Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In epistulam ad Hebraeos
John ChrysostomHebr 7 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
7.0.1
Σπουδάσωμεν οὖν εἰσελθεῖν εἰς ἐκείνην τὴν κα τάπαυσιν, ἵνα μὴ ἐν τῷ αὐτῷ τις ὑποδείγματι πέσῃ τῆς ἀπειθείας. Ζῶν γὰρ ὁ λόγος τοῦ Θεοῦ καὶ ἐνεργὴς, καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, καὶ διικνούμενος ἄχρι με ρισμοῦ ψυχῆς καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας· καὶ οὐκ ἔστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ, πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ, πρὸς ὃν ἡμῖν ὁ λόγος.
7.1.1
Μέγα μὲν ἡ πίστις καὶ σωτήριον, καὶ ταύτης 63. 60 ἄνευ οὐκ ἔνι σωθῆναί ποτε. Ἀλλ' οὐκ ἀρκεῖ καθ' ἑαυτὴν τοῦτο ἐργάσασθαι, ἀλλὰ δεῖ καὶ πολιτείας ὀρθῆς. Ὥστε διὰ τοῦτο καὶ Παῦλος τοῖς ἤδη τῶν μυστηρίων καταξιωθεῖσι παραινεῖ λέγων· Σπουδάσωμεν εἰσελθεῖν εἰς ἐκείνην τὴν κατάπαυσιν. Σπουδάσωμεν, φησὶν, ὡς οὐκ ἀρκούσης τῆς πίστεως, ἀλλ' ὀφείλοντος προστεθῆναι καὶ τοῦ βίου, καὶ πολλὴν τὴν σπουδὴν γενέσθαι. Δεῖ γὰρ ἡμῖν ὄντως καὶ πολλῆς σπουδῆς, ὥστε ἀνελθεῖν εἰς τὸν οὐρανόν. Εἰ γὰρ γῆς οὐκ ἠξιώθησαν οἱ τοσαῦτα ταλαιπωρηθέντες ἐν τῇ ἐρήμῳ, καὶ γῆς τυχεῖν οὐκ ἠδυνήθησαν, ἐπειδὴ ἐγόγγυσαν καὶ ἐπόρνευσαν· πῶς τῶν οὐρανῶν ἡμεῖς καταξιωθησόμεθα, ἀδιαφόρως ζῶντες καὶ ῥᾳθύμως; Δεῖ τοίνυν ἡμῖν πολλῆς σπουδῆς. Καὶ ὅρα, οὐ μέχρι τούτου τὴν ζημίαν ὁρίζει μόνον, τοῦ μὴ εἰσελθεῖν· 63. 61 οὐ γὰρ εἶπε· Σπουδάσωμεν εἰσελθεῖν εἰς τὴν κατάπαυσιν, ἵνα μὴ ἐκπέσωμεν τοσούτων ἀγαθῶν· ἀλλ' ὃ μάλιστα τοὺς ἀνθρώπους διεγείρει, τοῦτο προσέθηκε. Ποῖον δὴ τοῦτο; Τὸ, Ἵνα μὴ ἐν τῷ αὐτῷ τις ὑποδείγματι πέσῃ τῆς ἀπειθείας· τουτέστιν, ἵνα τὸν νοῦν ἔχωμεν ἐκεῖ, τὴν ἐλπίδα, τὴν προσδοκίαν, ἵνα μὴ ὁμοίως ἐκπέσωμεν. Ὅτι γὰρ ἐκπεσούμεθα, τὸ ὑπόδειγμα δηλοῖ· Μὴ ἐν τῷ αὐτῷ, φησίν. Εἶτα, ἵνα μὴ ἀκούων, Ἐν τῷ αὐτῷ, τὴν αὐτὴν εἶναι νομίσῃς τιμωρίαν, ἄκουσον τί ἐπάγει· Ζῶν γὰρ ὁ λόγος τοῦ Θεοῦ καὶ ἐνεργὴς, καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, καὶ διικνούμενος ἄχρι μερισμοῦ ψυχῆς τε καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας. Δείκνυσι κἀνταῦθα, ὅτι κἀκεῖνα αὐτὸς εἰργάσατο ὁ τοῦ Θεοῦ λόγος, καὶ ζῇ, καὶ οὐκ ἐσβέσθη. Μὴ τοίνυν, ἐπειδὴ λόγον ἤκουσας, ἁπλῶς λόγον νομίσῃς· μαχαίρας γάρ ἐστι, φησὶ, τομώτερος. Ὅρα τὴν συγκατάβασιν, καὶ ἐντεῦθεν μάνθανε τίνος ἕνεκεν ἐδεήθησαν καὶ οἱ προφῆται εἰπεῖν μάχαιραν, καὶ τόξον, καὶ ῥομφαίαν. Ἐὰν μὴ ἐπιστραφῆτε, φησὶ, τὴν ῥομφαίαν αὑτοῦ στιλβώσει, τὸ τόξον αὑτοῦ ἐνέτεινε, καὶ ἡτοίμασεν αὐτό. Εἰ γὰρ νῦν μετὰ τοσοῦτον χρόνον καὶ τελείωσιν οὐ δύναται τῷ τοῦ λόγου ὀνόματι καταπλῆξαι μόνον, ἀλλὰ δεῖται τούτων τῶν ῥημάτων, ἵνα δείξῃ τὴν ὑπεροχὴν τὴν ἐκ τῆς συγκρίσεως· πολλῷ μᾶλλον τότε. Διικνούμενος, φησὶν, ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος. Τί