπητὸν, εἰ καὶ οὕτω δυνηθείημεν ἐπιτυχεῖν· μᾶλλον δὲ, καὶ οὕτω δύναμαι ἀφυλάκτοις ἐπιθέσθαι. Ὅτι μὲν γὰρ ἐρήσομαι, προεῖπον· πότε δὲ ἐρήσομαι, οὐκέτι δῆλον καθίστημι· ἴσως γὰρ σήμερον, ἴσως δὲ αὔριον, ἴσως δὲ μετὰ εἴκοσιν ἢ καὶ τριάκοντα ἡμέρας, ἴσως δὲ μετὰ ἐλάττους, ἴσως δὲ καὶ μετὰ πλείους. Οὕτω καὶ ὁ Θεὸς τὴν ἡμέραν ἡμῶν τῆς τελευτῆς ἄδηλον ἐποίησε· καὶ οὔτε εἰ σήμερον, οὔτε εἰ αὔριον, οὔτε εἰ μετὰ ἐνιαυτὸν ὅλον, οὔτε εἰ μετὰ πλείονα ἔτη ἐπιστήσεται, δῆλον ἡμῖν ἀφῆκεν εἶναι, ἵνα τῷ τῆς προσδοκίας ἀδήλῳ διαπαντὸς ἐν ἀρετῇ κατέχωμεν ἑαυτούς· καὶ ὅτι μὲν ἀπελευσόμεθα, εἶπεν, πότε δὲ, οὐκέτι. Οὕτω κἀγὼ, ὅτι μὲν ἐρήσομαι, εἶπον, πότε δὲ, οὐ προσέθηκα, βουλόμενος ὑμᾶς ἐν φροντίδι εἶναι διαπαντός. Καὶ μή τις λεγέτω, ὅτι Πρὸ τεσσάρων ἑβδομάδων καὶ πέντε καὶ πλειόνων ταῦτα ἤκουσα, καὶ κατέχειν οὐ δύναμαι· τὸν γὰρ ἀκούοντα οὕτω βούλομαι κατέχειν, ὡς ἄληστον ἔχειν τὴν μνήμην, καὶ μὴ ἐξίτηλον, μηδὲ ἀποπτύειν τὰ λεγόμενα. Βούλομαι γὰρ ὑμᾶς κατέχειν, οὐχ ἵνα ἐμοὶ εἴπητε, ἀλλ' ἵνα ὑμεῖς κερδάνητε· καὶ τοῦτο ἐμοί ἐστι τὸ σπουδαζόμενον. Ἀλλ' ἐπεὶ ὅσα ἐχρῆν εἰπεῖν εἰς ἀσφάλειαν, ἡμῖν εἴρηται, ἀναγκαῖον λοιπὸν ἄρξασθαι τῆς ἀκολουθίας. Τί δὴ οὖν πρόκειται ἡμῖν εἰπεῖν σήμερον; Οὐ γὰρ ἀγγέλοις, φησὶν, ὑπέταξε τὴν οἰκουμέ 63. 38 νην τὴν μέλλουσαν, περὶ ἧς λαλοῦμεν. Ἆρα μὴ περὶ ἑτέρας τινὸς διαλέγεται οἰκουμένης; Οὐκ ἔστιν, ἀλλὰ περὶ ταύτης. Διὰ γὰρ τοῦτο προσέθηκε, Περὶ ἧς λαλοῦμεν, ἵνα μὴ ἀφῇ τὸν νοῦν πλανηθέντα ἑτέραν τινὰ ἐπιζητεῖν. Πῶς οὖν αὐτὴν μέλλουσαν καλεῖ; Ὥσπερ καὶ ἑτέρωθί φησιν, Ὅς ἐστι τύπος τοῦ μέλλοντος, περὶ τοῦ Ἀδὰμ καὶ τοῦ Χριστοῦ λέγων ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ, πρὸς τοὺς χρόνους τοῦ Ἀδὰμ μέλλοντα τὸν κατὰ σάρκα Χριστὸν καλῶν (καὶ γὰρ ἔμελλεν)· οὕτω καὶ νῦν, ἐπειδὴ εἶπεν, Ὅταν δὲ εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, ἵνα μὴ νομίσῃς ἑτέραν οἰκουμένην λέγειν αὐτὸν, πολλαχόθεν μὲν αὐτὸ καὶ ἄλλοθεν βεβαιοῦται, καὶ ἀπ' αὐτοῦ δὲ τοῦ εἰπεῖν αὐτὴν μέλλουσαν· ἔμελλε γὰρ ἡ οἰκουμένη· ὁ Υἱὸς τοῦ Θεοῦ ἦν ἀεί. Ταύτην οὖν τὴν μέλλουσαν ἔσεσθαι οὐκ ἀγγέλοις ὑπέταξεν, ἀλλὰ τῷ Χριστῷ. Ὅτι δὲ πρὸς τὸν Υἱὸν εἴρηται, φησὶ, δῆλον· οὐδὲ γὰρ ἐκεῖνο ἄν τις εἴποι, ὅτι πρὸς ἀγγέλους. Εἶτα καὶ ἑτέραν παράγει μαρτυρίαν, καί φησι· Διεμαρτύρατο δέ πού τις, λέγων. Διὰ τί μὴ τὸ ὄνομα τοῦ προφήτου εἶπεν, ἀλλ' ἔκρυψεν αὐτό; Καὶ ἐν ἑτέραις δὲ μαρτυρίαις τοῦτο ποιεῖ· ὡς ὅταν λέγῃ· Ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει· Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ· καὶ πάλιν, Ἐγὼ ἔσομαι αὐτῷ εἰς Πατέρα. Καὶ πρὸς μὲν τοὺς ἀγγέλους λέγει· Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα· πρὸς δὲ τὸν Υἱὸν, Καὶ καταρχὰς σὺ, Κύριε, τὴν γῆν ἐθεμελίωσας. Οὕτω καὶ ἐνταῦθά φησι· Διεμαρτύρατο δέ πού τις, λέγων. Τοῦτο δὲ αὐτὸ οἶμαι, τὸ κρύπτειν καὶ μὴ τιθέναι τὸν εἰρηκότα τὴν μαρτυρίαν, ἀλλ' ὡς περιφερομένην καὶ κατάδηλον οὖσαν εἰσάγειν, δεικνύντος ἐστὶν αὐτοὺς σφόδρα ἐμπείρους εἶναι τῶν Γραφῶν. Τί ἐστιν ἄνθρωπος, ὅτι μιμνήσκῃ αὐτοῦ; ἢ υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν; Ἠλάττωσας αὐτὸν βραχύ τι παρ' ἀγγέλους· δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτὸν, καὶ κατέστησας αὐτὸν ἐπὶ τὰ ἔργα τῶν χειρῶν σου· πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ.
4.2.1
Ταῦτα δὲ εἰ καὶ εἰς τὴν κοινὴν ἀνθρωπότητα εἴρηται, ἀλλ' ὅμως κυριώτερον ἁρμόσειεν ἂν τῷ Χριστῷ κατὰ σάρκα· τὸ γὰρ, Πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ, ἐκείνου μᾶλλόν ἐστιν, ἢ ἡμῶν. Ὁ γὰρ Υἱὸς τοῦ Θεοῦ οὐδὲν ἡμᾶς ὄντας ἐπεσκέψατο, καὶ τὸ ἐξ ἡμῶν ἀναλαβὼν καὶ ἑνώσας ἑαυτῷ, πάντων ἀνώτερος γέγονεν. Ἐν γὰρ τῷ ὑποτάξαι, φησὶν, αὐτῷ τὰ πάντα, οὐδὲν ἀφῆκεν αὐτῷ ἀνυπότακτον. Νῦν δὲ οὔπω ὁρῶμεν αὐτῷ τὰ πάντα ὑποτεταγμένα. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· ἐπειδὴ εἶπεν, Ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου, εἰκὸς δὲ ἦν αὐτοὺς ἔτι ἀσχάλλειν, εἶτα μετὰ ταῦτα ὀλίγα τινὰ παρενθεὶς, ταύτην τὴν μαρτυρίαν ἐπήγαγε βεβαιοῦσαν ἐκείνην. Ἵνα γὰρ μὴ λέγωσι, Πῶς τοὺς ἐχθροὺς ἔθηκεν ὑπὸ τοὺς πόδας αὐτοῦ, τοσαῦτα παθόντων ἡμῶν; ἱκανῶς μὲν καὶ 63. 39 ἐν τῷ προτέρῳ αὐτὸ ᾐνίξατο· τὸ γὰρ, Ἕως, οὐ τὸ 63. 39 εὐθέως ἐδήλου γινόμενον, ἀλλὰ τὸ ἐν χρόνῳ· ἐνταῦθα δὲ αὐτὸ ἐπεξέρχεται. Μὴ γὰρ, ἐπειδὴ οὐδέπω ὑπετάγησαν, φησὶ, νομίσῃς μηδὲ ὑποτάττεσθαι· ὅτι μὲν γὰρ δεῖ ὑποταγῆναι, δῆλον· καὶ γὰρ ἡ προφητεία διὰ τοῦτο εἴρηται· Ἐν γὰρ τῷ ὑποτάξαι αὐτῷ, φησὶ, τὰ πάντα, οὐδὲν ἀφῆκεν αὐτῷ ἀνυπότακτον. Πῶς οὖν οὐ πάντα ὑποτέτακται; Ὅτι μέλλει ὑποτάσσεσθαι. Εἰ τοίνυν πάντα μὲν ὑποταγῆναι ὀφείλει, οὔπω δὲ ὑποτέτακται, μὴ ἄσχαλλε μηδὲ θορυβοῦ. Εἰ μὲν γὰρ τοῦ τέλους παραγενομένου, καὶ πάντων ὑποταγέντων, ταῦτα ἔπασχες, εἰκότως ἤλγεις· νῦν δὲ οὔπω ὁρῶμεν αὐτῷ τὰ πάντα ὑποτεταγμένα, οὔπω ἐκράτησεν ὁ Βασιλεὺς καθαρῶς. Τί τοίνυν θορυβῇ, πάσχων κακῶς; οὔπω πάντων περιγέγονε τὸ κήρυγμα, οὔπω καιρὸς τέλεον ὑποταγῆναι. Εἶτα πάλιν ἑτέρα παράκλησις· ἤδη ὁ μέλλων πάντας ἔχειν ὑποτεταγμένους, καὶ αὐτὸς ἀπέθανε, καὶ μυρία πέπονθε. Τὸν δὲ βραχύ τι παρ' ἀγγέλους ἠλαττωμένον βλέπομεν, φησὶν, Ἰησοῦν, διὰ τὸ πάθημα τοῦ θανάτου. Εἶτα τὰ χρηστὰ πάλιν, Δόξῃ καὶ τιμῇ ἐστεφανωμένον. Εἶδες πῶς αὐτῷ πάντα ἥρμοσε; καὶ γὰρ τὸ, Βραχὺ, αὐτῷ ἂν ἁρμόσειε μᾶλλον, τῷ τρεῖς ἡμέρας γενομένῳ ἐν τῷ ᾅδῃ μόνας, ἀλλ' οὐχ ἡμῖν τοῖς ἐπιπολὺ φθειρομένοις· ὁμοίως καὶ τὸ, Δόξῃ καὶ τιμῇ, ἐκείνῳ πολλῷ πλέον, ἢ ἡμῖν ἁρμόσει. Πάλιν αὐτοὺς ἀναμιμνήσκει τοῦ σταυροῦ, δύο ταῦτα κατορθῶσαι σπουδάζων, καὶ τὴν κηδεμονίαν αὐτοῦ δεῖξαι, καὶ πεῖσαι αὐτοὺς πάντα φέρειν γενναίως, εἰς τὸν Διδάσκαλον ἀφορῶντας. Εἰ γὰρ ὁ προσκυνούμενος ὑπ' ἀγγέλων, φησὶν, ἠνέσχετο βραχύ τι παρ' ἀγγέλους ἔχειν διὰ σέ· πολλῷ μᾶλλον σὺ ὁ τῶν ἀγγέλων ἐλάττων, πάντα φέρειν ὀφείλεις δι' αὐτόν. Εἶτα δείκνυσιν, ὅτι δόξα καὶ τιμὴ ὁ σταυρός ἐστιν· ὡσπεροῦν καὶ αὐτὸς δόξαν αὐτὸν καλεῖ λέγων· Ἦλθεν ἡ ὥρα, ἵνα δοξασθῇ ὁ Υἱὸς τοῦ ἀνθρώπου. Εἰ οὖν ἐκεῖνος τὰ διὰ τοὺς δούλους δόξαν καλεῖ, πολλῷ μᾶλλον σὺ τὰ διὰ τὸν Δεσπότην. Ὁρᾷς τοῦ σταυροῦ τὸν καρπὸν, ὅσος; Μὴ φοβηθῇς τὸ πρᾶγμα· σκυθρωπὸν μὲν γὰρ εἶναί σοι δοκεῖ, μυρία δὲ τίκτει ἀγαθά. Δείκνυσιν ἐκ τούτων τοῦ πειρασμοῦ τὸ ὄφελος. Εἶτά φησιν· Ὅπως χάριτι Θεοῦ ὑπὲρ παντὸς γεύσηται θανάτου. Ὅπως, φησὶ, χάριτι Θεοῦ. Κἀκεῖνος μὲν διὰ τὴν χάριν τοῦ Θεοῦ τὴν εἰς ἡμᾶς ταῦτα πέπονθεν· Ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, φησὶν, ἀλλ' ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν. Τίνος ἕνεκεν; Οὐκ ὤφειλε τοῦτο