ἐστι τοῦτο; Φοβερόν τι ᾐνίξατο. Ἢ γὰρ ὅτι τὸ πνεῦμα διαιρεῖ ἀπὸ τῆς ψυχῆς, λέγει· ἢ ὅτι καὶ αὐτῶν τῶν ἀσωμάτων διικνεῖται, οὐ καθὼς ἡ μάχαιρα μόνον τῶν σωμάτων. Δείκνυσιν ἐνταῦθα, ὅτι καὶ ἡ ψυχὴ κολάζεται, καὶ ὅτι τὰ ἐνδότατα διερευνᾶται, καὶ ὅλον δι' ὅλου διικνεῖται τὸν ἄνθρωπον. Καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας. Καὶ οὐκ ἔστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ. Ἐνταῦθα αὐτοὺς μάλιστα ἐφόβησεν. Ὃ δὲ λέγει, τοῦτό ἐστι· μὴ γὰρ, εἰ ἔτι, φησὶν, ἐν τῇ πίστει ἑστήκατε, μὴ μετὰ πληροφορίας δὲ, θαῤῥεῖτε· αὐτὸς τὰ ἐν τῇ καρδίᾳ κρινεῖ· ἐκεῖ γὰρ διαβαίνει καὶ κολάζων καὶ ἐξετάζων. Καὶ τί λέγω περὶ ἀνθρώπων, φησί; κἂν γὰρ ἀγγέλους εἴπῃς, κἂν ἀρχαγγέλους, κἂν τὰ Χερουβὶμ, κἂν τὰ Σεραφὶμ, κἂν οἵαν δήποτε κτίσιν· πάντα ἐκκεκάλυπται τῷ ὀφθαλμῷ ἐκείνῳ, πάντα δῆλά ἐστι καὶ φανερὰ, οὐδέν ἐστι τὸ λαθεῖν αὐτὸν δυνατόν· Πάντα γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ, πρὸς ὃν ἡμῖν ὁ λόγος. Τετραχηλισμένα εἶπεν ἀπὸ μεταφορᾶς τῶν δερμάτων τῶν ἀπὸ τῶν σφαζομένων ἱερείων ἐξελκομένων. Ὥσπερ γὰρ ἐκεῖνα, ἐπειδὰν σφάξας τις ἀπὸ τῆς σαρκὸς παρελκύσῃ τὸ δέρμα, πάντα τὰ ἔνδον ἀποκαλύπτεται, καὶ δῆλα γίνεται τοῖς ἡμετέροις ὀφθαλμοῖς· οὕτω καὶ τῷ Θεῷ δῆλα πρόκειται πάντα. Σὺ δέ μοι θέα, πῶς ἀεὶ τῶν σωματικῶν εἰκόνων δεῖται· ὅπερ ἦν τῆς ἀσθενείας τῶν ἀκουόντων. Ὅτι γὰρ ἀσθενεῖς ἦσαν, ἐδήλωσεν εἰπὼν νωθροὺς αὐτοὺς εἶναι, καὶ χρείαν ἔχοντας γάλακτος, οὐ στερεᾶς τροφῆς. Πάντα γυμνὰ, φησὶ, καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ, πρὸς ὃν ἡμῖν ὁ λόγος. Τί δέ ἐστιν, Ἐν τῷ αὐτῷ ὑποδείγματι τῆς ἀπειθείας; Ὡς ἄν τις αἰτιολογούμενος εἴποι· Διὰ 63. 62 τί οὐκ εἶδον ἐκεῖνοι τὴν γῆν; Ἔλαβον ἀῤῥαβῶνα, φησὶ, τῆς τοῦ Θεοῦ δυνάμεως, καὶ δέον πιστεῦσαι, τῷ φόβῳ πλέον δόντες, καὶ μηδὲν μέγα περὶ τοῦ Θεοῦ φαντασθέντες, καὶ ὀλιγοψυχήσαντες, οὕτως ἀπώλοντο. Ἔστι δὲ καὶ ἕτερόν τι εἰπεῖν, οἷον, ὅτι τὸ πλέον ἀνύσαντες τῆς ὁδοῦ, ὅτε πρὸς αὐταῖς ταῖς θύραις ἐγένοντο, πρὸς αὐτῷ τῷ λιμένι, κατεποντίσθησαν. Τοῦτο καὶ περὶ ὑμῶν δέδοικα, φησί. Τοῦτο τοίνυν ἐστὶ τὸ, Ἐν τῷ αὐτῷ ὑποδείγματι τῆς ἀπειθείας. Ὅτι γὰρ καὶ οὗτοι πολλὰ ἔπαθον, ὕστερον αὐτοῖς μαρτυρεῖ λέγων· Ἀναμνήσθητε τὰς πρότερον ἡμέρας, ἐν αἷς φωτισθέντες, πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων. Μηδεὶς οὖν ὀλιγοψυχείτω, μηδὲ πρὸς τὸ τέλος ἀπαγορεύων καταπιπτέτω. Εἰσὶ γὰρ, εἰσὶν οἳ παρὰ μὲν τὴν ἀρχὴν μετὰ ἀκμαζούσης προσβάλλουσι τῆς προθυμίας πρὸς τοὺς ἀγῶνας· ὕστερον δὲ μικρὸν τῷ παντὶ προσθεῖναι μὴ βουληθέντες, τὸ πᾶν ἀπώλεσαν. Ἱκανοὶ, φησὶν, οἱ πρόγονοι παιδεῦσαι ὑμᾶς μὴ τοῖς αὐτοῖς περιπεσεῖν, ὥστε μὴ τὰ αὐτὰ παθεῖν, ἅπερ ἔπαθον. Τοῦτο δέ ἐστιν, Ἐν τῷ αὐτῷ ὑποδείγματι τῆς ἀπειθείας. Οὐκοῦν μὴ ἐκλυώμεθα, φησίν· ὃ καὶ πρὸς τῷ τέλει λέγει· Τὰς παρειμένας