ἡμῖν, ἀλλὰ χάριτι πεποίηκε. Καὶ πάλιν ἐν τῇ πρὸς Ῥωμαίους Ἐπιστολῇ φησι Πολλῷ μᾶλλον ἡ χάρις τοῦ Θεοῦ καὶ ἡ δωρεὰ ἐν χάριτι τῇ τοῦ ἑνὸς ἀνθρώπου Ἰησοῦ Χριστοῦ εἰς τοὺς πολλοὺς ἐπερίσσευσεν. Ὅπως χάριτι Θεοῦ ὑπὲρ παντὸς γεύσηται θανάτου· οὐχὶ τῶν πιστῶν μόνον, ἀλλὰ καὶ τῆς οἰκουμένης ἁπάσης· αὐτὸς μὲν γὰρ ὑπὲρ πάντων ἀπέθανε. Τί δὲ, εἰ μὴ πάντες ἐπίστευσαν; Αὐτὸς τὸ ἑαυτοῦ πεπλήρωκε. Καὶ κυρίως εἶπεν· Ὑπὲρ παντὸς γεύσηται θανάτου. Καὶ οὐκ εἶπεν· Ἀποθάνῃ· ὥσπερ γὰρ ὄντως γευσάμενος, οὕτω μικρὸν ἐν αὐτῷ ποιήσας διάστημα, εὐθέως ἀνέστη. Τῷ μὲν οὖν εἰπεῖν· Διὰ τὸ πάθημα τοῦ θανάτου, τὸν ὄντως θάνατον ἐσήμανε· τῷ δὲ, Ἀγγέλων κρείττων, τὴν ἀνάστασιν ἐδήλωσε. Καθάπερ γὰρ ἰατρὸς οὐκ ἔχων ἀνάγκην τῶν τῷ ἀῤῥώστῳ παρεσκευασμένων σιτίων ἀπογεύσασθαι, διὰ τὴν περὶ ἐκεῖνον κηδεμονίαν πρότερον αὐτὸς ἀπογεύεται, ἵνα 63. 40 πείσῃ τὸν ἄῤῥωστον θαρσοῦντα κατατολμῆσαι τῆς βρώσεως· οὕτω καὶ ὁ Χριστὸς, ἐπειδὴ πάντες ἄνθρωποι τὸν θάνατον ἐδεδοίκεσαν, πείθων αὐτοὺς κατατολμᾷν τοῦ θανάτου, καὶ αὐτὸς ἀπεγεύσατο αὐτοῦ, οὐκ ἔχων ἀνάγκην. Ἔρχεται γὰρ, φησὶν, ὁ τοῦ κόσμου τούτου ἄρχων, καὶ οὐχ εὑρίσκει ἐν ἐμοὶ οὐδέν. Οὕτω καὶ τὸ, Χάριτι, καὶ τὸ, Ὑπὲρ παντὸς γεύσηται θανάτου, τοῦτο συνίστησιν. Ἔπρεπε γὰρ αὐτῷ, δι' ὃν τὰ πάντα καὶ δι' οὗ τὰ πάντα, πολλοὺς υἱοὺς εἰς δόξαν ἀγαγόντα, τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν διὰ παθημάτων τελειῶσαι.
4.3.1
Περὶ τοῦ Πατρὸς ἐνταῦθα λέγει. Ὁρᾷς πῶς πάλιν τὸ, Δι' οὗ, αὐτῷ ἁρμόζει; Οὐκ ἂν τοῦτο ἐποίησεν, εἴ γε ἐλαττώσεως ἦν, καὶ τῷ Υἱῷ μόνον προσῆκον. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· ἄξια, φησὶ, τῆς φιλανθρωπίας αὑτοῦ πεποίηκε τῷ τὸν πρωτότοκον λαμπρότερον ἀποδεῖξαι πάντων, καὶ ὥσπερ ἀθλητὴν γενναῖον καὶ τοὺς ἄλλους ὑπερέχοντα, τοῖς ἑτέροις ὑπόδειγμα θεῖναι. Τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν· τουτέστι, τὸν αἴτιον τῆς σωτηρίας. Ὁρᾷς ὅσον τὸ μέσον; καὶ οὗτος Υἱὸς, καὶ ἡμεῖς υἱοί· ἀλλ' ὁ μὲν σώζει, ἡμεῖς δὲ σωζόμεθα. Εἶδες πῶς ἡμᾶς καὶ συνάγει καὶ διίστησι; Πολλοὺς, φησὶν, υἱοὺς εἰς δόξαν ἀγαγόντα. Ἐνταῦθα συνήγαγε· Τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν· καὶ πάλιν διέστησε. Διὰ παθημάτων τελειῶσαι. Ἄρα τὰ παθήματα τελείωσις, καὶ αἰτία τῆς σωτηρίας. Ὁρᾷς ὅτι τὸ παθεῖν κακῶς, οὐκ ἔστιν ἐγκαταλελειμμένων; Εἰ δὲ τούτῳ πρώτῳ τετίμηκε τὸν Υἱὸν ὁ Θεὸς, τῷ διὰ παθημάτων αὐτὸν ἀγαγεῖν· ὄντως τοῦ τὸν κόσμον ποιῆσαι, καὶ ἐκ μὴ ὄντων παραγαγεῖν αὐτὸν, τὸ σάρκα ἀναλαβόντα παθεῖν ἅπερ ἔπαθε, πολλῷ μεῖζόν ἐστι. Καὶ τοῦτο μὲν οὖν φιλανθρωπίας, ἐκεῖνο δὲ πολλῷ πλέον. Καὶ δεικνὺς καὶ αὐτὸς τοῦτο αὐτὸ, φησίν· Ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσι τοῖς ἐπερχομένοις τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χρηστότητος αὑτοῦ, καὶ συνήγειρε καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ Ἰησοῦ. Ἔπρεπε γὰρ αὐτῷ, δι' ὃν τὰ πάντα καὶ δι' οὗ τὰ πάντα, πολλοὺς υἱοὺς εἰς δόξαν ἀγαγόντα, τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν διὰ παθημάτων τελειῶσαι. Ἔπρεπε γὰρ αὐτῷ, φησὶ, τῷ κηδεμόνι ὄντι, καὶ πάντα εἰς τὸ εἶναι παραγαγόντι, ἐκδοῦναι τὸν Υἱὸν ὑπὲρ τῆς τῶν λοιπῶν σωτηρίας, τὸν ἕνα ὑπὲρ τῶν πολλῶν. Ἀλλ' οὐκ εἶπεν οὕτως, ἀλλὰ, Διὰ παθημάτων τελειῶσαι, δεικνὺς ὅτι ὁ παθὼν ὑπέρ τινος, οὐκ ἐκεῖνον ὠφελεῖ μόνον, ἀλλὰ καὶ αὐτὸς λαμπρότερος γίνεται καὶ τελειότερος. Καὶ τοῦτο δὲ πρὸς τοὺς πιστοὺς, φησὶ, παραθαῤῥύνων αὐτούς. Καὶ γὰρ ὁ Χριστὸς τότε ἐδοξάσθη, ὅτε ἔπαθεν. Ὅταν δὲ εἴπω, ὅτι Ἐδοξάσθη, μὴ νομίσῃς δόξης πρόσληψιν αὐτῷ γίνεσθαι· ἐκείνην γὰρ τὴν τῆς φύσεως εἶχεν ἀεὶ, οὐδὲν προσλαβών. Ὅ τε γὰρ ἁγιάζων, φησὶ, καὶ οἱ ἁγιαζόμενοι, ἐξ ἑνὸς πάντες. Δι' ἣν αἰτίαν οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν. Ἰδοὺ πάλιν πῶς συνάγει τιμῶν αὐτοὺς καὶ παραμυθούμενος καὶ ἀδελφοὺς αὐτοὺς ποιῶν τοῦ Χριστοῦ, κατὰ τοῦτο τὸ ἐξ ἑνὸς εἶναι. Εἶτα πάλιν ἀσφαλιζόμενος, καὶ δεικνὺς ὅτι τὸ κατὰ σάρκα φησὶν, ἐπήγαγε τὸ, Ὁ ἁγιάζων, καὶ οἱ ἁγιαζόμενοι. Ὁρᾷς ὅσον τὸ μέσον; ὁ μὲν γὰρ ἁγιάζει, ἡμεῖς δὲ ἁγιαζόμεθα. Καὶ ἀνωτέρω τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν ἔφη. Εἰς γὰρ Θεὸς, ἐξ οὗ τὰ πάντα. Δι' ἣν αἰτίαν οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν. Ὁρᾷς πῶς πάλιν δείκνυσι τὴν ὑπεροχήν; Τῷ γὰρ εἰπεῖν· Οὐκ 63. 41 ἐπαισχύνεται, δείκνυσιν οὐ τῆς τοῦ πράγματος φύσεως, ἀλλὰ τῆς φιλοστοργίας τοῦ μὴ ἐπαισχυνομένου τὸ πᾶν ὂν, καὶ τῆς ταπεινοφροσύνης τῆς πολλῆς. Εἰ γὰρ καὶ ἐξ ἑνὸς, ἀλλ' ὁ μὲν ἁγιάζει, ἡμεῖς δὲ ἁγιαζόμεθα. Πολὺ δὲ τὸ μέσον· καὶ ὁ μὲν ἐκ τοῦ Πατρὸς, ὡς Υἱὸς γνήσιος, τουτέστιν, ἐκ τῆς οὐσίας αὐτοῦ· ἡμεῖς δὲ ὡς κτίσμα, τουτέστιν, ἐξ οὐκ ὄντων. Ὥστε πολὺ τὸ μέσον. Διό φησιν· Οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν, λέγων· Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου. Τὴν γὰρ σάρκα ἐνδυσάμενος, ἐνεδύσατο καὶ τὴν ἀδελφότητα καὶ συνεισῆλθεν ὁμοῦ τῇ σαρκὶ καὶ ἡ ἀδελφότης. Ἀλλὰ τοῦτο μὲν εἰκότως παράγει· τὸ δὲ, Ἐγὼ ἔσομαι πεποιθὼς ἐπ' αὐτῷ, τί βούλεται; Καὶ τὸ μετὰ ταῦτα δὲ εἰκότως· Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ Θεός. Ὥσπερ γὰρ ἐνταῦθα πατέρα δείκνυσιν ἑαυτὸν, οὕτως ἐκεῖ ἀδελφόν· Ἀπαγγελῶ, φησὶ, τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου· καὶ πάλιν τὴν ὑπεροχὴν δείκνυσι, καὶ πολὺ τὸ μέσον, διὰ τῶν ἑξῆς· Ἐπεὶ οὖν τὰ παιδία, φησὶ, κεκοινώνηκεν αἵματος καὶ σαρκός.
4.4.1
Ὁρᾷς ποῦ, φησὶ, τὸ ὅμοιον; κατὰ τὴν σάρκα. Παραπλησίως καὶ αὐτὸς μετέσχε τῶν αὐτῶν. Αἰσχυνέσθωσαν πάντες οἱ αἱρετικοὶ, ἐγκαλυπτέσθωσαν οἱ δοκήσει λέγοντες αὐτὸν παραγενέσθαι, καὶ οὐκ ἀληθείᾳ. Οὐ γὰρ εἶπεν, ὅτι Μετέσχε τούτων, μόνον, καὶ ἐσίγησε· καίτοι καὶ εἰ οὕτως εἶπεν, ἱκανὸν ἦν· ἀλλ' ἕτερόν τι μεῖζον ἐνέφηνε, τὸ, Παραπλησίως, προσθείς. Οὐ φαντασίᾳ οὐδὲ εἰκόνι, φησὶν, ἀλλ' ἀληθείᾳ· ἐπεὶ τὸ, Παραπλησίως, οὐ σώζεται. Εἶτα δείξας τὴν ἀδελφότητα, καὶ τὴν αἰτίαν τίθησι τῆς οἰκονομίας· Ὅπως διὰ τοῦ θανάτου, φησὶ, καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι, τὸν διάβολον. Ἐνταῦθα τὸ θαυμαστὸν δείκνυσιν, ὅτι δι' οὗ ἐκράτησεν ὁ διάβολος, διὰ τούτου ἡττήθη, καὶ ὅπερ ἰσχυρὸν ἦν αὐτῷ ὅπλον κατὰ τῆς οἰκουμένης, ὁ θάνατος, τούτῳ αὐτὸν ἔπληξεν ὁ Χριστός· καὶ τὸ πολὺ τῆς δυνάμεως τοῦ νικήσαντος ἐμφαίνει. Ὁρᾷς ὅσον ὁ θάνατος εἰργάσατο καλόν; Καὶ ἀπαλλάξῃ, φησὶ, τούτους, ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῇν ἔνοχοι ἦσαν δουλείας. Τίνος ἕνεκεν