χεῖρας καὶ τὰ παραλελυμένα γόνατα ἀνορθώσατε. Ἵνα μὴ ἐν τῷ αὐτῷ τις ὑποδείγματι, φησὶ, πέσῃ. Τοῦτο γὰρ πεσεῖν ὄντως ἐστίν. Εἶτα, ἵνα μὴ ἀκούσας, Ἐν τῷ αὐτῷ ὑποδείγματι πέσῃ, τὸν αὐτὸν θάνατον ὑπολάβῃς, ὅνπερ κἀκεῖνοι ὑπέμειναν, ὅρα τί φησι· Ζῶν γὰρ ὁ λόγος τοῦ Θεοῦ καὶ ἐνεργὴς, καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον. Πάσης γὰρ μαχαίρας χαλεπώτερον εἰς τὰς τούτων ἐμπίπτων ψυχὰς ὁ λόγος, πληγὰς ἐργάζεται χαλεπὰς, καὶ καιρίας δίδωσι τομάς. Καὶ τούτων τὴν ἀπόδειξιν οὐ δεῖται παρασχεῖν, οὐδὲ κατασκευάσαι, ἔχων οὕτω τὴν διήγησιν φανεράν. Ποῖος γὰρ πόλεμος ἐκείνους ἀπώλεσε, φησί; ποία μάχαιρα; οὐχ ἁπλῶς αὐτόματοι κατέπιπτον; Μὴ οὖν, ἐπειδὴ μὴ ἐπάθομεν τὰ αὐτὰ, ἀμεριμνήσωμεν μέχρις οὗ τὸ σήμερον λέγεται, ἔξεστιν ἡμῖν ἀνακτήσασθαι. Ἀλλ' ἐπεὶ οὕτως εἶπεν, ἵνα μὴ τὰ τῆς ψυχῆς ἀκούσαντες ῥᾳθυμήσωσι, προστίθησι καὶ τὰ τοῦ σώματος, δηλῶν, ὅτι καθάπερ τις βασιλεὺς ἄρχοντας ἁμαρτόντας μεγάλα, πρότερον ἀπογυμνοῖ οἷον τῆς στρατείας, εἶτα τὴν ζώνην ἀφελόμενος, καὶ τὸ ἀξίωμα, καὶ τὸν κήρυκα παραστησάμενος, τότε κολάζει· οὕτω καὶ τοῦ Πνεύματος ἡ μάχαιρα τότε ἐργάζεται. Εἶτα τοῦτο εἰπὼν, φοβερώτερον ἔτι τὸν λόγον ποιῶν, περὶ τοῦ Υἱοῦ διαλέγεται, καί φησι· Πρὸς ὃν ἡμῖν ὁ λόγος. Ἀντὶ τοῦ, αὐτῷ μέλλομεν δοῦναι εὐθύνας τῶν πεπραγμένων. Οὐκοῦν μὴ ἀναπέσωμεν, μηδὲ ὀλιγοψυχήσωμεν. Ἱκανὰ μὲν οὖν καὶ τὰ εἰρημένα παιδεῦσαι· ὁ δὲ οὐκ ἀρκεῖται, ἀλλ' ἔτι προστίθησι λέγων· Ἔχομεν δὲ καὶ ἀρχιερέα μέγαν, διεληλυθότα τοὺς οὐρανοὺς, Ἰησοῦν τὸν Υἱὸν τοῦ Θεοῦ.
7.2.1
Ὅτι γὰρ διὰ τοῦτο προσέθηκεν, ἐπήγαγεν· Οὐ γὰρ ἔχομεν ἀρχιερέα μὴ δυνάμενον συμπαθῆσαι ταῖς ἀσθενείαις ἡμῶν. Διὰ τοῦτο ἀνωτέρω ἔλεγεν· Ἐν ᾧ πέπονθεν αὐτὸς πειρασθεὶς, δύναται τοῖς πειραζομένοις βοηθῆσαι. Ὅρα τοίνυν πῶς καὶ ἐνταῦθα τὸ αὐτὸ ποιεῖ. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἦλθε, φησὶν, 63. 63 ὁδὸν ἢν καὶ ἡμεῖς νῦν, μᾶλλον δὲ καὶ τραχυτέραν· πάντων γὰρ ἔλαβε τῶν ἀνθρωπίνων πεῖραν. Εἶπεν ἐκεῖ· Οὐκ ἔστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ, τὴν θεότητα αἰνιττόμενος. Εἶτα, ἐπειδὴ τῆς σαρκὸς ἐπελάβετο, συγκαταβατικώτερον πάλιν διαλέγεται λέγων· Ἔχοντες οὖν ἀρχιερέα μέγαν, διεληλυθότα τοὺς οὐρανούς· καὶ μείζονα δείκνυσι τὴν κηδεμονίαν, καὶ ὅτι ὥσπερ οἰκείων προΐσταται, καὶ οὐ θέλει αὐτοὺς ἐκπεσεῖν. Μωϋσῆς μὲν γὰρ, φησὶν, οὐκ εἰσῆλθεν εἰς τὴν κατάπαυσιν, αὐτὸς δὲ εἰσῆλθε· καὶ πῶς, ἐγὼ λέγω. Οὐ θαυμαστὸν δὲ, εἰ οὐδαμοῦ αὐτὸ τέθεικεν· ἢ γὰρ ἵνα μὴ δόξωσιν ἀπολογίαν εὑρίσκειν, συμπεριέλαβε καὶ αὐτόν· ἢ ἵνα μὴ δόξῃ κατηγορεῖν τοῦ ἀνδρὸς, φανερῶς αὐτὸ οὐκ εἶπεν. Εἰ γὰρ, οὐδενὸς τούτων λεχθέντος, ταῦτα προέφερον, λέγοντες, Κατὰ τοῦ Μωϋσέως καὶ κατὰ τοῦ νόμου οὗτος εἴρηκε· πολλῷ μᾶλλον εἰ εἶπεν· Οὐκ ἔστι Παλαιστίνη, ἀλλ' οὐρανὸς, μείζονα ἂν τούτων εἶπον. Ἀλλ' οὐ τὸ πᾶν τῷ ἱερεῖ δίδωσιν, ἀλλὰ καὶ τὰ παρ' ἡμῶν ζητεῖ, λέγω δὴ τὴν ὁμολογίαν. Ἔχοντες οὖν, φησὶν, ἀρχιερέα μέγαν, διεληλυθότα τοὺς οὐρανοὺς, Ἰησοῦν τὸν Υἱὸν τοῦ Θεοῦ, κρατῶμεν τῆς ὁμολογίας. Ποίαν ὁμολογίαν λέγει; Ὅτι ἀνάστασίς ἐστιν, ὅτι ἀνταπόδοσις, ὅτι μυρία ἀγαθὰ, ὅτι ὁ Χριστὸς Θεός ἐστιν, ὅτι ἡ πίστις ὀρθή· ταῦτα ὁμολογήσωμεν, ταῦτα κατέχωμεν. Ὅτι δὲ ταῦτα ἀληθῆ, δῆλον ἐκ τοῦ τὸν ἀρχιερέα ἔνδον εἶναι. Οὐκοῦν ὅτι οὐκ ἐξεπέσομεν, ὁμολογήσωμεν· εἰ καὶ μὴ πάρεστι τὰ πράγματα, ἀλλ' ἡμεῖς ὁμολογήσωμεν· εἰ ἄρτι παρῆν, ψεῦδος ἦν. Ὥστε καὶ τοῦτο ἀληθὲς, τὸ ὑπερτίθεσθαι· καὶ γὰρ ὁ ἀρχιερεὺς ἡμῶν μέγας· Οὐ γὰρ ἔχομεν ἀρχιερέα μὴ δυνάμενον συμπαθῆσαι ταῖς ἀσθενείαις ἡμῶν. Οὐκ ἔστι, φησὶν, ἀγνοῶν τὰ ἡμέτερα, ὡς πολλοὶ τῶν ἀρχιερέων, οἳ τοὺς ἐν θλίψεσιν οὐκ ἴσασιν, ἀλλ' οὐδὲ ὅ τί ποτέ ἐστι θλῖψις. Ἐπὶ γὰρ τῶν ἀνθρώπων ἀδύνατον εἰδέναι τὴν κάκωσιν τοῦ κακουμένου τὸν μὴ πεῖραν λαβόντα καὶ διὰ τῶν αἰσθητῶν ἐλθόντα. Πάντα ὑπέστη ὁ ἀρχιερεὺς ὁ ἡμέτερος· διὰ γὰρ τοῦτο πρῶτον ὑπέστη, καὶ τότε ἀνέβη, ἵνα δύνηται συμπαθεῖν. Πεπειρασμένον δὲ κατὰ πάντα καθ' ὁμοιότητα χωρὶς ἁμαρτίας. Ὅρα πῶς καὶ ἄνω τὸ, Παραπλησίως, ἔθηκε, καὶ ἐνταῦθα τὸ, Καθ' ὁμοιότητα. Τουτέστιν, ἐδιώχθη, ἐνεπτύσθη, κατηγορήθη, ἐσκώφθη, ἐσυκοφαντήθη, ἀπηλάθη, τὸ τέλος ἐσταυρώθη. Καθ' ὁμοιότητα χωρὶς ἁμαρτίας. Ἐνταῦθα καὶ ἄλλο αἰνίττεται, ὅτι δυνατὸν χωρὶς ἁμαρτίας, καὶ ἐν θλίψεσιν ὄντα διενεγκεῖν. Ὥστε καὶ ὅταν λέγῃ, Ἐν ὁμοιώματι σαρκὸς, οὐ τοῦτο φησὶν, ὅτι ὁμοίωμα σαρκὸς, ἀλλ' ὅτι σάρκα ἀνέλαβε. Διὰ τί οὖν εἶπεν· Ἐν ὁμοιώματι; Περὶ ἁμαρτωλοῦ σαρκὸς ἔλεγεν· ὁμοία γὰρ ἦν τῇ σαρκὶ τῇ ἡμετέρᾳ· τῇ μὲν γὰρ φύσει ἡ αὐτὴ ἦν ἡμῖν, τῇ δὲ ἁμαρτίᾳ οὐκέτι ἡ αὐτή. Προσερχώμεθα οὖν μετὰ παῤῥησίας τῷ θρόνῳ τῆς χάριτος αὐτοῦ, ἵνα λάβωμεν ἔλεον, καὶ χάριν εὕρωμεν εἰς εὔκαιρον βοήθειαν. Θρόνον χάριτος τίνα φησί; Τὸν θρόνον τὸν βασιλικὸν περὶ οὗ φησιν· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Ὡσεὶ ἔλεγε· Προσερχώμεθα μετὰ παῤῥησίας, ὅτι ἀναμάρτητον ἔχομεν ἀρχιερέα, καταγωνιζόμενον τὴν οἰκουμένην. Θαρσεῖτε γὰρ, φησὶν, ἐγὼ νενίκηκα τὸν κόσμον. Τὸ γὰρ πάντα μὲν παθεῖν, καθαρὸν δὲ εἶναι ἁμαρτημάτων, τοῦτό ἐστιν. Εἰ ἡμεῖς ὑπὸ ἁμαρτίαν ἐσμὲν, φησὶν, αὐτὸς 63. 64 δὲ ἀναμάρτητος. πῶς προσερχώμεθα μετὰ παῤῥησίας; Ὅτι θρόνος χάριτός ἐστιν, οὐ θρόνος κρίσεως νῦν. Διὰ τοῦτο Προσερχώμεθα μετὰ παῤῥησίας, ἵνα λάβωμεν ἔλεον, οἷον ζητοῦμεν, φησί. Φιλοτιμία γὰρ τὸ πρᾶγμά ἐστι, καὶ δωρεὰ βασιλική. Καὶ χάριν εὕρωμεν εἰς εὔκαιρον βοήθειαν. Καλῶς εἴρηκεν· Εἰς εὔκαιρον βοήθειαν. Ἂν νῦν προσέλθῃς, φησὶ, λήψῃ καὶ χάριν καὶ ἔλεον· εὐκαίρως γὰρ προσέρχῃ· ἂν δὲ τότε προσέλθῃς, οὐκέτι· ἄκαιρος γὰρ τότε ἡ πρόσοδος· οὐ γάρ ἐστι τότε θρόνος χάριτος. Θρόνος χάριτός ἐστιν, ἕως κάθηται χαριζόμενος ὁ Βασιλεύς· ὅταν δὲ ἡ συντέλεια γένηται, τότε ἐγείρεται εἰς κρίσιν· Ἀνάστα