φρίττετε, φησὶ, τί δεδοίκατε τὸν καταργηθέντα; οὐκέτι φοβερός ἐστιν, ἀλλὰ πεπάτηται, καταπεφρόνηται, εὐτελής ἐστι καὶ οὐδενὸς ἄξιος. Τί δέ ἐστιν, Ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῇν ἔνοχοι ἦσαν δουλείας; τί τοῦτο, φησίν; Ὅτι ὁ τὸν θάνατον δεδοικὼς, δοῦλός ἐστι, καὶ πάντα ὑφίσταται ὑπὲρ τοῦ μὴ ἀποθανεῖν· ἢ ἐκεῖνο, ὅτι πάντες δοῦλοι ἦσαν τοῦ θανάτου, φησὶ, καὶ τῷ μηδέπω αὐτὸν λελύσθαι ἐκρατοῦντο· ἢ, [εἰ μὴ τοῦτο,] ὅτι φόβῳ διηνεκεῖ συνέζων οἱ ἄνθρωποι. Ἀεὶ γὰρ ἀποτεθνήξεσθαι προσδοκῶντες, καὶ τὸν θάνατον δεδοικότες, οὐδεμιᾶς ἡδονῆς αἴσθησιν λαβεῖν ἠδύναντο, τοῦ φόβου τούτου παρόντος αὐτοῖς· τοῦτο γὰρ ᾐνίξατο εἰπών· Διὰ παντὸς τοῦ ζῇν. Δείκνυσιν ἐνταῦθα τοὺς θλιβομένους, τοὺς ἐλαυνομένους, τοὺς διωκομένους, τοὺς καὶ πατρίδος καὶ οὐσίας καὶ τῶν ἄλλων ἁπάντων ἀποστερουμένους, ἥδιον διάγοντας καὶ ἐλευθεριώτερον ἐκείνων τῶν ἐν τρυφῇ τὸ πάλαι τυγχανόντων, τῶν μηδὲν τοιούτων παθόντων, τῶν εὐθηνουμένων· εἴ γε ἐκεῖνοι μὲν διὰ παντὸς τοῦ ζῇν ὑπὸ τῷ φόβῳ τούτῳ 63. 42 ἦσαν καὶ δοῦλοι, αὐτοὶ δὲ τούτου εἰσὶν ἀπηλλαγμένοι, καὶ γελῶντες τοῦτο, ὅπερ ἐκεῖνοι πεφρίκασιν. Ὥσπερ γὰρ εἴ τις δεσμώτην μέλλοντα τὴν ἐπὶ θάνατον ἄγεσθαι, καὶ ἀεὶ τοῦτο προσδοκῶντα, λιπαίνοι πολλῇ τῇ τρυφῇ· τοιοῦτόν τι ἦν τὸ παλαιὸν ὁ θάνατος. Νῦν δὲ ταυτὸν γέγονεν, οἷον ἂν εἴ τις τὸν φόβον ἐκεῖνον ἐκβαλὼν, μετὰ τῆς τρυφῆς ἀθλεῖν προτρέποι, καὶ τὸν ἀγῶνα προτιθεὶς, ἐπαγγέλοιτο μηκέτι εἰς θάνατον, ἀλλ' εἰς βασιλείαν ἀγαγεῖν. Τίνων οὖν ἠθέλησας σὺ γενέσθαι, τῶν ἐν τῷ δεσμωτηρίῳ λιπαινομένων μετὰ τοῦ καθ' ἑκάστην ἡμέραν τὴν ἀπόφασιν προσδοκᾷν, ἢ τῶν ἀθλούντων πολλὰ, καὶ πονούντων ἑκοντὶ, ὥστε τὸ διάδημα τῆς βασιλείας ἀναδήσασθαι; Ὁρᾷς πῶς αὐτῶν ἦρε τὴν ψυχὴν, καὶ μετεώρους εἰργάσατο; Δείκνυσι δὲ οὐ τὸν θάνατον μόνον πεπαυμένον, ἀλλὰ διὰ τούτου κἀκεῖνον τὸν ἄσπονδον πρὸς ἡμᾶς ἀεὶ τὸν πόλεμον ἐπανῃρημένον καὶ ἐπιδεικνύμενον, τὸν διάβολον λέγω καταργηθέντα· ὁ γὰρ θάνατον μὴ δεδοικὼς, ἔξω τῆς τυραννίδος ἐστὶ τοῦ διαβόλου. Εἰ γὰρ δέρμα ὑπὲρ δέρματος, καὶ πάντα δοίη ἄν τις ὑπὲρ τῆς ψυχῆς αὐτοῦ· ὅταν καὶ ταύτης κρίνῃ τις καταφρονεῖν, τίνος ἔσται δοῦλος λοιπόν; Οὐδένα δέδοικεν, οὐδένα φοβεῖται, πάντων ἐστὶν ἀνώτερος, καὶ πάντων ἐλευθεριώτερος. Ὁ γὰρ τῆς ψυχῆς τῆς ἑαυτοῦ καταφρονῶν, πολλῷ μᾶλλον τῶν ἄλλων. Ὅταν δὲ εὕρῃ ψυχὴν τοιαύτην ὁ διάβολος, οὐδὲν ἐργάσασθαι δυνήσεται ἐν αὐτῇ τῶν ἑαυτοῦ. Τί γὰρ, εἰπέ μοι, χρημάτων ζημίαν ἀπειλήσει καὶ ἀτιμίαν καὶ πατρίδος ἔκπτωσιν; Ἀλλὰ ταῦτα μικρὰ τῷ μηδὲ τὴν ψυχὴν τιμίαν τιθεμένῳ, κατὰ τὸν μακάριον Παῦλον. Ὁρᾷς ὅτι τοῦ θανάτου τὴν τυραννίδα ἐκβαλὼν, συγκατέλυσε καὶ τοῦ διαβόλου τὴν ἰσχύν; ὁ γὰρ περὶ ἀναστάσεως μυρία φιλοσοφεῖν εἰδὼς, πῶς δέδοικε θάνατον; πῶς φρίττει λοιπόν; Μὴ τοίνυν ἀσχάλλετε λέγοντες, Διὰ τί τὰ καὶ τὰ πεπόνθαμεν; οὕτω γὰρ λαμπροτέρα ἡ νίκη γίνεται· οὐκ ἂν δὲ ἦν λαμπρὰ, εἰ μὴ θανάτῳ τὸν θάνατον ἔλυσε. Τὸ δὲ θαυμαστὸν τοῦτό ἐστιν, ὅτι δι' αὐτῶν αὐτὸν ἐνίκησε, δι' ὧν ἴσχυσε, τὸ εὔπορον αὐτοῦ πανταχοῦ καὶ εὐμήχανον δεικνύς. Μὴ δὴ προδῶμεν τὴν δοθεῖσαν ἡμῖν δωρεάν. Οὐ γὰρ ἐλάβομεν, φησὶ, πνεῦμα δειλίας, ἀλλὰ πνεῦμα δυνάμεως καὶ ἀγάπης καὶ σωφρονισμοῦ. Στῶμεν οὖν γενναίως καταγελῶντες τοῦ θανάτου.