γὰρ, φησὶν, ὁ Θεὸς, κρῖνον τὴν γῆν. Ἔστι καὶ ἕτερόν τι εἰπεῖν· Προσερχώμεθα, φησὶ, μετὰ παῤῥησίας, τουτέστι, μηδὲν ἔχοντες συνειδὸς πονηρὸν, μὴ διστάζοντες· οὐ γὰρ δύναται μετὰ παῤῥησίας ὁ τοιοῦτος προσελθεῖν. Διὰ τοῦτο καὶ ἀλλαχοῦ λέγει· Καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι. Ἐπεὶ καὶ νῦν τὸ μετὰ τὸ λουτρὸν ἁμαρτάνοντας εὑρίσκειν μετάνοιαν, χάριτός ἐστιν. Ἵνα δὲ μὴ ἀκούσας αὐτὸν ἀρχιερέα, νομίσῃς ἑστάναι, εὐθέως αὐτὸν ἐπὶ τὸν θρόνον ἄγει· ὁ δὲ ἱερεὺς οὐ κάθηται, ἀλλ' ἕστηκεν. Ὁρᾷς ὅτι τὸ γενέσθαι ἀρχιερέα οὐ φύσεώς ἐστιν, ἀλλὰ χάριτος καὶ συγκαταβάσεως καὶ κενώσεως; Τοῦτο καὶ ἡμῖν εὔκαιρον νῦν εἰπεῖν· προσερχώμεθα μετὰ παῤῥησίας αἰτοῦντες· μόνον πίστιν προσαγάγωμεν, καὶ πάντα δίδωσι. Νῦν ὁ τῆς δωρεᾶς ἐστι καιρὸς, μηδεὶς ἑαυτοῦ ἀπογινωσκέτω. Τότε τῆς ἀπογνώσεως ὁ καιρὸς, ὅταν ὁ νυμφὼν κλείηται, ὅταν εἰσέλθῃ ὁ βασιλεὺς τοὺς ἀνακειμένους ἰδεῖν, ὅταν ἀπολάβωσι τοὺς κόλπους τοῦ πατριάρχου οἱ μέλλοντες τούτων ἀξιοῦσθαι· νῦν δὲ οὔπω· ἔτι γὰρ τὸ θέατρον συνέστηκεν, ἔτι ὁ ἀγὼν ἕστηκεν, ἔτι τὸ βραβεῖον μετέωρον.
7.3.1
Σπουδάσωμεν οὖν· καὶ γὰρ Παῦλός φησιν· Οὕτω τρέχω, ὡς οὐκ ἀδήλως. Δρόμου χρεία, καὶ δρόμου σφοδροῦ. Ὁ τρέχων οὐδένα τῶν ἁπάντων ὁρᾷ, κἂν διὰ λειμώνων, κἂν δι' αὐχμηρῶν τόπων διαβαίνῃ· ὁ τρέχων οὐ πρὸς τοὺς θεατὰς ὁρᾷ, ἀλλὰ πρὸς τὸ βραβεῖον· κἂν πλούσιοι, κἂν πένητες ὦσι, κἂν σκώπτῃ τις, κἂν ἐπαινῇ, κἂν ὑβρίζῃ, κἂν λίθοις βάλλῃ, κἂν τὴν οἰκίαν διαρπάζῃ, κἂν παῖδας ἴδῃ, κἂν γυναῖκα, κἂν ὁτιοῦν, οὐδαμῶς ἐπιστρέφεται, ἀλλ' ἑνὸς γίνεται μόνου, τοῦ τρέχειν, τοῦ λαβεῖν τὸ βραβεῖον. Ὁ τρέχων οὐδαμοῦ ἵσταται· ἐπεὶ κἂν μικρὸν ῥᾳθυμήσῃ, τὸ πᾶν ἀπώλεσεν. Ὁ τρέχων οὐ μόνον οὐδὲν ὑφαιρεῖ πρὸ τοῦ τέλους, ἀλλὰ καὶ τότε μάλιστα ἐπιτείνει τὸν δρόμον. Τοῦτό μοι εἴρηται πρὸς τοὺς λέγοντας· Ἐν νεότητι ἠσκήσαμεν, ἐν νεότητι ἐνηστεύσαμεν, γεγηράκαμεν νῦν. Μάλιστα νῦν τὴν εὐλάβειαν ἐπιτείνειν χρή. Μή μοι τὰ παλαιὰ ἀρίθμει κατορθώματα, νέαζε καὶ ἄκμαζε νῦν μᾶλλον. Ὁ μὲν γὰρ τὸν σωματικὸν τοῦτον τρέχων δρόμον, εἰκότως, ἐπειδὰν ἡ πολιὰ καταλάβῃ, οὐκέτι ὁμοίως τρέχειν δύναται· ἐν γὰρ τῷ σώματι τὸ πᾶν τοῦ ἀγῶνός ἐστι. Σὺ δὲ τίνος ἕνεκεν ἐλαττοῖς τὸν δρόμον; ψυχῆς γὰρ ἐνταῦθα χρεία, ψυχῆς διεγηγερμένη· ἡ δὲ ψυχὴ ἐν 63. 65 γήρᾳ ῥώννυται, μᾶλλον τότε ἀκμάζει, τότε γαυροῦται. Καθάπερ γὰρ σῶμα ἕως μὲν ἂν πυρετοῖς συνέχηται καὶ ἐπαλλήλοις νοσήμασι, κἂν ἰσχυρὸν ᾖ, τεταλαιπώρηται, ἐπειδὰν δὲ ἀπαλλαγῇ τῆς πολιορκίας ἐκείνης, ἀνακτᾶται τὴν οἰκείαν δύναμιν· οὕτω καὶ ἡ ψυχὴ ἐν νεότητι μὲν οὖσα πυρέττει, καὶ δόξης αὐτὴν ἔρως κατέχει μάλιστα καὶ τρυφῆς καὶ ἀφροδισίων καὶ πολλῶν ἄλλων φαντασιῶν· τοῦ δὲ γήρως αὐτῇ ἐπελθόντος, πάντα ταῦτα ἀπελαύνεται τὰ πάθη, τὰ μὲν διὰ τὸν καιρὸν, τὰ δὲ διὰ τὴν φιλοσοφίαν. Τοὺς μὲν γὰρ τόνους χαλάσαν τοῦ σώματος τὸ γῆρας, οὐδὲ βουλομένην ἀφίησιν αὐτοῖς χρήσθαι τὴν ψυχὴν, ἀλλ' ὥσπερ πολεμίους παντοδαποὺς καταστεῖλαν ἐν καθαρῷ θορύβων χωρίῳ καθίστησιν αὐτὴν, καὶ πολλὴν ἐργάζεται τὴν γαλήνην, καὶ τὸν φόβον ἐπεισάγει πλείονα. Εἰ γὰρ καὶ μηδεὶς ἕτερος, ἀλλ' οἱ γεγηρακότες ἴσασιν, ὅτι τελευτῶσι, καὶ ὅτι πάντως ἐγγὺς ἑστήκασι τοῦ θανάτου. Ὅταν οὖν αἱ μὲν ἐπιθυμίαι ἐξιστῶνται αἱ βιωτικαὶ, ἡ δὲ τοῦ δικαστηρίου προσδοκία ἐπεισέρχηται, τὸ δυσπειθὲς αὐτῆς μαλάττουσα, οὐχὶ μᾶλλον προσεκτικωτέρα γίνεται, ἐὰν θέλῃ; Τί οὖν, φησὶν, ὅταν ἴδωμεν τῶν νέων χαλεπωτέρους τοὺς γέροντας; Ὑπερβολήν μοι λέγεις κακίας· καὶ γὰρ ἐπὶ τῶν μαινομένων, οὐδενὸς ὠθοῦντος, ὁρῶμεν αὐτοὺς κατὰ κρημνῶν χωροῦντας. Ὅταν οὖν καὶ γέρων τὰ τῶν νέων νοσῇ, ὑπερβολὴ τοῦτο κακίας ἐστί· καὶ οὐδὲ ἐν νεότητι ὁ τοιοῦτος ἀπολογίαν ἂν ἔχοι· οὐ γὰρ δύναται λέγειν, Ἁμαρτίας νεότητός μου καὶ ἀγνοίας μου μὴ μνησθῇς. Ὁ γὰρ ἐν γήρᾳ μένων ὁ αὐτὸς, δείκνυσιν ὅτι καὶ ἐν νεότητι ὑπάρχων, οὐ δι' ἄγνοιαν, οὐδὲ δι' ἀπειρίαν, οὐδὲ διὰ τὴν ἡλικίαν τοιοῦτος ἦν, ἀλλὰ διὰ ῥᾳθυμίαν. Ἐκεῖνος γὰρ δύναται λέγειν· Ἁμαρτίας νεότητός μου καὶ ἀγνοίας μου μὴ μνησθῇς, ὁ τὰ τῷ γέροντι προσήκοντα ποιῶν, ὁ ἐν τῷ γήρᾳ μεταβαλλόμενος· εἰ δὲ καὶ ἐν γήρᾳ τὰ αὐτὰ ἀσχημονεῖ, πῶς ἄξιον, γέροντα τὸν τοιοῦτον ὀνομάζεσθαι, οὐδὲ τὴν ἡλικίαν αἰδούμενον; Ὁ γὰρ λέγων, Ἁμαρτίας νεότητός μου καὶ ἀγνοίας μου μὴ μνησθῇς, ὡς ἐν τῷ γήρᾳ κατορθῶν, ταῦτά φησι. Μὴ τοίνυν διὰ τῶν ἐν τῷ γήρᾳ γινομένων ἀποστερήσῃς σαυτὸν καὶ τῆς τῶν ἐπὶ τῇ νεότητι ἁμαρτημάτων συγγνώμης. Πῶς γὰρ οὐκ ἄτοπον καὶ συγγνώμης ἐπέκεινα τὸ γινόμενον; γέρων μεθύει, ἐν καπηλείοις καθέζεται, γέρων εἰς ἱπποδρομίας σπεύδει, γέρων εἰς θέατρα ἀναβαίνει, καθάπερ παιδίον τρέχων μετὰ τοῦ πλήθους. Ὄντως αἰσχύνη καὶ γέλως, τῇ μὲν πολιᾷ κοσμεῖσθαι ἔξωθεν, ἔνδοθεν δὲ παιδὸς φρόνημα ἔχειν. Κἂν μὲν ὑβρίσῃ τις νέος, εὐθέως προβάλλεται τὰς πολιάς. Σὺ αὐτὰς αἰδέσθητι πρῶτος· εἰ δὲ σὺ τὰς σεαυτοῦ οὐκ αἰδῇ, καὶ ταῦτα γέρων ὢν, πῶς τὸν νέον τὰς σὰς αἰδεῖσθαι ἀξιοῖς πολιάς; Οὐκ αἰδῇ τὰς πολιὰς, ἀλλ' αἰσχύνεις αὐτάς. Ὁ Θεός σε ἐτίμησε τῇ λευκότητι τῶν τριχῶν, ἔδωκέ σοι προεδρίαν πολλήν· τί προδίδως τὴν τιμήν; Πῶς σε αἰδεσθήσεται ὁ νέος, ὅταν αὐτοῦ πλέον ἀσελγαίνῃς; Ἡ γὰρ πολιὰ τότε αἰδέσιμος, ὅταν τὰ τῆς πολιᾶς πράττῃ· ὅταν δὲ νεωτερίζῃ, τῶν νέων καταγελαστότερος ἔσται. Πῶς οὖν δυνήσεσθε τῷ νέῳ ταῦτα παραινεῖν ὑμεῖς οἱ γέροντες μεθύοντες ὑπὸ τῆς ἀταξίας; Οὐ τῶν γερόντων δὲ κατηγορῶν ταῦτα λέγω, μὴ γένοιτο, ἀλλὰ τῶν νέων. Οἱ γὰρ ταῦτα πράττοντες, ἐμοὶ δοκεῖ, κἂν εἰς ἑκατοστὸν ἔλθωσιν ἔτος, νέοι εἰσί· καθάπερ οἱ νέοι, κἂν παιδία μικρὰ ὦσι, σωφρονῶσι δὲ, τῶν γερόντων εἰσὶν 63. 66 ἀμείνους. Καὶ οὐκ ἐμὸς οὗτος ὁ λόγος, ἀλλὰ καὶ ἡ Γραφὴ ταύτην οἶδε τὴν διάκρισιν· Γῆρας γὰρ, φησὶ, τίμιον, οὐ τὸ πολυχρόνιον, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος.