4.5.1
Ἀλλὰ γὰρ ἐπῆλθέ μοι στενάξαι πικρὸν, ποῦ μὲν ὁ Χριστὸς ἡμᾶς ἀνήγαγε, ποῦ δὲ ἑαυτοὺς κατηγάγομεν. Ὅταν γὰρ ἴδω τοὺς κοπετοὺς τοὺς κατὰ τὴν ἀγορὰν, τὰς οἰμωγὰς, ἃς ἐπὶ τοῖς ἐξερχομένοις ποιοῦνται τοῦ βίου, τὰς ὀλολυγὰς, τὰς ἀσχημοσύνας τὰς ἄλλας, πιστεύσατε, αἰσχύνομαι καὶ Ἕλληνας καὶ Ἰουδαίους καὶ αἱρετικοὺς τοὺς ὁρῶντας, καὶ πάντας ἁπλῶς τοὺς διὰ τοῦτο καταγελῶντας ἡμῶν· ὅσα γὰρ ἂν εἴπω λοιπὸν, εἰκῇ ἐρῶ περὶ ἀναστάσεως φιλοσοφῶν. Τί δήποτε; Ὅτι οὐ τοῖς λεγομένοις παρ' ἐμοῦ προσέχουσιν Ἕλληνες, ἀλλὰ τοῖς γινομένοις παρ' ὑμῶν· εὐθέως γὰρ ἐροῦσι· Πότε τούτων τις καταφρονῆσαι θανάτου δυνήσεται, μηδὲ ἕτερον τεθνεῶτα δυνάμενος ἰδεῖν; Καλὰ τὰ εἰρημένα ὑπὸ τοῦ Παύλου, καλὰ, καὶ τῶν οὐρανῶν ἄξια, καὶ τῆς τοῦ Θεοῦ φιλανθρωπίας· τί γάρ φησι; Καὶ ἀπαλλάξει τούτους, ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῇν ἔνοχοι ἦσαν δουλείας. Ἀλλ' οὐκ ἀφίετε 63. 43 ταῦτα πιστεύεσθαι ὑμεῖς, μαχόμενοι διὰ τῶν ἔργων αὐτοῖς· καίτοι πολλὰ ἐπιτειχίσαντος τοῦ Θεοῦ γίνεσθαι πρὸς τοῦτο, ἵνα ἀνέλῃ τὴν πονηρὰν ταύτην συνήθειαν. Εἰπὲ γάρ μοι, τί βούλονται αἱ λαμπάδες αἱ φαιδραί; οὐχ ὡς ἀθλητὰς αὐτοὺς προπέμπομεν; τί δὲ οἱ ὕμνοι; οὐχὶ τὸν Θεὸν δοξάζομεν, καὶ εὐχαριστοῦμεν ὅτι λοιπὸν ἐστεφάνωσε τὸν ἀπελθόντα, ὅτι τῶν πόνων ἀπήλλαξεν, ὅτι τῆς δειλίας ἐκβαλὼν ἔχει παρ' ἑαυτῷ; οὐ διὰ τοῦτο ὕμνοι; οὐ διὰ τοῦτο ψαλμωδίαι; Ταῦτα πάντα χαιρόντων ἐστίν· Εὐθυμεῖ γὰρ, φησὶ, τίς; ψαλλέτω. Ἀλλ' οὐ τούτοις προσέχουσιν Ἕλληνες. Μὴ γάρ μοι, φησὶν, εἴπῃς τὸν ἐκτὸς τοῦ πάθους φιλοσοφοῦντα, τοῦτο γὰρ οὐδὲν μέγα οὐδὲ θαυμαστὸν, ἀλλὰ δεῖξόν μοι τὸν ἐν αὐτῷ τῷ πάθει φιλοσοφοῦντα, καὶ τότε πιστεύσω τῇ ἀναστάσει. Καὶ τὸ μὲν βιωτικὰς γυναῖκας τοῦτο ποιεῖν, θαυμαστὸν οὐδέν· καίτοι γε καὶ αὐτὸ δεινόν· καὶ γὰρ καὶ αὗται τὴν αὐτὴν ἀπαιτοῦνται φιλοσοφίαν· διὸ καὶ Παῦλός φησι· Περὶ δὲ τῶν κεκοιμημένων οὐ θέλω ὑμᾶς ἀγνοεῖν, ἵνα μὴ λυπῆσθε, καθὼς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα. Οὐχὶ μονάζουσιν ἔγραφε ταῦτα οὐδὲ ἀειπαρθένοις, ἀλλὰ καὶ κοσμικαῖς γάμῳ ὁμιλησάσαις, καὶ βιωτικοῖς. Πλὴν ἀλλ' οὐχ οὕτω δεινὸν τοῦτο· ὅταν δέ τις, ἢ γυνὴ, ἢ ἀνὴρ ἐσταυρῶσθαι τῷ κόσμῳ λέγων, ὁ μὲν τρίχας τίλλῃ, ἡ δὲ κωκύῃ μεγάλα, τί τούτου ἀσχημονέστερον; Πιστεύσατέ μοι λέγοντι· εἴγε ὡς ἐχρῆν ἐγίνετο, πολὺν ἔδει χρόνον τοὺς τοιούτους εἴργεσθαι τῶν οὐδῶν τῶν τῆς ἐκκλησίας. Οἱ γὰρ ὄντως ἄξιοι πένθους, οὗτοί εἰσιν, οἱ τὸν θάνατον δεδοικότες ἔτι καὶ φρίττοντες, οἱ τῇ ἀναστάσει διαπιστοῦντες. Ἀλλ' οὐ τῇ ἀναστάσει διαπιστῶ, φησὶν, ἀλλὰ τὴν συνήθειαν ἐπιζητῶ. Διὰ τί οὖν, εἰπέ μοι, ὅταν ἀποδημῇ, καὶ ἀποδημίαν μακρὰν, οὐ τὰ αὐτὰ ποιεῖς; Ἀλλὰ κλαίω καὶ τότε, φησὶ, καὶ θρηνῶ ἐπιζητοῦσα. Ἀλλ' ἐκεῖνο μὲν ὄντως συνήθειαν ἐπιζητούσης ἐστὶ, τοῦτο δὲ ἀπεγνωκυίας τὴν ἐπάνοδον. Ἐννόησον τί ψάλλεις κατὰ τὸν καιρὸν ἐκεῖνον· Ἐπίστρεψον, ψυχή μου, εἰς τὴν ἀνάπαυσίν σου, ὅτι Κύριος εὐηργέτησέ σε· καὶ πάλιν, Οὐ φοβηθήσομαι κακὰ, ὅτι σὺ μετ' ἐμοῦ εἶ· καὶ πάλιν, Σύ μου εἶ καταφυγὴ ἀπὸ θλίψεως τῆς περιεχούσης με. Ἐννόησον τί βούλονται οὗτοι οἱ ψαλμοί. Ἀλλ' οὐ προσέχεις, ἀλλὰ μεθύεις ὑπὸ τοῦ πένθους. Κἂν ἐν τοῖς ἑτέρων κηδεύμασι κατανόησον ἀκριβῶς, ἵνα ἔχῃς φάρμακον ἐν τοῖς σοῖς. Ἐπίστρεψον, ψυχή μου, εἰς τὴν ἀνάπαυσίν σου, ὅτι Κύριος εὐηργέτησέ σε, λέγεις, καὶ δακρύεις; οὐχὶ σκηνὴ ταῦτά ἐστιν, οὐχ ὑπόκρισις; Εἰ μὲν γὰρ ὄντως πιστεύεις οἷς λέγεις, περιττῶς πενθεῖς· εἰ δὲ παίζεις καὶ ὑποκρίνῃ καὶ μύθους αὐτὰ εἶναι νομίζεις, τί καὶ ψάλλεις; τί καὶ ἀνέχῃ τῶν παραγινομένων; διὰ τί μὴ ἀπελαύνεις τοὺς ψάλλοντας; Ἀλλὰ μαινομένων τοῦτο, φησί. Κἀκεῖνο πολλῷ μᾶλλον. Τέως μὲν οὖν παραινῶ· τοῦ χρόνου δὲ προϊόντος σφοδρότερον τῷ πράγματι χρήσομαι· καὶ γὰρ μειζόνως δέδοικα, μὴ τούτῳ τῷ τρόπῳ χαλεπή τις νόσος ἐν τῇ Ἐκκλησίᾳ ὑπεισέλθῃ. Τοῦτον μὲν οὖν τὸν κοπετὸν ὕστερον ἐπανορθωσώμεθα· τέως δὲ παραγγέλλω καὶ διαμαρτύρομαι καὶ πλουσίοις καὶ πένησι, καὶ γυναιξὶ καὶ ἀνδράσι. Γένοιτο μὲν οὖν πάντας ὑμᾶς ἀπενθήτους τὸν βίον 63. 