7.4.1
Καὶ γὰρ τὴν πολιὰν τιμῶμεν, οὐκ ἐπειδὴ τὸ λευκὸν χρῶμα τοῦ μέλανος προτιμῶμεν, ἀλλ' ὅτι τεκμήριόν ἐστι τῆς ἐναρέτου ζωῆς, καὶ ὁρῶντες ἀπὸ τούτου στοχαζόμεθα τὴν ἔνδον πολιάν· ἂν δὲ τἀναντία τῇ πολιᾷ διαπράττωνται, καταγέλαστοι γενήσονται διὰ τοῦτο μᾶλλον. Ἐπεὶ καὶ τὸν βασιλέα τιμῶμεν, καὶ τὴν ἁλουργίδα καὶ τὸ διάδημα, ἐπειδὴ σύμβολά ἐστι τῆς ἀρχῆς· ἐὰν δὲ ἴδωμεν αὐτὸν μετὰ τῆς ἁλουργίδος ἐμπτυόμενον, ὑπὸ τῶν δορυφόρων καταπατούμενον, ἀγχόμενον, εἰς δεσμωτήριον ἐμβαλλόμενον, σπαραττόμενον, ἆρα αἰδεσθησόμεθα τὴν ἁλουργίδα, ἢ τὸ διάδημα, εἰπέ μοι, ἀλλ' οὐχὶ καὶ αὐτὸ τὸ σχῆμα δακρύσομεν; Μὴ ἀξίου τοίνυν διὰ τὴν πολιὰν τιμᾶσθαι, ὅταν αὐτὴν αὐτὸς ἀδικῇς· καὶ γὰρ καὶ αὐτὴ δίκην ὀφείλει παρὰ σοῦ λαβεῖν, ὅτι σχῆμα λαμπρὸν οὕτω καὶ τίμιον καταισχύνεις. Οὐ κατὰ πάντων ταῦτα λέγομεν, οὐδὲ κατὰ τοῦ γήρως ἁπλῶς ἡμῖν ὁ λόγος, οὐχ οὕτω μέμηνα, ἀλλὰ κατὰ ψυχῆς νέας τὸ γῆρας αἰσχυνούσης· οὐδὲ ὑπὲρ τῶν γεγηρακότων ταῦτα ἀλγοῦντες λέγομεν, ἀλλὰ τῶν καταισχυνόντων τὴν πολιάν. Βασιλεὺς γάρ ἐστιν ὁ γέρων, ἐὰν ἐθέλῃ, καὶ τοῦ τὴν ἁλουργίδα ἔχοντος βασιλικώτερος, τῶν παθῶν κρατῶν, καὶ ἐν τάξει δορυφόρων ὑποτάττων τὰ πάθη· ἐὰν δὲ ἕλκηται, καὶ καταβιβάζηται ἀπὸ τοῦ θρόνου, καὶ χρημάτων ἔρωτος καὶ δόξης κενῆς καὶ καλλωπισμοῦ καὶ τρυφῆς καὶ μέθης καὶ ὀργῆς καὶ ἀφροδισίων γίνηται δοῦλος, καὶ καλλωπίζηται ἐλαίῳ τὴν τρίχα, καὶ τὴν ἡλικίαν ὑπὸ τῆς προαιρέσεως ὑβριζομένην δεικνύῃ· ποίας οὐκ ἂν εἴη κολάσεως ὁ τοιοῦτος ἄξιος; Ἀλλὰ μὴ γένοισθε τοιοῦτοι οἱ νέοι· οὐδὲ γὰρ ὑμῖν συγγνώμη ἐστὶν ἁμαρτάνουσι. Τί δήποτε; Ὅτι ἔξεστι γέροντα εἶναι ἐν νεότητι· καὶ ὥσπερ ἐν γήρᾳ νέοι εἰσὶν, οὕτω καὶ τοὐναντίον. Ὥσπερ γὰρ ἐκεῖ οὐδένα ἡ θρὶξ λευκαινομένη σώζει, οὕτως οὐδὲ ἐνταῦθα μέλαινα οὖσα ἐμποδίζει. Εἰ γὰρ ἀσχημονέστερον τὸν γέροντα ταῦτα ποιεῖ, ἅπερ εἶπον, πολλῷ μᾶλλον τὸν νέον· ἀλλ' ὅμως οὐδὲ ὁ νέος κατηγορίας ἀπήλλακται. Νέος γὰρ ἐκεῖ δύναται συγγνώμην ἔχειν μόνον, ὅταν εἰς διοίκησιν πραγμάτων καλῆται, ὅταν ἄπειρος ᾖ, ὅταν χρόνου δέηται καὶ πείρας ὅταν, δὲ δέῃ σωφροσύνην καὶ ἀνδρείαν ἐπιδείξασθαι, οὐκέτι, οὐδὲ ὅταν δέῃ χρημάτων κρατεῖν. Ἔστι γὰρ ὅπου μᾶλλον τοῦ γέροντος κατηγορεῖται ὁ νέος. Ἐκεῖνος μὲν γὰρ πολλῆς δεῖται θεραπείας, τοῦ γήρως ἐξασθενοῦντος αὐτόν· οὗτος δὲ δυνάμενος, ἐὰν