44 ἐξελθεῖν, καὶ κατὰ νόμον τὸν προσήκοντα πατέρας ὑπὸ τῶν υἱῶν γεγηρακότας προπέμψεσθαι καὶ μητέρας ὑπὸ θυγατέρων καὶ ἐγγόνων καὶ μετεγγόνων ἐν λιπαρῷ τῷ γήρᾳ, καὶ μηδαμοῦ γενέσθαι ἄωρον θάνατον. Γένοιτο μὲν οὖν τοῦτο, καὶ τοῦτο εὔχομαι, καὶ τοὺς προέδρους δὲ καὶ πάντας ὑμᾶς ὑπὲρ ἀλλήλων παρακαλῶ δεηθῆναι τοῦ Θεοῦ, καὶ κοινὴν ποιήσασθαι ταύτην εὐχήν· εἰ δὲ, ὅπερ ἀπείη μηδὲ συμβαίη, πικρός τις γένηται θάνατος (πικρὸς δὲ λέγω, οὐ τῇ φύσει· οὐδὲ γάρ ἐστι λοιπὸν πικρὸς ὁ θάνατος· ὕπνου γὰρ οὐδὲν διενήνοχεν· ἀλλὰ πικρὸς λέγω, πρὸς τὴν ἡμετέραν διάθεσιν)· εἰ οὖν οὗτος συμβαίη, καί τινες τὰς θρηνούσας ταύτας μισθώσαιντο, πιστεύσατέ μοι λέγοντι, οὐκ ἄλλως γὰρ ἐρῶ, ἀλλ' ὡς ἔχω· ὁ βουλόμενος ὀργιζέσθω· πολὺν αὐτὸν χρόνον τῆς ἐκκλησίας ἀπείρξω ὡς τὸν εἰδωλολάτρην. Εἰ γὰρ τὸν πλεονέκτην εἰδωλολάτρην καλεῖ ὁ Παῦλος, πολλῷ μᾶλλον τὸν ἐπὶ πιστοῦ τὰ τῶν εἰδωλολατρῶν ἐπεισφέροντα. Τίνος γὰρ ἕνεκεν, εἰπέ μοι, πρεσβυτέρους καλεῖς, καὶ τοὺς ψάλλοντας; οὐχ ὥστε παραμυθήσασθαι, οὐχ ὥστε τιμῆσαι τὸν ἀπελθόντα; Τί τοίνυν αὐτὸν ὑβρίζεις; τί δὲ παραδειγματίζεις; τί δὲ παίζεις, ὥσπερ ἐν σκηνῇ; Ἡμεῖς ἐρχόμεθα τὰ περὶ ἀναστάσεως φιλοσοφοῦντες, πάντας παιδεύοντες, καὶ τοὺς μηδέπω πεπληγμένους, διὰ τῆς εἰς ἐκεῖνον τιμῆς, εἴ ποτε συμβαίη τι τοιοῦτον, φέρειν γενναίως· σὺ δὲ ἄγεις τοὺς τὰ ἡμέτερα καθαιροῦντας, τό γε αὐτῶν μέρος; ʹ. Τί τούτου τοῦ γέλωτος καὶ τῆς χλευασίας χεῖρον; τί ταύτης τῆς ἀνωμαλίας βαρύτερον; Αἰσχύνθητε καὶ ἐντράπητε· εἰ δὲ μὴ βούλεσθε, ἡμεῖς οὐκ ἀνεχόμεθα ἔθη τοιαῦτα ὀλέθρια τῇ ἐκκλησίᾳ ἐπεισαγαγεῖν· Τοὺς γὰρ ἁμαρτάνοντας, φησὶν, ἐνώπιον πάντων ἔλεγχε. Κἀκείναις δὲ ταῖς ταλαιπώροις καὶ ἀθλίαις δι' ὑμῶν ἀπαγορεύομεν, μηδέποτε ταῖς τῶν πιστῶν ἐκφοραῖς ἐπεισιέναι, ἵνα μὴ ὄντως τὰ οἰκεῖα αὐτὰς ἀναγκάσωμεν θρηνεῖν κακὰ, καὶ παιδεύσωμεν μὴ ἐν ἀλλοτρίοις ταῦτα ποιεῖν, ἀλλὰ τὰς οἰκείας συμφορὰς μᾶλλον ὀδύρεσθαι· καὶ γὰρ καὶ πατὴρ φιλόστοργος, ὅταν υἱὸν ἄτακτον ἔχῃ, οὐκ ἐκείνῳ μόνον παραινεῖ μὴ πλησιάζειν τοῖς πονηροῖς, ἀλλὰ καὶ ἐκείνους φοβεῖ. Ἰδοὺ τοίνυν καὶ ὑμῖν κἀκείναις δι' ὑμῶν παραινῶ, ὥστε μήτε ὑμᾶς καλεῖν τὰς τοιαύτας, μήτε ἐκείνας παραγίνεσθαι. Καὶ γένοιτο μὲν τὸν λόγον τι ἐργάσασθαι πλέον καὶ τὴν ἀπειλὴν ἰσχῦσαι· εἰ δὲ, ὅπερ ἀπείη, καταφρονηθῶμεν, ἀναγκασθησόμεθα λοιπὸν εἰς ἔργον ἀγαγεῖν τὴν ἀπειλὴν, ὑμᾶς μὲν τοῖς νόμοις παιδεύοντες τοῖς ἐκκλησιαστικοῖς, ἐκείνας δὲ ὡς ἐκείναις προσῆκόν ἐστιν. Εἰ δέ τις ἀπαυθαδιαζόμενος καταφρονεῖ, ἀκουέτω τοῦ Χριστοῦ λέγοντος καὶ νῦν· Ἐὰν ὁ ἀδελφός σου ἁμαρτήσῃ εἰς σὲ, ὕπαγε, ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου· εἰ δὲ μὴ πείθοιτο, παράλαβε μετὰ σεαυτοῦ ἕνα ἢ δύο· εἰ δὲ καὶ οὕτως ἀντιλέγοι, εἰπὲ τῇ Ἐκκλησίᾳ· εἰ δὲ καὶ τῆς Ἐκκλησίας παρακούσειεν, ἔστω σοι ὡς ὁ ἐθνι 63. 