θέλῃ, ἀρκεῖν ἑαυτῷ, ποίας ἂν τύχοι συγγνώμης, μὴ βουλόμενος, ὅταν ἁρπάζῃ μᾶλλον τοῦ γέροντος, ὅταν μνησικακῇ, ὅταν ἐξουθενῇ, ὅταν μὴ προΐστηται μᾶλλον τοῦ γέροντος, ὅταν πολλὰ φθέγγηται ἀκαίρως, ὅταν ὑβρίζῃ, ὅταν λοιδορῆται, ὅταν μεθύῃ; Εἰ δὲ ἐν τῇ σωφροσύνῃ νομίζει μὴ δύνασθαι ἐγκαλεῖσθαι, ὅρα αὐτὸν καὶ ἐνταῦθα πολλὰ ἔχοντα τὰ βοηθήματα, ἐάνπερ βούληται. Εἰ γὰρ 63. 67 καὶ σφοδρότερον αὐτὸν τοῦ γέροντος ἡ ἐπιθυμία ἐνοχλεῖ, ἀλλ' ὅμως ἐστὶ πολλὰ, ἃ μᾶλλον τοῦ γέροντος ποιῆσαι δυνήσεται, καὶ ἐπᾴδειν τὸ θηρίον ἐκεῖνο. Ποῖα δὴ ταῦτά ἐστι; Πόνοι, ἀναγνώσεις, παννυχίδες, νηστεῖαι. Τί οὖν πρὸς ἡμᾶς ταῦτα φῂς τοὺς μὴ μονάζοντας; Ταῦτα ἐμοὶ λέγεις; εἰπὲ Παύλῳ, ὅταν λέγῃ, Ἀγρυπνοῦντες ἐν πάσῃ προσκαρτερήσει καὶ δεήσει· ὅταν λέγῃ· Τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίας· οὐ γὰρ δὴ μοναχοῖς ταῦτα ἔγραφε μόνον, ἀλλὰ πᾶσι τοῖς οὖσιν ἐν ταῖς πόλεσι. Μὴ γὰρ ὁ κοσμικὸς ὀφείλει τι ἔχειν πλέον τοῦ μονάζοντος, ἢ τὸ γυναικὶ συνοικεῖν μόνον; ἐνταῦθα ἔχει τὴν συγγνώμην, ἐν δὲ τοῖς ἄλλοις οὐκέτι, ἀλλὰ πάντα ἐξ ἴσης τῷ μονάζοντι πράττειν αὐτὸν προσῆκε. Καὶ οἱ μακαρισμοὶ δὲ οἱ παρὰ τοῦ Χριστοῦ οὐ μονάζουσι μόνον εἰσὶν εἰρημένοι· ἐπεὶ τὸ πᾶν ἀπώλετο τῆς οἰκουμένης, καὶ κατηγορήσαμεν ἂν ὠμότητα τοῦ Θεοῦ. Εἰ δὲ οἱ μακαρισμοὶ τοῖς μονάζουσίν εἰσι μόνοις εἰρημένοι, καὶ τὸν κοσμικὸν οὐ δυνατὸν αὐτοὺς κατορθῶσαι, αὐ 63. 68 τὸς δὲ τὸν γάμον ἐπέτρεψεν, ἄρα αὐτὸς πάντας ἀπώλεσεν. Εἰ γὰρ οὐ δυνατὸν μετὰ γάμου τὰ τῶν μοναζόντων ποιεῖν, πάντα ἀπόλωλε καὶ διέφθαρται, καὶ εἰς στενὸν κατεκλείσθη τὰ τῆς ἀρετῆς. Πῶς δὲ καὶ τίμιος ὁ γάμος, ὁ τοσοῦτον ἐμποδίζων ἡμῖν; Τί οὖν ἔστιν εἰπεῖν; Δυνατὸν, καὶ σφόδρα δυνατὸν καὶ γυναῖκας ἔχοντας τὴν ἀρετὴν μετιέναι, ἐὰν θέλωμεν. Πῶς; Ἐὰν ἔχοντες γυναῖκα, ὡς μὴ ἔχοντες ὦμεν· ἐὰν μὴ χαίρωμεν ἐπὶ κτήσεσιν, ἐὰν τῷ κόσμῳ χρώμεθα ὡς μὴ καταχρώμενοι. Εἰ δέ τινες ἐνεποδίσθησαν ὑπὸ γάμου, ἰδέτωσαν ὅτι οὐχ ὁ γάμος ἐμπόδιον, ἀλλ' ἡ προαίρεσις ἡ κακῶς χρησαμένη τῷ γάμῳ· ἐπεὶ οὐδὲ ὁ οἶνος ποιεῖ τὴν μέθην, ἀλλ' ἡ κακὴ προαίρεσις, καὶ τὸ πέρα τοῦ μέτρου χρῆσθαι· μετὰ συμμετρίας τῷ γάμῳ χρῶ, καὶ πρῶτος ἐν τῇ βασιλείᾳ ἔσῃ, καὶ πάντων ἀπολαύσεις τῶν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Intertext edge

Open linked passage

Note