45 κὸς καὶ ὁ τελώνης. Εἰ δὲ τὸν εἰς ἐμὲ ἁμαρτάνοντα, ἐπειδὰν μὴ πείθοιτο, οὕτως ἀποστρέφεσθαι κελεύει· τὸν εἰς ἑαυτὸν ἁμαρτάνοντα· καὶ εἰς τὸν Θεὸν πῶς ἔχειν ὀφείλω, ὑμεῖς κρίνατε· ὑμεῖς γὰρ ἡμῶν καταγινώσκετε οὐ μαλακῶς προσφερομένων ἡμῖν. Εἰ δέ τις καταφρονεῖ τῶν δεσμῶν τῶν παρ' ἡμῶν, πάλιν αὐτὸν ὁ Χριστὸς παιδευέτω λέγων. Ὅσα ἂν δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα ἐν τῷ οὐρανῷ· καὶ ὅσα ἂν λύσητε ἐπὶ τῆς γῆς, ἔσται λελυμένα ἐν τῷ οὐρανῷ. Εἰ γὰρ καὶ ἡμεῖς ταλαίπωροι καὶ οὐδαμινοὶ καὶ τοῦ καταφρονεῖσθαι ἄξιοι, ὥσπερ οὖν καὶ ἄξιοι, ἀλλ' οὐχ ἑαυτοὺς ἐκδικοῦμεν, οὐδὲ ὀργὴν ἀμυνόμεθα, ἀλλὰ τῆς ὑμετέρας σωτηρίας φροντίζομεν. Αἰδέσθητε, παρακαλῶ, καὶ ἐντράπητε· εἰ γὰρ φίλον τις φέρει, σφοδρότερον τοῦ δέοντος ἐπιφερόμενον, τὸν σκοπὸν ἐξετάζων, καὶ ὅτι εὐνοϊκῶς, ἀλλ' οὐκ ἀλαζονευόμενος τοῦτο ποιεῖ· πολλῷ μᾶλλον διδάσκαλον ἐπιπλήττοντα, καὶ διδάσκαλον οὐδὲ αὐτὸν ἐξ αὐθεντίας ταῦτα λέγοντα, οὐδὲ ὡς ἐν τάξει ἄρχοντος, ἀλλ' ὡς ἐν τάξει κηδεμόνος. Οὐ γὰρ ἐξουσίαν ἐπιδείξασθαι βουλόμενοι, ταῦτα λέγομεν· Πῶς γὰρ οἱ μηδὲ εἰς πεῖραν αὐτῶν ἐλθεῖν εὐχόμενοι; ἀλλ' ὑπὲρ ὑμῶν ἀλγοῦντες καὶ κοπτόμενοι. Σύγγνωτε δὴ, καὶ μηδεὶς καταφρονείτω τῶν δεσμῶν τῶν ἐκκλησιαστικῶν· οὐ γὰρ ἄνθρωπός ἐστιν ὁ δεσμῶν, ἀλλ' ὁ Χριστὸς ὁ τὴν ἐξουσίαν ταύτην ἡμῖν δεδωκὼς, καὶ κυρίους ποιῶν ἀνθρώπους τῆς τοσαύτης τιμῆς. Ἡμεῖς μὲν γὰρ εἰς τὸ λύειν βουλόμεθα κατακεχρῆσθαι τῇ ἐξουσίᾳ· μᾶλλον δὲ οὐδὲ τούτου, ἀνάγκην ἔχειν βουλόμεθα· οὐδένα γὰρ βουλόμεθα εἶναι δεσμώτην παρ' ἡμῖν· οὐχ οὕτως ἐσμὲν ἄθλιοι καὶ ταλαίπωροι, εἰ καὶ σφόδρα οὐδαμινοί τινές ἐσμεν. Εἰ δὲ ἀναγκασθείημεν, σύγγνωτε· οὐ γὰρ ἑκόντες οὐδὲ βουλόμενοι, ἀλλὰ μᾶλλον ὑμῶν τῶν δεδεμένων ἀλγοῦντες, τὰ δεσμὰ περιβάλλομεν. Εἰ δέ τις καταφρονοίη τούτων, ἐπιστή 63. 46 σεται ὁ τῆς κρίσεως καιρὸς ὁ διδάσκων αὐτόν. Τὸ δὲ λοιπὸν οὐ βούλομαι εἰπεῖν, ἵνα μὴ πλήξω τὴν διάνοιαν ὑμῶν. Ἡμεῖς μὲν γὰρ πρῶτον μὲν εὐχόμεθα εἰς ἀνάγκην μὴ ἐλθεῖν· εἰ δὲ ἔλθοιμεν, τὸ ἑαυτῶν πληροῦμεν, περιβάλλομεν τὰ δεσμά. Εἰ δέ τις διαῤῥήξειε ταῦτα, ἐγὼ τὸ ἐμαυτοῦ πεποίηκα, καὶ ἀνεύθυνός εἰμι λοιπὸν, ὁ δὲ λόγος ἔσται σοι πρὸς τὸν ἐμοὶ κελεύσαντα δῆσαι. Οὐδὲ γὰρ εἰ, βασιλέως προκαθημένου, τῶν δορυφόρων τῶν παρεστώτων τις ἐκελεύσθη δῆσαί τινα τῶν ἐν τῇ τάξει καὶ τὰ δεσμὰ περιβαλεῖν, ἐκεῖνος δὲ οὐ μόνον ἀπώσαιτο τοῦτον, ἀλλὰ καὶ συντρίψειε τὰ δεσμὰ, ὁ δορυφόρος ἐστὶν ὁ τὴν ὕβριν πεπονθὼς, ἀλλ' ὁ βασιλεὺς πολλῷ μᾶλλον ὁ κελεύσας. Εἰ γὰρ τὰ εἰς τοὺς πιστοὺς γινόμενα αὐτὸς οἰκειοῦται, ὅταν τοὺς εἰς τὸ διδάσκειν τεταγμένους ὑβρίζητε, πολλῷ μᾶλλον ὡς αὐτὸς ὑβριζόμενος διακείσεται. Ἀλλὰ μὴ γένοιτό τινα τῶν ἐπὶ τῆς ἐκκλησίας ταύτης εἰς ἀνάγκην τῶν δεσμῶν τούτων ἐλθεῖν. Ὥσπερ γὰρ τὸ μὴ ἁμαρτάνειν καλόν· οὕτω τὸ φέρειν ἐπιτίμησιν χρήσιμον. Φέρωμεν τοίνυν τὴν ἐπίπληξιν, καὶ σπουδάζωμεν τὸ μὴ ἁμαρτάνειν· εἰ δὲ ἁμάρτοιμεν, φέρωμεν τὴν ἐπιτίμησιν. Ὥσπερ γὰρ καλὸν μὲν τὸ μὴ πλήττεσθαι, εἰ δὲ τοῦτο γένοιτο, τὸ φάρμακον ἐπιτεθῆναι τῇ πληγῇ χρήσιμον· οὕτω καὶ ἐνταῦθα. Ἀλλὰ μὴ γένοιτό τινα τῶν τοιούτων δεηθῆναι φαρμάκων· Πεπείσμεθα δὲ περὶ ὑμῶν τὰ κρείττονα, καὶ ἐχόμενα σωτηρίας, εἰ καὶ οὕτω λαλοῦμεν. Σφοδρότερον δὲ διελέχθημεν ὑπὲρ πλείονος ἀσφαλείας. Βέλτιον γὰρ ἐμὲ θρασύν τινα καὶ ἀπηνῆ καὶ αὐθάδη ὑποπτεύεσθαι παρ' ὑμῶν, ἢ ὑμᾶς τὰ τῷ Θεῷ μὴ δοκοῦντα ποιεῖν. Πιστεύομεν δὲ τῷ Θεῷ, ὅτι οὐκ ἀνόνητος ὑμῖν αὕτη ἡ ἐπιτίμησις ἔσται, ἀλλ' οὕτω μεταβληθήσεσθε, ὡς τούτους τοὺς λόγους εἰς τὰ ὑμέτερα ἐγκώμια ἀναλίσκεσθαι, καὶ εἰς τοὺς ἐπαίνους. Γένοιτο δὲ ὑμᾶς βιοῦν κατὰ τὸ δοκοῦν τῷ Θεῷ, ἵνα καταξιωθῶμεν ἅπαντες τυχεῖν τῶν ἀγαθῶν, ὧν ἐπηγγείλατο ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτὸν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.

Intertext edge

Open linked passage

Note